Καὶ οὐκ ἀντεῖπον οἱ θαυμάσιοι θεράποντες τοῖς θείοις προστάγμασιν, ἀλλὰ τὰ κελευόμενα ἔδρων, καὶ τὴν μακροτάτην αὐτοῖς καὶ τριήμερον ἐπήγαγον νύκτα, μᾶλλον δὲ νυκτὸς ζοφωδέστερον σκότος. Ἡ μὲν γὰρ νὺξ, κἂν ἀσέληνος ᾖ, τῇ αἴγλῃ τῶν ἀστέρων κεράννυται· ἐκεῖνο δὲ τὸ σκότος ψηλαφητὸν ἡ θεία καλεῖ Γραφή. Ὁ γὰρ τοῦ λαοῦ κηδεμὼν Θεὸς οὐ διὰ μεγάλων τινῶν τοὺς Αἰγυπτίους ἐκόλαζεν· οὐ γὰρ ἠπόρει ἡ παντοδύναμος χεὶρ ἀθρόαν αὐτοῖς ὀργὴν ἐπιπέμψαι, λέοντας, ἄρκτους, λιμὸν, ἢ λοιμὸν, ἢ θάνατον· ἀλλὰ δι᾽ ὧν εἶπεν ἐτιμωρεῖτο, καὶ αὐτοὺς ἠρέμα καλῶν εἰς μετάνοιαν· ἡ δὲ μεγίστη τοῦ λαοῦ κάκωσις οὐ διὰ πηλοῦ καὶ πλινθείας ἁπλῶς, διὰ δὲ τοῦ παρατρέπειν ἐπὶ σέβας εἰδώλων. Διὸ κατὰ βραχὺ τοὺς εἰς τὴν πλάνην ὁδηγοῦντας ἐκόλαζεν, εἰς ἐπίγνωσιν καὶ τούτους ἄγων τοῦ πάντων Δεσπότου, δι᾽ ὧν ἡ κτίσις ἐξυπηρετεῖτο ταῖς μάστιξιν. Ἀὴρ μὲν εἰς σκότος, τὸ δὲ ὕδωρ εἰς αἷμα, εἰς δὲ βατράχους ἡ γῆ, τὸ δὲ πῦρ παραδόξως ὑπεφέρετο σὺν ὑετῷ καὶ χαλάζῃ· τὸ δὲ σκότος, φησὶν, ἐξαποσταλὲν ἐκ Θεοῦ, οὐ παρεπίκρανε τοὺς λόγους αὐτοῦ, ἀλλ᾽ ὑπήκουσε προθύμως, κατὰ μόνης ὑφαπλωθὲν τῆς Αἰγύπτου. Λέγει γοῦν ἡ Γραφὴ, Τοῖς υἱοῖς Ἰσραὴλ φῶς ἦν. Εἰ γὰρ ἦν κατὰ παντὸς τοῦ κόσμου, πῶς ἐπὶ τρεῖς ἡμέρας αὐτὸ καὶ νύκτας μεμενηκέναι φησί; Τί γὰρ ἦν τὸ διορίζον ἡμέρας καὶ νύκτας, μιᾶς μόνης οὔσης ἐπιτεταμένης νυκτός;