Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τοὺς ψαλμοὺς 101-107

Ἰωάννης ὁ Χρυσόστομος

Ο Ιωσήφ, η μετοικεσία του Ισραήλ και οι πληγές της Αιγύπτου

Η θεία οικονομία μέσω του Ιωσήφ, η δουλεία του Ισραήλ στην Αίγυπτο, η αποστολή του Μωυσή και ο παιδαγωγικός σκοπός των σημείων και των πληγών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 9 από 17

γʹ. Ἡ ἁμαρτία τὴν παιδείαν ἐφέλκεται· ἡ δὲ παιδεία τὸν θηριώδη βίον ἐλέγχει· ὁ δὲ ἔλεγχος τὴν τοῦ βίου μεταβολὴν πραγματεύεται. Τὸν τοίνυν λιμὸν ἐπήγαγε διὰ τὸν παράνομον βίον τῶν τηνικαῦτα ἀνθρώπων· ἀλλ᾽ ὅμως καὶ οὕτω τῶν οἰκείων θεραπόντων ἐπεμελήθη. Ὁ δὲ Θεὸς οἰκονομικῶς ἐποίησε τὸν λιμὸν, ἵνα δι᾽ αὐτὸν κατελθόντες καὶ αὐξηθέντες τὴν γῆν ἀπολάβωσι τῆς ἐπαγγελίας. Πᾶν στήριγμα ἄρτου συνέτριψεν· ἀντὶ τοῦ, πᾶν διαθρέψαι δυνάμενον σπανίσαι πεποίηκεν, οὐ μόνον σῖτον, ἀλλὰ καὶ κριθὰς καὶ ὄσπρια, καὶ ἄλλα, δι᾽ ὧν διαζῶσιν ἄνθρωποι. Τοῦτο δὲ κατ᾽ ὀργὴν Θεοῦ ἐν καιρῷ λιμοῦ εἴωθε συμβαίνειν, τὸ μὴ στηρίζεσθαι τοὺς ἀνθρώπους ἐσθίοντας. Ἀπέστειλεν ἔμπροσθεν αὐτῶν ἄνθρωπον· εἰς δοῦλον ἐπράθη Ἰωσήφ. Ἀμφότερα κατὰ ταὐτὸν ἐδήλωσε, καὶ τῶν ἀδελφῶν τὴν μοχθηρίαν, καὶ τὴν αὐτοῦ σοφίαν. Τῇ γὰρ ἐκείνων εἰς δέον ἐχρήσατο πονηρίᾳ. Οὐ γὰρ αὐτὸς ἐκείνους ἠνάγκασεν ἀπεμπολῆσαι τὸν ἀδελφὸν, ἀλλὰ τῇ κακοηθείᾳ μὲν ἐκείνων ἐνδέδωκεν, αὐτὸς δὲ εἰς δέον ταύτῃ χρησάμενος, βασιλέα τὸν δοῦλον ἀπέφηνε, καὶ τῷ γένει τὴν εἰς Αἴγυπτον κάθοδον ἐπρυτάνευσεν. Ἔδει γὰρ τοὺς λαὸν Θεοῦ μέλλοντας χρηματίζειν, περιφανεῖς γενέσθαι καὶ περιβλέπτους διὰ τῶν ὑπὲρ αὐτῶν γινομένων θαυμάτων.

Ἡ γὰρ εἰς αὐτοὺς γινομένη κηδεμονία τὸν τούτων Θεὸν ἀνεκήρυττε, καὶ τοὺς ἀκούοντας τῷ φωτὶ τῆς θεογνωσίας κατέλαμπεν. Ἐταπείνωσαν ἐν πέδαις τοὺς πόδας αὐτοῦ· σίδηρον διῆλθεν ἡ ψυχὴ αὐτοῦ. Μετὰ γὰρ τὴν τῆς μοιχείας συκοφαντίαν, τὸ δεσμωτήριον ᾤκησε, καὶ παραυτίκα ὡς εἰκὸς περιέθηκαν αὐτῷ τὰ ἐκ σιδήρου δεσμά. Οὕτω γὰρ ὁ Σύμμαχος εἴρηκεν· Εἰς σίδηρον ἦλθεν ἡ ψυχὴ αὐτοῦ, ἀντὶ τοῦ, μέχρι σφαγῆς ἐκινδύνευσεν· ἢ τὸ στεῤῥὸν τῶν πειρασμῶν καὶ τὸ ἰσχυρὸν προσηγόρευσε σίδηρον· ὅπερ διὰ τῆς ὑπομονῆς ὁ Ἰωσὴφ διέβαινε, καὶ πάροδος αὐτῷ τὰ λυπηρὰ διὰ μακροθυμίαν ἐγίνετο. Μέχρι τοῦ ἐλθεῖν τὸν λόγον αὐτοῦ· τὸ λόγιον Κυρίου ἐπύρωσεν αὐτόν. Ταῦτα δὲ ὑπέμενεν ἅπαντα, χρυσοῦ δίκην δοκιμαζόμενος, οὐχ ἵνα δὲ τὸ ἀκίβδηλον τῆς τοῦ Ἰωσὴφ ἀρετῆς ὁ τῶν ὅλων μάθῃ Θεὸς, ὁ γινώσκων πάντα πρὶν γενέσεως αὐτῶν· ἀλλ᾽ ἵνα τοῖς ἀνθρώποις τὴν ἐκείνου φιλοσοφίαν καὶ ἀρχέτυπον ἀληθείας προθῇ. Καὶ μὴν οὔπω νόμος δοθεὶς ὑπῆρχεν ἔγγραφος, ἀλλ᾽ ἑκάστῳ λογικῷ λόγιον παρὰ Θεοῦ ὁ φυσικὸς νόμος, δι᾽ ὃν καὶ λογικοὶ λεγόμεθα. Τὸ δὲ, Μέχρι τοῦ ἐλθεῖν τὸν λόγον αὐτοῦ, τὸν λόγον αὐτοῦ φησιν, ὃν ἐπὶ τοῖς ὁράμασιν ἰδὼν ἐξεῖπε τῷ πατρὶ καὶ τοῖς ἀδελφοῖς περί τε τῶν δραγμάτων καὶ τῶν ἀστέρων. Μέχρι γὰρ ἐξέβη ταῦτα, τοῖς κακοῖς ἐγυμνάζετο.

Ἀπέστειλε βασιλεὺς, καὶ ἔλυσεν αὐτόν· ἄρχων λαοῦ, καὶ ἀφῆκεν αὐτόν. Κατέστησεν αὐτὸν κύριον τοῦ οἴκου αὐτοῦ, καὶ ἄρχοντα πάσης τῆς κτήσεως αὐτοῦ. Καὶ τὴν ἀπὸ τῆς οἰκονομίας ὠφέλειαν δεικνὺς ἐπήγαγε· Τοῦ παιδεῦσαι τοὺς ἄρχοντας αὐτοῦ ὡς ἑαυτόν· καὶ τοὺς πρεσβυτέρους αὐτοῦ σοφίσαι.

Χρυσοῦ δίκην πυρωθεὶς κατὰ τὸ, Δοκίμασόν με, Κύριε, καὶ πείρασόν με, τοῦ Θεοῦ πρὸς νοῦν ἀγαγόντος τῷ Φαραὼ, λύεταί τε καὶ ἄρχει. Οὐχ ὁ τυχὼν δὲ φαίνεται τοῦ Φαραὼ λογισμός. Τί γὰρ ἐκώλυεν αὐτὸν μαθόντα τὰ περὶ τοῦ λιμοῦ, τοῦτον μὲν ἀπολῦσαι, τὰ δὲ περὶ τὸν σῖτον διοικῆσαι μετὰ τῶν ἰδίων ἀρχόντων;

Ἀλλ᾽ οὐ τοσοῦτον τῆς τῶν καρπῶν ἐφρόντισε φυλακῆς, ὅσον τῆς ψυχικῆς ὠφελείας τῶν ὑπ᾽ αὐτοῦ σωθῆναι μελλόντων ἀρχόντων τε καὶ πρεσβυτέρων αὐτοῦ, καὶ ὑπ᾽ αὐτοῦ σοφισθῆναι· δι᾽ ὧν ἔδει βελτίους καὶ τοὺς ὑπηκόους γενέσθαι. Ἐπίσημος γὰρ διὰ τῆς τῶν ὀνείρων ἑρμηνείας τῷ βασιλεῖ γενόμενος, καὶ τὴν ἐξουσίαν λαχὼν, εἰς θεογνωσίαν ἐποδήγει τοὺς ἄλλους, οὐ λόγοις μόνον χρώμενος, ἀλλὰ καὶ τοῖς ἔργοις εἰς τὴν αὐτὴν εὐσέβειαν ἐφελκόμενος. Καὶ εἰσῆλθεν Ἰσραὴλ εἰς Αἴγυπτον, καὶ Ἰακὼβ παρῴκησεν ἐν γῇ Χάμ. Υἱοὶ Νῶε Σὴμ, Χὰμ, Ἰάφεθ. Τοῦ δὲ Χὰμ παῖς Χαναάν· τούτου δὲ Μεσραῒμ, ὃς ἑρμηνεύεται Αἴγυπτος, ἀφ᾽ οὗ καὶ ἡ χώρα. Ὅτι τοίνυν εἰσῆλθεν Ἰακὼβ εἰς Αἴγυπτον, εἰκὸς ἦν τὸν Χὰμ πάππον ὄντα τοῦ Μεσραῒμ ἐν Αἰγύπτῳ κατοικῆσαι, τοῦ Χαναὰν ἐπὶ τῆς καλουμένης Παλαιστίνης οἰκοῦντος.

Διὰ δὲ τοῦ Ἰσραὴλ καὶ Ἰακὼβ εἰσῆλθεν εἰς Αἴγυπτον, καὶ οἱ τούτου παῖδες δηλοῦνται. Ἐν ἑβδομήκοντα δὲ ψυχαῖς κατέβη Ἰσραὴλ εἰς Αἴγυπτον, εἶπεν ἡ Γραφή. Ἐξεδόθη δὲ καὶ ἑτέρως· Αὕτη, φησὶν, ἡ πρόφασις ἐγένετο τῷ πατριάρχῃ τῆς εἰς Αἴγυπτον ἐκδημίας. Γῆν δὲ Χὰμ τὴν Αἴγυπτον ὀνομάζει, ἐπειδὴ ὁ Μεσραῒμ υἱὸς τοῦ Χὰμ ἐγένετο δεύτερος. Χὰμ γὰρ, φησὶν, ἐγέννησε τὸν Χοῦς πρωτότοκον, καὶ Μεσραῒμ τὸν ἀδελφὸν αὐτοῦ.

Χοῦς δὲ τὴν Αἰθιοπίαν ἡ θεία καλεῖ Γραφὴ, Μεσραῒμ δὲ τὴν Αἴγυπτον· Ἰακὼβ δὲ καὶ Ἰσραὴλ τὸν αὐτὸν ὀνομάζει· τὸ μὲν γὰρ ἐκ τῶν πατέρων ἔλαχεν ὄνομα, τὸ δὲ ὁ Θεὸς αὐτῷ τέθεικε, τὴν γενομένην αὐτῷ θείαν ἐπιφάνειαν διὰ τῆς προσηγορίας δηλῶν. Ἐμνήσθη γὰρ ὁ Θεὸς τῆς πρὸς τὸν Ἀβραὰμ ἐπαγγελίας. Ὅτε γὰρ εἶπεν Ἀβραὰμ, Πῶς ἔσται τοῦτο; ἐπήγαγε· Γινώσκων γνώσῃ, ὅτι πάροικον ἔσται τὸ σπέρμα σου ἐν γῇ οὐκ ἰδίᾳ, καὶ δουλώσουσιν αὐτὸ καὶ κακώσουσιν ἔτη τετρακόσια. Καὶ ηὔξησε τὸν λαὸν αὐτοῦ σφόδρα, καὶ ἐκραταίωσεν αὐτὸν ὑπὲρ τοὺς ἐχθροὺς αὐτοῦ. Τοῦτο καὶ τῆς Ἐξόδου ἡ ἱστορία διδάσκει. Ὅσῳ γὰρ, φησὶν, ἐκάκουν αὐτοὺς οἱ Αἰγύπτιοι, τοσούτῳ πλείους ἐγίνοντο, καὶ ἐπλήθυνεν αὐτοὺς ἡ γῆ. Δείκνυσι τοιγαροῦν, ὅτι οὐ φύσεως ἦν ἡ ἐπίδοσις, ἀλλὰ τῆς ἐπαγγελίας αὐτοῦ.

Ὅτε γὰρ ὀλιγωτέρους ἔδει γενέσθαι ὑπὸ τῶν ἐργοδιωκτῶν ἐλαυνομένους, τῶν παίδων εἰς τὸν ποταμὸν ῥιπτομένων, τῆς φύσεως ἐπηρεαζομένης, τότε μᾶλλον ἐπέδοσαν οὕτως, ὡς καὶ σφόδρα γενέσθαι φοβεροὺς τοῖς ἐνοικοῦσιν· ὥστε τὸν Φαραὼ λέγειν, ὃς οὐκ ᾔδει τὸν Ἰωσήφ· Ἰδοὺ νῦν πολυπληθεῖ τὸ ἔθνος, καὶ ἰσχύει ὑπὲρ ἡμᾶς. Οὐκ ἂν δὲ αὐξηθέντες ἐκραταιώθησαν, εἰ μὴ τῆς Ἰωσὴφ ἔτυχον προστασίας καὶ τῆς τοῦ Φαραὼ δεξιώσεως. Μετέτρεψε τὴν καρδίαν αὐτῶν, τοῦ μισῆσαι τὸν λαὸν αὐτοῦ, τοῦ δολιοῦσθαι ἐν τοῖς δούλοις αὐτοῦ. Ἐπειδὴ ἐκ τοῦ τιμᾶσθαι παρὰ τῶν Αἰγυπτίων αὐτοὺς εἰς τὴν ὁμοίαν εἰδωλολατρείαν ἐξέβησαν, τούτου χάριν παρεσκεύασε μισῆσαι αὐτοὺς, καὶ τὰ βαρέα τῶν ἔργων ἐπιθεῖναι, ἵνα κακωθέντες καταφύγωσι πρὸς τὸν Θεὸν, καὶ εὕρῃ χώραν πληρωθῆναι ἡ πρὸς τὸν Θεὸν Ἀβραὰμ ἐπαγγελία. Ὡς γὰρ τὸν Ἰωσὴφ πειράσας ἐδόξασεν, ἄξιον ὀφθέντα διὰ τῆς πείρας, οὕτω νῦν τὸν λαόν· πειρασθέντες γὰρ ἐστέναξαν καὶ ἐκέκραξαν πρὸς τὸν Θεὸν αὐτῶν. Διὸ νῦν εἰς μῖσος μετεστράφη τοῖς Αἰγυπτίοις ἡ πρὸς αὐτοὺς τιμή.

Ἐν ἀνέσει γὰρ γενόμενοι καὶ τιμῇ παρ᾽ Αἰγυπτίοις ἐπελάθοντο τοῦ πατρῴου Θεοῦ, καὶ τῆς αὐτῶν εἰδωλολατρείας γεγόνασι κοινωνοὶ, ὥς φησιν Ἰησοῦς ὁ τοῦ Ναυῆ, Καὶ νῦν φοβήθητε, λέγων, τὸν Κύριον, καὶ λατρεύσατε αὐτῷ ἐν εὐθύτητι δικαιοσύνης, καὶ περιέλεσθε τοὺς θεοὺς τοὺς ἀλλοτρίους, οἷς ἐλάτρευσαν οἱ πατέρες ὑμῶν ἐν τῷ πέραν τοῦ ποταμοῦ, καὶ ἐν Αἰγύπτῳ. Μετέτρεψε δὲ τῶν Αἰγυπτίων τὴν καρδίαν, οὐ βιασάμενος, ἀλλὰ τῷ αὐτεξουσίῳ παραχωρῶν. Ἐδολιεύσαντο δὲ ποτὲ μὲν ταῖς μαίαις ἐπιτάξαντες ἀνελεῖν τῶν Ἑβραίων τὰ ἄῤῥενα, ποτὲ δὲ τῷ ποταμῷ ταῦτα παραπέμψαι κελεύσαντες.

Ἀλλ᾽ ὅμως καὶ οὕτω τὸ γένος διέφυγε τοῦ θανάτου τὰ μηχανήματα. Ἐξαπέστειλε Μωϋσῆν τὸν δοῦλον αὐτοῦ, Ἀαρὼν ὃν ἐξελέξατο ἑαυτῷ. Ἔθετο ἐν αὐτοῖς τοὺς λόγους τῶν σημείων αὐτοῦ, καὶ τῶν τεράτων αὐτοῦ ἐν γῇ Χάμ.

δʹ. Τῆς ἱστορίας τὰ καίρια τίθησι διηγήματα. Συντεμὼν γάρ φησιν, ὡς ἱκανῶς αὐτοὺς πρὸς τὴν ἀξίαν τιμωρησάμενος, πέμπει τούτους δι᾽ ὧν ἐποίησε τεράτων, τοὺς μὲν Αἰγυπτίους κολάζων, πρὸς τὴν ἰδίαν δὲ γνῶσιν τοὺς Ἑβραίους παιδεύων. Τῶν σημείων δὲ τὰς αἰτίας τοῖς ἀμφὶ Μωϋσέα μόνοις ἐξέφηνε, λογικὴν κατάληψιν ὡς λογικοῖς μόνοις οὖσι δηλώσας, ὡς εἰδέναι δι᾽ ἣν αἰτίαν ποτὲ μὲν τὰ ὕδατα τῶν Αἰγυπτίων μετέβαλε, ποτὲ δὲ τὸ καθ᾽ ἕκαστον, καὶ διὰ τί κατὰ τήνδε τὴν τάξιν ἐγίνετο, καὶ ταῦτα τίνων εἰκόνες ἢ σύμβολα. Ἐπειδὴ γὰρ μὴ πάντες οἷοί τέ εἰσιν ἐξ ἑαυτῶν καὶ δι᾽ ἑαυτῶν ἀναχωρεῖν τῶν βλαβερῶν, τοῖς οὕτως ἀσθενέσιν ἀποστέλλει Θεὸς τοὺς δυναμένους, ὁδηγοὺς καὶ ἡγεμόνας τῆς ὁδοῦ τῆς ἐπὶ τὰ ἀγαθὰ φερούσης. Εἰσὶ δὲ οὗτοι· ὁ Θεοῦ νόμος, Μωϋσῆς, καὶ ὁ ἀρχιερατικὸς λόγος, οὗ σύμβολον Ἀαρών.

Καὶ ἐκεῖνοι μὲν τὴν γλῶτταν ἐκίνουν, καὶ τὸ στόμα ἐδάνειζον τῷ Θεῷ καὶ τὰ ῥήματα ἐξέβαλλον· ἡ δὲ δύναμις παρ᾽ αὐτοῦ πᾶσα ἐπέμπετο. Ἐξαπέστειλε σκότος καὶ ἐσκότασε, διότι παρεπίκραναν τοὺς λόγους αὐτοῦ.

Καὶ οὐκ ἀντεῖπον οἱ θαυμάσιοι θεράποντες τοῖς θείοις προστάγμασιν, ἀλλὰ τὰ κελευόμενα ἔδρων, καὶ τὴν μακροτάτην αὐτοῖς καὶ τριήμερον ἐπήγαγον νύκτα, μᾶλλον δὲ νυκτὸς ζοφωδέστερον σκότος. Ἡ μὲν γὰρ νὺξ, κἂν ἀσέληνος ᾖ, τῇ αἴγλῃ τῶν ἀστέρων κεράννυται· ἐκεῖνο δὲ τὸ σκότος ψηλαφητὸν ἡ θεία καλεῖ Γραφή. Ὁ γὰρ τοῦ λαοῦ κηδεμὼν Θεὸς οὐ διὰ μεγάλων τινῶν τοὺς Αἰγυπτίους ἐκόλαζεν· οὐ γὰρ ἠπόρει ἡ παντοδύναμος χεὶρ ἀθρόαν αὐτοῖς ὀργὴν ἐπιπέμψαι, λέοντας, ἄρκτους, λιμὸν, ἢ λοιμὸν, ἢ θάνατον· ἀλλὰ δι᾽ ὧν εἶπεν ἐτιμωρεῖτο, καὶ αὐτοὺς ἠρέμα καλῶν εἰς μετάνοιαν· ἡ δὲ μεγίστη τοῦ λαοῦ κάκωσις οὐ διὰ πηλοῦ καὶ πλινθείας ἁπλῶς, διὰ δὲ τοῦ παρατρέπειν ἐπὶ σέβας εἰδώλων. Διὸ κατὰ βραχὺ τοὺς εἰς τὴν πλάνην ὁδηγοῦντας ἐκόλαζεν, εἰς ἐπίγνωσιν καὶ τούτους ἄγων τοῦ πάντων Δεσπότου, δι᾽ ὧν ἡ κτίσις ἐξυπηρετεῖτο ταῖς μάστιξιν. Ἀὴρ μὲν εἰς σκότος, τὸ δὲ ὕδωρ εἰς αἷμα, εἰς δὲ βατράχους ἡ γῆ, τὸ δὲ πῦρ παραδόξως ὑπεφέρετο σὺν ὑετῷ καὶ χαλάζῃ· τὸ δὲ σκότος, φησὶν, ἐξαποσταλὲν ἐκ Θεοῦ, οὐ παρεπίκρανε τοὺς λόγους αὐτοῦ, ἀλλ᾽ ὑπήκουσε προθύμως, κατὰ μόνης ὑφαπλωθὲν τῆς Αἰγύπτου. Λέγει γοῦν ἡ Γραφὴ, Τοῖς υἱοῖς Ἰσραὴλ φῶς ἦν. Εἰ γὰρ ἦν κατὰ παντὸς τοῦ κόσμου, πῶς ἐπὶ τρεῖς ἡμέρας αὐτὸ καὶ νύκτας μεμενηκέναι φησί; Τί γὰρ ἦν τὸ διορίζον ἡμέρας καὶ νύκτας, μιᾶς μόνης οὔσης ἐπιτεταμένης νυκτός;

Ἵνα γὰρ μή τις λέγῃ, ὅτι ἔκλειψις τὸ συμβὰν ἦν, μηδ᾽ ὅτι δρόμος φύσεως, τὴν αὐτὴν χώραν οἰκοῦντες Ἑβραῖοι ταύτης οὐκ ᾔσθοντο τῆς πληγῆς· ὅπερ καὶ ἐπὶ τῶν ἄλλων συνέβαινε πληγῶν. Μετέτρεψε τὰ ὕδατα αὐτῶν εἰς αἷμα, καὶ ἀπέκτεινε τοὺς ἰχθύας αὐτῶν. Οὐ γὰρ τὴν χροιὰν τῶν ὑδάτων μόνην, ἀλλὰ καὶ αὐτὴν μετέβαλε τῆς γεύσεως τὴν ποιότητα ὥστε ἅπαντα διαφθαρῆναι τῶν ἰχθύων τὰ γένη. Ἐξεῖρψεν ἡ γῆ αὐτῶν βατράχους ἐν τοῖς ταμείοις τῶν βασιλείων αὐτῶν. Ἐπειδὴ γὰρ τῷ ποταμῷ τὰ βρέφη τῶν Ἑβραίων παρέδοσαν, μετέβαλλε μὲν εἰς αἷμα τοῦ ποταμοῦ τὸ ὕδωρ, τὴν ἐν αὐτῷ γεγενημένην μιαιφονίαν ἐλέγχων· βατράχους δὲ ἐκεῖθεν ἀναβλύσαι πεποίηκε τοῖς ἀνῃρημένοις παραπλησίως βρέφεσιν ἕρποντας, καὶ ταῖς οἰκίαις ἐπεμβαίνοντας, καὶ ἄχρις αὐτῶν χωροῦντας τῶν τοῦ βασιλέως θαλάμων. Τῶν οὖν βασιλικῶν ταμείων ἐμνημόνευσεν, ὥστε δηλῶσαι τὸ τοῦ θαύματος μέγεθος, ὅτι μηδὲ πλῆθος οἰκετῶν ἢ στρατιωτῶν, ὅπερ εἰκὸς ἐν τοῖς βασιλείοις διάγειν, ἀποσοβῆσαι τοὺς βατράχους δύνασθαι.

Εἶπε, καὶ ἦλθε κυνόμυια, καὶ σκνῖπες ἐν πᾶσι τοῖς ὁρίοις αὐτῶν. Ἠκολούθει γὰρ τοῖς λεγομένοις τὰ ἔργα, καὶ παραυτίκα Θεοῦ μὲν κελεύοντος, Μωϋσέως δὲ λέγοντος, καὶ κυνόμυια καὶ σκνῖπες ἐπλήρουν τὴν γῆν, τοὺς Αἰγυπτίων ὅρους οὐ παριόντες, οὐδὲ ἄλλοις ἀνθρώποις τὴν λύμην ἐπιφέροντες, ἀλλὰ τοῖς ἀντιθέοις τὴν παιδείαν ἐπάγοντες. Τοῦτο γὰρ σημαίνει τὸ, Ἐν πᾶσι τοῖς ὁρίοις αὐτῶν, ἀντὶ τοῦ, ἔξω τῶν Αἰγυπτίων ὅρων οὐδὲν τοιοῦτον γινόμενον ἦν ἰδεῖν. Ἔθετο τὰς βροχὰς αὐτῶν χάλαζαν, πῦρ καταφλέγον ἐν τῇ γῇ αὐτῶν.

Καὶ ἐπάταξε τὰς ἀμπέλους αὐτῶν, καὶ τὰς συκᾶς αὐτῶν, καὶ συνέτριψε πᾶν ξύλον ὁρίου αὐτῶν. Τὰ νέφη μὲν γὰρ τὰς συνήθεις ὠδῖνας ἐνήλλαξε, καὶ ἀντὶ βροχῶν καὶ ὄμβρων χάλαζαν ἀπεκύησε, κεραυνοὶ δὲ καὶ πρηστῆρες μετὰ τῆς χαλάζης ἐφέροντο, καὶ ἐναντίαι ἀλλήλαις φύσεις, ὕδωρ καὶ πῦρ, ἀλλήλας οὐκ ἐλυμήναντο.

Οὔτε γὰρ τὸ πῦρ τὸ πεπηγὸς ὕδωρ τῆς χαλάζης ἐξέτηκεν, οὔτε τὸ ὕδωρ κατεσβέννυ τὴν φλόγα· ἀλλὰ τὴν φυσικὴν ἀποθέμενα μάχην, σύμφωνον Αἰγυπτίοις τὴν παιδείαν ἐπῆγον, καὶ τὴν ἐκείνων θηριωδίαν διήλεγχον, ὅτι ἄνθρωποι ὄντες, οὐκ ᾐδοῦντο τὴν φύσιν, ἀλλὰ τοὺς ὁμοφυεῖς πικρῶς δουλεύειν ἠνάγκαζον. Τούτου δὴ χάριν καὶ αἱ ἄμπελοι καὶ αἱ συκαῖ αὐτῶν, καὶ τὰ ἄλλα τῶν φυτῶν γένη ἄρδην ὑπ᾽ αὐτῶν διεφθείρετο. Εἶπε, καὶ ἦλθεν ἀκρὶς καὶ βροῦχος, οὗ οὐκ ἦν ἀριθμός. Καὶ κατέφαγε πάντα χόρτον ἐν τῇ γῇ αὐτῶν, καὶ κατέφαγε πάντα τὸν καρπὸν αὐτῶν. Διὰ μὲν τῆς χαλάζης καὶ τοῦ πυρὸς τὰ δένδρα διέφθειρε· διὰ δὲ τῆς ἀκρίδος καὶ τοῦ βρούχου, τὰ ἕλη, τοὺς λειμῶνας, τὰ λήϊα. Οὐ γὰρ μόνον τὸν καρπὸν, ἀλλὰ καὶ τὸν χόρτον αὐτῶν κατανάλωσε.

Καὶ μὴν οὐκ ἔθος ἐν ταὐτῷ ἀκρίδα καὶ βροῦχον ἐπιγίνεσθαι· ἢ γὰρ τίκτει τὸν βροῦχον ἡ ἀκρὶς προλαβοῦσα, ἢ ὁ βροῦχος αὐξηθεὶς, ἀκρὶς προκόψας γίνεται, ὥστε τὸ μὲν πρότερον, τὸ δὲ χρόνῳ τινὶ ἀκολουθῆσαι ὕστερον. Ἀλλ᾽ ἐπειδὴ θαῦμα ἦν, καὶ προστάγματι Θεοῦ τὸ σημεῖον ἐγίνετο, ἅμα παρῆλθεν ἑκάτερον, καὶ κατέφαγεν ἅμα τῷ χόρτῳ καὶ τὸν καρπόν· ὥστε πρὸς τῇ τροφῇ τῶν ἀνθρώπων καὶ ἡ τῶν κτηνῶν ἐφθείρετο. Καὶ ἐπάταξε πᾶν πρωτότοκον ἐν γῇ Αἰγύπτῳ, ἀπαρχὴν παντὸς πόνου αὐτῶν.

εʹ. Ταύτην Αἰγυπτίοις ἐπήγαγε τελευταίαν πληγὴν, μεθ᾽ ἣν ἐξελθεῖν τοὺς Ἰουδαίους κατήπειξαν· ἅπασα γὰρ οἰκία θρήνων καὶ ὀλοφύρσεως ἐπέπληστο, τῶν πρωτοτόκων ἁπάντων ἀθρόαν τελευτὴν δεξαμένων. Κατὰ γὰρ τῶν ποθεινοτέρων ἐπήγαγε τὴν πληγὴν, πικροτέραις βάλλων ἀκίσι τοὺς ἀναλγήτως περὶ τὰς προτέρας διατεθέντας πληγάς. Καὶ ἐξήγαγεν αὐτοὺς ἐν ἀργυρίῳ καὶ χρυσίῳ.

Ἐπειδὴ γὰρ οὐδὲ τὰ οἰκεῖα λαβεῖν οἱ Αἰγύπτιοι τοὺς Ἰουδαίους ἐπέτρεπον, πρὸς τοῖς οἰκείοις ἔλαβον καὶ τῶν Αἰγυπτίων τὸν πλοῦτον, οἷόν τινα μισθὸν τῆς χαλεπῆς δουλείας κομισάμενοι τὸν χρυσὸν καὶ τὸν ἄργυρον.

Οὐ γὰρ ἀδίκως τοῦτο γενέσθαι προσέταξεν ὁ Θεὸς, ἀλλὰ καὶ τοὺς ἀδικοῦντας παιδεύων καὶ τοὺς ἀδικηθέντας ψυχαγωγῶν. Καὶ οὐκ ἦν ἐν ταῖς φυλαῖς αὐτῶν ὁ ἀσθενῶν. Τῶν γὰρ τοῖς Αἰγυπτίοις ἐπαγομένων πληγῶν οὐκ ἐλάμβανον πεῖραν. Προσέταξε γὰρ ὁ Θεὸς σκυλεῦσαι τοὺς Αἰγυπτίους, ὡς νενικημένους, καὶ μισθὸν ὀφείλοντας τῆς μακροχρονίου δουλείας. Μέγα δὲ καὶ τὸ ἐκ χώρας τὰ χείριστα παθούσης ἀπαθεῖς ἀπαλλάττεσθαι μέχρι ἑνὸς ἐν μυριάσι τοσαύταις, ἕως ἂν ἐναπομείνῃ τῇ Αἰγύπτῳ μηδεὶς ὑπὸ τῆς τοῦ σώματος ἀῤῥωστίας κεκρατημένος· τοῦτο δὲ Μωϋσῆς ἱστόρησεν. Εὐφράνθη Αἴγυπτος ἐν τῇ ἐξόδῳ αὐτῶν, ὅτι ἔπεσεν ὁ φόβος αὐτῶν ἐπ᾽ αὐτοῖς.