Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τοὺς ψαλμοὺς 101-107

Ἰωάννης ὁ Χρυσόστομος

Εισαγωγή στον 104ο Ψαλμό: Η αιώνια διαθήκη και οι πατριάρχες

Ερμηνεία του όρου Αλληλούια, αναφορά στα θεία κρίματα, στη διάκριση του αληθινού σπέρματος του Αβραάμ και στην προστασία των προπατόρων κατά την παροικία τους.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 8 από 17

Ἀλληλούϊα. Ὑμνεῖν καὶ οὗτος ὁ ψαλμὸς παρακελεύεται τὸν τῶν ὅλων Θεόν. Δηλοῖ δὲ καὶ ἡ ἐπιγραφή. Τὸ γὰρ Ἀλληλούϊα, Αἰνεῖτε τὸν Κύριον, ἑρμηνεύεται. Ἀναμιμνήσκει δὲ τῶν τε πρὸς τοὺς πατριάρχας ὑπὸ τοῦ Θεοῦ γεγενημένων ὑποσχέσεων, καὶ τῶν δι᾽ ἐκείνους ὑπ᾽ αὐτοῦ παρασχεθέντων ἀγαθῶν τοῖς ἐκείνων ἐκγόνοις· ἱκανὴ γὰρ καὶ τούτων κἀκείνων ἡ μνήμη τοὺς τοσούτων ἀγαθῶν ἀπολαύσαντας εἰς ζῆλον τῆς τῶν προγόνων ἀρετῆς ἐρεθίσαι καὶ παραθῆξαι· διδάσκει δὲ κατὰ ταὐτὸν καὶ τὸν νέον λαὸν, ὡς οὐκ ἀδίκως τὸν ἀχάριστον ἐκεῖνον λαὸν τῆς οἰκείας κηδεμονίας ἐγύμνωσεν. Ἐπειδὴ γὰρ λαὸς Θεοῦ ἐχρημάτιζον, καὶ προφανῶς τῆς θείας προμηθείας ἀπέλαυον, ἔρημοι δὲ ταύτης ὕστερον ἐγένοντο παντελῶς, διὰ τῶν προκειμένων ψαλμῶν διδάσκει πάντας ἀνθρώπους, ὅσα μὲν αὐτοὺς εὐεργέτησεν, ὅπως δὲ ἀχάριστοι περὶ τὰς εὐεργεσίας ἐκεῖνοι γεγένηνται· ὡς ἂν ὁμοῦ καὶ τῆς κατ᾽ ἐκείνων ἐξενεχθείσης ψήφου τὸ δικαίωμα καταμάθοιεν ἅπαντες, καὶ τῆς ἀχαριστίας ὁρῶντες τὰ ἐπίχειρα, μὴ τὴν αὐτὴν ἐκείνοις βαδίζοιεν ὁδὸν, ἀλλὰ τὴν εὐθεῖαν ὁδεύοιεν. Τὴν δὲ τοῦ Ἀλληλούϊα ἑρμηνείαν ἐν τούτοις εἶναι λέγουσιν, Αἶνον τῷ Θεῷ Ἰαώ· τὸ δὲ, Ἰαὼ, Ἑβραῖοι ὀνομασίαν ὥσπερ τινὰ τῷ Θεῷ κατέλιπον ἀνερμήνευτον.

Ἀναγκαίως τοίνυν ἡγεῖται τοῦτο τοῦ παρόντος ψαλμοῦ. Πρὸς δοξολογίαν γὰρ Θεοῦ τείνει τὰ ἐν αὐτῷ, ὥσπερ οὖν γενόμενα, οὕτω δὴ καὶ λεγόμενα. Πρῶτος τοίνυν ὁ παρὼν τυγχάνει ψαλμὸς τῶν ἐπιγεγραμμένων τὸ, Ἀλληλούϊα.

Οἶμαι δὲ ταύτην ἔχειν τὴν ἐπιγραφὴν, διὰ τὸ ξένου τυγχάνειν χαρακτῆρος παρὰ τοὺς ψαλμοὺς καὶ τὰ περὶ τὴν ᾠδήν. Δι᾽ ὅλου γάρ μοι δοκοῦσιν οὗτοι αἴνους καὶ ὕμνους περιέχειν εἰς τὸν Θεόν· καὶ εἰκότως· τὸ γὰρ Ἀλληλούϊα ἑρμηνεύεται, Αἰνεῖτε τὸν Κύριον· οὔτε διὰ ψαλτηρίου κρουσθέντες, οὔτε δι᾽ ᾠδῆς λεχθέντες, ἀλλ᾽ αὐτὸ τοῦτο αἶνοι καὶ ὕμνοι τυγχάνοντες, καὶ τὰς τοῦ Θεοῦ εὐεργεσίας εἰς ἀνθρώπους περιέχοντες.

αʹ. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα αὐτοῦ. Ἐν τούτῳ τῷ ψαλμῷ προστάττει τοῖς ἁγίοις ἀποστόλοις τὸ Πνεῦμα τὸ ἅγιον, τῷ ἐξ ἐθνῶν λαῷ φανερὰς ποιῆσαι πάσας τὰς θαυματουργίας, ἃς πεποίηται ἐπὶ τῆς παρουσίας αὐτοῦ ὁ Κύριος. Τὸ δὲ Ἐπικαλεῖσθε, Κηρύσσετε ὁ Σύμμαχος ἡρμήνευσε. Παρακελεύεται δὲ ὁ λόγος τὴν εὐχαριστήριον ὑμνῳδίαν προσφέρειν, καὶ διηγεῖσθαι τὰς θείας εὐεργεσίας. Ἀπαγγείλατε ἐν τοῖς ἔθνεσι τὰ ἔργα αὐτοῦ. Δῆλόν ἐστι καὶ σαφὲς, ὡς ὄνησιν οὐκ Ἰουδαίοις μόνον, ἀλλὰ καὶ τοῖς ἔθνεσιν ἅπασι πραγματεύεται. ᾌσατε αὐτῷ, καὶ ψάλατε αὐτῷ· διηγήσασθε πάντα τὰ θαυμάσια αὐτοῦ. ᾌσατε μὲν, τὰς γλώσσας εἰς ἐκφώνησιν τῶν ὕμνων παρέχοντες· Ψάλατε δὲ, συνιέντες τὰ μελῳδούμενα, ὕμνοις τε αὐτὸν καὶ μελῳδίαις ἀμείβεσθε, καὶ τοὺς ἀγνοοῦντας τὰ παρ᾽ αὐτοῦ γεγενημένα διδάξατε θαύματα. Ἐπαινεῖσθε ἐν τῷ ὀνόματι τῷ ἁγίῳ αὐτοῦ. Ὁ δὲ Ἀκύλας, Καυχᾶσθε, ἀντὶ τοῦ, Ἐπαινεῖσθε, τέθεικε. Παρακελεύεται δὲ ὁ λόγος μὴ ἐπὶ πλούτῳ, μὴ ἐπὶ ῥώμῃ, μὴ ἐπὶ δυναστείᾳ μέγα φρονεῖν, ἀλλ᾽ ἐν τῇ τοῦ Θεοῦ γνώσει καὶ προμηθείᾳ. Τοῦτο παρηγγύησε καὶ ὁ θεῖος Ἀπόστολος· Ὁ καυχώμενος γὰρ, φησὶν, ἐν Κυρίῳ καυχάσθω.

Ταῦτα καὶ ἡ σοφωτάτη Ἄννα διέξεισι· Μὴ καυχάσθω ὁ σοφὸς ἐν τῇ σοφίᾳ αὐτοῦ. Εὐφρανθήτω καρδία ζητούντων τὸν Κύριον. Ἀπὸ ἐξομολογήσεως ἀρξάμενος εἰς εὐφροσύνην κατέληξεν. Ἀρχὴ γὰρ τοῦ προκόπτειν, τὸ τὰς ἰδίας ἐξαγορεύειν ἁμαρτίας μετανοοῦντας διὰ καρπῶν ἀγαθῶν, κατὰ τὸ, Ποιήσατε καρποὺς ἀξίους τῆς μετανοίας. Τότε γὰρ θαῤῥήσομεν ἐπικαλεῖσθαι τὸ ὄνομα αὐτοῦ, καὶ τευξόμεθα τῶν ἐξ αὐτοῦ χαρισμάτων, ἐξ ὧν αὐτοὶ ἔγνωμεν καὶ ἑτέρους ὠφελοῦντες· εἶτα καταξιωθέντες τῆς κατὰ Θεὸν εὐθυμίας, ᾄδειν αὐτῷ καὶ ψάλλειν δυνησόμεθα, καὶ λοιπὸν τὰ τῆς θείας Γραφῆς ἑρμηνεύειν ἀπόῤῥητα. Ταῦτα γὰρ αὐτοῦ τὰ θαυμάσια.

Τότε γὰρ, ὡς τοσαῦτα κατωρθωκότες, ἐν τῷ ὀνόματι αὐτοῦ ἐπαινεθησόμεθα. Τῆς γὰρ εἰς τὸν Θεὸν ἐλπίδος εὐφροσύνη καρπός. Ζητήσατε τὸν Κύριον, καὶ κραταιώθητε. Καὶ διδάσκων πῶς δεῖ τοῦτο ποιεῖν, ἐπήγαγε· Ζητήσατε τὸ πρόσωπον αὐτοῦ διαπαντός. Οὐ γὰρ ἅπαξ ἢ δὶς, ἀλλὰ παρὰ πάντα τὸν βίον τὴν ἄνωθεν ἐπικουρίαν προσήκει ζητεῖν, καὶ τὴν ὠφέλειαν καρποῦσθαι· ἄμαχοι γὰρ οἱ ζητοῦντες ἔσονται καὶ ἀήττητοι.

Αἰτεῖτε. καὶ δοθήσεται ὑμῖν· ζητεῖτε, καὶ εὑρήσετε· κρούετε, καὶ ἀνοιγήσεται ὑμῖν. Πᾶς γὰρ ὁ αἰτῶν λαμβάνει, καὶ ὁ ζητῶν εὑρίσκει, καὶ τῷ κρούοντι ἀνοιγήσεται. Τί δέ ἐστι ζήτησις; Τὸ συνεχῶς ἐκεῖνον ἐννοεῖν. Ὁ γὰρ ζητῶν, ἐπὶ διανοίας ἐκεῖνος ἔχει τὸ ζητούμενον.

Διεγείρει δὲ τῶν ἐθνῶν τοὺς κήρυκας εἰς τὸ ζητῆσαι τὸν Κύριον· κραταιοῦσθαι γὰρ ἐντεῦθεν αὐτοὺς, ὡς ἂν κράτους ὑπάρχοντας ἐνδεεῖς πρὸς τὸ ποιεῖν τὰ προστεταγμένα, καὶ πᾶσιν Ἕλλησι καὶ βαρβάροις κηρύξαντας, κατὰ τὸ, Κύριος δώσει ῥῆμα τοῖς εὐαγγελιζομένοις δυνάμει πολλῇ. Τὸ δὲ, διαπαντὸς ζητεῖν, ἀντέσταλται τῷ κατὰ Μωϋσέα, τρίτον φαίνεσθαι τοῦ ἐνιαυτοῦ ἐνώπιον αὐτοῦ. Ὥσπερ δὲ κατὰ τὴν ἱστορίαν ὁ Σαμουὴλ ἐν τῇ τοῦ μαρτυρίου σκηνῇ λειτουργῶν ἑώρα τοῦ Θεοῦ τὸ πρόσωπον, οὕτως οἱ προκόπτοντες ἐν ἐξετάσει δογμάτων ἀεὶ καὶ πράξει τῶν ἀρετῶν, διαπαντὸς αὐτοῦ ζητοῦσι τὸ πρόσωπον, ἰδεῖν βουλόμενοι τοῦτον νοῒ καθαρῷ, ὅπερ ἐστὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ, τοῦ Θεοῦ τοῦ ἀοράτου τυγχάνων εἰκών· διὸ καὶ ὁ ὁρῶν αὐτὸν, εὐθὺς ὁρᾷ τὸν Πατέρα. Μνήσθητε τῶν θαυμασίων αὐτοῦ, ὧν ἐποίησε· τὰ τέρατα αὐτοῦ, καὶ τὰ κρίματα τοῦ στόματος αὐτοῦ.

βʹ. Μὴ παράδοτε λήθῃ τὰς ἀῤῥήτους θαυματουργίας, ἃ ὁ Δεσπότης εἰργάσατο. Κρίματα γὰρ ἐνταῦθα προσηγόρευσε τὰ ἐνδίκως ὑπὸ τοῦ Θεοῦ γεγενημένα θαύματα. Ἐπειδὴ γὰρ τῶν ἐν Αἰγύπτῳ γεγενημένων ποιεῖται διήγησιν, προδιδάσκει τῆς Αἰγυπτίων τιμωρίας τὸ δίκαιον. Στόμα δὲ ὁ λόγος αὐτοῦ, ὡς ἀκριβοῦς δίκη νομοθέτου καὶ παιδευτοῦ κεκριμένα παρήγγειλε. Δοκεῖ δέ μοι ἐνταῦθα τοὺς νόμους λέγειν, τοὺς ἐν οὐρανῷ, τοὺς ἐν γῇ, τοὺς ἐν θαλάττῃ, τοὺς ὑπὸ γῆν, τοὺς ὑπ᾽ οὐρανόν. Οὐ γὰρ δὴ μόνος ἄνθρωπος ἔλαβε νόμον, ἀλλὰ τὰ ὁρώμενα πάντα· ἡ θάλαττα, τὸ μὴ ὑπερβαίνειν τοὺς αἰγιαλούς· τὰ ὄρη, τὸ πεπηγέναι· ἡ γῆ, τὸ ἑστάναι· καὶ πάντα ὁμοίως τοῖς οἰκείοις διοικεῖται νόμοις. Καὶ ταῦτα ἅπαντα ἐπιτάγματι γέγονε Σπέρμα Ἀβραὰμ δοῦλοι αὐτοῦ, υἱοὶ Ἰακὼβ ἐκλεκτοὶ αὐτοῦ. Τοὺς αὐτοὺς καὶ τοῦτο κἀκεῖνο καλεῖ, ὡς τοὺς μὲν ἀπογόνους, τοὺς δὲ υἱοὺς χρηματίσαντας. Ἐκλεκτοὺς δὲ προσηγόρευσεν, ὡς, παρὰ πάντα τὰ ἔθνη λαὸν κληθέντας Θεοῦ. Τοῦτο δὲ καὶ διὰ τῶν ἐπιφερομένων ἐδήλωσεν. Ἐπεὶ μὴ πάντες οἱ ἐξ Ἰσραὴλ, οὗτοι Ἰσραήλ· μηδ᾽ ὅσοι σπέρμα Ἀβραὰμ, πάντες τέκνα. Καὶ γὰρ ὁ Σωτὴρ ἔλεγεν· Οἶδα ὅτι σπέρμα τοῦ Ἀβραάμ ἐστε· καὶ πάλιν· Εἰ σπέρμα τοῦ Ἀβραὰμ ἦτε, τὰ ἔργα τοῦ Ἀβραὰμ ἐποιεῖτε.

Οἱ μὲν γὰρ, σπέρμα μόνον· οἱ δὲ καὶ διὰ τρόπων εἰσὶ μιμηταὶ, τυγχάνοντες ἐκλεκτοὶ καὶ υἱοὶ ὄντες· ὅπερ οὐκ ἔφη περὶ τοῦ σπέρματος, ἀλλ᾽ ὅτι Δοῦλοι· ἑκάτερον δὲ νῦν εἶπε περὶ τῶν μαθητῶν· καὶ γὰρ ἦσαν ἀμφότερα, καὶ δοῦλοι ὡς σπέρμα, καὶ ἐκλεκτοὶ ὡς υἱοί· κατὰ τὸ, Τούτους τοὺς δώδεκα ἐξελέξατο ὁ Ἰησοῦς, οὒς καὶ ἀποστόλους ὠνόμασε· καὶ τὸ, Οὐκ ἐγὼ ὑμᾶς τοὺς δώδεκα ἐξελεξάμην; Τὸ δὲ τῶν ἐκλεκτῶν νοήσεις ἐξαίρετον ἀπὸ τοῦ, Πολλοὶ κλητοὶ, ὀλίγοι δὲ ἐκλεκτοί. Αὐτὸς Κύριος ὁ Θεὸς ἡμῶν· ἐν πάσῃ τῇ γῇ τὰ κρίματα αὐτοῦ. Ὁ γὰρ αὐτὸς ὢν ἁπάντων Θεὸς καὶ Κύριος, καὶ πάσης δεσπόζων τῆς οἰκουμένης, τούτους ἴδιον λαὸν προσηγόρευσε. Διὸ προσέταξεν ἀπαγγεῖλαι τὰ κρίματα τοῦ στόματος αὐτοῦ, διὰ τὸ πάντας ὑποκεῖσθαι τοῖς αὐτοῦ κρίμασι· διὸ οὐκ Ἰουδαίους μόνον, ἀλλὰ καὶ πάντας ἠξίωσε κλήσεως. Καὶ ἄλλος δέ φησιν, ὡς ἡ πρόνοια τοῦ Θεοῦ ἡμῶν τὸν ἅπαντα κόσμον θείοις κρίμασι διοικεῖ. Ἐμνήσθη διὰ τὸν αἰῶνα διαθήκης αὐτοῦ· λόγου, οὗ ἐνετείλατο εἰς χιλίας γενεάς.

Τὸ διαρκὲς καὶ μόνιμον τῶν πρὸς τὸν Ἀβραὰμ γεγενημένων ὑποσχέσεων διὰ τούτων διδάσκει. Οὐ γὰρ, ὥς τινες ὑπέλαβον, ὑπερβολικὸς ὁ λόγος, ἀλλ᾽ ἀληθὴς καὶ θεῖος. Ὑπέσχετο δὲ ὁ τῶν ὅλων Θεὸς ἐν τῷ σπέρματι αὐτοῦ εὐλογήσειν πάντα τὰ ἔθνη· σπέρμα δὲ αὐτοῦ, ὁ Δεσπότης Χριστὸς κατὰ σάρκα, ὃς αἰώνιον ἔχει τὸ κράτος καὶ τὴν βασιλείαν ἀνώλεθρον. Τοῦτο δὲ καὶ τῶν χιλίων γενεῶν ἡ μνήμη παραδηλοῖ. Οὐ γὰρ ἐτῶν ἀριθμὸν ὁ λόγος σημαίνει, ἀλλὰ τὸ διαρκὲς καὶ αἰώνιον τῶν γενεῶν τὸ πλῆθος αἰνίττεται, ἢ καὶ διὰ τὴν πρὸς μονάδα οἰκείωσιν, ὡς κἀν τῷ, Χιλιάδες εὐθηνούντων· καὶ πάλιν, Ἀγαθός μοι ὁ νόμος τοῦ στόματός σου ὑπὲρ χιλιάδας χρυσίου καὶ ἀργυρίου. Ὃν διέθετο τῷ Ἀβραάμ· καὶ τοῦ ὅρκου αὐτοῦ τῷ Ἰσαάκ. Καὶ ἔστησεν αὐτὸν τῷ Ἰακὼβ εἰς πρόσταγμα, καὶ τῷ Ἰσραὴλ εἰς διαθήκην αἰώνιον. Τοῦτον τὸν ὅρκον καὶ ὁ θεσπέσιος ἐμνημόνευσε Μωϋσῆς. Εἶπε γὰρ, φησὶν, ὁ Θεὸς πρὸς Ἀβραάμ· Κατ᾽ ἐμαυτοῦ ὤμοσα· ἦ μὴν εὐλογῶν εὐλογήσω σε, καὶ πληθύνων πληθυνῶ τὸ σπέρμα σου ὡς τὰ ἄστρα τοῦ οὐρανοῦ· καὶ, Ἐνευλογηθήσονται ἐν τῷ σπέρματί σου πᾶσαι αἱ φυλαὶ τῆς γῆς. Τούτῳ τῷ ὅρκῳ καὶ τὸν Ἰσαὰκ ἀναμιμνήσκει, βεβαιοῖ δὲ καὶ πρὸς τὸν Ἰακὼβ τὰς συνθήκας.

Καὶ μέντοι καὶ πληροῖ ταύτας, διὰ μὲν Μωϋσέως τοὺς ἐκείνων ἐκγόνους τῆς Αἰγυπτίων ἐλευθερώσας δουλείας, διὰ δὲ Ἰησοῦ τοῦ Ναυῆ τὴν ἐπηγγελμένην γῆν ἀποδοὺς, τὸ δὲ τέλος τῆς ἐπαγγελίας διὰ τοῦ Δεσπότου συμπεράνας Χριστοῦ. Λέγων, Σοὶ δώσω τὴν γῆν Χαναὰν, σχοίνισμα κληρονομίας ὑμῶν. Σχοίνισμα τὴν τῆς γῆς ἐκάλεσε δεσποτείαν· τῶν κεκτημένων γὰρ ἴδιον, μέτρῳ τὴν γῆν ὑποβάλλειν. Ἐν τῷ εἶναι αὐτοὺς ἀριθμῷ βραχεῖς, ὀλιγοστοὺς, καὶ παροίκους ἐν αὐτῇ. Ταῦτα δὲ, φησὶν, ὑπέσχετο τοῖς πατράσιν ὀλίγοις οὖσι καὶ σφόδρα εὐαριθμήτοις. Δηλοῖ δὲ διὰ τούτου τοῦ ὑπισχνουμένου τὴν δύναμιν, ὅτι καὶ τοῖς οὕτως ὀλίγοις τοσαύτης γῆς δεσποτείαν παρασχεῖν ἠδύνατο. Ἐπηγγείλατο γὰρ τοῖς ἀμφὶ τὸν Ἀβραὰμ, ἀντὶ μὲν τοῦ ὀλίγους αὐτοὺς εἶναι, πληθυνθήσεσθαι ὡς τὰ ἄστρα τοῦ οὐρανοῦ, καὶ ὡς τὴν ἄμμον τὴν παρὰ τὸ χεῖλος τῆς θαλάσσης, καὶ ἐνευλογήσειν ἐν αὐτοῖς πάντα τὰ ἔθνη· ἀντὶ δὲ τοῦ τότε παροικεῖν ἐν γῇ Χαναὰν δεσπότας αὐτοὺς καταστῆσαι τῆς γῆς· ἃ δὴ καὶ γέγονεν ἄμφω τοῖς ἐξ αὐτῶν, οἵτινες εἰς πλῆθος ἄμμου δίκην ἐπέδωκαν. Διὰ δὲ τοῦ σπέρματος αὐτοῦ, ἐν ᾧ εὐλογήθη τὰ ἔθνη, καὶ ταῦτα γέγονεν ὡς τὰ ἄστρα τοῦ οὐρανοῦ τῷ πλήθει. Τούτοις γὰρ λέλεκται· Ἐν οἷς φαίνεσθε ὡς φωστῆρες ἐν κόσμῳ, λόγον ζωῆς ἐπέχοντες. Καὶ διῆλθον ἐξ ἔθνους εἰς ἔθνος, καὶ ἐκ βασιλείας εἰς λαὸν ἕτερον.

Παροικοῦντες γὰρ οἱ πατριάρχαι διετέλεσαν, καὶ οὐδὲ ἐφ᾽ ἑνὸς ἱδρυμένοι τόπου, ἀλλὰ νῦν μὲν ὧδε, νῦν δὲ τὰς σκηνὰς ἀλλαχοῦ μεταφέροντες. Βασιλείαν δὲ τὴν ἐν Αἰγύπτῳ λέγει, ἐξ ἧς διαβάντες, εἰς τὸν λαὸν Χαναναίων κατήντησαν. Διὸ καὶ οὐκ ἀφῆκεν ἄνθρωπον ἀδικῆσαι αὐτούς. Κρείττους γὰρ αὐτοὺς τῶν ἀδικεῖν πειραθέντων ἀπέφηνε. Καὶ ἤλεγξεν ὑπὲρ αὐτῶν βασιλεῖς. Μὴ ἅπτεσθε τῶν χριστῶν μου, καὶ ἐν τοῖς προφήταις μου μὴ πονηρεύεσθε. Ταῦτα τῆς τῶν ἐξ αὐτῶν ἀποβολῆς δικαίας ἀπολογία, ὅτι μηδὲ τὰς ἐκ προγόνων εὐεργεσίας ᾐδέσθησαν, ἅπερ καὶ τοὺς ἐξ ἐθνῶν ὠφέλει.

Οἱ προπάτορες οὖν αὐτῶν, φησὶν, ὀλιγοστοὶ καὶ πάροικοι ὄντες, τοσαύτης οὔσης ἀμιξίας τότε καὶ τῶν κρατούντων ὠμότητος, ἀσφαλεῖς ἐποιοῦντο Θεοῦ προνοίᾳ τὰς μεταβάσεις. Μετῆλθε γὰρ ὁ μὲν Ἀβραὰμ ἀπὸ Χαλδαίων εἰς Χαναὰν, ἀπὸ δὲ Παλαιστίνης εἰς Αἴγυπτον, κἀκεῖθεν εἰς Γέραρα, ἔνθα μετ᾽ αὐτὸν κατῴκησεν Ἰσαάκ· Ἰακὼβ δὲ μετῆλθεν ἀπὸ Παλαιστίνης εἰς. Αἴγυπτον.

Γράφει δὲ Μωϋσῆς, πῶς ἐτάσας ὑπὲρ αὐτῶν ὁ Θεὸς βασιλεῖς, οὐκ ἀφῆκεν αὐτοὺς ἀδικεῖσθαι. Οὕτω τὸν Φαραὼ ἤτασεν ἐτασμοῖς μεγάλοις καὶ φοβεροῖς περὶ Σάῤῥας τῆς γυναικὸς Ἀβραάμ. Οὕτω νύκτωρ τὸν Ἀβιμέλεχ ἐξεδειμάτωσεν, εἰρηκώς· Ἰδοὺ σὺ ἀποθνήσκεις περὶ Σάῤῥας τῆς γυναικὸς Ἀβραὰμ, αὐτὴ δέ ἐστι συνῳκηκυῖα ἀνδρί. Οὕτω τὸν Ἰσαὰκ αἰδέσιμον τοῖς τηνικαῦτα τὴν Παλαιστίνην οἰκοῦσιν ἀπέφηνεν. Οὕτω φονῶντι τῷ Λάβαν ἠπείλησεν· Ὅρα γὰρ, ἔφη, μὴ λαλήσῃς σκληρὰ κατὰ τοῦ παιδός μου Ἰακώβ. Χριστοὺς δὲ προσαγορεύει, οὐχ ὡς ἐλαίῳ κεχρισμένους, ἀλλ᾽ ὡς ἐκλεκτοὺς γενομένους. Προφήτην δὲ ὁ Θεὸς καὶ τὸν Ἀβραὰμ προσηγόρευσεν· Ἀπόδος γὰρ, φησὶ, τὴν γυναῖκα τῷ ἀνδρὶ, ὅτι προφήτης ἐστὶ, καὶ προσεύξεται περὶ σοῦ, καὶ σωθήσῃ. Ἢ χριστούς φησιν, ὡς διὰ τοῦ Πνεύματος χρῖσιν λαβόντας ἀόρατον. Ὅτι γὰρ αὐτὸς ἦν ὁ λαλήσας αὐτοῖς ἐδήλωσε λέγων· Ἀβραὰμ ὁ πατὴρ ὑμῶν ἠγαλλιάσατο, ἵνα ἴδῃ τὴν ἡμέραν τὴν ἐμήν· καὶ εἶδε, καὶ ἐχάρη. Πότε δὲ εἶδεν; Ὅτε ἀναβλέψας τοῖς ὀφθαλμοῖς εἶδεν ἐπιστάντα αὐτῷ τὸν Θεὸν πρὸς τῇ δρυῒ τῇ Μαμβρῆ· ἡνίκα εἶπεν ἡ Γραφή· Ὤφθη ὁ Θεὸς τῷ Ἀβραάμ. Καὶ ἐκάλεσε λιμὸν ἐπὶ τὴν γῆν.