Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τοὺς ψαλμοὺς 101-107

Ἰωάννης ὁ Χρυσόστομος

Η ανοικοδόμηση της Σιών και η δημιουργία του νέου λαού

Σχολιασμός της συγκρότησης της Εκκλησίας, της θείας συγκατάβασης, των ατελεύτητων ετών του Κυρίου και της πνευματικής κληρονομιάς των πιστών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 2 από 17

Ὅτι οἰκοδομήσει Κύριος τὴν Σιὼν, καὶ ὀφθήσεται ἐν τῇ δόξῃ αὐτοῦ. Ἐπειδὴ γὰρ οἱ τὰς θείας ἀγνοοῦντες οἰκονομίας, ἀσθένειαν ὑπελάμβανον τοῦ Θεοῦ τὴν Ἰουδαίων δουλείαν καὶ τῆς Ἱερουσαλὴμ τὴν ἐρημίαν, εἰκότως ἐκάλεσε δόξαν τοῦ Θεοῦ τὴν τῆς πόλεως νεουργίαν· ἀντὶ τοῦ, πάλιν τῆς Σιὼν οἰκοδομηθείσης, ἐν τῇ προτέρᾳ δόξῃ πάντες ὄψονται τὸν τῶν ὅλων Θεόν. Ἡνίκα πάντως μέσος τοῦ χοροῦ τῶν ἀποστόλων ἵστατο, τότε ἐν τῇ δόξῃ αὐτοῦ δηλαδὴ τοῖς σημείοις τῶν παθημάτων ἐφαίνετο· φησὶ γὰρ πρὸς τὸν Θωμᾶν· Φέρε τὸν δάκτυλόν σου ὧδε, καὶ ἴδε τὰς χεῖράς μου, καὶ τὰ ἑξῆς. Δόξαν δὲ τὰ πάθη καλεῖ, ἐπειδὴ δι᾽ αὐτῶν τὴν οἰκουμένην ὑπέταξε. Νοήσεις δὲ καὶ ἑτέρως τὸ, Οἰκοδομήσει Κύριος τὴν Σιών. Γενόμενος γὰρ σὰρξ ὁ Θεὸς Λόγος, καὶ σκηνώσας ἐν ἡμῖν, ᾠκοδόμησε τὴν Ἐκκλησίαν, πνευματικῶς Σιὼν ὀνομαζομένην. Ὀφθήσεται ἐν τῇ δόξῃ αὐτοῦ, ὅταν σκηνώσαντος ἐν ἡμῖν αὐτοῦ θεασώμεθα Τὴν δόξαν αὐτοῦ, δόξαν ὡς Μονογενοῦς παρὰ Πατρὸς, πλήρης χάριτος καὶ ἀληθείας. Ἐπέβλεψεν ἐπὶ τὴν προσευχὴν τῶν ταπεινῶν, καὶ οὐκ ἐξουδένωσε τὴν δέησιν αὐτῶν.

γʹ. Οὐ κατεφρόνησε, φησὶν, ὡς αἰχμαλώτων καὶ δούλων, ἀλλ᾽ ἐδέξατο τὴν ἱκετείαν καὶ δέδωκε τὴν ἐλευθερίαν. Ταπεινοὺς δὲ τοὺς ταπεινόφρονάς φησι, περὶ ὧν ὁ Κύριος ἔλεγεν· Ἐπὶ τίνα ἐπιβλέψω, ἀλλ᾽ [ἢ] ἐπὶ τὸν πρᾶον καὶ ἡσύχιον καὶ τρέμοντά μου τοὺς λόγους; Αἰνίττεται δὲ τοὺς ἀποστόλους. Ἢ καὶ προσευχὴν λέγει τῶν ταπεινούντων ἑαυτοὺς προφητῶν, περὶ οὓς εἴρητο τὸ, Προσευχὴ τῷ πτωχῷ· καὶ περὶ τῆς δεήσεως ἔλεγε· Καὶ ἐνώπιον Κυρίου ἐκχέῃ τὴν δέησιν αὐτοῦ, δι᾽ ἣν ἀνοικοδομήσει τὴν Σιὼν, καὶ τὰ ῥηθέντα ποιήσει. Γραφήτω αὕτη εἰς γενεὰν ἑτέραν· καὶ λαὸς ὁ κτιζόμενος αἰνέσει τὸν Κύριον. Ἡ διὰ τοῦ ψαλμοῦ προσευχὴ, καὶ ἡ περὶ τῶν ἐθνῶν ἐπαγγελία προφητευομένη, καθάπερ ἐν στήλῃ τυπωθεῖσα, δέδοται τοῖς Ἰουδαίοις εἰς τὸ φυλάττεσθαι τῷ νέῳ λαῷ καὶ τῇ κατὰ Χριστὸν γενεᾷ, καθ᾽ ἣν ἐκτίσθη τὰ ἔθνη διὰ τῆς πίστεως· περὶ ὧν καὶ ὁ μακάριος λέγει Παῦλος· Εἴ τις ἐν Χριστῷ καινὴ κτίσις. Καὶ αὐτὸς δὲ ὁ θεσπέσιος Δαυῒδ ἐν τῷ εἰκοστῷ πρώτῳ ἔφη ψαλμῷ· Ἀναγγελήσεται τῷ Κυρίῳ γενεὰ ἡ ἐρχομένη, καὶ ἀναγγελοῦσι τὴν δικαιοσύνην αὐτοῦ λαῷ τῷ τεχθησομένῳ, ὃν ἐποίησεν ὁ Κύριος. Ἐν αὐτῷ τε τῷ Χριστῷ κτίζονται οἱ δύο, ὁ ἐξ ἐθνῶν καὶ ὁ ἐκ περιτομῆς λαὸς, εἰς ἕνα καινὸν ἄνθρωπον.

Ἀλλοίωσιν γὰρ νῦν, ἀλλ᾽ οὐκ οὐσίωσιν ἡ κτίσις δηλοῖ· ὁποῖον καὶ τὸ, Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ, ὁ Θεός· καὶ τὸ, Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ. Οὐ γὰρ καθάπαξ ἐκτίσθη τὸ λέγον πρόσωπον, ἀλλ᾽ εἰς ἀρχὴν ὁδῶν Θεοῦ τῶν εἰς τὰ ἔργα αὐτοῦ. Τὸ γὰρ ἀρχήν τινων κτισθῆναι δηλοῖ σχέσιν, ἀλλ᾽ οὐκ ἀλλοίωσιν. Ὁ κτιζόμενος οὖν οὕτω λαὸς, αἰνέσει τὸν Κύριον, εἰς γνῶσιν ἐρχόμενος τοῦ μόνου Θεοῦ. Εἰ δὲ οὐσίωσιν ἐσήμανεν, οὐχ, Ὁ κτιζόμενος, ἂν εἶπεν, ἀλλ᾽, Ὁ κτισθείς. Οὐ γὰρ δὴ ἐν τῷ οὐσιῶσθαι, ἀλλ᾽ ἐν τῷ μετασκευάζεσθαι μένειν δυνατόν.

Οὕτως ὁ λαὸς καὶ τὰ παλαιὰ καὶ τὰ νέα παιδευόμενος, τὸν προσήκοντα ὕμνον ἀναπέμπει τῷ Σωτῆρι Θεῷ. Ὅτι ἐξέκυψεν ἐξ ὕψους ἁγίου αὐτοῦ, Κύριος ἐξ οὐρανοῦ ἐπὶ τὴν γῆν ἐπέβλεψεν. Ἐκκύψαι ἀπὸ τοῦ ὕψους ὁ Σωτὴρ λέγεται κατὰ τὸν καιρὸν τῆς σαρκώσεως, ὡς ἄνω μείνας καὶ κάτω φανείς. Τοῦτο γὰρ τῶν ἐκκυπτόντων ἀπὸ τοῦ ὕψους ἴδιον. Ἐξέκυψε δὲ τὴν γῆν ἐπιδεῖν, τουτέστιν ἐπισκέψασθαι. Ὑπάρχων δὲ ὁ Κύριος ἀσώματος οὐσία καὶ νοερὰ, μᾶλλον δὲ ὑπὲρ ταῦτα, μηδαμοῦ περατούμενος, οὐ περιγράφεται τόπῳ· διαφοιτᾷ δὲ τῇ δυνάμει δι᾽ ὅλης τῆς κτίσεως. Ἐν τῷ κόσμῳ γὰρ ἦν, καὶ ὁ κόσμος δι᾽ αὐτοῦ ἐγένετο. Καὶ λέγεται διατρίβειν ἐν τοῖς κρείττοσι τοῦ κόσμου μέρεσι, κατὰ τὸ, Ὁ κατοικῶν ἐν οὐρανοῖς· καὶ, Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, οὐ κατὰ περιοχὴν, ἀλλ᾽ ἀφάτῳ δυνάμει τοῖς ἰδίοις ἔργοις παρών. Ἐν οὐρανῷ τοίνυν οὕτω λεγόμενος εἶναι, τῷ προνοεῖσθαι καὶ τῆς γῆς, ἐπέβλεψεν εἰς αὐτήν. Τοῦ ἀκοῦσαι τοῦ στεναγμοῦ τῶν πεπεδημένων, τοῦ, λῦσαι τοὺς υἱοὺς τῶν τεθανατωμένων· τοῦ ἀναγγεῖλαι ἐν Σιὼν τὸ ὄνομα Κυρίου, καὶ τὴν αἴνεσιν αὐτοῦ ἐν Ἱερουσαλήμ. Τὴν αἰτίαν ἡμῖν τῆς κλήσεως τῶν ἐθνῶν παρατίθεται. Αὕτη δέ ἐστιν ἡ τοῦ Σωτῆρος ἐπιφάνεια, ἣν ἐποίησε κλίνας οὐρανούς. Τίνες δὲ οἱ πεπεδημένοι, ἢ οὓς σειραῖς ἁμαρτιῶν ἔσφιγξεν ὁ μισόκαλος δαίμων;

Υἱοὶ δὲ τῶν τεθανατωμένων εἶεν οἱ ἐξ ἐθνῶν, καθ᾽ ὃ ἀπέθανον οἱ πατέρες αὐτῶν ταῖς ἰδίαις ἁμαρτίαις, εἰδωλολατροῦντες ἔτι, σειραῖς τε τῶν οἰκείων ἁμαρτημάτων ἕκαστος σφιγγόμενοι· ὧν τὴν ἐπιστροφὴν μηνύων ὁ Ἡσαΐας πρὸς τὸν Θεὸν ἔλεγεν· Καὶ σοὶ ἀκολουθήσουσι δεδεμένοι χειροπέδαις, καὶ ἐν σοὶ προσεύξονται καὶ προσκυνήσουσί σοι. Ἐκ Σιὼν γὰρ ἀρξάμενον τὸ Εὐαγγέλιον, εἰς πᾶσαν τὴν γῆν διεδόθη. Ἐκ γὰρ Σιὼν ἐξελεύσεται νόμος, καὶ λόγος Κυρίου ἐξ Ἱερουσαλὴμ, καὶ κρινεῖ ἀνὰ μέσον ἐθνῶν πολλῶν.

Ἐν τῷ ἐπισυναχθῆναι λαοὺς ἐπὶ τὸ αὐτὸ, καὶ βασιλεῖς τοῦ δουλεύειν τῷ Κυρίῳ. Ἀπεκρίθη αὐτῷ ἐν ὁδῷ ἰσχύος αὐτοῦ· Τὴν ὀλιγότητα τῶν ἡμερῶν μου ἀνάγγειλόν μοι. Μὴ ἀναγάγῃς με ἐν ἡμίσει ἡμερῶν μου. Ὁδὸν ἰσχύος αὐτοῦ τὴν ἐπὶ γῆς παρουσίαν φησίν.

Ἦλθε γὰρ ἵνα δήσῃ τὸν ἰσχυρόν. Ηὔχετο γὰρ ἰδεῖν, εἰ φθάσει εἰς ἐκείνας τὰς ἡμέρας ἡ ζωὴ αὐτοῦ, καθ᾽ ἃς ἔμελλεν ἐνανθρωπήσας ἐπὶ γῆς φαίνεσθαι ὁ Μονογενής. Τέως μὲν γὰρ ἐπὶ τοῦ παρόντος, ὅτε ταῦτα προφητεύω, καὶ μέλλοντα ἔσεσθαι προορῶ, ἔοικα ἐν μέρει ἡμέρας εἶναι Θεοῦ· λείπει δέ μοι ἡ αὐτοψία τῆς τῶν προφητευομένων ἐκβάσεως, ἧς εἰ τύχοιμι, τελείαν λήψομαι τὴν ἐμαυτοῦ ζωήν· εἰ δὲ ἀστοχήσω τῆς εὐχῆς, ἔοικα τοῖς ἐν ἡμίσει ἡμερῶν τὴν ζωὴν ἀτελῆ καὶ ἄωρον ἀποτιθεμένοις.

Καί μοι δοκεῖ διὰ τὰς τοιαύτας τῶν προφητῶν φωνὰς ὁ Σωτὴρ ἡμῶν εἰρηκέναι· Πολλοὶ προφῆται καὶ δίκαιοι ἐπεθύμησαν ἰδεῖν ἃ ὑμεῖς βλέπετε, καὶ οὐκ εἶδον, καὶ ἀκοῦσαι ἃ ὑμεῖς ἀκούετε, καὶ οὐκ ἤκουσαν. Ἐν γενεᾷ γενεῶν τὰ ἔτη σου. Τὸν λόγον πάλιν πρὸς τὸν Κύριον ἔτρεψεν. Αὐτοῦ γὰρ τὰ ἔτη, ἃ ἐν σαρκὶ πεποίηκεν, ἐν γενεᾷ γενεῶν, ὡς ἀπηρτισμένην καὶ ὁλόκληρον τὴν πολιτείαν ἔχοντα· ὅθεν καὶ ὁ Παῦλος τοὺς ἐν τελειότητι παραστῆσαι βουλόμενος, ἔλεγεν· Ἵνα καταντήσωμεν οἱ πάντες εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ. Κατ᾽ ἀρχὰς σὺ Κύριε, τὴν γῆν ἐθεμελίωσας, καὶ ἔργα τῶν χειρῶν σου εἰσὶν οἱ οὐρανοί. Αὐτοὶ ἀπολοῦνται, σὺ δὲ διαμένεις.

δʹ. Δύναται τὸ, Κατ᾽ ἀρχὰς, κείμενον ἀναιρεῖν δόξαν τῶν λεγόντων, πάντων τὴν γῆν στοιχεῖον εἶναι, ὡς πάντα ἐξ αὐτῆς γεγενῆσθαι, οὐδενὸς προτέρου αὐτῆς ὄντος. Φαίνεται γὰρ οὐκ ἀρχὴ, ἀλλὰ κατά τινας προεπινοουμένας ἀρχὰς θεμελίους αὐτῆς ὑπάρχειν. Εἴρηται καὶ τῷ Ἰὼβ ὑπ᾽ αὐτοῦ τοῦ Κυρίου, ὡς θεμελιώσαντος τὴν γῆν· Ποῦ ἦς ἐν τῷ θεμελιοῦν με τὴν γῆν; Θεμελιοῦντος δὲ τοῦ Κυρίου, δι᾽ οὗ τὰ πάντα γεγένηται, τὴν γῆν, καὶ περὶ τοῦ Πατρὸς λέγεται· Ὁ Θεὸς ἐν τῇ σοφίᾳ ἐθεμελίωσε τὴν γῆν. Καὶ τὸ εἰρημένον δὲ περὶ Θεοῦ, Κρεμάζων τὴν γῆν ἐπ᾽ οὐδενὸς, ἐμφαίνει τὴν ἐν τῷ μεσωτάτῳ τοῦ παντὸς χώραν αὐτὴν ἐσχηκέναι. Καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται. Καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτοὺς, καὶ ἀλλαγήσονται. Ἅπαντα μὲν γὰρ τὰ ὁρώμενα καταγηράσει, καὶ ἱματίου μιμήσεται παλαιότητα· σὺ δὲ αὐτὰ ἀλλάξεις καὶ νεουργήσεις, καὶ ἄφθαρτα ποιήσεις ἀντὶ φθαρτῶν. Τοῦτο καὶ ὁ θεῖος ἀπόστολος ἔφη· Ὅτι καὶ αὐτὴ ἡ κτίσις ἐλευθερωθήσεται ἀπὸ τῆς δουλείας τῆς φθορᾶς εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ Θεοῦ. Σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσι. Τὴν μὲν οὖν κτίσιν μεταῤῥυθμίζεις ὡς θέλεις, ὦ Δέσποτα· σὺ δὲ ἄτρεπτον ἔχεις τὴν φύσιν καὶ ἀλλοιώσεως κρείττονα. Ταῦτα μέντοι ὁ θεῖος Ἀπόστολος τῇ τοῦ Υἱοῦ περιτέθεικεν ἰδιότητι ἐν τῇ πρὸς Ἑβραίους Ἐπιστολῇ. Ἀλλ᾽ ὅμως ἐν τῷ Υἱῷ θεωροῦμεν τὸν Πατέρα.

Ἃ γὰρ ἂν ἐκεῖνος ποιῇ, ταῦτα καὶ ὁ Υἱὸς ὡσαύτως ποιεῖ, καὶ τὸ ταὐτὸν τῆς φύσεως ἐν ἑκατέρῳ γνωρίζεται. Μίαν γὰρ ἴσμεν τῆς Τριάδος ἐνέργειαν.

Οἱ υἱοὶ τῶν δούλων σου κατασκηνώσουσι, καὶ τὸ σπέρμα αὐτῶν εἰς τὸν αἰῶνα κατευθυνθήσεται. Ἀντὶ δὲ τοῦ, Κατευθυνθήσεται, ὁ Σύμμαχος, Διαμενεῖ, τέθεικε. Σημαίνει δὲ ὡς οἱ μὲν τῆς δουλείας ἀπαλλαγέντες, τὴν Ἱερουσαλὴμ οἰκήσουσι· τὸ δὲ ἐξ αὐτῶν σπέρμα εἰς τὸν αἰῶνα διαμενεῖ. Υἱοὺς δὲ δούλων τοῦ Θεοῦ οὐ πάντως κατὰ σάρκα δεῖ λαβεῖν, ἀλλὰ κατὰ παίδευσιν καὶ μίμησιν ἀληθινῆς πολιτείας· ταύτῃ γὰρ καὶ υἱοὶ τῶν προφητῶν τινες ἐκαλοῦντο, τὸ κατὰ προφητικὴν ἕξιν ἴσως γεγενῆσθαι παρ᾽ αὐτῶν· σπέρμα δὲ αὐτῶν τούτων οἱ πρὸς αὐτῶν ὠφελούμενοι ἐτύγχανον.

Περὶ δὲ τούτου τοῦ σπέρματος ὁ θεῖος Ἀπόστολος ἔφη· Μέχρις οὗ ἔλθῃ τὸ σπέρμα, ᾧ ἐπήγγελται· καὶ, Τῷ Ἀβραὰμ ἐῤῥέθησαν αἱ ἐπαγγελίαι καὶ τῷ σπέρματι αὐτοῦ. Οὐ λέγει δὲ, Τοῖς σπέρμασιν, ὡς ἐπὶ πολλῶν, ἀλλ᾽ ὡς ἐφ᾽ ἑνὸς, Καὶ τῷ σπέρματί σου, ὅς ἐστιν ὁ Χριστός. Τοῦτο τὸ σπέρμα εἰς τὸν αἰῶνα διαμενεῖ. Ἑνωθὲν γὰρ τῷ Θεοῦ Λόγῳ ἀνώλεθρον ἔχει τὸ εἶναι, καὶ δωρεῖται ζωὴν τοῖς πιστεύουσι, κατὰ τὴν αὐτοῦ τοῦ Κυρίου φωνήν· λέγει γάρ· Ὁ τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα, ζήσεται εἰς τὸν αἰῶνα, ἐν αὐτῷ Χριστῷ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.