Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τοὺς μάρτυρας Ἰουβεντῖνον καὶ Μαξιμῖνον

Ἰωάννης ὁ Χρυσόστομος

Οι δόλιες ανακρίσεις και ο νυκτερινός αποκεφαλισμός

Η αποστολή αυτοκρατορικών συμβούλων με σκοπό την αλλαξοπιστία των μαρτύρων, η σταθερή άρνησή τους και η μυστική θανατική τους καταδίκη μέσα στη νύχτα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 4 από 5

Ταῦτα ἀκούων ὁ βασιλεὺς ὠδυνᾶτο πλέον, καὶ βουλόμενος αὐτοὺς ὑποσκελίσαι, καὶ τῆς προθυμίας ἐκλῦσαι ἐκείνης, καθῆκεν ἀνθρώπους μιαρούς τινας καὶ γόητας πρὸς τὴν ἐπιβουλήν· οἳ συγκαθήμενοι πολλάκις, εἴ ποτε αὐτῶν ἐπιλάβοιντο μόνων, ὡς οἴκοθεν συμβουλεύοντες, ἀλλ᾽ οὐχ ὡς παρὰ τοῦ βασιλέως πεμφθέντες παρῄνουν ἀποστῆναι μὲν τῆς εὐσεβείας, αὐτομολῆσαι δὲ πρὸς τὴν ἀσέβειαν. Οὐ γὰρ δὴ μόνον τὸν ἐπικείμενον οὕτω διακρούσεσθε κίνδυνον· ἀλλὰ καὶ τιμῆς πλείονος καὶ κρείττονος ἐπιλήψεσθε τῆς ἀρχῆς, τοῦ βασιλέως τὴν ὀργὴν οὕτω καταλύσαντες. Οὐχ ὁρᾶτε καὶ ἑτέρους τῶν συντεταγμένων ὑμῖν τὸ αὐτὸ τοῦτο πεποιηκότας; Οἱ δὲ, καὶ δι᾽ αὐτὸ μὲν οὖν τοῦτο ἡμεῖς, φασὶ, στησόμεθα γενναίως, ἵνα ὥσπερ θύματα ἑαυτοὺς ὑπὲρ τῶν πτωμάτων ἐκείνων προσαγάγωμεν. Φιλάνθρωπον ἔχομεν Δεσπότην· οἶδε καὶ μίαν θυσίαν δεξάμενος, πάσῃ καταλλαγῆναι τῇ οἰκουμένῃ.

Καὶ καθάπερ οἱ τρεῖς παῖδες ἔλεγον· ὅτι Οὐκ ἔστιν ἐν τῷ καιρῷ τούτῳ ἄρχων, καὶ προφήτης, καὶ ἡγούμενος, οὔτε ὁλοκαύτωσις, οὔτε θυσία, οὔτε τόπος τοῦ καρπῶσαι ἐνώπιόν σου, καὶ εὑρεῖν ἔλεος, ἀλλ᾽ ἐν ψυχῇ συντετριμμένῃ καὶ πνεύματι ταπεινώσεως προσδεχθείημεν· οὕτω δὴ καὶ οἱ μάρτυρες τὰ θυσιαστήρια κατασκαπτόμενα βλέποντες, τὰς ἐκκλησίας ἀποκλειομένας, τοὺς ἱερεῖς ἐλαυνομένους, πάντας τοὺς πιστοὺς φυγαδευομένους, ἐσπούδαζον ἑαυτοὺς ἀντὶ πάντων τῷ Δεσπότῃ προσαγαγεῖν· καὶ καταλιπόντες τάγματα στρατιωτικὰ, ἔσπευδον ἑαυτοὺς ἀναμίξαι χοροῖς ἀγγελικοῖς. Κἂν γὰρ μὴ νῦν ἀποθάνωμεν, φησὶν, ἀποθανούμεθα πάντως γοῦν μικρὸν ὕστερον, καὶ τοῦτο αὐτὸ πεισόμεθα· βέλτιον ὑπὲρ τοῦ βασιλέως τῶν ἀγγέλων ἀποθανεῖν, ἢ ὑπὲρ ἀνθρώπου τοιαῦτα ἀσεβοῦντος· βέλτιον ὑπὲρ τῆς ἄνω πατρίδος θέσθαι τὰ ὅπλα, ἢ ὑπὲρ τῆς κάτω καὶ πατουμένης. Ἐνταῦθα κἂν ἀποθάνῃ τις, οὐδὲν παρὰ βασιλέως λήψεται τῆς προθυμίας ἐπάξιον.

Τί γὰρ τῷ τελευτήσαντι χαριεῖται λοιπὸν ἄνθρωπος; Πολλάκις μὲν οὖν οὐδὲ ταφῆς ἀξιωθεὶς, τοῖς τῶν κυνῶν προκείσεται στόμασιν. Ἂν δὲ ὑπὲρ τοῦ βασιλέως ἀποθάνωμεν τῶν ἀγγέλων, μετὰ πλείονος τῆς δόξης τὰ σώματα ἀποληψόμεθα, μετὰ πολλῆς τῆς λαμπρότητος ἐπανήξομεν, καὶ πολλῷ μείζους τῶν πόνων τὰς ἀμοιβὰς καὶ τοὺς στεφάνους κομιούμεθα. Λάβωμεν τοίνυν ὅπλα πνευματικά· οὐ χρεία βελῶν καὶ τόξων, οὐ χρεία ἄλλου τινὸς αἰσθητοῦ ὅπλου· ἀρκεῖ πρὸς πάντα ἡμῖν ἡ γλῶττα, φησί. Καὶ γάρ ἐστι βελοθήκη τῶν ἁγίων τὰ στόματα, συνεχεῖς καὶ ἐπαλλήλους φέροντα τῇ τοῦ διαβόλου κεφαλῇ τὰς πληγάς.

γʹ. Ταῦτα καὶ τὰ τούτοις ἐοικότα ἀπηγγέλλετο τῷ βασιλεῖ· ὁ δὲ οὐκ ἀφίστατο, ἀλλ᾽ ἐπεχείρει πάλιν τὰ δελέατα δι᾽ ἐκείνων τιθείς. Ταῦτα γοῦν κατεσκεύαζεν ὁ ὕπουλος καὶ πανοῦργος καὶ σοφὸς εἰς τὸ κακοποιῆσαι, ἵνα ἂν μὲν καταμαλακισθέντες ἐνδῶσιν, ὑπὸ τοῖς ἁπάντων ὀφθαλμοῖς αὐτοὺς ἐξαγάγοιεν, καὶ οὕτω λοιπὸν παρασκευάσῃ θῦσαι ἂν δὲ ἐπιμείνωσι σφοδρὰν τὴν ἀνδρείαν ἐπιδεικνύμενοι, καὶ πρὸς τὴν πάλην γενναίως ἱστάμενοι, μὴ φανερὰ γένηται τὰ τῆς νίκης αὐτοῖς, ἀλλ᾽ ὡς ἐπὶ προσχήματι τυραννίδος αὐτοὺς ἀπαγαγὼν ἀποτέμῃ.

Ἀλλ᾽ ὁ ἀποκαλύπτων βαθέα καὶ ἀπόκρυφα, οὐκ ἀφῆκε λαθεῖν τὴν ἐνέδραν, οὐδὲ τὴν ἐπιβουλὴν ἀφανῆ γενέσθαι· ἀλλ᾽ ὥσπερ ἡ Αἰγυπτία τότε γυνὴ τοῦ Ἰωσὴφ ἐπιλαβομένη ἐν θαλάμῳ καὶ ἐρημίᾳ πολλῇ προσεδόκησε λήσεσθαι πάντας ἀνθρώπους, οὐκ ἔλαθε δὲ τὸν ἀκοίμητον ὀφθαλμὸν, καὶ οὐ μόνον ἐκεῖνον, ἀλλ᾽ οὐδὲ ἀνθρώπους τοὺς μετὰ ταῦτα, ἀλλ᾽ ὅπερ ἐκείνη πρὸς τὸν Ἰωσὴφ εἶπεν, οὐδενὸς παρόντος, τοῦτο πανταχοῦ τῆς οἰκουμένης ᾄδεται· οὕτω δὴ καὶ οὗτος ἤλπισε μὲν λήσειν ἐν δεσμωτηρίῳ διαλεγόμενος διὰ τῶν ἐσχηματισμένων συμβούλων ἐκείνων, οὐκ ἔλαθε δέ· ἀλλ᾽ ἅπαντες μετὰ ταῦτα ἔμαθον τὴν ἐνέδραν, τὴν ἐπιβουλὴν, τὴν νίκην, τὸ τρόπαιον.

Ὡς γὰρ χρόνος ἐτρίβετο καὶ παρέῤῥει πολὺς, καὶ τὸ πλῆθος τῶν ἡμερῶν οὐκ ἐξέλυε τὴν προθυμίαν, ἀλλ᾽ ἐπέτεινεν αὐτῶν μᾶλλον τὴν σπουδὴν, καὶ πλείονας κατεσκεύαζε ζηλωτὰς, κελεύει λοιπὸν μέσων νυκτῶν ἐπὶ τὸ βάραθρον αὐτοὺς ἀπαχθῆναι. Καὶ ἐν μέσῳ σκότει οἱ φωστῆρες ἐξήγοντο, καὶ ἀπετέμνοντο. Τότε καὶ φοβερώτεραι λοιπὸν ἦσαν αἱ κεφαλαὶ τῷ διαβόλῳ μᾶλλον ἢ ὅτε φωνὴν ἠφίεσαν· ἐπεὶ καὶ ἡ Ἰωάννου κεφαλὴ οὐχ οὕτω φοβερὰ ἦν φθεγγομένη, ὡς ἄφωνος ἐπὶ τοῦ πίνακος κειμένη.