Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τοὺς ψαλμοὺς 101-107

Ἰωάννης ὁ Χρυσόστομος

Η ειδωλολατρία, η τιμωρία και η μετάβαση στη Νέα Διαθήκη

Ο έλεγχος των ειδωλολατρικών πρακτικών και της επιμιξίας με τα έθνη, η παράδοση στους αλλοφύλους και η προφητεία για την κλήση στην επουράνια βασιλεία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 13 από 17

Πρὸς δὲ τοῦτο καὶ τῆς νομοθεσίας ἠβουλήθη δεῖξαι τὸ πρόσκαιρον ἀπὸ τῶν αὐτῷ τῷ νομοθέτῃ συμβάντων. Εἰ γὰρ αὐτὸς ὁ νομοθέτης τῆς ἐπηγγελμένης οὐκ ἀπέλαυσε γῆς, συνιδεῖν ἐντεῦθεν ῥᾴδιον ἦν, ὡς οὐδὲ αὐτοὶ ταύτης ἀπολαύσουσιν ἐπὶ πλεῖστον τῆς προμηθείας. Οὕτω τὰ κατὰ τὴν ἔρημον διηγησάμενος, τὴν ἐν τῇ γῇ τῆς ἐπαγγελίας γεγενημένην αὐτῶν διελέγχει παρανομίαν. Οὐκ ἐξωλόθρευσαν τὰ ἔθνη, ἃ εἶπε Κύριος αὐτοῖς. Καὶ ἐμίγησαν ἐν τοῖς ἔθνεσι, καὶ ἔμαθον τὰ ἔργα αὐτῶν, καὶ ἐδούλευσαν τοῖς γλυπτοῖς αὐτῶν, καὶ ἐγενήθη αὐτοῖς εἰς σκάνδαλον. Τὴν γὰρ ἐπιμιξίαν διὰ τὴν τῆς ἀσεβείας ἐκώλυσε κοινωνίαν, τῇ ἀρχῇ τὸ τέλος συναναιρῶν, καὶ σὺν τῇ ῥίζῃ τὸν καρπὸν ἀφανίζων, καὶ τῷ ἐλάττονι κακῷ τὸ χεῖρον προαναστέλλων. Ἀλλ᾽ ὅμως οὗτοι καὶ ἐν τούτῳ τὸν θεῖον παραβαίνοντες νόμον, οὔτε τὰ δυσσεβῆ ἐξωλόθρευσαν ἔθνη, οὔτε τὴν πρὸς αὐτὰ ἔφυγον κοινωνίαν, ἀλλὰ τὴν πονηρὰν αὐτῶν πολιτείαν ἐζήλωσαν. Δηλῶν τοίνυν ὁ προφήτης, ὡς οὐ μισανθρωπίαν ἐδίδασκεν ὁ Θεὸς, ἀλλ᾽ ἐν ἀσφαλείᾳ αὐτοὺς καταστῆσαι βουλόμενος, ἐπήγαγε· Καὶ ἐγενήθη αὐτοῖς σκάνδαλον ἡ ἐπιμιξία καὶ ἡ συνουσία αὕτη, καὶ σκάνδαλον οὐ τὸ τυχόν· κατὰ γὰρ τῆς φύσεως αὐτῆς ἐμάνησαν, ὅπερ ἐπάγει λέγων· Καὶ ἔθυσαν τοὺς υἱοὺς αὐτῶν καὶ τὰς θυγατέρας αὐτῶν τοῖς δαιμονίοις.

Καὶ ἐξέχεαν αἷμα ἀθῷον, αἷμα υἱῶν αὐτῶν καὶ θυγατέρων, ὧν ἔθυσαν τοῖς γλυπτοῖς Χαναάν. Καὶ ἐφονοκτονήθη ἡ γῆ ἐν τοῖς αἵμασι, καὶ ἐμιάνθη ἐν τοῖς ἔργοις αὐτῶν. Τὸν κολοφῶνα τῆς ἀσεβείας τελευταῖον κατέλιπε. Ποίαν γὰρ δυσσεβείας ὑπερβολὴν καταλείψει τὸ αἵμασιν υἱῶν καὶ θυγατέρων μολῦναι τὴν γῆν, καὶ τοῖς αἱμοβόροις δαίμοσι τὰς τούτων θυσίας προσενεγκεῖν; τῷ Θεῷ μὲν γὰρ οὐδὲ τὰ νενομισμένα προσέφερον, τοῖς δὲ εἰδώλοις καὶ τὰς τῶν παίδων σφαγάς.

Καὶ ἐπόρνευσαν ἐν τοῖς ἐπιτηδεύμασιν αὐτῶν. Πορνείαν ἐνταῦθα οὐ τὴν ἀκολασίαν μόνον, ἀλλὰ καὶ τὴν τῶν εἰδώλων λατρείαν καλεῖ. Ἐπειδὴ γὰρ τῷ Θεῷ συνημμένοι τὴν ἐκείνων θεραπείαν ἠγάπησαν, τὴν δεισιδαιμονίαν εἰκότως πορνείαν ἐκάλεσε. Καὶ ὠργίσθη θυμῷ Κύριος ἐπὶ τὸν λαὸν αὐτοῦ, καὶ ἐβδελύξατο τὴν κληρονομίαν αὐτοῦ. Καὶ παρέδωκεν αὐτοὺς εἰς χεῖρας ἐθνῶν, καὶ ἐκυρίευσαν αὐτοὺς οἱ μισοῦντες αὐτούς. Καὶ ἔθλιψαν αὐτοὺς οἱ ἐχθροὶ αὐτῶν, καὶ ἐταπεινώθησαν ὑπὸ τὰς χεῖρας αὐτῶν.

εʹ. Ταῦτα καὶ ἡ τῶν Κριτῶν ἱστορία διδάσκει, καὶ μέντοι καὶ ἡ τῶν Βασιλειῶν συγγραφή. Ποτὲ μὲν γὰρ αὐτοὺς Μωαβίταις, ποτὲ δὲ Ἀμμανίταις, Ἀμαληκίταις, Μαδιηναίοις καὶ ἀλλοφύλοις παρέδωκε, τῇ παιδείᾳ τὴν ὠφέλειαν πραγματευόμενος. Ἐναντίον δέ πως εἶναι δοκεῖ τὸ, Ἐβδελύξατο τὴν κληρονομίαν αὐτοῦ, τῷ προῤῥηθέντι, Τοῦ ἰδεῖν ἐν τῇ χρηστότητι τῶν ἐκλεκτῶν σου, τοῦ εὐφρανθῆναι ἐν τῇ εὐφροσύνῃ τοῦ ἔθνους σου, τοῦ ἐπαινεῖσθαι μετὰ τῆς κληρονομίας σου.

Ἀλλὰ τὴν βδελυχθεῖσαν λέγει νῦν, περὶ ἑτέρας προθεσπίσας κληρονομίας, ἑτέρου δὲ λαοῦ καὶ ἔθνους, μεθ᾽ ὧν ηὔξατο καταριθμηθῆναι. Πρῶτον δὲ τὸ βδελυχθῆναι, εἶτα τὸ παραδοθῆναι ὑπὸ Θεοῦ, εἶτα τὸ κυριευθῆναι πρὸς τῶν ἐχθρῶν. Ἐν ὅσῳ γὰρ ἄρχει τινὸς ὁ Θεὸς, ἄρχειν οὐ δύνανται. Καὶ ἐπάγει· Πλεονάκις ἐῤῥύσατο αὐτούς.

Αὐτοὶ δὲ παρεπίκραναν αὐτὸν ἐν τῇ βουλῇ αὐτῶν, καὶ ἐταπεινώθησαν ἐν ταῖς ἀνομίαις αὐτῶν. Ἐπάγων γὰρ τὴν παιδείαν, πάλιν μετεδίδου φιλανθρωπίας· οἱ δὲ αὐτὸν τοῖς ἐναντίοις ἠμείβοντο. Καὶ ὁ μὲν ἦν αὐτοῖς ἐκ φιλανθρωπίας γλυκὺς, οἱ δὲ πικρὸν ἑαυτοῖς ἠνάγκαζον φαίνεσθαι. Καὶ πάλιν ἔσωζεν αὐτοὺς οἷα Σωτήρ· οἱ δὲ ἀπώλοντο ἔργοις ἀπωλείας ἑαυτοὺς περιπείροντες, μέχρι πολλάκις αὐτὸ ποιοῦντες τέλος ἀπώλοντο.

Τὸ δὲ, Πλεονάκις, ὅμοιον τῷ, Ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα σου; τὸ δὲ, Καὶ ἐταπεινώθησαν ἐν ταῖς ἀνομίαις αὐτῶν, τῷ Καὶ οὐκ ἠθελήσατε. Καὶ εἶδε Κύριος ἐν τῷ θλίβεσθαι αὐτοὺς, ἐν τῷ αὐτὸν εἰσακοῦσαι τῆς δεήσεως αὐτῶν. Ταῦτα καὶ αἱ ἱστορίαι διδάσκουσι, καὶ ὅτι ἐδεήθησαν τοῦ Θεοῦ ὑπὸ τῆς ἀνάγκης ὠθούμενοι, καὶ ὅτι δεηθέντες ἠκούσθησαν. Καὶ ἐμνήσθη τῆς διαθήκης αὐτοῦ, καὶ μετεμελήθη κατὰ τὸ πλῆθος τοῦ ἐλέους αὐτοῦ. Διὰ γὰρ τὰς πρὸς τοὺς πατέρας ἐπαγγελίας τὸν ἔλεον ἐχορήγησε. Μεταμέλειαν δὲ καλεῖ τῆς παιδείας τὴν παῦλαν. Ὁ γὰρ Θεὸς τῆς μεταμελείας οὐκ ἔχει τὸ πάθος, οὐδὲ νῦν μὲν τούτοις, νῦν δὲ ἐκείνοις ἀρέσκεται, ἀλλὰ σοφῶς ἅπαντα πρυτανεύων, καὶ παιδείας ἐπάγει καὶ φιλανθρωπίαν ὀρέγει. Καὶ ἔδωκεν αὐτοὺς εἰς οἰκτιρμοὺς ἐναντίον πάντων τῶν αἰχμαλωτευσάντων αὐτούς. Λέγει γὰρ Ἔσδρας, ὡς ἐνέβαλε Κύριος ὁ Θεὸς εἰς τὴν καρδίαν Κύρου τοῦ βασιλέως, καὶ μετὰ ταῦτα Δαρείου καὶ Ἀρταξέρξου, χρῆσθαι φιλανθρώπως τῷ τῶν Ἰουδαίων λαῷ. Ἐν οἰκτιρμοῖς δὲ καὶ νῦν εἰσι Ῥωμαίοις δουλεύοντες, διὰ θείους οἰκτιρμοὺς, οὐ δι᾽ ἀξίαν ἰδίαν. Οὐ πάθος δὲ Θεοῦ μεταμέλεια, παιδείας δὲ παῦσις. Σῶσον ἡμᾶς, Κύριε ὁ Θεὸς ἡμῶν, καὶ ἐπισυνάγαγε ἡμᾶς ἐκ τῶν ἐθνῶν, τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου τῷ μεγάλῳ καὶ ἁγίῳ, τοῦ ἐγκαυχᾶσθαι ἐν τῇ αἰνέσει σου.

Καὶ ταῦτα δηλοῖ, ὡς ὁ προφητικὸς αὐτοὺς διδάσκει λόγος, πῶς δεῖ τὸν Θεὸν ἱλεώσασθαι, καὶ τῆς παρ᾽ αὐτοῦ κηδεμονίας τυχεῖν. Καὶ ὁ θεσπέσιος δὲ ἀπόστολος τὴν ἐσομένην Ἰουδαίοις σωτηρίαν διὰ Ἠλιοὺ τοῦ Θεσβίτου προηγόρευσεν· Ἥξει γὰρ, φησὶν, ὁ ῥυόμενος, καὶ ἀποστρέψει ἀσεβείας ἀπὸ Ἰακώβ· καὶ αὕτη αὐτοῖς ἡ παρ᾽ ἐμοῦ διαθήκη, ὅταν ἀφέλωμαι τὰς ἁμαρτίας αὐτῶν. Οὐ μὴν τὴν οἰκοδομίαν τῆς Ἱερουσαλὴμ προσμεῖναι δεῖ κατὰ τοὺς μύθους τῶν ἀνοήτων, καὶ τὴν κατὰ νόμον λατρείαν, καὶ τὰς ἀλόγους θυσίας, καὶ περιτομὴν, καὶ σάββατον, καὶ σκιώδη περιῤῥαντήρια μετὰ τὸ πανάγιον βάπτισμα· ταῦτα γὰρ γραϊδίων μεθυόντων παραληρήματα· ἀλλὰ κλῆσιν καὶ ἐπίγνωσιν ἀληθείας καὶ πίστιν εἰς τὸν Δεσπότην Χριστὸν, καὶ τῆς καινῆς Διαθήκης τὴν πολιτείαν.

Διδάσκονται δὲ καὶ πῶς εὔχεσθαι δεῖ, ὅπερ Ἰουδαῖοι μὲν προσδοκῶσιν, ἡμεῖς δὲ πληρωθῆναι διὰ τῆς τοῦ Σωτῆρος ἐπιδημίας φαμὲν, πάντων πανταχόθεν προσιόντων τῷ σωτηρίῳ κηρύγματι, κρείττονά τε προσδεχομένων συναγωγὴν ἐπὶ τὴν τῶν οὐρανῶν βασιλείαν, ἥτις ἀληθὴς οὖσα γῆ παρὰ τὴν παροῦσαν ἐπήγγελται, κατὰ τὸ, Μακάριοι οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν, ἔνθα οἱ συναχθέντες εὐχαριστήσουσιν ὑπὲρ ὧν ἠξιώθησαν ἐπὶ τῇ τοῦ Σώσαντος αἰνέσει καυχώμενοι. Εὐλογητὸς Κύριος ὁ Θεὸς Ἰσραὴλ ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνος· καὶ ἐρεῖ πᾶς ὁ λαὸς, Γένοιτο, γένοιτο. Ὑμνητὸς γὰρ ἐπὶ πᾶσι τῶν ὅλων ὁ Κύριος, ὁ τοῦ Ἰσραὴλ χρηματίσας Θεὸς, ὁ τοσαῦτα τῆς τῶν ἀνθρώπων ἕνεκα πραγματευσάμενος σωτηρίας. Προσήκει δὲ τὸν λαὸν ἅπαντα τὸ Ἀμὴν τῇ τῶν ὑμνούντων ἐπιφέρειν φωνῇ.

Τὸ γὰρ Γένοιτο, Ἀμὴν καὶ ἀμὴν ὁ Ἑβραῖος καλεῖ· ὅθεν καὶ τὸ ἔθος ἐν ταῖς ἐκκλησίαις μεμένηκε, τὸ τῇ δοξολογίᾳ τοῦ ἱερέως διὰ τοῦ Ἀμὴν συντίθεσθαι τὸν λαὸν, καὶ τὴν ἐντεῦθεν κοινωνίαν προσφέρειν, καὶ τὴν εὐλογίαν λαμβάνειν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.