Μὴ τοίνυν καὶ σὺ ψυχῆς ἀνδρείαν καὶ γνώμης εὐτονίαν ἐλθὼν θεάσασθαι, καὶ τρόπαιον καινὸν καὶ παράδοξον, καὶ μάχην τινὰ ἐξηλλαγμένην, καὶ τραύματα καὶ πολέμους, καὶ παγκράτιον ἀνθρώπου, πράξεις δαιμονικὰς εἰσαγάγῃς, μετὰ τὴν ξένην καὶ φρικτὴν ταύτην θεωρίαν μέθῃ καὶ τρυφῇ ἑαυτὸν ἐκδοὺς, ἀλλὰ τὰ κέρδη τῆς ψυχῆς συναγαγὼν, οὕτως οἴκαδε ἄπιθι, διὰ τῆς ὄψεως πᾶσιν ἐνδεικνύμενος, ὅτι μάρτυρας θεωρήσας ἀνεχώρησας. Ὥσπερ γὰρ οἱ ἀπὸ τῶν θεάτρων κατιόντες, δῆλοι πᾶσίν εἰσι συντεταραγμένοι, συγκεχυμένοι, μαλακιζόμενοι, τὰ εἴδωλα πάντων τῶν ἐκεῖ γεγενημένων φέροντες· οὕτω καὶ τὸν ἀπὸ θεωρίας μαρτύρων ἐπανιόντα πᾶσι γνώριμον εἶναι χρὴ, τῷ βλέμματι, τῷ σχήματι, τῇ βαδίσει, τῇ κατανύξει, τῇ συναγωγῇ τῆς διανοίας· πῦρ πνέοντα, συνεσταλμένον, συντετριμμένον, νήφοντα, ἐγρηγορότα, διὰ τῶν κινημάτων τοῦ σώματος τὴν ἔνδοθεν ἀνακηρύττοντα φιλοσοφίαν. Οὕτω τοίνυν εἰς τὴν πόλιν ἐπανίωμεν, μετὰ τῆς προσηκούσης εὐταξίας, μετὰ εὐτάκτου βαδίσεως, μετὰ συνέσεως καὶ σωφροσύνης, μετὰ ἡμέρου καὶ γαληνοῦ βλέμματος. Στολισμὸς γὰρ ἀνδρὸς, καὶ γέλως ὀδόντων, καὶ βῆμα ποδὸς ἀπαγγελεῖ τὰ περὶ αὐτοῦ.