Ἔργον
Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τοὺς ψαλμοὺς 101-107
Η θεία πρόνοια στην έρημο και η είσοδος στη γη της επαγγελίας
Η θαυμαστή καθοδήγηση του λαού μετά την Έξοδο με τη νεφέλη και το μάννα, και η εκπλήρωση των επαγγελιών που δόθηκαν στον Αβραάμ.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Η θεία πρόνοια στην έρημο και η είσοδος στη γη της επαγγελίας
Η θαυμαστή καθοδήγηση του λαού μετά την Έξοδο με τη νεφέλη και το μάννα, και η εκπλήρωση των επαγγελιών που δόθηκαν στον Αβραάμ.
Οὕτω δὲ ταῖς παντοδαπαῖς ἐξεδειματώθησαν τιμωρίαις, ὡς εὐεργεσίαν οἰκείαν νομίσαι τὴν τῶν Ἑβραίων ἐλευθερίαν. Διεπέτασε νεφέλην εἰς σκέπην αὐτοῖς, καὶ πῦρ τοῦ φωτίσαι αὐτοὺς τὴν νύκτα. Ἡ γὰρ αὐτὴ νεφέλη σκηνὴ μὲν αὐτοῖς μεθ᾽ ἡμέραν ἐγίνετο, καὶ τῆς ἀκτῖνος ἐκώλυε τὸ λυποῦν· νύκτωρ δὲ πυροειδὴς γινομένη, τοῦ φωτὸς αὐτοῖς ἐχορήγει τὴν χρείαν. ᾜτησαν, καὶ ἦλθεν ὀρτυγομήτρα, καὶ ἄρτον οὐρανοῦ ἐνέπλησεν αὐτούς. Ἐπειδὴ γὰρ καὶ κρεῶν ὠρέχθησαν, παρέσχεν αὐτοῖς θήραν ὀρνίθων αὐτόματον· καὶ δεηθεῖσιν ἄρτων ἄνωθεν ἐχορήγησε, διὰ τῶν νεφελῶν οὐχ ὑετὸν, ἀλλ᾽ αὐτὴν δωρησάμενος τὴν τροφήν. Τὸ δὲ μάννα λέγει, οὐχ ὡς ἐξ αὐτοῦ τοῦ οὐρανοῦ, ἀλλ᾽ ἐκ τοῦ ὑπὲρ κεφαλῆς ἀέρος, ὅπερ ἡ θεία Γραφὴ οὐρανὸν προσαγορεύει, φερόμενον, ἅμα δὲ καὶ ὡς εἰκόνα τοῦ οὐρανίου ἄρτου τοῦ δοθέντος ἐν μυστηρίῳ τῇ Ἐκκλησίᾳ φέρον. Διέῤῥηξε πέτραν, καὶ ἔῤῥυσαν ὕδατα, καὶ ἐπορεύθησαν ἐν ἀνύδροις ποταμοί. Ἐθεράπευσε δὲ αὐτῶν καὶ τὸ δίψος ταῖς παραδόξοις ὠδῖσι τῆς πέτρας· ἐν ἀνύδρῳ γὰρ καὶ ξηρᾷ ποταμοῦ ἀναβλύσαι προσέταξε. Καλεῖ δὲ ποταμοὺς τῶν ἀναδοθέντων ἐκ τῆς πέτρας ὑδάτων τοὺς ὀχετούς.
Εἰ δὲ γράφοιτο, Ποταμοῖς, ἐρεῖς ὡς κατὰ τὴν ἱστορίαν τοιοῦτον μόνον τὸν Ἰορδάνην διέβησαν, δυνάμει δὲ καὶ ἄλλους, ὅσοι πρὸς διάβασιν ἐνεπόδιζον. Ὅτι ἐμνήσθη τοῦ λόγου τοῦ ἁγίου αὐτοῦ, τοῦ πρὸς Ἀβραὰμ τὸν δοῦλον αὐτοῦ. Καὶ ἐξήγαγε τὸν λαὸν αὐτοῦ ἐν ἀγαλλιάσει, καὶ τοὺς ἐκλέκτους αὐτοῦ ἐν εὐφροσύνῃ.
Ἀψευδῆ γὰρ ὅσα Θεὸς τοῖς ἀμφὶ τὸν Ἀβραὰμ ἐπηγγείλατο περὶ τοῦ τὸ γένος αὐξῆσαι πλήθει καὶ δόξῃ. Καὶ Μωϋσῆς δὲ πρὸς αὐτοὺς ἐν τῷ Δευτερονομίῳ φησί· Μὴ εἴπῃς, Διὰ τὰς δικαιοσύνας μου ἐξήγαγέ με Κύριος ἐκ γῆς Αἰγύπτου, ἀλλὰ διὰ τὸν ὅρκον, ὃν ὤμοσε τοῖς πατράσιν ὑμῶν. Ὁ γὰρ Θεὸς ποιῶν ἐστιν ἔλεος εἰς χιλιάδας τοῖς ἀγαπῶσιν αὐτὸν, ἅμα καὶ προτρεπόμενος τοῖς ἐξ αὐτῶν, ὅπως ἂν φυλάξωσι τὰ δικαιώματα αὐτοῦ. Καὶ ἔδωκεν αὐτοῖς χώρας ἐθνῶν, καὶ πόνους λαῶν κατεκληρονόμησαν. Οὐ γὰρ μόνον τῆς Αἰγυπτίων ἠλευθέρωσε δουλείας, ἀλλὰ καὶ τὴν Χαναναίων αὐτοῖς ἐδωρήσατο γῆν, καὶ τῶν ἀλλοτρίων πόνων δεσπότας ἀπέφηνε, κἀκείνους κολάσας ἐνδίκως, καὶ τὰς οἰκείας ἐμπεδώσας ἐπαγγελίας. Ὅτι δὲ οὐκ ἀδίκως ἐξέβαλε τοὺς πρῴην τὴν Παλαιστίνην οἰκοῦντας, διδάσκει μὲν καὶ δι᾽ ὧν Ἰουδαίοις ἐνομοθέτησε, φυγεῖν κελεύσας τῆς ἐκείνων πολιτείας τὴν μίμησιν, διδάσκει δὲ καὶ τὰς πρὸς τὸν Ἀβραὰμ ἐπαγγελίας ποιούμενος, τί δήποτε δὲ μὴ εὐθὺς αὐτῷ δίδωσι τῆς γῆς ἐκείνης τὴν δεσποτείαν, ἀλλὰ παροικεῖν ἐπὶ πλεῖστον ἐᾷ· Οὔπω γὰρ, φησὶν, ἀναπεπλήρωνται αἱ ἁμαρτίαι τῶν Ἀμοῤῥαίων ἕως τοῦ νῦν, ἀντὶ τοῦ, οὐδέπω πανωλεθρίας τετολμήκασιν ἄξια· καὶ οὐ δίκαιον αὐτοῖς τὴν τιμωρίαν ἐπαγαγεῖν, οὐδὲ τῇ προγνώσει τῆς μείζονος ἁμαρτίας τῆς τιμωρίας τὴν ψῆφον ἐξενεγκεῖν, ἀλλὰ ἀναμεῖναι τῶν πραγμάτων τὸ τέλος.
Μέτρῳ γὰρ χρῶμαι, καὶ σταθμῷ πρυτανεύω, καὶ οὐδὲν ἀστάθμητον παρ᾽ ἐμοί. Διὰ τοῦτο τετρακοσίων ἐτῶν ἀναμείνας περίοδον, οὕτω κἀκείνους ἐξέβαλε, καὶ τούτοις τὰς ἐπαγγελίας ἀπέδωκεν. Ὅπως ἂν φυλάξωσι τὰ δικαιώματα αὐτοῦ, καὶ τὸν νόμον αὐτοῦ ἐκζητήσωσι.
Δέδωκε δὲ αὐτοῖς, φησὶν, ἣν ἐπηγγείλατο γῆν, νόμον αὐτοῖς δεδωκὼς, καὶ κατὰ τοῦτον βιοτεύειν κελεύσας.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.