Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τοὺς ψαλμοὺς 101-107

Ἰωάννης ὁ Χρυσόστομος

Οι πνευματικοί πειρασμοί, η Εκκλησία των Εθνών και ο πνευματικός αμπελώνας

Ο συμβολισμός της τρικυμίας των πειρασμών, η στέρηση της χάριτος από τους Ιουδαίους, η σπορά του αποστολικού κηρύγματος και η δικαίωση των ευθών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 16 από 17

Ἀναβαίνουσιν ἕως τῶν οὐρανῶν, καὶ καταβαίνουσιν ἕως τῶν ἀβύσσων. Καὶ διὰ τούτων ἐδίδαξεν, ὡς αὐτοῦ νεύοντος καὶ τὰ λυπηρὰ γίνεται, καὶ τὰ θυμήρη προσγίνεται. Λέγει δὲ τοὺς πειρασμοὺς, οὓς ἐγείρει τὸ πνεῦμα τῆς καταιγίδος, δηλαδὴ τὸ ἀντικείμενον πνεῦμα, ἐπιτρέψαντος τοῦ Θεοῦ εἰς τὴν τῶν δικαίων γυμνασίαν καὶ φανέρωσιν. Δηλοῖ δὲ αὐτὸς ὁ Θεὸς, ἡνίκα τῷ διαβόλῳ πειράσαι ἐπέτρεψε, λέγων πρὸς τὸν Ἰώβ· Οἴει με ἄλλως σοι κεχρηματικέναι, ἢ ἵνα ἀναφανῇς δίκαιος; Ὅπερ γάρ ἐστι τῷ χρυσίῳ τὸ πῦρ, τοῦτο ταῖς ψυχαῖς οἱ πειρασμοὶ τυγχάνουσι, τήκοντες αὐτὰς, οὐχ ὥστε διαφθεῖραι, ἀλλ᾽ ὥστε φανερωθῆναι, πῶς λαμπρότητος ἔχουσιν. Ἡ ψυχὴ αὐτῶν ἐν κακοῖς ἐτήκετο.

Ἐταράχθησαν, ἐσαλεύθησαν ὡς ὁ μεθύων, καὶ πᾶσα ἡ σοφία αὐτῶν κατεπόθη. δʹ. Ἐπέμεινε τῇ τροπῇ· καὶ δοκεῖ μὲν περὶ τῶν ναυτιλλομένων λέγειν, αἰνίττεται δὲ διὰ τούτων τὰς παντοδαπὰς τῆς ψυχῆς συμφορὰς, ἃς οὐδεὶς ἀνθρωπίνῃ σοφίᾳ χρώμενος ἱκανὸς διαλῦσαι. Οὐδὲ γὰρ οἱ κυβερνῆται τῇδε κἀκεῖσε μεθυόντων δίκην περιφερόμενοι, ὅταν ὑπερσχῇ τὸ κλυδώνιον, πᾶσαν εἰσφέροντες τὴν τέχνην, περιγενέσθαι δύνανται τῶν δεινῶν. Καὶ ἐκέκραξαν πρὸς Κύριον ἐν τῷ θλίβεσθαι αὐτούς· καὶ ἐκ τῶν ἀναγκῶν αὐτῶν ἐξήγαγεν αὐτούς. Καὶ ἐπέταξε τῇ καταιγίδι, καὶ ἔστη εἰς αὔραν· καὶ ἐσίγησαν τὰ κύματα αὐτῆς. Καὶ εὐφράνθησαν, ὅτι ἡσύχασαν. Κἀκείνοις τοῖς πλείουσιν ἐπικαλουμένοις τὴν οἰκείαν ῥοπὴν ὀρέγει, καὶ νεύει, καὶ παραχρῆμα εἰς αὔραν πραεῖαν ἡ καταιγὶς μεταβάλλεται, καὶ τῆς ζάλης τὸ πέλαγος ἀπαλλάττεται, καὶ οἱ λυπηροῖς τισι προσπαλαίοντες διὰ τῆς αὐτοῦ χάριτος μεταβολὴν εὑρίσκουσι τῶν κακῶν. Οὕτως Ἰουδαῖοι τῆς πικρᾶς δουλείας ἐκείνης ἠλευθερώθησαν. Καὶ ὡδήγησεν αὐτοὺς ἐπὶ λιμένα θελήματος αὐτοῦ. Ἅμα γὰρ ἠθέλησε, καὶ λύσις ἐγένετο τῶν κακῶν, καὶ ἀντὶ τοῦ κλύδωνος ὁ λιμὴν ἀνεφάνη. Καὶ τοῦτο δὲ μᾶλλον ἡμῖν ἢ ἐκείνοις ἁρμόδιον.

Ἡμᾶς γὰρ εἰς τὸν τοῦ θελήματος λιμένα καθώρμισε τὴν θείαν αὐτοῦ δωρησάμενος γνῶσιν, δηλαδὴ τὴν βασιλείαν· ἥτις λιμὴν, ὡς οὐκ ἔχουσα τῶν πειρασμῶν τὰ κύματα, εἰκότως προσηγόρευται, καὶ λιμὴν θελήματος τοῦ Χριστοῦ ἀναγκαίως, τοῦ λέγοντος· Πάτερ, οὓς δέδωκάς μοι, θέλω, ἵνα ὅπου ἐγώ εἰμι, κἀκεῖνοι ὦσιν. Ἐξομολογησάσθωσαν τῷ Κυρίῳ τὰ ἐλέη αὐτοῦ, καὶ τὰ θαυμάσια αὐτοῦ τοῖς υἱοῖς τῶν ἀνθρώπων. Ὑψωσάτωσαν αὐτὸν ἐν Ἐκκλησίᾳ λαοῦ, καὶ ἐν καθέδρᾳ πρεσβυτέρων αἰνεσάτωσαν αὐτόν. Ἀκολούθως μετὰ τοὺς ἀποστόλους τῆς Ἐκκλησίας καὶ τοῦ πρεσβυτερίου τοῦ ἐν ταύτῃ μνήμην ποιεῖται. Προστεθῆναι γὰρ τοῖς τῶν ἀγαθῶν εὐαγγελίοις ἔδει καὶ ταῦτα. Δεῖ δὲ, φησὶν, ἐν τῇ τῶν ἐθνῶν Ἐκκλησίᾳ δοξάζειν τὸν παράδοξα ποιοῦντα Θεόν. Ἔθνη γὰρ καὶ Ἰουδαῖοι τὴν ἀλλήλων μετειλήφασι τάξιν. Οἱ μὲν γὰρ διὰ κακίας ἀποβληθέντες, ἀγγελικῆς ἐπιφανείας καὶ προφητικῶν χαρισμάτων ἐστερημένοι, ἥ τε τούτων χώρα καὶ πόλις οἰστικὴ πρότερον οὖσα καρπῶν ἀγαθῶν, ἐκ τῆς εἰς Χριστὸν παροινίας ἄκαρπος ἔτι διατελεῖ, οὐ μητρόπολις οὖσα, οὐχ ἱερὸν, οὐχ ἅγια ἁγίων ἔχουσα, οὐχ ἱερωσύνην, οὐ βασιλείαν· ἐθνικοῖς δὲ δουλεύουσι νόμοις ἐκπεσόντες ἐλευθερίας.

Ἡ δὲ πρὶν ἄνυδρος ἐθνῶν Ἐκκλησία, ἔρημός τε καὶ πλανωμένη, πλήρης νῦν ἀγαθῶν, καὶ τοὺς πεινῶντας πληροῖ, καὶ συνεστήσατο τὴν ἔνθεον πολιτείαν. Αὕτη γὰρ πόλις κατοικεσίας, ἐν ᾗ καὶ λογικὴ τροφὴ καὶ ἄρτος οὐράνιος. Ἔθετο ποταμοὺς εἰς ἔρημον, καὶ διεξόδους ὑδάτων εἰς δίψαν, γῆν καρποφόρον εἰς ἅλμην, ἀπὸ κακίας τῶν κατοικούντων ἐν αὐτῇ. Καὶ τοῦτο παρὰ τῶν πεπιστευκότων ἐθνῶν διηνεκῶς γινόμενον ἔστιν ἰδεῖν.

Ἐν ἁπάσαις γὰρ ταῖς κατὰ τὴν οἰκουμένην Ἐκκλησίαις, τοῦ ἱεροῦ καθηγουμένου συλλόγου, ἅπας ὁ λαὸς τὸν εὐεργέτην ὑμνεῖ, τῆς θείας φιλανθρωπίας τὰς θαυματουργίας διεξιών. Ὑμνοῦσι δὲ αὐτὸν οἱ τῆς σωτηρίας τετυχηκότες, τὴν ξένην ὁρῶντες μεταβολήν. Οἱ γὰρ πάλαι πολλοῖς ἀρδόμενοι προφητικοῖς ποταμοῖς, καὶ καρπὸν ὥριμον προσφέροντες τῷ Θεῷ, νῦν οὐδὲ νοτίδος μικρᾶς ἀπολαύουσιν, ἀλλ᾽ ἔρημοι παντελῶς διὰ τὴν οἰκείαν πονηρίαν τῆς προτέρας ἀρδείας γεγένηνται. Ἔθετο ἔρημον εἰς λίμνας ὑδάτων, καὶ γῆν ἄνυδρον εἰς διεξόδους ὑδάτων. Τὰ δὲ πάλαι ἔρημα ἔθνη καὶ οὐδὲ βραχεῖαν ἐσχηκότα λιβάδα, τοῖς τῆς διδασκαλίας ὕδασι περικλύζεται, ὑπὲρ τὴν χρείαν τὰ λογικὰ δεχόμενα ῥεύματα.

Ἰδοὺ τοίνυν πῶς τὰ περὶ τῆς Ἐκκλησίας συμφώνως τῷ Ἡσαΐᾳ ἐκτίθεται. Φησὶ γὰρ κἀκεῖνος· Θήσω τὴν ἔρημον εἰς ἕλη, καὶ διψῶσαν γῆν εἰς ὑδραγωγούς. Καὶ κατῴκισεν ἐκεῖ πεινῶντας, καὶ συνεστήσαντο πόλεις κατοικεσίας. Τοὺς γὰρ πάλαι λιμῷ τηκομένους, καὶ τῆς πνευματικῆς τροφῆς ἐνδεεῖς, ἐν ἐκείνοις κατῴκισε τοῖς ποταμοῖς, καὶ τὴν εὐσεβῆ συνεστήσατο πολιτείαν. Καὶ ἔσπειραν ἀγροὺς, καὶ ἐφύτευσαν ἀμπελῶνας, καὶ ἐποίησαν καρπὸν γεννήματος. Ὁ γὰρ οὐράνιος σπόρος ἐκ τῶν ἀποστόλων ἐκ διαδοχῆς ἀεὶ παραδιδόμενος ἐν ταῖς τοῦ μετανοίας βίου ψυχαῖς κατασπείρεται, περὶ οὗ φησιν ὁ Σωτήρ· Ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι τὸν σπόρον αὐτοῦ· καὶ ἃ μὲν ἔπεσεν ἐπὶ τὰς ἀκάνθας, ἃ δὲ ἐπὶ τὴν πέτραν, ἃ δὲ παρὰ τὴν ὁδὸν, ἃ δὲ ἐπὶ τὴν καλὴν καὶ ἀγαθὴν γῆν. Φυτεύονται δὲ καὶ ἀμπελῶνες, αἱ πανταχοῦ τῆς γῆς Ἐκκλησίαι, κατὰ τὸ, Ἐγώ σε ἐφύτευσα, ἄμπελον καρποφόρον, πᾶσαν ἀληθινήν· καὶ, Ἄμπελος ἐγενήθη τῷ ἠγαπημένῳ ἐν κέρατι, ἐν τόπῳ πίονι. Ὁ γὰρ ἀμπελὼν Κυρίου Σαβαὼθ οἶκος τοῦ Ἰσραήλ ἐστι, καὶ ἄνθρωπος τοῦ Ἰούδα, νεόφυτον ἠγαπημένον. Ὡς γὰρ τὴν τῶν Ἰουδαίων ἐδήλου διὰ τούτων συναγωγὴν, οὕτω νῦν τὴν τῶν ἐθνῶν Ἐκκλησίαν.

Ὅτι δὲ καρπὸν δικαιοσύνης ἐποίησαν τὰ ἔθνη, φησὶν ὁ Σωτήρ· Ἀρθήσεται ἡ βασιλεία τοῦ Θεοῦ ἐκ τοῦ προτέρου λαοῦ, καὶ δοθήσεται ἔθνει ποιοῦντι τὸν καρπὸν αὐτῆς. Καὶ εὐλόγησεν αὐτοὺς, καὶ ἐπληθύνθησαν σφόδρα· καὶ τὰ κτήνη αὐτῶν οὐκ ἐσμίκρυνε.

εʹ. Ταῦτα τροπικῶς εἴρηκεν ὁ προφήτης. Καὶ ὁ Κύριος δὲ παραβολαῖς τοιαύταις ἐχρήσατο, καὶ ποτὲ μὲν τοὺς ἀποστόλους ἐκάλεσε θεριστὰς, ποτὲ δὲ ἑαυτὸν σπορέα καὶ γεωργὸν, καὶ γῆν καλὴν τοὺς εὐπειθῶς δεχομένους τοῦ λόγου τὰ σπέρματα. Καὶ ὁ Ἀπόστολος δέ φησιν· Ἐγὼ ἐφύτευσα, Ἀπολλῶς ἐπότισεν, ὁ δὲ Θεὸς ηὔξανε· καὶ πάλιν· Θεοῦ γεώργιόν ἐστε, Θεοῦ οἰκοδομή ἐστε.

Καὶ ἔσπειραν τοίνυν οἱ ἀπόστολοι τὰ σωτήρια κηρύγματα, καὶ τοὺς λογικοὺς τῷ Θεῷ κατεφύτευσαν παραδείσους, καὶ τὸν ὥριμον τῆς δικαιοσύνης καρπὸν τῷ Θεῷ προσεκόμισαν. Καὶ ἅπαντες δὲ οἱ μετ᾽ ἐκείνους τὴν διδασκαλίαν πεπιστευμένοι, ταὐτὸ τοῦτο δρῶντες διατελοῦσιν.

Ὁ γὰρ σπείρων ἐπ᾽ εὐλογίαις, ἐπ᾽ εὐλογίαις καὶ θερίσει, κατὰ τὸν θεῖον ἀπόστολον· κτήνη δὲ καλεῖ τοὺς ὑπ᾽ αὐτῶν νεμομένους, οὓς αὐτὸς ηὔξησε, τῆς θαυματουργίας χορηγήσας τὴν δύναμιν. Καὶ μάρτυς ὁ μακάριος Λουκᾶς ἐν ταῖς Πράξεσι λέγων· Ὁ δὲ Κύριος προσετίθει τοὺς σωζομένους καθ᾽ ἡμέραν. Καὶ αὐτὸς δὲ ὁ Κύριος πρόβατα καλεῖ τοὺς πεπιστευκότας. Τὰ πρόβατα γὰρ, φησὶ, τὰ ἐμὰ τῆς φωνῆς μου ἀκούει. Καὶ ὠλιγώθησαν καὶ ἐκακώθησαν ἀπὸ θλίψεως κακῶν καὶ ὀδύνης. Οὗτοι μὲν οὖν, φησὶν, οἱ πάλαι τὴν ἔρημον οἰκοῦντες καὶ ἄνυδρον, τοσαύτης εὐθηνίας καὶ εὐλογίας πεπιστευκότες ἀπήλαυσαν· οἱ δὲ πάλαι τῆς τῶν προφητῶν ἀπολαύσαντες ἀρδείας, εἶτα ταύτης στερηθέντες διὰ τὴν πονηρίαν τῆς γνώμης καὶ ἔρημοι παντελῶς μεμενηκότες καὶ ἄκαρποι, παντοδαπαῖς περιέπεσον συμφοραῖς καὶ εἰς ἅπασαν τὴν οἰκουμένην διεσκεδάσθησαν, ὥστε τὴν πολυάνθρωπον αὐτῶν μητρόπολιν ὑπὸ ὀλίγων οἰκεῖσθαι. Ἐξεχύθη ἐξουδένωσις ἐπ᾽ ἄρχοντας αὐτῶν.

Μαρτυρεῖ δὲ τῇ προῤῥήσει τὰ πράγματα. Καὶ γὰρ οἱ δοκοῦντες αὐτῶν ἄρχοντες εἶναι καὶ διδάσκαλοι, οὐδενὸς ἄξιοι καθεστήκασι λόγου, ἀλλ᾽ οἱ πάλαι περιφανεῖς περίβλεπτοι, ἄσημοι παντελῶς εἰσι, καὶ ὑπ᾽ αὐτῶν ἐκείνων καταφρονούμενοι. Εἰ γὰρ καὶ σωματικῶς οἱ Ἰουδαῖοι πληθύνουσι κατὰ τὸ, Καὶ ἦν ὁ ἀριθμὸς τῶν υἱῶν Ἰσραὴλ, ὡς ἡ ἄμμος τῆς θαλάσσης, ἀλλ᾽ οὐ πάντας ἀξίους ἀποφαίνει τὸ Πνεῦμα τὸ ἅγιον· λέγει γὰρ διὰ Ἡσαΐου τοῦ προφήτου· Ἐὰν γένωνται υἱοὶ Ἰσραὴλ, ὡς ἡ ἄμμος τῆς θαλάσσης, τὸ κατάλειμμα σωθήσεται· ὅπερ νῦν λέγει, ὅτι Ὠλιγώθησαν, καὶ κατεφθάρησαν ἀπὸ συνοχῆς κακῆς καὶ ταλαιπωρίας. Ἀλλὰ ταῦτα μὲν οἱ πολλοί· οἱ δὲ προύχοντες ἐν ἀξιώμασι καὶ γνώσει παρεδόθησαν ἐξουδενώσει, οὓς δὴ Καὶ ἐπλάνησεν ὁ Θεὸς ἐν ἀβάτῳ, καὶ οὐχ ὁδῷ. Καὶ ἐπλάνησεν αὐτοὺς ἐν ἀβάτῳ, καὶ οὐχ ὁδῷ. Ὁ δὲ Σύμμαχος οὕτως· Καὶ πλανήσει αὐτοὺς ἐν ματαιότητι διανοίας. Ὁ δὲ Θεὸς οὐκ ἐπάγει πλάνην, ἀλλὰ τοὺς μὴ πειθομένους αὐτῷ, ἀκυβερνήτους ἐᾷ· οἱ δὲ ἀκυβέρνητοι τῇδε κἀκεῖσε περιφερόμενοι, πλανῶνται. Τοῦτο καὶ Ἰουδαῖοι πεπόνθασι· τὴν εὐθεῖαν γὰρ καταλιπόντες ὁδὸν τοῖς οἰκείοις ἕπονται λογισμοῖς. Καὶ ἐβοήθησε πένητι ἐκ πτωχείας, καὶ ἔθετο, ὡς πρόβατα, πατριάς. Ὁ δὲ Σύμμαχος· Καὶ ὀχυρώσεις πένητα ἀπὸ κακώσεως. Πένητα δὲ λέγει τὸν ἐξ ἐθνῶν λαόν. Καὶ ἔθετο, ὡς πρόβατα, πατριάς. Ὁ δὲ Ἀκύλας· Καὶ θήσει, ὡς ποίμνιον συγγενείας.

Καὶ ὁ Σύμμαχος· Καὶ τάξει, ὡς ποίμνια, τὰς συγγενείας.

Λέγει δὲ τὰς κατὰ πόλιν καὶ χώραν συστάσας Ἐκκλησίας. Καὶ ὁ Σωτὴρ δέ φησι περὶ τοῦ ἰδίου λαοῦ· Τὰ ἐμὰ πρόβατα τῆς ἐμῆς φωνῆς ἀκούει. Ὡς δὲ περὶ μελλόντων καὶ μήπω παρόντων φησίν. Ὄψονται εὐθεῖς καὶ εὐφρανθήσονται, καὶ πᾶσα ἀνομία ἐμφράξει στόμα αὐτῆς. Ταῦτα γὰρ ὁρῶντες οἱ μὲν εὐθύτητι λογισμῶν κεχρημένοι, θυμηδίας ἐμπίμπλανται· οἱ δὲ δυσσεβείᾳ καὶ παρανομίᾳ συζῇν προαιρούμενοι, κύπτειν εἰς γῆν καὶ σιγᾷν ἀναγκάζονται, τῇ δικαίᾳ χαλινούμενοι ψήφῳ.

Τίνα δὲ ὄψονται, ἀλλ᾽ ἢ τὴν ἀπὸ τῶν χειρόνων ἐπὶ τὰ κρείττω μεταβολήν; Διὸ τοῖς τὰ τέλη τῶν προφητειῶν τεθεαμένοις ἔλεγεν ὁ Σωτήρ· Ὑμῶν δὲ μακάριοι ὀφθαλμοὶ, ὅτι βλέπουσιν, ἃ πολλοὶ προφῆται ἐπεθύμησαν ἰδεῖν, καὶ οὐκ εἶδον. Ἀνομίαν δὲ νοήσεις τὸν διάβολον, καὶ πάντα τὸν κατ᾽ αὐτὴν πεποιημένον. Τίς σοφὸς καὶ φυλάξει ταῦτα, καὶ συνήσουσι τὰ ἐλέη τοῦ Κυρίου;

Τὸ πολὺ γὰρ αὐτῶν ἀνάκειται πνευματικῇ διανοίᾳ, καὶ δεῖται σοφίας εἰς νόησιν. Ἀλλ᾽ οὐ διαγνῶναι τὰς φιλανθρώπους τοῦ Σωτῆρος οἰκονομίας, οὔτε τὸ τὰς θείας νομοθεσίας φυλάξαι, παντὸς, ἀλλὰ τοῦ βοῶντος πρὸς τὸν Δεσπότην· Ἀποκάλυψον τοὺς ὀφθαλμούς μου, καὶ κατανοήσω τὰ θαυμάσια ἐκ τοῦ νόμου σου. Δι᾽ ὧν δὲ λέγει, Συνήσουσιν, ὡς μέλλουσαν τοῖς ἐξ ἐθνῶν τὴν θεωρίαν ἀνέπεμψεν· ᾧ ἡ δόξα Χριστῷ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.