Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τοὺς ψαλμοὺς 101-107

Ἰωάννης ὁ Χρυσόστομος

Εισαγωγή στον 103ο Ψαλμό: Το ακατάληπτο της θείας ουσίας και η δημιουργία

Σχολιασμός της θείας μεγαλειότητας, της σάρκωσης του Λόγου και της δημιουργικής και προνοητικής ενέργειας του Θεού στα αισθητά και νοητά κτίσματα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 5 από 17

ΨΑΛΜ. ΡΓʹ. αʹ. Ἡ τοῦ παναγίου Πνεύματος χάρις οὐ μόνον ἠθικὴν καὶ δογματικὴν διδασκαλίαν τοῖς ἀνθρώποις προσφέρει, ἀλλὰ καὶ ὅπως ὑμνεῖν χρὴ τὸν Ποιητὴν ἀκριβῶς ἐκπαιδεύει. Διά τοι τοῦτο τοῦτον συνεγράψατο τὸν ψαλμὸν, τῷ μακαρίῳ Δαυῒδ ὑπουργῷ χρησαμένη, ὡς ἂν μάθοιεν ἅπαντες τίσιν ὕμνοις χρὴ τὸν εὐεργέτην ἀμείβεσθαι.

Τὰς μέντοι κοινὰς εὐεργεσίας ἐνταῦθα διέξεισι, καὶ δείκνυσι ποιητὴν ἁπάντων ὁμοῦ καὶ πρύτανιν τὸν τῶν ὅλων Θεόν. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον. Ὁ μὲν Θεὸς ἄνθρωπον εὐλογεῖ, ἐν ἀσφαλείᾳ καθιστῶν καὶ λαμπρότερον ποιῶν, καθάπερ τὸν Ἀβραάμ· ὁ δὲ ἄνθρωπος οὐχ οὕτως, ἀλλ᾽ αὑτὸν τότε λαμπρότερον ποιῶν. Ἄν τε γὰρ ὁ Θεὸς εὐλογῇ, ἄν τε ἄνθρωπος τὸν Θεὸν, ἑκατέρωθεν τὸ κέρδος εἰς τὸν ἄνθρωπον διαβαίνει· τὸ γὰρ Θεῖον ἀπροσδεές. Ὑμνεῖν τε διδάσκει τὸν εὐεργέτην Θεὸν ἕκαστον τὸν τῆς εὐσεβείας τρόφιμον. Κύριος ὁ Θεός μου, ὡς ἐμεγαλύνθης σφόδρα. Ἐπιτάσεως καὶ ἐνταῦθα τὸ, Ὡς· τὸ δὲ, Ἐμεγαλύνθης σφόδρα, οὐκ αὐξήσεως δηλωτικὸν, ἀλλὰ τοῦ ἀμετρήτου μεγέθους σημαντικόν· οὕτω γὰρ καὶ ὁ Σύμμαχος ἡρμήνευσε· Κύριε ὁ Θεός μου, μέγας εἶ σφόδρα. Οὐ γὰρ σμικρὸς ὢν ἐμεγαλύνθης· ἀλλὰ φύσει μέγας ὢν, τοῦτο τοῖς εὐσεβέσιν ἐδείχθης. Πῶς δὲ γίνεται μέγας ὁ ἀεὶ ὢν μέγας, καὶ μὴ δεόμενος προσθήκης, ἀλλ᾽ ἀεὶ τέλειος ὤν; πῶς μεγαλύνεται;

Ὅταν οἱ ἀνακείμενοι αὐτῷ βίον ἄριστον ἐπιδείξωνται, ὅταν καὶ διὰ ῥημάτων καὶ δι᾽ ἔργων αὐτὸν ἀνυμνῶσι, μεγαλύνεται τότε, οὐκ αὐτός τι προσλαμβάνων εἰς μέγεθος, ἀλλὰ τοῖς ἀγνοοῦσιν αὐτὸν διὰ τῶν θεραπευόντων μέγας δεικνύμενος διὰ μεγαλουργίας κτισμάτων ποικιλίας τε καὶ προνοίας. Χαίρουσα δὲ ἡ ψυχὴ τῷ τοσούτῳ φησί· Κύριε ὁ Θεός μου· σεμνυνομένης γὰρ ἡ φωνή. Τίνα δὲ τρόπον ἐμεγαλύνθη ἐπάγει· Ἐξομολόγησιν καὶ μεγαλοπρέπειαν ἐνεδύσω. Ὁ δὲ Σύμμαχος οὕτως, Ὕμνον καὶ εὐδοξίαν ἠμφιάσω. Οὐκ ἔτι γάρ σε ἀγνοοῦσιν οἱ τῶν σῶν ἀπολαύοντες ἀγαθῶν, οὐδὲ τοῖς εἰδώλοις τὸ σὸν σέβας προσφέρουσιν, ἀλλά σε ὑμνοῦσι, καί σοι τὸ τῆς δοξολογίας ἐκτίνουσι χρέος. Εἰ γὰρ καὶ ἱκανὴ εἰς δήλωσιν τοῦ μεγέθους τοῦ Θεοῦ ἡ τῶν ἀγγέλων δημιουργία, ἡ τῶν οὐρανῶν ἔκτασις, ἡ τῆς γῆς θεμελίωσις, καὶ ἄλλα ὅσα τούτοις ὁ ψαλμῳδὸς ἐπήγαγεν, ἀλλὰ τούτων ἱκανώτερον τὸ γενέσθαι τὸν Σωτῆρα ἄνθρωπον, καὶ μεῖναι Θεὸν, παθεῖν τε τὰ ἡμέτερα, καὶ φυλάξαι τὴν οἰκείαν ἀπάθειαν. Διόπερ δεύτερα ταῦτα τῇ τάξει ὄντα, πρότερα τῶν ἄλλων ὅμως ἔταξεν, ὡς τῇ δυνάμει τυγχάνοντα πρότερα.

Ἐξομολόγησιν τὴν ἀφ᾽ ἡμῶν σάρκα φησὶν, ἐπειδὴ δι᾽ αὐτῆς τῷ Θεῷ τὴν ὑπὲρ ἡμῶν προσήγαγεν ἐξομολόγησιν, ὥστε βοᾷν τῷ Πατρί· Ἐξομολογοῦμαί σοι, Κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι ἀπέκρυψας ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν, καὶ ὅσα τοιαῦτα· μεγαλοπρέπειαν δὲ, ἐπειδήπερ μεγάλως καὶ λίαν ὑπερβαλλόντως ἔπρεπε διασῶσαι τὸ ἡμέτερον φύραμα.

Ἀλλὰ γὰρ καὶ ἐνδύσασθαι ταύτην αὐτὸν τὴν ἐξομολόγησιν καὶ τὴν μεγαλοπρέπειάν φησιν, οὐχ ὡς πάλιν ἀποδύεσθαι μέλλοντα, ἀλλ᾽ ὥστε δειχθῆναι, ὅτι σαρκωθεὶς οὐ μετεβλήθη εἰς ἄνθρωπον, ἀλλὰ καὶ Θεὸς μένει καὶ ἄνθρωπος γίνεται. Ὁ ἀναβαλλόμενος φῶς, ὡς ἱμάτιον. Περιβάλλεται φῶς, ὡς ἱμάτιον, ὡς γνώσεως πανταχόθεν πεπληρωμένος, ὡς ἀκατάληπτον ἔχων οὐσίαν.

Καὶ τὴν ἀκραιφνεστάτην δὲ τοῦ Θεοῦ γνῶσιν σημαίνει τὸ φῶς· Οἰκεῖ γὰρ φῶς, κατὰ Παῦλον, ἀπρόσιτον. Τὸ γὰρ, οἰκεῖν, τὸ ὅλον εἶναι γνῶσιν σημαίνει, δυσπερινόητον ὑπάρχοντα τοῖς νοητοῖς· ἀπρόσιτον γὰρ εἶπε τὸ φῶς. Συνῳδὰ γὰρ τούτοις καὶ ὁ Ἀπόστολος λέγει· Ὁ μόνος ἔχων ἀθανασίαν, ὁ φῶς οἰκῶν ἀπρόσιτον.

Τοσοῦτον γάρ ἐστιν ἐκεῖνο τὸ φῶς, ὡς μηδένα πελάζειν τολμᾷν· ἀποστρέφει γὰρ τὰς ὄψεις ἡ τῆς αἴγλης ὑπερβολή. Εἰ γὰρ ὁ αἰσθητὸς τοῦτο ποιεῖν ἥλιος ἀναγκάζει τοὺς ἀπλήστως καθορᾷν πειρωμένους, τίς ἱκανὸς τοῦ ἀπροσίτου φωτὸς ἐν περινοίᾳ γενέσθαι; Ἔστι μὲν οὖν καὶ αὐτὸς φῶς ἀληθινὸν, ἀναβάλλεται δὲ καὶ φῶς ὡς ἱμάτιον, καὶ φῶς οἰκεῖ ἀπρόσιτον, καὶ Νεφέλη καὶ γνόφος κύκλῳ αὐτοῦ, καὶ ἔθετο σκότος ἀποκρυφὴν αὐτοῦ.

Καὶ οὐκ ἐναντία ταῦτα ἀλλήλοις· τὸ γὰρ ἀπρόσιτον φῶς τοῖς ὁρᾷν οὐ δυναμένοις τῷ γνόφῳ καὶ τῷ σκότει ταὐτόν ἐστιν· οὔτε γὰρ τὰ ἐν τούτῳ, οὔτε τὰ ἐν ἐκείνῳ δυνατὸν κατιδεῖν· καὶ τοῦτο μέντοι κἀκεῖνο τῆς θείας φύσεως δηλοῖ τὸ ἀόρατον. Οὐ μὴν ἀλλὰ καὶ Ἰωάννης ὁ θεολόγος περὶ τῆς αὐτῆς οἰκονομίας διηγούμενος, φῶς αὐτὴν ἐκάλεσε λέγων· Καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβε. Ταύτην ὡς ἱμάτιον ἐνδύεται μὲν, ὅτε ὁλοκλήρως τοῖς ὑστερήμασι τῆς σαρκὸς σκέπει τε καὶ κρύπτει τὴν δύναμιν τῆς θεότητος, οἷον πεινῶν, διψῶν, κοπιῶν, καὶ τὰ τούτων ὑπομένων παραπλήσια. Ἀναβάλλεται δὲ φῶς, ἡνίκα ἑαυτοῦ φανεροῖ τὴν θεότητα, ἐπιτιμῶν τῇ θαλάσσῃ, σαλεύων τὴν γῆν, σκοτίζων τὸν ἥλιον· οὐκ ἔτι γὰρ συγχωρεῖ τὴν θεότητα ὑπὸ τῆς ἀνθρωπότητος κρύπτεσθαι. Ἐκτείνων τὸν οὐρανὸν ὡσεὶ δέῤῥιν.

βʹ. Τὴν τῆς δημιουργίας εὐκολίαν διὰ τούτων ἐδίδαξεν. Ὡς γὰρ ἀνθρώπῳ ῥᾴδιον δέῤῥιν ἐκτεῖναι καὶ ποιῆσαι σκηνὴν, οὕτως ὁ τῶν ὅλων Θεὸς τὰ μεγάλα τῶν οὐρανῶν διεπέτασε κύτη, λόγῳ χρησάμενος μόνῳ. Ὁ στεγάζων ἐν ὕδασι τὰ ὑπερῷα αὐτοῦ. Τοῦτο καὶ ὁ μακάριος ἐδίδαξε Μωϋσῆς· ἔφη γὰρ τὸν Θεὸν εἰρηκέναι· Γενηθήτω στερέωμα ἐν μέσῳ τοῦ ὕδατος, καὶ ἔστω διαχωρίζον ἀνὰ μέσον ὕδατος τοῦ ἐπάνω τοῦ στερεώματος, καὶ ἀνὰ μέσον ὕδατος τοῦ ὑποκάτω τοῦ στερεώματος.

Ὁ τιθεὶς νέφη τὴν ἐπίβασιν αὐτοῦ, ὁ περιπατῶν ἐπὶ πτερύγων ἀνέμων. Διὰ τούτων τὴν πανταχοῦ διήκουσαν ἐδήλωσε πρόνοιαν. Ἐφέστηκε γὰρ καὶ ἀνέμοις καὶ νέφεσι, καὶ αὐτὸς ἰθύνει ταῦτα καὶ κυβερνᾷ, καὶ τὴν ἐντεῦθεν φυομένην εἰς καιρὸν δίδωσι χρείαν. Διδάσκει δὲ κατὰ ταὐτὸν, ὡς ἡ θεία φύσις πανταχοῦ πάρεστι καὶ τοῖς πᾶσιν ἐφίσταται. Ἐπειδὴ γὰρ τῶν αἰσθητῶν ἁπάντων ὀξυτάτη τῶν ἀνέμων ἡ φύσις (ἐν ἀκαρεῖ γὰρ ἀπὸ τῶν ἑσπερίων ἐπὶ τὴν ἕω διατρέχει, καὶ ἀπὸ τῆς ἕω πρὸς τὴν ἑσπέραν), οὐχ εὑρὼν ἑτέραν ἀκριβεστέραν ἐν τοῖς αἰσθητοῖς εἰκόνα, ἐπὶ πτερύγων ἀνέμων ἔφη τὸν Θεὸν ἐποχεῖσθαι, πανταχοῦ αὐτὸν παρεῖναι διὰ τούτων παραδηλῶν. Εὑρίσκομεν δὲ καὶ τοῖς υἱοῖς Ἰσραὴλ ἐν νεφέλῃ τὸν τῶν ὅλων ἐπιφανέντα Θεὸν, καὶ ἐν πῇ σκηνῇ διὰ νεφέλης τὴν οἰκείαν ποιησάμενον ἐπιφάνειαν. Καὶ μέντοι τοῦ Σολομῶντος τὸν οἶκον ἐγκαινίζοντος, νεφέλη τὸν οἶκον ἐκάλυψε· καὶ ὁ Δεσπότης Χριστὸς ἐν τῷ ὄρει τοῖς τρισὶν ἀποστόλοις φωτεινὴν περὶ αὑτὸν νεφέλην ὑπέδειξε· καὶ ἀναλαμβανόμενον, νεφέλη φωτεινὴ ὑπέλαβεν αὐτὸν ἀπὸ τῶν ὀφθαλμῶν αὐτῶν. Ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πῦρ φλέγον. Ἔδειξεν οὐ τῶν ὁρατῶν αὐτὸν μόνον, ἀλλὰ καὶ τῶν ἀοράτων δημιουργόν. Τοὺς δὲ αὐτοὺς καὶ πνεύματα καὶ πῦρ προσηγόρευσε, τὸ δυνατὸν καὶ τὸ ταχὺ δι᾽ ἑκατέρων διδάσκων.

Ὀξεῖα μὲν γὰρ τοῦ πνεύματος ἡ φύσις· ἰσχυρὰ δὲ τοῦ πυρὸς ἡ ἐνέργεια. Ἀγγέλοις δὲ χρώμενος ὑπουργοῖς ὁ τῶν ὅλων Θεὸς καὶ εὐεργετεῖ τοὺς ἀξίους, καὶ κολάζει τοὺς ἐναντίους. Διὰ τοῦτο καὶ πυρὸς ἐμνημόνευσε, τὴν κολαστικὴν σημαίνων ἐνέργειαν.

Ὁ θεμελιῶν τὴν γῆν ἐπὶ τὴν ἀσφάλειαν αὐτῆς. Ὁ δὲ Ἀκύλας καὶ Σύμμαχος, Ἐπὶ τῆς ἕδρας αὐτῆς. Ποίαν ἀσφάλειαν, ὦ προφῆτα, ὅπου τοσοῦτον ὕδωρ ὑπόκειται καὶ πέλαγος ἀχανὲς τὸ φέρον ὑπὲρ τῶν νώτων αὐτήν; Καὶ γὰρ ἀλλαχοῦ τοῦτο δηλῶν ἔλεγε· Τῷ στερεώσαντι τὴν γῆν ἐπὶ τῶν ὑδάτων. Ἐπειδὴ γὰρ ὁ θεμέλιος οὐκ ἀσφαλὴς, ἀλλὰ σφόδρα σαθρὸς ἦν, ἐν αὐτῇ τὴν ἀσφάλειαν ἔθηκεν ὁ ποιήσας. Τίς δὲ αὕτη ἡ ἀσφάλεια;

Ἡ δύναμις τοῦ ἐργασαμένου. Ἐν γὰρ τῇ χειρὶ αὐτοῦ τὰ πέρατα τῆς γῆς. Γῆν δὲ καλεῖ τὸν ἄνθρωπον. Τοῦτον τοίνυν ἐπὶ τὴν ἀσφάλειαν θεμελιοῖ τῆς πίστεως, ὅστις οὐ κλιθήσεται εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, δηλαδὴ ἐν τῷ μέλλοντι. Οὐ κλιθήσεται εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.

Αὐτὴν γὰρ ἐφ᾽ ἑαυτὴν ἑδράσας δέδωκεν αὐτῇ τὸ ἀκίνητον· καὶ τοῦτον διαμένει τὸν τρόπον, ἐφ᾽ ὅσον ἂν αὐτὸς ἐθελήσῃ. Οὕτω καὶ ἀλλαχοῦ φησι· Κρεμῶν τὴν γῆν ἐπ᾽ οὐδενός. Ἄβυσσος, ὡς ἱμάτιον, τὸ περιβόλαιον αὐτοῦ. Τὸ Αὐτοῦ ἀντὶ τοῦ αὐτῆς τέθεικεν οὕτω γὰρ καὶ ὁ Ἀκύλας καὶ ὁ Θεοδοτίων ἡρμήνευσαν· Ἄβυσσον ὡσεὶ ἔνδυμα περιέβαλες αὐτήν. Ἄβυσσον δὲ καλεῖ ἡ θεία Γραφὴ τὴν ὑγρὰν οὐσίαν. Οὕτω καὶ ἐν ἀρχῇ τῆς κτίσεως ὁ μακάριος ἔφη Μωϋσῆς· Ἡ δὲ γῆ ἦν ἀόρατος καὶ ἀκατασκεύαστος, καὶ σκότος ἐπάνω τῆς ἀβύσσου. Ἐπειδὴ τοίνυν ἡ γῆ πανταχόθεν ὕδατι περιέχεται, καὶ τὰ μεγάλα μὲν καὶ ἄπλωτα πελάγη ταύτης ἐστὶ τέρματα, μέσην δὲ αὐτὴν διατέμνει ἕτερα πλεόμενα, εἰκότως ἔφη τὴν ἄβυσσον καθάπερ ἱμάτιον ἐπικεῖσθαι τῇ γῇ. Καὶ ἄλλως δὲ τὴν ἄβυσσον ἐπὶ ἀκαταληψίας εὑρήσεις κειμένην, ἐν τῷ, Τὰ κρίματά σου, Κύριε, ἄβυσσος πολλή. Ἀνεξερευνήτων γὰρ ὄντων τῶν κριμάτων αὐτοῦ, οὐκ ἔστι κατάληψιν αὐτῶν εὑρεῖν· διὸ καὶ οὐχ ἁπλῶς ἀβύσσῳ, ἀλλὰ πολλῇ παραβάλλονται. Καὶ τὸν Θεὸν οὖν, οὗ πολλὴ ἄβυσσος τὰ κρίματά ἐστι, περιβολαίου δίκην καλύπτει ἀκαταληψία, ἄβυσσος ὀνομαζομένη. Ἐπὶ τῶν ὀρέων στήσεται ὕδατα. Ἀπὸ ἐπιτιμήσεώς σοι φεύξονται, ἀπὸ φωνῆς βροντῆς σου δειλιάσουσιν Ἀναβαίνουσιν ὄρη, καὶ καταβαίνουσι πεδία εἰς τόπον ὃν ἐθεμελίωσας αὐτοῖς. Διὰ πάντων διδάσκει τοῦ Θεοῦ τὴν προμήθειαν ἐφεστῶσαν τῇ κτίσει.

Τούτου χάριν γὰρ τὰς τῶν ὀρῶν κορυφὰς ἡ θάλαττα μιμουμένη, τοῖς κύμασιν οὐκ ἐπικλύσει τὴν ἤπειρον, ἀλλὰ καθάπερ ἡμεῖς τὴν βροντὴν κατεπτήχαμεν, οὕτως ἐκείνη τὸν κείμενον δέδιεν ὅρον. Τὸ δὲ, Ἐπὶ τῶν ὀρέων στήσεται ὕδατα ἀντὶ τοῦ, ὡς ὄρος ἕστηκε· τὸ δὲ, Ἀναβαίνουσιν ὄρη ἀντὶ τοῦ, ὡς ὄρη. Νεφέλας οἶμαι δηλοῦν αὐτὸν τὰς ὑπὲρ τῆς κορυφῆς τῶν ὀρέων. Τούτοις γὰρ τοῖς χωρίοις μάλιστα ἐμφιλοχωροῦσιν αἱ νεφέλαι, ὥστε μὴ τὰ οἰκούμενα σκοτίζεσθαι συνεχῶς· Αἳ, ὅταν βουληθῇς, φησὶ, πᾶσαι τὸ οἰκεῖον ἀπολαμβάνουσι χῶρον, καὶ διαλύονται, καὶ ὀθόνη γίνονται. Καὶ ἄλλως δὲ ὄρη τοὺς προφήτας διὰ τὸ ὕψος τῆς θεωρίας καλεῖ. Ἐν αὐτοῖς ὕδατα ἵστανται, οἷς οἱ διψῶντες τὸ ὕδωρ τῆς διδασκαλίας ποτίζονται. Ποίας δὲ ἐπιτιμήσεως; Τῆς κατὰ τῶν Ἰουδαίων. Τοῦτο γὰρ προφήτης ἕτερος δείκνυσι· φησὶ γὰρ, Καὶ δώσω αὐτοῖς οὐ λιμὸν ἄρτου, οὐδὲ δίψαν ὕδατος, ἀλλὰ λιμὸν τοῦ ἀκοῦσαι λόγον Κυρίου. Ὅταν γὰρ ὁ Θεὸς ὀργισθῇ σπανίζεται τὰ τῶν προφητῶν ὕδατα, ἐπειδήπερ οὐκ ἀφ᾽ ἑαυτῶν τὴν χορηγίαν κέκτηνται. Φωνὴν δὲ βροντῆς λέγε τὴν τοῦ Εὐαγγελίου, ἣν οὐκ ἀποφεύγει, ἀλλὰ δειλιᾷ τὰ τῶν προφητῶν ὕδατα διὰ τὸ ὑπερέχον τῆς ἐν αὐτοῖς γνώσεως.

Ὅριον ἔθου, ὃ οὐ παρελεύσεται, οὐδὲ ἐπιστρέψουσι καλύψαι τὴν γῆν. γʹ. Αἰσχύνεται τὴν ψάμμον ἡ θάλασσα, καὶ μέχρις ἐκείνης λυττῶσα, καθάπερ χαλινῷ, τῷ ὅρῳ τῷ θείῳ κωλυομένη, ἀναχαιτίζεται πάλιν καὶ εἰς τοὐπίσω χωρεῖ. Ἢ τοῦτο· οὐδὲ γὰρ πάσας αὐτῶν τὰς ἀποκαλύψεις οἱ προφῆται ἀπαγγέλλουσι· μόνα δὲ ἅπερ αὐτοῖς ἀποκαλύψαι προστάττεται, ἵνα μὴ τῷ πλήθει καλύψωσι τὴν γῆν, τουτέστι, τὸν ἄνθρωπον χωρῆσαι μὴ δυνάμενον· καὶ μαρτυρεῖ Παῦλος λέγων· Ἤκουσα ἄῤῥητα ῥήματα, ἃ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι. Ὁ ἐξαποστέλλων πηγὰς ἐν φάραγξιν· ἀνὰ μέσον τῶν ὀρέων διελεύσεται ὕδατα. Εἶτα τὴν τούτων ἀποδείκνυσι χρείαν. Ποτιοῦσι πάντα τὰ θηρία τοῦ ἀγροῦ· προσδέξονται ὄναγροι εἰς δίψαν αὐτῶν. Ἐπ᾽ αὐτὰ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσουσιν· ἐκ μέσου τῶν πετρῶν δώσουσι φωνήν. Καὶ τοῦτο τῆς θείας προνοίας τεκμήριον μέγιστον, τὸ μὴ μόνον τῶν ἀνθρώπων τὴν χρείαν, ἀλλὰ καὶ τῶν ἀλόγων πληροῦν. Διὰ τοῦτο ὄρη τεμὼν, παρόδου τοῖς ὕδασιν ἐτεκτήνατο, ὥστε μὴ μόνον ἀνθρώπους ἔχει ἀφθόνως τὰ νάματα τῶν πηγῶν, ἀλλὰ καὶ τῶν χερσαία καὶ τῶν ἀεροπόρων ζώων τὰ γένη. Τὸ δὲ, Προσδέξοντι ὄναγροι εἰς δίψαν αὐτῶν, ὁ Σύμμαχος οὕτως ἡρμήνευσεν, Ἀνακτήσεται ὄναγρος δίψαν ἑαυτοῦ.