Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τοὺς Ψαλμούς

Ἰωάννης ὁ Χρυσόστομος

Ερμηνεία στους Ψαλμούς 127 έως 133 (Ωδές των Αναβαθμών)

Ερμηνεία των υπολοίπων Ωδών των Αναβαθμών (Ψαλμοί 127-133), με αναφορές στην ομόνοια, τον φόβο του Θεού και την πνευματική ταπεινοφροσύνη.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 11 από 16

ΕΙΣ ΤΟΝ ΡΚΖʹ ΨΑΛΜΟΝ. Μακάριοι πάντες οἱ φοβούμενοι τὸν Κύριον. αʹ. Ὅρα αὐτὸν ἐντεῦθεν ἀρχόμενον, ἔνθα κατέληξεν. Ὥσπερ γὰρ ἐκεῖ διὰ τοῦτο αὐτοὺς ἐμακάρισεν, ὅτι οὐ καταισχύνονται, τοῦ τὸν Θεὸν ἔχειν βοηθὸν, καὶ μεθ᾽ ἑαυτῶν· οὕτω καὶ ἐνταῦθα ἐντεῦθεν προοιμιάζεται, λέγων· Μακάριοι πάντες οἱ φοβούμενοι τὸν Κύριον. Καὶ πάλιν καθολικὸν ποιεῖται τὸν λόγον, ἀπ᾽ ἐκείνων λαβὼν τὴν ἀρχήν. Καὶ καλῶς εἶπε, Πάντες· κἂν δοῦλός τις ᾖ, κἂν δεσπότης, κἂν πένης, κἂν τὸ σῶμα ἀνάπηρος, κἂν ὁστισοῦν, οὐδὲν τούτων κωλύει τὸ μακαρισμὸν τοῦτον ἔχειν, ὃν αὐτός φησι. Τὸν μὲν γὰρ ἄλλον τὸν ψευδῆ καὶ πεπλασμένον, καὶ ὃν πολλοὶ ζηλοῦσι, πολλὰ συνελθόντα μόλις ποιεῖ· κἂν μὴ πάντα συνδράμῃ, οὐκ ἂν γένοιτό τις μακάριος παρ᾽ ἀνθρώποις· οἷόν τι λέγω· ἐάν τις ᾖ πλούσιος, οὐκ ἀρκεῖ τοῦτο αὐτῷ πρὸς μακαρισμὸν, ἀλλὰ δεῖ καὶ ὑγίειαν προσεῖναι. Κἂν γὰρ πλούσιος μὲν ᾖ, τὸ σῶμα δὲ πεπηρωμένος, χωλεύει τὰ τῆς μακαριότητος αὐτῷ, καὶ τῶν πενομένων ἐστὶν ἀθλιώτερος. Πολλοὶ γοῦν πλουτοῦντες, καὶ νόσῳ παλαίοντες, τοὺς διὰ τῶν στενωπῶν χωροῦντας πένητας μακαρίζουσι, καὶ ἀθλίους ἑαυτοὺς εἶναι νομίζουσι μετὰ τῶν μυρίων ταλάντων.

Πάλιν ἂν ὑγιαίνῃ μὲν τὸ σῶμα, καὶ πλούσιος ᾖ, δόξης δὲ μὴ ἀπολαύῃ, ἕτερον κώλυμα πάλιν. Καὶ γάρ εἰσί τινες χρήματα μὲν κεκτημένοι πολλὰ, καὶ τὸ σῶμα ἀσινὲς ἔχοντες, τὰ δὲ ἀνήκεστα πάσχοντες ὑπὸ τῶν εἰς στρατείαν τελούντων, καὶ δυναστείαν περιβεβλημένων.

Τῷ γὰρ μηδεμιᾶς μετέχειν τιμῆς καὶ ἀθλιωτέρους πάντων ἑαυτοὺς εἶναι νομίζουσιν, ὑποκύπτοντες, ὧν πολλάκις δούλους ἔχουσιν εὐπορωτέρους. Πάλιν ἂν δόξα μὲν ᾖ, καὶ πλοῦτος, καὶ ὑγίεια σώματος, ἀσφάλεια δὲ μὴ παρῇ, ἐπιβουλευόντων μυρίων, φθονούντων, βασκαινόντων, μισούντων, κατηγορούντων, συκοφαντούντων, πάντων ἀθλιώτερος ἔσται, λαγωοῦ βίον ζῶν ὁ τοιοῦτος, καὶ τὰς σκιὰς ὑποπτεύων, καὶ πάντας τρέμων καὶ δεδοικώς. Ἂν δὲ καὶ τούτων ἀπαλλαγῇ, φιλῆται δὲ παρὰ πάντων, καὶ κατὰ ῥοῦν αὐτῷ φέρηται πάντα, καὶ δόξα, καὶ πλοῦτος, καὶ ἀσφάλεια, καὶ τιμὴ (ὅπερ ἀμήχανον συνδραμεῖν, ἀλλ᾽ ὅμως κείσθω τῷ λόγῳ), κἂν ἅπαντα τοίνυν ταῦτα ἐπιῤῥέῃ, καὶ μηδὲν ᾖ τὸ διακόπτον, ἀλλὰ καὶ εὔνοια δήμου, καὶ δόξης μέγεθος, καὶ χρημάτων περιουσία, καὶ σώματος ὑγίεια, καὶ ἀσφάλεια πᾶσα, καὶ τὸ ἀχείρωτον αὐτῷ συντρέχῃ, μοχθηρὰν πολλάκις συνοικίσας ἑαυτῷ γυναῖκα, καὶ διεστραμμένην, ἀθλιώτερος πάντων τῶν οὐδὲν ἐκείνων ἐχόντων γίνεται. Ἐὰν δὲ καὶ αὐτὴ χρηστή τις ᾖ, καὶ κατὰ νοῦν αὐτῷ καὶ κατὰ γνώμην συμβαίνῃ, παιδία κτησάμενον φαῦλα ἀθλιώτερον πάντων εἶναι ἀνάγκη τὸν τοιοῦτον· ἢ μηδ᾽ ὅλως κτησάμενον θρηνεῖν καὶ ὀδύρεσθαι. Καὶ ὅπουπερ ἂν ἴδῃ τις τῶν ἀνθρώπων, πολλοὺς ὄψεται τοὺς κρημνούς. Καὶ τί δεῖ τἄλλα λέγειν; Πολλάκις οἰκέτης μοχθηρὸς πάντα ἀνέτρεψε καὶ συνέχεε, καὶ οὐδὲν οὕτω σφαλερὸν, ὡς τὸ ἐν ἀνθρώποις κομᾷν.

Ἀλλ᾽ οὐχ ὁ τὸν Θεὸν φοβούμενος τοιοῦτος, ἀλλὰ τῶν κυμάτων ἀπηλλαγμένος, ἐν γαλήνῃ κάθηται καὶ λιμένι, τὴν ὄντως δρεπόμενος μακαριότητα. Διὰ δὴ τοῦτο πάντα ἐκεῖνα παραδραμὼν ὁ προφήτης τοῦτον μακαρίζει μόνον. Ἐκεῖνος μὲν γὰρ ὁ μακαρισμὸς, ἂν μὴ πάντα συνδράμῃ, οὐκ ἄν ποτε σταίη· μᾶλλον δὲ καὶ ὅταν συνδράμῃ, τότε σαλεύεται παρ᾽ αὐτῶν ἐκείνων τῶν τικτόντων αὐτόν. Καὶ γὰρ πλοῦτος ἀπώλεσε, καὶ γυνὴ πολλάκις εὔμορφος κατέλυσε, καὶ οἰκετῶν γένος προέδωκε, καὶ παῖδες γενόμενοι πατραλοῖαι κατέστησαν· καὶ ὅπερ ἔφθην εἰπὼν, πολλὰ πανταχόθεν ἔχει τὰ σφαλερά. Ἐνταῦθα δὲ κἂν πάντα συῤῥέῃ τἀναντία, οὐ μόνον οὐδὲν παραβλάπτει τὸν μακαρισμὸν τοῦτον, ἀλλὰ καὶ ἰσχυρότερον αὐτὸν καθίστησι καὶ ἀνδρειότερον. Κἂν γὰρ πενία, κἂν ἀτιμία, κἂν πήρωσις σώματος ᾖ, κἂν γυναικὸς μοχθηρία, κἂν παῖδες μοχθηροὶ, κἂν ὁτιοῦν εἴπῃς, οὐχ ὑποσκελίζει τοῦτον τὸν μακαρισμὸν, οὐδὲ παρασαλεύει. Οὐ γὰρ ἐξ ἐκείνων ἔχει τὴν γένεσιν, ἵνα καὶ ὑπ᾽ ἐκείνων σείηται τῶν παρασυρομένων, ἀλλ᾽ ἄνωθεν τὴν ῥίζαν κέκτηται· διὸ καὶ ἀχείρωτος μένει. Καὶ εἰ βούλεσθε, ἐπ᾽ αὐτῶν τῶν πραγμάτων μεταχειρίσωμεν τοῦτον.

Οὐχὶ δοῦλος ἦν Ἰωσήφ; οὐχὶ ξένος; οὐχὶ ἄπολις; οὐχὶ βαρβάρων οἰκέτης, πρότερον μὲν Σαρακηνῶν, ὕστερον δὲ ἀγριωτέρων τῶν Αἰγυπτίων; οὐχὶ μοιχὸς ἐνομίζετο; οὐ κατηγορεῖτο; οὐκ ἐσυκοφαντεῖτο; οὐ δεσμωτήριον ᾤκει; οὐχ ἅλυσιν περιέκειτο; Καὶ τί τούτων αὐτὸν ἔβλαψεν; Ἀλλὰ διὰ ταῦτα μὲν οὖν μάλιστα μακάριος ἦν. Τὸ γὰρ δὴ θαυμαστὸν τοῦτο, ὅπερ ἔφθην εἰπὼν, ὅτι οὐδὲν οὐ μόνον παραβλάπτεται ὁ μακαρισμὸς ἐντεῦθεν οὗτος, ἀλλὰ καὶ λαμπρότερος καὶ φαιδρότερος γίνεται. Εἰ γὰρ μηδὲν τούτων ἔπαθεν, οὐκ ἂν οὕτω μακάριος ἦν.

βʹ. Βούλει καὶ τοὺς σφοδρότερον ἐν κακίᾳ διατρίψαντας εἴπω, εἶτα ἀθρόον μεταβαλομένους, καὶ πᾶσαν ἐκείνην τὴν κακίαν ἀποδυσαμένους; Τί τοῦ λῃστοῦ γέγονεν ἀθλιώτερον; Ἀλλ᾽ ἀθρόον μακαριώτερος ἐφάνη πάντων. Καίτοι μυρίους εἰργάσατο φόνους· καὶ γὰρ σταυρῷ κατεδικάζετο, καὶ τὴν ἐπὶ θάνατον ἤγετο, καὶ πάντες αὐτοῦ κατηγόρουν, καὶ ὁ χρόνος ἅπας ἀνάλωτο, καὶ ὁ βίος δεδαπάνητο ἐν πονηρίᾳ· ἀλλ᾽ ἐπειδὴ ἐν βραχεῖ χρόνῳ τὸν Θεὸν ὡς χρὴ φοβηθῆναι ἐφοβήθη, μακάριος γέγονε. Οὕτω καὶ ἡ πόρνη, καίπερ τὴν ὥραν ἐμπορευομένη, καὶ πᾶσιν εἰς ὕβριν προκειμένη, καὶ διὰ τοῦτο πάντων οὖσα ἀθλιωτέρα, μακαρία κατέστη, τὸν Θεὸν ὡς δεῖ φοβηθεῖσα. Οὐδὲν γάρ ἐστι κακὸν, ὃ μὴ σβέννυσιν ὁ τοῦ Θεοῦ φόβος· ἀλλὰ καθάπερ τὸ πῦρ οἷον ἂν λάβῃ σίδηρον διεστραμμένον, ἢ ἰοῦ πολλοῦ γέμοντα, καὶ λαμπρὸν ἀποδείκνυσι καὶ φαιδρὸν, ἀποσμήχων, καὶ τελείως τὴν διαστροφὴν ἀνορθοῖ· οὕτω καὶ ὁ τοῦ Θεοῦ φόβος καὶ ἐν βραχεῖ χρόνῳ πάντα ἐργάσεται, καὶ τοὺς ὑπ᾽ αὐτοῦ βαφέντας οὐδενὶ τῶν ἀνθρωπίνων ἀφίησιν ὑποσκελίζεσθαι. Οὐκ ἀσθενὴς ἦν ὁ Τιμόθεος; οὐχὶ διηνεκῶς ἐν νόσοις καὶ ταλαιπωρίαις; Τί οὖν ἐκείνου μακαριώτερον γέγονε; τί δαὶ ὁ Ἰώβ; εἰπέ μοι· οὐκ ἐν πενίᾳ κατέστη; οὐκ ἐν ἀπαιδίᾳ; οὐκ ἐν πληγῇ σώματος χαλεπωτάτῃ; οὐκ ἐν ὀνείδεσιν; οὐκ ἐν ὕβρεσιν; οὐκ ἐν λοιδορίαις; οὐκ ἐν λιμῷ; οὐκ ἐν ἅπασι τοῖς ἀνθρωπίνοις κακοῖς;

Ἀλλ᾽ ὅμως ἁπάντων καὶ οὗτος μακαριώτερος γέγονεν. Οὐ μόνον γὰρ οὐδὲν τούτων αὐτὸν ὑπεσκέλισεν, ἀλλὰ καὶ στερεώτερον εἰργάσατο. Καὶ γυνὴ δὲ μετὰ πάντων ἐκείνων ἐπέκειτο αὐτῷ ὀνειδίζουσα, καὶ ὅμως διὰ πάντων ἔλαμψε.

Ταῦτα οὖν ἅπαντα ἐννοῶν ὁ Προφήτης ἔλεγε· Μακάριοι πάντες οἱ φοβούμενοι τὸν Κύριον, φησὶν, οἱ πορευόμενοι ἐν ταῖς ὁδοῖς αὐτοῦ. Ἵνα γὰρ μὴ νομίσῃς ἀρκεῖν σοι τὸν φόβον, προσέθηκε τὸ, Οἱ πορευόμενοι ἐν ταῖς ὁδοῖς αὐτοῦ, δηλῶν ἀμφότερα, ὅτι Οἱ φοβούμενοι καὶ πορευόμενοι. Πολλοὶ γὰρ πίστιν ἔχοντες ἀκριβῆ, βίον δὲ διεφθαρμένον, ἀθλιώτεροι πάντων γεγόνασιν. Ἵνα οὖν μὴ δόξῃ ἐντεῦθεν ὁ λόγος ἐλέγχεσθαι, ἐπήγαγεν· Οἱ πορευόμενοι ἐν ταῖς ὁδοῖς αὐτοῦ. Τίνες δὲ αἱ τοῦ Θεοῦ ὁδοὶ, ἀλλ᾽ ἢ ἡ κατὰ ἀρετὴν πολιτεία; Διὰ ταύτης γὰρ ἔστιν εἰς τὸν οὐρανὸν ἀνιέναι, καὶ τῆς μητροπόλεως ἐπιλαμβάνεσθαι, καὶ αὐτὸν ὁρᾷν τὸν Θεὸν, ὡς ἀνθρώπῳ δυνατὸν ὁρᾷν. Ὁδοὶ δὲ αὐτοῦ λέγονται, ἐπειδὴ δι᾽ αὐτῶν ἔστιν ἀπελθεῖν πρὸς τὸν Θεόν.

Καὶ οὐκ εἶπεν, ὁδὸς, ἀλλ᾽ ὁδοὶ, δεικνὺς ὅτι πολλαὶ αὐταὶ καὶ διάφοροι. Διὰ γὰρ τοῦτο πολλὰς αὐτὰς ἔτεμε, τῇ ἀφθονίᾳ τῶν ὁδῶν εὔκολον ποιῶν ἡμῖν τὴν εἴσοδον. Οἱ μὲν γὰρ τῶν ἀνθρώπων ἐν παρθενίᾳ λάμπουσιν, οἱ δὲ ἐν γάμῳ διαπρέπουσιν, ἄλλοι χηρείᾳ κοσμοῦνται· καὶ οἱ μὲν τὰ πάντα ἀπεδύσαντο, οἱ δὲ τὰ ἡμίση· καὶ οἱ μὲν δι᾽ ὀρθοῦ βίου, οἱ δὲ διὰ μετανοίας· διὰ γὰρ τοῦτο πολλὰς ἔτεμεν ὁδοὺς, ἵνα εὐκόλως ὁδεύῃς. Οὐκ ἴσχυσας μετὰ τὸ λουτρὸν καθαρὸν διαφυλάξαι σου τὸ σῶμα; Δύνασαι διὰ μετανοίας σαυτὸν ποιῆσαι καθαρὸν, δύνασαι διὰ χρημάτων, δι᾽ ἐλεημοσύνης. Ἀλλ᾽ οὐκ ἔχεις χρήματα; Ἀλλ᾽ ἐπισκέπτεσθαι δύνασαι τὸν ἀῤῥωστοῦντα, ἀπιέναι πρὸς τὸν δεδεμένον, ψυχροῦ ποτήριον διδόναι, καὶ ὁμωρόφιον ποιεῖν τὸν ξένον, δύο παρέχειν ὀβολοὺς, ὡς ἡ χήρα, καὶ στενάζειν ἐπὶ τοῖς ὀδυνωμένοις. Καὶ γὰρ καὶ τοῦτο ἐλεημοσύνη. Ἀλλ᾽ ἔρημος εἶ καὶ πένης καθ᾽ ὅλου, καὶ ἀσθενὴς τὸ σῶμα, καὶ οὐδὲ βαδίσαι δύνασαι; Φέρε πάντα εὐχαρίστως ταῦτα, καὶ μέγαν ἐκαρπώσω τὸν μισθόν. Ἐπεὶ καὶ τοῦ Λαζάρου τοῦτο ἦν τὸ κατόρθωμα.

Οὐδὲ γὰρ ἀπὸ χρημάτων ἐκεῖνος ἐπεκούρησέ τινι. Πῶς γὰρ ὁ μηδὲ τῆς ἀναγκαίας εὐπορῶν τροφῆς; Οὐκ εἰς δεσμωτήριον εἰσῆλθε. Πῶς γὰρ ὁ μηδὲ ὀρθοῦσθαι δυνάμενος; Οὐκ ἄῤῥωστον ἐπεσκέψατο. Πῶς γὰρ ὁ προκείμενος ταῖς γλώσσαις τῶν κυνῶν;

Ἀλλ᾽ ὅμως καὶ τούτων χωρὶς τὸ βραβεῖον τῆς ἀρετῆς ἥρπασε τῷ πάντα γενναίως ἐνεγκεῖν, τῷ τὸν μὲν ὠμὸν καὶ ἀπάνθρωπον εὐδοκιμοῦντα καὶ ἐντρυφῶντα ὁρᾷν, ἑαυτὸν δὲ ἐν τοσούτοις κακοῖς, καὶ μηδὲν ἀπηχὲς ῥῆμα φθέγξασθαι. Διὰ δὲ τοῦτο τοὺς κόλπους ἀπελάμβανε τοῦ Ἀβραὰμ ὁ νεκροῦ οὐδὲν ἄμεινον διακείμενος, ἀλλ᾽ ἀργὸς ἐν τῷ πυλῶνι τοῦ πλουσίου τότε ἐῤῥιμμένος, καὶ μετὰ τοῦ τοσαῦτα κατωρθωκότος πατριάρχου ἐστεφανοῦτο· καὶ ἀνηγορεύετο, καὶ τῶν κόλπων ἀπέλαυε τῶν ἐκείνου, οὐκ ἐλεημοσύνας ποιήσας, οὐκ ἀδικουμένῳ χεῖρα ὀρέξας, οὐ ξένους ὑποδεξάμενος, οὐκ ἄλλο τῶν τοιούτων οὐδὲν ἐπιδείξασθαι δυνηθεὶς, ἀλλ᾽ ἐν πᾶσι μόνον εὐχαριστήσας, καὶ τὸν τῆς ὑπομονῆς λαμπρὸν ἀπενεγκὼν στέφανον. Μέγα γὰρ ἔργον εὐχαριστία καὶ φιλοσοφία, καὶ καρτερία ἐν τοσούτοις κακοῖς γυμναζομένη· καὶ πάντων μεῖζον κατόρθωμα τοῦτο. Ὅθεν καὶ ὁ Ἰὼβ ἐστεφανοῦτο, διὸ καὶ ὁ διάβολος ἔλεγε· Δέρμα ὑπὲρ δέρματος, καὶ πάντα ὅσα ὑπάρχει τῷ ἀνθρώπῳ δώσει ὑπὲρ τῆς ψυχῆς αὐτοῦ· ἀλλὰ ἀπόστειλον τὴν χεῖρά σου, καὶ ἅψαι τῆς σαρκὸς αὐτοῦ. Οὐ γὰρ μικρὸν, ὀδυνωμένην χαλινῶσαι ψυχὴν, πρὸς τὸ μηδὲν ἁμαρτεῖν.

Τοῦτο μαρτυρίου ἴσον, τοῦτο κολοφὼν τῶν ἀγαθῶν. γʹ. Καὶ σὺ τοίνυν, ἀγαπητὲ, πολλάκις ὑπὸ νόσου κατεχόμενος, ἢ πυρετῶν, ἢ ἀλγηδόνων τῆς ὀδύνης σε ἀναγκαζούσης εἰπεῖν τι βλάσφημον, ἐὰν κατάσχῃς σαυτὸν, καὶ εὐχαριστήσῃς, καὶ δοξολογήσῃς τὸν Θεὸν, τὸν αὐτὸν λήψῃ μισθόν. Τίνος γὰρ ἕνεκεν βλασφημεῖς, εἰπέ μοι, καὶ πικρὸν ῥῆμα ἐκφέρεις; Μὴ κουφότερόν σοι γίνεται τὸ ἄλγος; Μάλιστα μὲν γὰρ εἰ καὶ κουφότερον ἐγίνετο, οὐδὲ οὕτως ἔδει τολμᾷν, οὐδὲ ψυχῆς σωτηρίαν ἀποδόσθαι, τῷ σώματί σου τὴν παραμυθίαν ἐπινοοῦντα· νῦν δὲ οὐ μόνον οὐ κουφίζεταί σου τὸ ἄλγος, ἀλλὰ καὶ χαλεπώτερον γίνεται.

Ὁ γὰρ διάβολος ὁρῶν ὅτι ἴσχυσέ τι, καὶ εἰς βλασφημίαν σε ἐξήγαγεν, ἐπιτείνει τὴν κάμινον, ἀνάπτει τὴν ὀδύνην, ὥστε αὐτῷ πληρῶσαι τὴν ἐπιθυμίαν. Μάλιστα μὲν οὖν, ὅπερ ἔφην, εἰ καὶ ἐκουφίζετο, οὐκ ἔδει τοῦτο ποιεῖν· ὅταν δὲ μηδὲ κερδαίνῃς τι, τίνος ἕνεκεν σαυτὸν κατασφάττεις; Ἀλλ᾽ οὐκ ἀνέχῃ σιγᾷν; Οὐκοῦν εὐχαρίστει τῷ Θεῷ· οὐκοῦν δοξολόγει τὸν δοκιμάζοντα ἐν τῇ καμίνῳ. Ἀντὶ τῆς βλασφημίας δοξολογίαν εἰπέ. Ὧδε καὶ μέγας ὁ μισθὸς, καὶ κουφότερον γίνεται τὸ ἕλκος. Οὕτω καὶ ἐκεῖνος ὁ μακάριος φθεγγόμενος ἔλεγεν· Ὁ Κύριος ἔδωκεν, ὁ Κύριος ἀφείλετο.

Καὶ πάλιν· Εἰ τὰ ἀγαθὰ ἐδεξάμεθα παρὰ Κυρίου, τὰ κακὰ οὐχ ὑποίσομεν; Ἀλλ᾽ ἐμοὶ, φησὶν, οὐκ ἔδωκε πλοῦτον. Οὐκοῦν ἔλαττον τὸ ἕλκος. Οὐ γάρ ἐστιν ἴσον ἀπολαύσαντα τῶν ἀπὸ τοῦ πλούτου γυμνωθῆναι τούτου, καὶ μηδὲ πεῖραν λαβόντα ἐν πενίᾳ ζῇν. Εἰ γὰρ τὰ τῶν ἄλλων ὁρῶντες κακὰ, καὶ τοῖς ἑαυτῶν ἀντεπεξάγοντες λυπηροῖς, χαλεπώτερα τῇ συγκρίσει τὰ ἑαυτῶν νομίζουσι πολλοὶ τῶν πενομένων· ὅταν μὴ ἑτέρωθεν, ἀλλ᾽ ἐξ αὐτῶν ποιῶνται τὴν σύγκρισιν, ἐννόησον πῶς χαλεπώτερα τὰ τῆς ἀθυμίας, ὅσῳ καὶ ἡ πεῖρα πλείονα παρασκευάζει τῆς ἀφαιρέσεως τὴν αἴσθησιν. Ταύτῃ καὶ ἡ ἀπαιδία κουφοτέρα ἡ ἐξ ἀρχῆς τῆς μετὰ τὴν εὐπαιδίαν. Οὐ γάρ ἐστιν ἴσον μὴ λαβεῖν, καὶ μετὰ τὸ λαβεῖν ἀφαιρεθῆναι. Φέρε τοίνυν τὰ συμπίπτοντα πάντα γενναίως· τοῦτο γάρ σοι μαρτύριόν ἐστιν. Οὐ γὰρ τὸν κελευόμενον θῦσαι, τὸ μὴ θῦσαι, ἀλλὰ καταξανθῆναι μᾶλλον, ἢ τοῦτο ποιῆσαι, ποιεῖ μαρτύριον μόνον· ἀλλὰ καὶ τὸ τῆς ὀδύνης εἰς βλασφημίαν ἐξαγούσης, ἑλέσθαι ἐγκαρτερῆσαι τῷ πόνῳ, καὶ μηδὲν ἀπηχὲς εἰπεῖν, μάρτυρα ἐργάζεται.

Ἐπεὶ καὶ ὁ Ἰὼβ, οὐκ ἐπειδὴ κελευόμενος θῦσαι οὐκ ἔθυσε, διὰ τοῦτο ἐστεφανώθη, ἀλλ᾽ ἐπειδὴ γενναίως ἤνεγκε τὰς ὀδύνας. Καὶ Παῦλος δὲ ἐντεῦθεν ἀνεκηρύττετο, ἀπὸ τῶν μαστίγων, ἀπὸ τῶν θλίψεων, ἀπὸ τῶν ἄλλων ὧν ὑπέμεινε μετὰ εὐχαριστίας. Τοὺς πόνους τῶν καρπῶν σου φάγεσαι· μακάριος εἶ καὶ καλῶς σοι ἔσται. Τίνος ἕνεκεν διπλασιάζει τὸν μακαρισμόν;

Ἐπειδὴ οἶδεν αὐτοῦ τὸ μέγεθος, ἐντρυφᾷ τῇ φαντασίᾳ τοῦ πράγματος. Καὶ τί τὸ, Καλῶς; εἰπέ μοι. Ἡ γυνή σου ἄμπελος εὐθηνοῦσα ἐν τοῖς κλίτεσι τῆς οἰκίας σου. Ἄλλος φησὶν, Ἐν τοῖς ἐσωτάτοις. Ἄλλος, Ἐν τοῖς μηροῖς. Υἱοί σου ὡς νεόφυτα ἐλαιῶν κύκλῳ τῆς τραπέζης σου. Ἰδοὺ οὕτως εὐλογηθήσεται ἄνθρωπος ὁ φοβούμενος τὸν Κύριον. Τί λέγεις; εἰπέ μοι· τοῦτο ὁ μακαρισμός; τοῦτο τὸ κέρδος; οἰκίας εὐθηνία, καὶ τὸ τῶν οἰκείων ἀπολαῦσαι πόνων, καὶ παίδων πλῆθος, καὶ γυνή; Οὐ τοῦτο, ἀλλὰ τοῦτο ἐκ περιουσίας. Ζητεῖτε γὰρ πρῶτον τὴν βασιλείαν τῶν οὐρανῶν, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν. Ἐπειδὴ οὖν ἀτελεστέροις ἔτι διελέγετο, ὥσπερ παιδία μικρὰ ἀπὸ τῶν αἰσθητῶν ἐνάγει. Καὶ μὴ θαυμάσῃς.

Εἰ γὰρ Παῦλος τοῦτο ποιεῖ ἐν τῷ καιρῷ τῆς τοσαύτης φιλοσοφίας πρὸς τοὺς ἔτι χαμαὶ βαδίζοντας ἀπὸ τούτων διαλεγόμενος· πολλῷ μᾶλλον ὁ Προφήτης. Καὶ ποῦ τοῦτο ὁ Παῦλος ποιεῖ; Πολλαχοῦ. Καὶ γὰρ ὅταν περὶ παρθενίας διαλέγηται, οὐδὲν περὶ τῶν μελλόντων αὐτοῖς λέγει· ἀλλὰ τὴν ἀπαλλαγὴν τῶν ἀπὸ τοῦ γάμου προσγινομένων λυπηρῶν μόνον τίθησι· καὶ ὅταν δὲ περὶ τῆς εἰς γονέας τιμῆς, τῷ αὐτῷ κέχρηται τρόπῳ, οὕτω λέγων· Ἥτις ἐστὶν ἐντολὴ πρώτη ἐν ταῖς ἐπαγγελίαις. Τίς δέ ἐστιν ἡ ἐντολή; Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου, καὶ ἔσῃ μακροχρόνιος ἐπὶ τῆς γῆς. Ἀλλὰ καὶ ὅταν περὶ τῆς εἰς τοὺς ἐχθροὺς φιλοσοφίας γράφῃ, πάλιν αἰσθητὸν τίθησιν ἔπαθλον, λέγων· Τοῦτο γὰρ ποιῶν, ἄνθρακας πυρὸς σωρεύσεις ἐπὶ τὴν κεφαλὴν αὐτοῦ.

Ἀλλ᾽ ὁ Χριστὸς οὐχ οὕτως· οὐδὲ γὰρ αὐτὸς ἀσθενέσι διαλέγεται· ἀλλ᾽ ἐπὶ μὲν τῇ παρθενίᾳ τὴν βασιλείαν τίθησιν, ἐπὶ δὲ τῷ τοὺς ἐχθροὺς ἀγαπᾷν, τὸ γενέσθαι ὁμοίους τῷ Θεῷ, ὡς ἀνθρώπους ὄντας ὁμοίους γενέσθαι ἔνι. Ὥσπερ οὖν καὶ ἐν τῇ Παλαιᾷ, ἔνθα διὰ τῶν αἰσθητῶν ἤγοντο, τοὺς φιλοσοφεῖν εἰδότας ἀπὸ τῶν μειζόνων ὀψόμεθα ἐναγομένους. Καὶ τοῦτο δηλῶν ὁ Παῦλος ἔλεγε· Κατὰ πίστιν ἀπέθανον οὗτοι μὴ κομισάμενοι τὰς ἐπαγγελίας, ἀλλὰ πόῤῥωθεν αὐτὰς ἰδόντες καὶ ἀσπασάμενοι. Οὐ τοίνυν ὁ μισθὸς τῶν φοβουμένων τὸν Θεὸν οὗτος μόνος, τῶν οἰκείων ἡ ἀπόλαυσις, καὶ γυνὴ, καὶ παῖδες, καὶ εὐθηνία οἰκίας· ἀλλὰ ταῦτα μὲν ἐκ περιουσίας καὶ ἐν τάξει προσθήκης· τὰ δὲ κεφάλαια καὶ μεγάλα, πρῶτον μὲν αὐτὸ τὸ φοβεῖσθαι τὸν Θεὸν, ἐν ἑαυτῷ τὴν ἀμοιβὴν ἔχον· ἔπειτα δὲ καὶ τὰ ἀπόῤῥητα ἐκεῖνα, Ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη. Εὐλογήσαι σε Κύριος ἐκ Σιὼν, καὶ ἴδοις τὰ ἀγαθὰ Ἱερουσαλήμ.

Ἕτερος, Καὶ ὅρα ἐν ἀγαθοῖς Ἱερουσαλήμ. Ἀγαθὰ τὴν πόλιν λέγει, τὸν πλοῦτον, τὴν εὐπρέπειαν, τὰς νίκας, τὰς τιμὰς, τὴν εὐθηνίαν, τὴν εὐετηρίαν, τὴν ἀσφάλειαν, τὴν εἰρήνην. δʹ. Πάσας τὰς ἡμέρας τῆς ζωῆς σου. Καλῶς τῇ προσθήκῃ τῶν ἡμερῶν κέχρηται. Καὶ γὰρ καὶ τοῦτο μάλιστα σημεῖον ἦν τοῦ παρὰ τοῦ Θεοῦ ταῦτα δίδοσθαι, καὶ τῆς προνοίας αὐτοῦ δεῖγμα, τὸ μὴ πάσχειν τι ἀνθρώπινον, μηδὲ μεταπίπτειν, καὶ μεταβολὴν ὑπομένειν, πλὴν εἴποτε ὀργισθεὶς αὐτὰ διέκοψε.

Καὶ ἴδοις υἱοὺς τῶν υἱῶν σου. Καὶ μὴν πολλοὶ, φησὶ, φοβούμενοι τὸν Θεὸν ἐν ἀπαιδίᾳ διετέλεσαν. Καὶ τί τοῦτο; Οὐ γὰρ ἐπὶ τοῖς παροῦσιν ἀπεδυσάμεθα, ἀλλὰ προηγουμένως μὲν ἐπὶ τῷ ἀρέσκειν τῷ Θεῷ ἔπειτα δὲ ἐπὶ ταῖς μελλούσαις ἐλπίσι. Καὶ τότε μὲν ταῦτα ἦν τὰ ἔπαθλα· νῦν δὲ οὐρανὸς καὶ τὰ ἐν οὐρανοῖς ἀγαθά. Εἰ δὲ μὴ ἔσχες παῖδας, ὁ φοβούμενος τὸν Θεὸν, πόθεν οἶσθα, εἰ μὴ τῆς εὐπραγίας ταύτης ἕτερα μείζονα ἔδωκεν; Οὐ γὰρ ἑνὶ τρόπῳ πάντας εὐεργετεῖ, ἀλλὰ διαφόρως, πλούσιος ὤν. Πόσοι παῖδας ἐσχηκότες, τοὺς οὐκ ἔχοντας ἐμακάρισαν; πόσοι πλοῦτον κτησάμενοι, τῶν πενήτων ἀθλιώτερον κατέλυσαν; πόσοι δόξης ἀπολαύσαντες, καθάπερ μαχαίρᾳ ταύτῃ περιεπάρησαν, καὶ τὰ ἀνήκεστα πεπόνθασι; Μὴ δὴ τὰ πράγματα ζήτει, μηδὲ ἀπαίτει τὸν Θεὸν εὐθύνας, ἀλλὰ πάντα φέρε γενναίως καὶ μετὰ εὐχαριστίας· μᾶλλον δὲ μηδενὶ τῶν παρόντων προσήλωσο. Διὰ γὰρ τοῦτο τοιαύτην ἐκελεύσθης εὔχεσθαι εὐχὴν, ἐν ᾗ μόνον ἓν αἴτημα αἰσθητὸν αἰτεῖς, καὶ πλέον οὐδέν.

Ἀλλὰ καὶ τοῦτο τῷ μέτρῳ πάλιν γίνεται πνευματικόν. Τὰ μὲν γὰρ ἄλλα πάντα περὶ οὐρανῶν καὶ τῆς ἐκεῖ βασιλείας, καὶ τῆς ἀκριβοῦς πολιτείας, καὶ τῆς τῶν ἁμαρτημάτων ἀπαλλαγῆς ἡμῖν εἴρηται· ὑπὲρ δὲ αἰσθητῶν μίαν λέξιν κελευόμεθα λέγειν. Ποίαν δὲ ταύτην; Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον, καὶ πλέον οὐδέν. Ἐπειδὴ γὰρ πρὸς ἑτέραν λοιπὸν καλούμεθα πατρίδα, καὶ πρὸς μείζονα μετεταξάμεθα ζωὴν, καὶ τὰς αἰτήσεις καταλλήλους ἐκείνῃ δεῖ ποιεῖσθαι· ταῦτα δὲ κἂν ἐπιῤῥέῃ, μετὰ πολλῆς τῆς ἀκριβείας διακρούεσθαι.

Εἰρήνη ἐπὶ τὸν Ἰσραήλ. Ἄλλος, Καὶ ἴδε τοὺς υἱοὺς τῶν υἱῶν σου, εἰρήνην ἐπὶ τὸν Ἰσραήλ. Κατὰ κοινοῦ ἡ εὐχή. Τοῦτο γὰρ μάλιστα ποθοῦσιν, ἅτε μακρῷ τεταριχευμένοι πολέμῳ. Τί γὰρ ὄφελος αὐτοῖς τῶν ἄλλων, εἰρήνης οὐκ οὔσης; Τὸ τοίνυν κεφάλαιον τῶν ἀγαθῶν τῶν τότε, καὶ τὴν ἀσφάλειαν αὐτῶν ἐπαγγέλλεται, τὴν εἰρήνην, καὶ ταύτην διηνεκῆ· ὅπερ μάλιστα τῆς τοῦ Θεοῦ προνοίας ἔργον, τὸ καὶ δοῦναι καὶ μὴ ἀφεῖναι διαπεσεῖν. Ἐπειδὴ γὰρ αὐτὴ τῶν ἀνθρωπίνων ἡ φύσις ῥευστή τίς ἐστι καὶ οὐ διαρκὴς, δεικνὺς ὅτι οὐχ ἁπλῶς αὐτοῖς ἔπεισι ταῦτα ἀλλ᾽ ἀπὸ τῆς ἄνωθεν ῥοπῆς, καὶ νεύοντος τοῦ Θεοῦ, Πάσας τὰς ἡμέρας εἶπε, καὶ εἰρήνην ἐπηγγείλατε διαρκῆ. Καὶ γέγονε τοῦτο, τὸ γοῦν εἰς τὸν Θεὸν ἧκον.

Εἰ δὲ διεκόπη, πάλιν ἀπὸ τῆς ἐκείνων πονηρίας γέγονε καὶ τοῦτο. Ὥσπερ γὰρ ὅταν ἀπειλῇ κολάσεις τισὶ, καὶ διὰ τῆς μετανοίας ἀποκρούωνται τὴν ὀργὴν, ἵσταται τὰ τῆς τιμωρίας· οὕτω κἂν ἀγαθὰ ἐπαγγείληται, ἀνάξιοι δὲ φανῶσιν οἱ τῆς ἐπαγγελίας μέλλοντες ἀπολαύειν, ἀναχαιτίζεται τὰ τῆς ὑποσχέσεως.

Τὸ μὲν οὖν εἰς αὐτὸν ἧκον, πάσας τὰς ἡμέρας αὐτοῖς ἐπηγγείλατο· τῇ δὲ ἑαυτῶν πονηρίᾳ διέκοψαν τὴν δωρεάν. Ταῦτα δὲ λέγω, ἵνα μήτε ἀπειλοῦντος αὐτοῦ ἀπογινώσκωμεν, ἀλλὰ τῇ μετανοίᾳ τὴν ὀργὴν ἀποκρουώμεθα, μηδὲ χρηστὰ ἐπαγγελλομένου ἀναπίπτωμεν, ἀλλὰ τῇ σπουδῇ καὶ τῇ κατὰ τὸν βίον ἐπιμελείᾳ προκαλῶμεν εἰς ἔργον τὰς ὑποσχέσεις. Ἂν γὰρ μὴ τοῦτο ποιῶμεν, οὐκ ἀρκεῖ ἡ ἐπαγγελία σῶσαι μόνη. Ἐπεὶ καὶ τῷ Ἰούδᾳ ἐπηγγείλατο, ὅτι καθιεῖται ἐπὶ τοῦ θρόνου μετὰ τῶν ἕνδεκα μαθητῶν· καὶ οὐκ ἐκάθισεν· ἡ δὲ αἰτία οὐ παρὰ τὸν ὑποσχόμενον, ἀλλὰ παρὰ τὸν ἀνάξιον τῆς ὑποσχέσεως φανέντα. Καὶ ἡμεῖς τοίνυν ἔχοντες βασιλείας ἐπαγγελίαν, μὴ ῥᾳθυμῶμεν, ἀλλὰ τὰ παρ᾽ ἑαυτῶν εἰσφέρωμεν, ἵνα δυνηθῶμεν τῶν αἰωνίων ἀγαθῶν ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΕΙΣ ΤΟΝ ΡΚΗʹ ΨΑΛΜΟΝ. Πλεονάκις ἐπολέμησάν με ἐκ νεότητός μου, εἰπάτω δὴ Ἰσραήλ. Πλεονάκις ἐπολέμησάν με ἐκ νεότητός μου· καὶ γὰρ οὐκ ἠδυνήθησάν μοι. Ἕτερός φησιν ἑρμηνευτὴς, Ἀλλ᾽ οὐκ ἠδυνήθησάν μοι. Καὶ οὗτος τοῦ πρὸ αὐτοῦ ἔχεται ὁ ψαλμός. Ἐπειδὴ γὰρ διεκόπτετο τὰ τῆς οἰκοδομῆς, καὶ πρὸς τέλος τὸ ἔργον οὐκ ᾔει, ἄγων αὐτοὺς εἰς χρηστὰς ἐλπίδας, ἵνα μὴ ἀπογινώσκωσιν, ἐκ τῶν παρελθόντων περὶ τῶν μελλόντων θαῤῥεῖν αὐτοὺς παρασκευάζει, καὶ παιδεύει αὐτοὺς λέγειν ταῦτα τὰ ῥήματα. Ποῖα δέ;

Ὅτι πολλάκις ἐπιθέμενοι, περιγενέσθαι οὐκ ἴσχυσαν, οὐδὲ ὁλοσχερῆ νίκην ἤραντο. Καὶ μὴν ἔλαβον αἰχμαλώτους, φησὶ, καὶ πρὸς τὴν ἀλλοτρίαν μετέστησαν, καὶ πολλοὺς πολέμους ἐνίκησαν. Μάλιστα μὲν καὶ τότε οὐκ ἐκ τῆς οἰκείας ἰσχύος, ἀλλ᾽ ἐκ τῆς τῶν Ἰουδαίων ἁμαρτίας περιεγένοντο. Ἄλλως δὲ οὐ μέχρι τέλους ἔμειναν ὡς περιγεγονότες. Οὐδὲ γὰρ ἴσχυσαν παντελῶς ἀφανίσαι τὸ γένος, οὐδὲ ἐξαλεῖψαι τὴν πόλιν, οὐδὲ εἰς τέλος ἀπολέσαι τὸ ἔθνος· ἀλλὰ πρὸς ὀλίγον, ἐνδιδόντος τοῦ Θεοῦ, περιγενόμενοι, πάλιν ἡττῶντο.

Πῶς δὲ ἡττῶντο; Τῶν Ἰουδαίων ἐπὶ τὴν προτέραν εὐπραγίαν ἐπανιόντων. Ὃ καὶ δηλῶν ἕτερος ἑρμηνευτὴς, Ἀλλ᾽ οὐχ ὑπερίσχυσάν μου, εἶπεν. Ἐπὶ τὸν νῶτόν μου ἐτέκταινον οἱ ἁμαρτωλοὶ, ἐμάκρυναν τὴν ἀνομίαν αὐτῶν. Τί ἐστι τοῦτο; Οὐχ ὡς ἔτυχεν ἐπεβούλευον, φησὶν, ἀλλὰ πολλὰ ἐμηχανῶντο καὶ ἐπραγματεύοντο, δόλους ῥάπτοντες, λάθρᾳ ἐπιτιθέμενοι.

Τὸ γὰρ, Ἐπὶ τὸν νῶτόν μου, ἢ τὸ δολερὸν καὶ ὕπουλον δηλοῖ, ἢ τὸ κατὰ κράτος καὶ μετὰ πολλῆς τῆς σφοδρότητος. Τουτέστιν, αὐτὴν τὴν δύναμίν μου συνθλάσαι ἐπεχείρουν. Ἕτερος δὲ ἀντὶ τοῦ, Ἐτέκταινον, Ἠροτρίασαν, εἶπεν, ἵνα δηλώσῃ, ὅτι ἔργον ἐποιοῦντο τὴν κατὰ τοῦ δικαίου ἐπιβουλήν. Ἐμάκρυναν τὴν ἀνομίαν αὐτῶν. Τί ἐστιν ὃ λέγει; Δείκνυσιν ὅτι οὐ μετὰ σφοδρότητος ἐπῄεσαν μόνον, ἀλλὰ καὶ μετὰ πολλῆς τῆς προσεδρίας, πολὺν δαπανῶντες χρόνον, καὶ ἔργον ποιούμενοι τὴν ἐπιβουλὴν, καὶ ἐπιμένοντες διηνεκῶς. Ἀλλ᾽ οὐδὲν αὐτοῖς ἐγίνετο πλέον. οὐ παρὰ τὴν ἡμετέραν ἰσχὺν, ἀλλὰ παρὰ τὴν τοῦ Θεοῦ δύναμιν. Διόπερ δεικνὺς τὸν ἱστῶντα τὸ τρόπαιον, καὶ τὴν νίκην ἐργαζόμενον, ἐπήγαγε· Κύριος δίκαιος συνέκοψεν αὐχένας ἁμαρτωλῶν. Ἕτερος δὲ ἀντὶ τοῦ, Αὐχένας, Βρόχους εἶπε, δηλῶν τὰς ἐπιβουλὰς, τὰς ἐφόδους, τὰς μηχανάς. Καλῶς δὲ οὐ, διέλυσε, εἶπεν, ἀλλὰ, Συνέκοψεν, ἵνα μᾶλλον ἐμφήνῃ ὅτι τοῦτο εἰργάσατο, ἄχρηστα εἰς τέλος ποιῶν αὐτῶν τὰ βουλεύματα. Καὶ γὰρ ἀρχομένης τῆς πόλεως κτίζεσθαι πάλιν, πολλοὶ πανταχόθεν ἐπιτιθέμενοι ἦσαν τῷ φθόνῳ τηκόμενοι, καὶ οὐχ ἅπαξ, οὐδὲ δὶς, ἀλλὰ καὶ πολλάκις τοῦτο ἐποίουν. Τοῦτο γέγονε καὶ ἐπὶ τῆς Ἐκκλησίας.

Ἀρχομένης γὰρ αὐτῆς φύεσθαι, συνεχῶς ἐπετίθεντο πάντες· παρὰ μὲν τὴν ἀρχὴν βασιλεῖς, καὶ δῆμοι, καὶ τύραννοι· μετὰ δὲ ταῦτα τῶν αἱρέσεων αἱ ἐπιβουλαὶ, καὶ πολὺς πανταχόθεν ὁ πόλεμος καὶ ποικίλος ἀνεῤῥιπίζετο· ἀλλ᾽ ὅμως οὐδὲν ἴσχυσεν· ἀλλὰ τὰ μὲν τῶν πολεμίων ἐλύθη, τὰ δὲ τῆς Ἐκκλησίας ἀνθεῖ. Αἰσχυνθήτωσαν καὶ ἀποστραφήτωσαν εἰς τὰ ὀπίσω πάντες οἱ μισοῦντες Σιών.

Ἄλλος, Ἀνατραπήτωσαν εἰς τὰ ὀπίσω. Γενηθήτωσαν ὡσεὶ χόρτος δωμάτων, ὃς πρὸ τοῦ ἐκσπασθῆναι ἐξηράνθη· οὗ οὐκ ἐπλήρωσε τὴν χεῖρα αὐτοῦ ὁ θερίζων. Ἕτερός φησι, Τὴν δράκα αὐτοῦ. Καὶ τὸν κόλπον αὐτοῦ ὁ τὰ δράγματα συλλέγων.

Καὶ οὐκ εἶπαν οἱ παράγοντες, Εὐλογία Κυρίου ἐφ᾽ ὑμᾶς. Εὐλογήκαμεν ὑμᾶς ἐν ὀνόματι Κυρίου. Εἰς εὐχὴν κατακλείει τὴν παραίνεσιν ἀπό τε τῆς διηγήσεως τῶν παρελθόντων, ἀπό τε τῆς εὐχῆς θαῤῥεῖν παρασκευάζων τὸν ἀκροατὴν, καὶ δεικνὺς τοῦ πολέμου τὴν ὑπόθεσιν ἄδικον. Ἀπὸ γὰρ φθόνου καὶ μίσους τὰ τῆς μάχης ᾔρετο· διό φησιν, Αἰσχυνθήτωσαν καὶ ἀποστραφήτωσαν εἰς τὰ ὀπίσω πάντες οἱ μισοῦντες Σιών. Μὴ μόνον ἡττηθείησαν, ἀλλὰ καὶ αἰσχρῶς καὶ καταγελάστως. Εἶτα εἰπὼν, Γενηθήτωσαν ὡσεὶ χόρτος δωμάτων, ἐνδιατρίβει τῇ εἰκόνι, οὐχ ἁπλῶς χόρτῳ παραβάλλων, ἀλλὰ τῷ ἐπὶ δωμάτων. Καίτοι γε καὶ ὁ ἐν πεδίῳ λιπαρῷ, ταχέως διαῤῥεῖ, ἀλλ᾽ ἐκεῖνος πλείονα δεικνὺς τῶν ἐναντίων τὴν εὐτέλειαν, τῷ ἐπὶ τῶν δωμάτων αὐτοὺς παραβάλλει· ὥστε ἑκατέρωθεν δεῖξαι αὐτῶν τὸ εὐκατάπτωτον, καὶ ἀπὸ τῆς φύσεως τοῦ χόρτου, καὶ ἀπὸ τῆς φύσεως τοῦ τόπου.

Τοιαῦται, φησὶ, τῶν ἐναντίων αἱ ἔφοδοι, οὐκ ἔχουσαι ῥίζαν, οὐδὲ ὑπόστασιν· ἀλλὰ πρὸς ὀλίγον μὲν δοκοῦσιν ἀνθεῖν, ὕστερον δὲ ἐλέγχονται, καὶ ἑαυτοῖς περιπίπτουσι. Τοιαύτη καὶ τῶν ἐν ἀδικίᾳ ζώντων ἡ εὐημερία, τῶν βιωτικῶν ἡ φαιδρότης· ὁμοῦ τε γὰρ φαίνεται καὶ ἀπόλλυται, οὔτε ὑπόστασίν τινα, οὔτε δύναμιν ἔχουσα. Διόπερ οὐ δεῖ τούτοις προσέχειν, ἀλλὰ τὸ εὐκατάλυτον αὐτῶν ἐννοοῦντας, τῶν ἀθανάτων ἐφίεσθαι καὶ ἀκινήτων πραγμάτων, καὶ οὐκ ἐχόντων μεταβολήν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ᾽ οὗ τῷ Πατρὶ ἡ δόξα ἅμα τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΕΙΣ ΤΟΝ ΡΚΘʹ ΨΑΛΜΟΝ. Ἐκ βαθέων ἐκεκραξά σοι, Κύριε· Κύριε, εἰσάκουσον τῆς φωνῆς μου. αʹ. Τί ἐστιν, Ἐκ βαθέων; Οὐχ ἁπλῶς, ἀπὸ στόματος, οὐδὲ ἁπλῶς, ἀπὸ γλώττης· καὶ γὰρ τῆς διανοίας πλανωμένης τὰ ῥήματα ἐκχεῖται· ἀλλὰ, ἀπὸ καρδίας βαθυτάτης, μετὰ πολλῆς τῆς σπουδῆς καὶ τῆς προθυμίας, ἐξ αὐτῶν τῆς διανοίας τῶν βάθρων. Τοιαῦται γὰρ αἱ τῶν θλιβομένων ψυχαί· αὐτὴν συγκινοῦσιν ὁλόκληρον τὴν καρδίαν, μετὰ πολλῆς τῆς κατανύξεως τὸν Θεὸν καλοῦντες· διὸ δὴ καὶ ἀκούονται. Αἱ γὰρ τοιαῦται εὐχαὶ πολλὴν ἔχουσι δύναμιν, οὐ περιτρεπόμεναι οὐδὲ σαλευόμεναι, κἂν μετὰ πολλῆς ῥύμης ὁ διάβολος ἐπέλθῃ. Καθάπερ γὰρ δένδρον ἰσχυρὸν, καὶ κατὰ πολλοῦ τοῦ βάθους τῆς γῆς παραπέμπον τὴν ῥίζαν, καὶ τοὺς κόλπους αὐτῆς περισφίγγον, πρὸς ἅπασαν πνευμάτων ῥύμην ἀνθίσταται, τὸ δὲ περὶ τὴν ἐπιφάνειαν κείμενον, μικρᾶς προσπεσούσης αὔρας διασαλεύεται, καὶ πρόῤῥιζον ἐκτιλὲν ἐπὶ τῆς γῆς κεῖται· οὕτω δὴ καὶ αἱ εὐχαὶ αἱ μὲν κάτωθεν ἀνιοῦσαι καὶ πρὸς τὸ βάθος ἐῤῥιζωμέναι, κἂν μυρίοι προσέλθωσι λογισμοὶ, κἂν ἅπασα ἡ τοῦ διαβόλου παράταξις, ἐκτενεῖς μένουσι καὶ ἀνένδοτοι, μὴ περιτρεπόμεναι· αἱ δὲ ἀπὸ τοῦ στόματος καὶ τῶν χειλέων προϊοῦσαι, καὶ μὴ ἀνερχόμεναι κάτωθεν, οὐδὲ πρὸς τὸν Θεὸν ἀναβῆναι δύνανται, διὰ τὴν ῥᾳθυμίαν τοῦ προσιόντος.

Τὸν γὰρ τοιοῦτον κἂν κτύπος τις γένηται, περιέτρεψε· κἂν θόρυβος, ἀπήγαγε τῆς ἱκετηρίας· καὶ τὸ μὲν στόμα ἠχεῖ, ἡ δὲ καρδία κενὴ καὶ ἡ διάνοια ἔρημος. Ἀλλ᾽ οὐχ οἱ ἅγιοι οὕτως ηὔχοντο, ἀλλὰ μετὰ τοσαύτης τῆς ἐπιτάσεως, ὡς καὶ ὅλον τὸ σῶμα κατακάμπτειν.

Ὁ γοῦν μακάριος Ἠλίας εὐχόμενος, πρῶτον μὲν ἐρημίαν ἐζήτησεν· εἶτα τὴν κεφαλὴν μεταξὺ τῶν γονάτων θεὶς, καὶ μετὰ πολλῆς ἑαυτὸν ἀνακαίων τῆς θερμότητος, οὕτω τὰς εὐχὰς ἠφίει. Εἰ δὲ βούλει καὶ ὀρθὸν ἑστῶτα ἰδεῖν ἐν εὐχῇ, ὅρα πάλιν αὐτὸν ἐκτεταμένον πρὸς τὸν οὐρανὸν, καὶ οὕτως ἐκτεταμένον, ὡς καὶ πῦρ ἄνωθεν κατενεγκεῖν. Οὕτω καὶ ὅτε τῆς χήρας τὸ παιδίον ἀναστῆσαι ἐβούλετο, ὅλον ἑαυτὸν συντείνας, τὴν ἀνάστασιν ἐκείνην εἰργάζετο, οὐ διακλώμενος, οὐδὲ χασμώμενος καθάπερ ἡμεῖς, ἀλλὰ διαθερμαινόμενος τῇ προθυμίᾳ τῆς εὐχῆς. Καὶ τί λέγω τὸν Ἠλίαν καὶ τοὺς ἁγίους ἐκείνους;

Γυναῖκας εἶδον πολλάκις δι᾽ ἀπόδημον ἄνδρα καὶ παιδίον ἀῤῥωστοῦν οὕτως ἐκ βαθέων εὐχομένας, καὶ τοσαύτας πηγὰς ἀφιείσας δακρύων, ὡς καὶ αὐτοῦ τοῦ τέλους ἐπιτυχεῖν τῆς εὐχῆς. Εἰ δὲ ὑπὲρ παιδίου καὶ ἀνδρὸς ἀποδήμου οὕτω θερμαίνονται γυναῖκες ἐν εὐχαῖς, ποίαν ἕξει συγγνώμην ὁ ἀνὴρ τῆς ψυχῆς νενεκρωμένης μαλακιζόμενος; Διά τοι τοῦτο πολλάκις εὐχόμενοι, κενοὶ πάλιν ἀναχωροῦμεν. Ἄκουσον τῆς Ἄννης, πῶς ηὔχετο ἐκ βαθέων, οἵας ἠφίει πηγὰς δακρύων, πῶς μετάρσιος γέγονεν ἀπὸ τῆς εὐχῆς.

Ὁ γὰρ οὕτως εὐχόμενος, καὶ πρὶν ἢ λαβεῖν ἅπερ αἰτεῖ, μεγάλα ἀπὸ τῆς εὐχῆς καρποῦται καλὰ, τὰ πάθη καταστέλλων ἅπαντα, θυμὸν μαλάσσων, φθόνον ἐκβάλλων, ἐπιθυμίαν τήκων, τῶν βιωτικῶν τὸν ἔρωτα καταμαραίνων, ἐν πολλῇ γαλήνῃ τὴν ψυχὴν καθιστὰς, εἰς αὐτὸν λοιπὸν τὸν οὐρανὸν ἀνιών. Καθάπερ γὰρ εἰς σκληρὰν γῆν ὑετὸς καταφερόμενος, ἢ σίδηρον πῦρ μαλάσσει· οὕτω τὸ σκληρὸν τῆς διανοίας τὸ ἀπὸ τῶν παθῶν ἡ τοιαύτη εὐχὴ καὶ πυρὸς σφοδρότερον, καὶ ὑετοῦ μᾶλλον καταμαλάσσει καὶ διαβρέχει.

Ἔστι μὲν γὰρ ἁπαλὴ καὶ εὔπλαστος ἡ ψυχή· ἀλλ᾽ ὅπερ τὸ τοῦ Ἴστρου πολλάκις πάσχει ὕδωρ, τῷ κρυμῷ πετρούμενον, τοῦτο καὶ ἡ ψυχὴ ἡ ἡμετέρα, ὑπὸ τῆς ἁμαρτίας καὶ πολλῆς ῥᾳθυμίας σκληρυνομένη καὶ λίθος γινομένη. Δεῖ τοίνυν ἡμῖν πολλῆς θέρμης. ὥστε καταμαλάξαι τὸ σκληρόν. Τοῦτο δὲ μάλιστα εὐχὴ ἐργάζεται. Ὅταν τοίνυν μεταχειρίζῃ τὴν εὐχὴν, μὴ τοῦτο ζήτει μόνον, ὅπως λάβῃς ὅπερ αἰτεῖς· ἀλλὰ καὶ ὅπως ἐν αὐτῇ τῇ εὐχῇ βελτίω ποιήσῃς τὴν ψυχήν.

Καὶ γὰρ καὶ τοῦτο ἔργον εὐχῆς. Ὁ οὕτως εὐχόμενος, ἀνώτερος γίνεται τῶν βιωτικῶν, πτεροῦται τῇ διανοίᾳ, κοῦφον ποιεῖ τὸν λογισμὸν, οὐδενὶ τῶν παθῶν ἁλίσκεται. Ἐκ βαθέων ἐκέκραξά σοι, Κύριε. Δύο ἐνταῦθα τίθησι, καὶ τὸ, Ἐκ βαθέων, καὶ τὸ κράξαι· κραυγὴν οὐ τὸν τόνον λέγων τῆς φωνῆς, ἀλλὰ τὴν διάθεσιν τῆς γνώμης. Κύριε, εἰσάκουσον τῆς φωνῆς μου. Ἐντεῦθεν δύο μανθάνομεν, ὅτι τε ἁπλῶς οὐκ ἔστι τῶν παρὰ τοῦ Θεοῦ τυχεῖν, ἐὰν μὴ τὰ παρ᾽ ἡμῶν ὑπάρξῃ· διὸ καὶ πρότερόν φησιν, Ἐκ βαθέων ἐκέκραξα, καὶ τότε, Εἰσάκουσον· ἔπειτα ὅτι εὐχὴ ἐκτεταμένη καὶ δακρύων κατανύξεως γέμουσα πολλὴν ἔχει δύναμιν πρὸς τὸ πεῖσαι τὸν Θεὸν ἐπινεῦσαι τοῖς λεγομένοις. Καὶ γὰρ ὥσπερ μέγα τι κατωρθωκὼς, καὶ τὰ παρ᾽ αὐτοῦ πληρώσας, οὕτως ἐπήγαγε· Κύριε, εἰσάκουσον τῆς φωνῆς μου. Γενηθήτω τὰ ὦτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου. Ὦτα τὴν ἀκουστικὴν λέγει δύναμιν· καὶ πάλιν φωνήν φησιν, οὐ τὸν τόνον τοῦ πνεύματος, οὐδὲ τὴν κραυγὴν αἰνιττόμενος, ἀλλὰ τὴν συντεταμένην διάθεσιν.

Ἐὰν ἀνομίας παρατηρήσῃ, Κύριε, Κύριε, τίς ὑποστήσεται; Ἵνα γὰρ μὴ λέγῃ τις, ὅτι Ἁμαρτωλὸς ὢν, καὶ μυρίων γέμων κακῶν, οὐ δύναμαι προσιέναι καὶ εὔχεσθαι, καὶ τὸν Θεὸν καλεῖν, περιαιρῶν ταύτην τὴν σκῆψιν φησίν· Ἐὰν ἀνομίας παρατηρήσῃ, Κύριε, Κύριε, τίς ὑποστήσεται; Τὸ γὰρ, Τίς, ἐνταῦθα οὐδείς ἐστιν. Οὐ γὰρ ἔστιν, οὐκ ἔστιν, οὐδένα μετὰ ἀκριβείας παρέχοντα τῶν πραγμάτων τὰς εὐθύνας, τυχεῖν ἐλέους καὶ φιλανθρωπίας ποτέ.

βʹ. Καὶ ταῦτα λέγομεν, οὐκ εἰς ῥᾳθυμίαν τὰς ψυχὰς ἐμβάλλοντες, ἀλλὰ παραμυθούμενοι τοὺς εἰς ἀπόγνωσιν πίπτοντας. Τίς γὰρ καυχήσεται ἁγνὴν ἔχειν καρδίαν, ἢ τίς παῤῥησιάσεται καθαρὸς εἶναι ἀπὸ ἁμαρτιῶν; Καὶ τί λέγω τοὺς ἄλλους; Εἰ γὰρ Παῦλον εἰς μέσον ἀγάγω, καὶ βουληθείην ἀπαιτῆσαι αὐτὸν ἀκριβῆ τῶν γεγενημένων ἐξέτασιν, οὐ δυνήσεται ὑποστῆναι. Τί γὰρ καὶ δυνήσεται ἐρεῖν;

Προφήτας ἀνέγνω κατὰ ἀκρίβειαν, τοῦ πατρῴου νόμου ζηλωτὴς ὑπάρχων, σημεῖα εἶδεν ἐπιτελούμενα, καὶ ὅμως ἔμενε διώκων, καὶ οὐ πρότερον μετέστη, ἕως τῆς θαυμαστῆς ἐκείνης ἀπέλαυσεν ὄψεως, καὶ τῆς φρικτῆς ἤκουσε φωνῆς· πρὸ δὲ τούτου ἔμενε πάντα φύρων καὶ συγχέων. Ἀλλ᾽ ὅμως πάντα ἐκεῖνα παραδραμὼν ὁ Θεὸς καὶ ἐκάλεσε, καὶ χάριτος ἠξίωσε πολλῆς. Τί δὲ τὸν κορυφαῖον ἐκεῖνον τὸν Πέτρον; οὐ μετὰ μυρία θαύματα καὶ σημεῖα, καὶ τοσαύτην παραίνεσιν καὶ συμβουλὴν, ἤλεγξε εἰς τὸ πτῶμα ἐκεῖνο τὸ χαλεπὸν πεσόντα; Ἀλλ᾽ ὅμως κἀκεῖνο παρέδραμε, καὶ πρῶτον τῶν ἀποστόλων κατέστησε. Διὸ ἔλεγε· Σίμων, Σίμων, ἰδοῦ ἐζήτησεν ὁ σατανᾶς σινιάσαι σε ὡς τὸν σῖτον· κἀγὼ ἐδεήθην περὶ σοῦ, ἵνα μὴ ἐκλίπῃ ἡ πίστις σου. Καὶ μετὰ ταῦτα δὲ, εἰ μὴ ἐλέῳ καὶ φιλανθρωπίᾳ ἔλθῃ κρῖναι, ἀλλ᾽ ἀκριβῆ ποιήσασθαι τὴν ἐξέτασιν, πάντας ὑπευθύνους εὑρήσει πάντως. Διὸ καὶ Παῦλος ἔλεγεν· Οὐδὲν ἐμαυτῷ σύνοιδα, ἀλλ᾽ οὐκ ἐν τούτῳ δεδικαίωμαι. Ἐὰν ἀνομίας παρατηρήσῃ, Κύριε, Κύριε. Ὁ διπλασιασμὸς οὐχ ἁπλῶς, ἀλλὰ θαυμάζοντος, καὶ ἐκπληττομένου τὸν πολὺν τῆς φιλανθρωπίας ἐστὶν ὄγκον, καὶ τὴν μεγαλωσύνην αὐτοῦ τὴν ἀπέραντον, καὶ τὸ ἀχανὲς πέλαγος τῆς ἀγαθότητος. Τίς ὑποστήσεται;

Καὶ οὐκ εἶπε, τίς διαφεύξεται; ἀλλὰ, Τίς ὑποστήσεται; Οὐδὲ στῆναι δυνήσεται, φησίν. Ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστι. Τί ἐστιν, Ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν; Οὐκ ἐν τοῖς ἡμετέροις κατορθώμασιν, ἀλλ᾽ ἐν τῇ ἀγαθότητι τῇ σῇ ἐστι τὸ διαφυγεῖν τὴν κόλασιν.

Τὸ γὰρ διαδρᾶναι τὴν δίκην ἐν τῇ σῇ κεῖται φιλανθρωπίᾳ. Κἂν μὴ ταύτης ἀπολαύσωμεν, τὰ ἡμέτερα οὐκ ἀρκεῖ τῆς μελλούσης ἡμᾶς ἐξαρπάσαι ὀργῆς. γʹ. Τοῦτο καὶ διὰ τοῦ προφήτου δηλῶν ἔλεγεν· Ἐγώ εἰμι ὁ ἐξαλείφων τὰς ἀνομίας σου. Τουτέστι, τοῦτο ἐμόν ἐστι, τῆς ἐμῆς ἀγαθότητος, τῆς ἐμῆς φιλανθρωπίας.

Ὡς τά γε σὰ οὐκ ἀρκεῖ ποτε πρὸς ἐλευθερίαν τιμωρίας, ἂν μὴ τὰ τῆς ἐμῆς προστεθῇ φιλανθρωπίας. Καὶ πάλιν· Ἐγὼ ἀνέχομαι ὑμῶν. Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε. Ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου, Ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον. Ἄλλος, Ἕνεκεν τοῦ νόμου σου. Ἕτερος πάλιν, Ἕνεκεν τοῦ γνωσθῆναι τὸν λόγον σου. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· διὰ τὴν φιλανθρωπίαν σου, διὰ τὸν νόμον σου προσεδόκησα σωτηρίαν· ἐπεὶ εἰς τὰ ἐμαυτοῦ εἰ ἀπεῖδον, πάλαι ἂν ἀπέγνων, πάλαι ἂν ἀπήλπισα· νῦν δὲ τῷ νόμῳ σου προσέχων καὶ τῷ λόγῳ σου, χρηστὰς ἔχω ἐλπίδας.

Ποίῳ λόγῳ; Τῷ τῆς φιλανθρωπίας. Αὐτὸς γάρ ἐστιν ὁ λέγων· Καθὼς ἀπέχει ὁ οὐρανὸς ἀπὸ τῆς γῆς, οὕτως ἀπέχουσιν αἱ βουλαί μου ἀπὸ τῆς βουλῆς ὑμῶν, καὶ αἱ ὁδοί μου ἀπὸ τῶν ὁδῶν ὑμῶν. Καὶ πάλιν· Κατὰ τὸ ὕψος τοῦ οὐρανοῦ ἀπὸ τῆς γῆς ἐκραταίωσε Κύριος τὸ ἔλεος αὐτοῦ ἐπὶ τοὺς φοβουμένους αὐτόν. Καὶ πάλιν· Καθ᾽ ὅσον ἀπέχουσιν αἱ ἀνατολαὶ ἀπὸ δυσμῶν, ἐμάκρυνεν ἀφ᾽ ἡμῶν τὰς ἀνομίας ἡμῶν. Τουτέστιν, οὐ κατορθώσαντας ἔσωσα μόνον, ἀλλὰ καὶ ἁμαρτανόντων ἐφεισάμην, καὶ μεταξὺ τῶν πλημμελημάτων τῶν σῶν τὴν ἀντίληψιν τὴν ἐμαυτοῦ καὶ τὴν κηδεμονίαν ἐπεδειξάμην.

Ἄλλος φησὶν, Ὅπως ἐπίφοβος ἔσῃ, προσεδόκησα τὸν Κύριον. Ἐπίφοβος τίνι; Τοῖς ἐχθροῖς, τοῖς ἐπιβούλοις, τοῖς ἐχθραίνουσί μοι. Τί δέ ἐστι πάλιν, Ἕνεκεν τοῦ ὀνόματός σου; Ὅτι εἰ καὶ ἁμαρτωλὸς ἐγὼ, καὶ μυρίων γέμων κακῶν, φησὶν, ἀλλ᾽ ὅμως ᾔδειν, ὅτι ἵνα μὴ τὸ ὄνομά σου βεβηλωθῇ, οὐκ ἂν περιεῖδες ἡμᾶς ἀπολλυμένους. Ὃ καὶ αὐτὸς ἐν τῷ Ἰεζεκιὴλ λέγει· Οὐ δι᾽ ὑμᾶς ἐγὼ ποιῶ, ἀλλὰ διὰ τὸ ὄνομά μου, ἵνα μὴ βεβηλωθῇ ἐν τοῖς ἔθνεσιν.

Τουτέστιν, ἡμεῖς μὲν οὐκ ἦμεν ἄξιοι σωθῆναι, οὐδὲ εἴχομέν τινα ἀπὸ τῶν πεπραγμένων ἡμῖν προσδοκίαν χρηστήν· διὰ δὲ τὸ ὄνομά σου προσδοκῶμεν σώζεσθαι, καὶ αὕτη ἡμῖν ὑπολέλειπται σωτηρίας ἐλπίς. Ἄλλος, Ἕνεκεν φόβου ὑπέμεινα Κύριον. Ἄλλος, Ἕνεκεν νόμου ὑπέμεινα Κύριον. Ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου. Ἄλλος, Προσεδόκησεν ἡ ψυχή μου τῷ ῥήματι αὐτοῦ. Ἄλλος, Ὑπέμεινεν ἡ ψυχή μου, καὶ τὸ ῥῆμα αὐτοῦ ἐκαραδόκησα.

Τουτέστιν, ἀπὸ τῶν ἐπαγγελιῶν καὶ τῶν συνεχῶν ὑποσχέσεων τῶν περὶ φιλανθρωπίας καὶ χρηστότητος ἄγκυραν εἶχον ἱερὰν, καὶ οὐκ ἀπηγόρευον τὰ κατὰ ἐμαυτόν. Ἀπὸ φυλακῆς πρωΐας μέχρι νυκτὸς ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον. Πάντα τὸν βίον, φησί· τουτέστι, νύκτα καὶ ἡμέραν πᾶσαν.

Οὐδὲν γὰρ πρὸς σωτηρίαν ἴσον τοῦ διαπαντὸς ὁρᾷν, καὶ τῆς ἐλπίδος ἐκκρέμασθαι ἐκείνης, κἂν μυρία συμπίπτῃ τὰ εἰς ἀπόγνωσιν ἐμβάλλοντα. Τοῦτο τεῖχος ἀῤῥαγὲς, τοῦτο ἀσφάλεια ἀχείρωτος, τοῦτο πύργος ἄμαχος. Κἂν τὰ πράγματα τοίνυν θάνατον ἀπειλῇ, καὶ κίνδυνον, καὶ πανωλεθρίαν, μὴ ἀποστῇς ἐλπίζων εἰς Θεὸν, καὶ προσδοκῶν τὴν παρ᾽ αὐτοῦ σωτηρίαν.

Ῥᾴδια γὰρ αὐτῷ πάντα καὶ εὔκολα, καὶ ἐξ ἀπόρων πόρον εὑρεῖν δυνήσεται. Μὴ τοίνυν κατὰ ῥοῦν φερομένων τῶν πραγμάτων προσδόκα ἀπολαύσεσθαι συμμαχίας μόνον· ἀλλὰ καὶ τότε μάλιστα, ὅταν κλυδώνιον ᾖ καὶ χειμὼν, καὶ ὁ περὶ τῶν ἐσχάτων ἐπικρέμαται κίνδυνος. Τότε γὰρ μάλιστα πλεῖον ὁ Θεὸς τὴν ἑαυτοῦ δύναμιν ἐνδείκνυται. Τοῦτο οὖν ἐστιν ὃ λέγει· διαπαντὸς δεῖ πρὸς Κύριον ἐλπίζειν πάντα τὸν βίον, πᾶσαν τὴν ζωήν. Ὅτι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος, καὶ πολλὴ παρ᾽ αὐτῷ λύτρωσις. Καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.

Τί ἐστιν, Ὅτι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος; Πηγὴ καὶ θησαυρὸς ἐκεῖ φιλανθρωπίας, φησὶ, πηγάζων διηνεκῶς. Ὅπου δὲ ἔλεος, καὶ λύτρωσις· καὶ οὐχ ἁπλῶς λύτρωσις, ἀλλὰ καὶ πολλὴ, καὶ φιλανθρωπίας ἄπειρον πέλαγος. Κἂν τοίνυν ὑπὸ τῶν ἁμαρτημάτων ὦμεν προδεδομένοι, ἀναπίπτειν οὐ χρὴ, οὐδὲ ἀπαγορεύειν.

Ὅπου γὰρ ἔλεος καὶ φιλανθρωπία, οὐ γίνονται τῶν πεπλημμελημένων ἀκριβεῖς αἱ εὐθῦναι, τοῦ δικάζοντος διὰ τὸν πολὺν ἔλεον, καὶ τὸ πρὸς φιλανθρωπίαν ἐπιῤῥεπὲς, τὰ πολλὰ παρατρέχοντος. Τοιοῦτον γὰρ ὁ Θεὸς, πρὸς τὸ ἐλεεῖν διηνεκῶς καὶ συγγνώμην διδόναι ἐπιῤῥεπὲς καὶ πρόχειρον. Καὶ αὐτὸς λυτρώσεται τὸν, Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ. Εἰ τοίνυν τοιοῦτός ἐστι, καὶ κέχυται πανταχοῦ τῆς φιλανθρωπίας αὐτοῦ τὸ μέγεθος, εὔδηλον ὅτι καὶ τὸν λαὸν αὐτοῦ σώσει, καὶ ἀπαλλάξει οὐχὶ κολάσεως μόνον, ἀλλὰ καὶ τῶν ἁμαρτημάτων. Ταῦτ᾽ οὖν εἰδότες, μένωμεν παρακαλοῦντες, δεόμενοι, καὶ μηδέποτε ἀποστῶμεν, κἂν λάβωμεν, κἂν μὴ λάβωμεν. Εἰ γὰρ τοῦ δοῦναι κύριος, καὶ τοῦ πότε δοῦναι κύριός ἐστι, καὶ τὸν καιρὸν ἀκριβῶς οἶδεν αὐτός. Μένωμεν τοίνυν ἱκετεύοντες, παρακαλοῦντες, θαῤῥοῦντες αὐτοῦ τῷ ἐλέει καὶ τῇ φιλανθρωπίᾳ, καὶ μηδέποτε τὴν ἑαυτῶν ἀπογινώσκωμεν σωτηρίαν, ἀλλὰ τὰ παρ᾽ ἑαυτῶν εἰσφέρωμεν, καὶ πάντως ἕψεται τὰ παρ᾽ ἐκείνου, ἐπειδὴ ἄφατον παρ᾽ αὐτῷ τὸ ἔλεος καὶ ἄπειρος ἡ φιλανθρωπία· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ᾽ οὗ τῷ Πατρὶ ἡ δόξα ἅμα τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΕΙΣ ΤΟΝ ΡΛʹ ΨΑΛΜΟΝ. Κύριε, οὐχ ὑψώθη ἡ καρδία μου, οὐδὲ ἐμετεωρίσθησαν οἱ ὀφθαλμοί μου. Ἄλλος· Οὐδὲ ὑψώθησαν. Οὐδὲ ἐπορεύθην ἐν μεγάλοις, οὐδὲ ἐν θαυμασίοις ὑπὲρ ἐμέ. Ἄλλος, Ἐν μεγαλωσύναις. Ἄλλος, Ἐν μεγαλειότησιν, οὐδὲ ὑπερβάλλουσιν ὑπὲρ ἐμέ.

Τί τοῦτο; Ὁ Παῦλος, καὶ ἀνάγκης οὔσης, τὸ ἑαυτὸν ἐγκωμιάζειν ἀφροσύνην φησί· διὸ καὶ ἐπήγαγε λέγων· Γέγονα ἄφρων καυχώμενος· ὑμεῖς με ἠναγκάσατε. Πῶς οὖν τοῦτο ἠγνόησεν ὁ Προφήτης καὶ καυχᾶται νῦν οὐκ ἐπὶ δύο, καὶ τριῶν, καὶ δέκα, ἀλλ᾽ ἐπὶ τῆς οἰκουμένης ἁπάσης, καὶ καυχᾶται λέγων, Ταπεινός εἰμι καὶ μέτριος, καὶ ταπεινὸς καθ᾽ ὑπερβολὴν, καὶ ἁπλοῦς; Τοῦτο γάρ ἐστι τὸ, Ὡς ἀπογεγαλακτισμένον ἐπὶ τὴν μητέρα αὐτοῦ. Τίνος οὖν ἕνεκεν τοῦτο ποιεῖ; Ὅτι οὐ πανταχοῦ τὸ πρᾶγμα κεκώλυται, ἀλλ᾽ ἔστιν ὅπου καὶ ἀναγκαῖόν ἐστι, μᾶλλον δὲ ἔστιν ὅπου οὐ καυχώμενοι, ἀλλὰ μὴ καυχώμενοι, ἄφρονες γινόμεθα. Διὸ καὶ ὁ Παῦλος λέγει· Ὁ καυχώμενος, ἐν Κυρίῳ καυχάσθω. Καὶ γὰρ ὁ ἐπὶ τῷ σταυρῷ μὴ καυχώμενος πάντων ἐστὶν ἀφρονέστατος καὶ παρανομώτατος· ὁ ἐπὶ τῇ πίστει μὴ καυχώμενος πάντων ἐστὶν ἀθλιώτερος· ὁ ἐπὶ τούτοις μὴ καυχώμενος καὶ παῤῥησιαζόμενος ἀπολεῖται πάντως.

Διὰ τοῦτο θαῤῥῶν ὁ Ἀπόστολος ἔλεγεν· Ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι, εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Καὶ πάλιν· Μὴ καυχάσθω ὁ πλούσιος ἐν τῷ πλούτῳ αὐτοῦ, μηδὲ ὁ σοφὸς ἐν τῇ σοφίᾳ αὐτοῦ, ἀλλ᾽ ἐν τούτῳ καυχάσθω, ἐν τῷ συνιεῖν καὶ γινώσκειν τὸν Κύριον.

Πῶς δὲ κακὸν τὸ καυχᾶσθαι; Ἐὰν ὡς ὁ Φαρισαῖος αὐτὸ ποιῶμεν. Καὶ διὰ τί, φησὶν, ὁ Παῦλος εἶπε, Γέγονα ἄφρων καυχώμενος· ὑμεῖς με ἠναγκάσατε; Ὅτι τὰ κατορθώματα αὐτοῦ διηγεῖτο τὰ ἐπὶ τοῦ βίου καὶ τῆς πολιτείας, ἅπερ οὐκ ἔδει προφέρειν ἀνάγκης μὴ οὔσης. Ἀλλαχοῦ δέ φησιν· Ἐὰν καὶ θελήσω καυχήσασθαι, οὐκ ἔσομαι ἄφρων· ἀλήθειαν γὰρ ἐρῶ.

Ὥστε ὁ τὰ ἀληθῆ λέγων, τοῦ καιροῦ καλοῦντος, οὐκ ἔστιν ἄφρων. Οὐκ ἄρα οὐδὲ ὁ Προφήτης ἄφρων καυχώμενος· καὶ γὰρ ἀληθῆ ἔλεγεν. Ἀλλὰ τίς ἡ αἰτία, δι᾽ ἣν εἰς τοῦτο κατήγαγε τὸν λόγον; Ὥστε παιδεῦσαι τοὺς ἀκροατὰς μὴ μετὰ τὴν ἀπαλλαγὴν τῶν κακῶν εἰς ἀπόνοιαν ἐπανελθεῖν, μηδὲ ἐλευθερωθέντας τοῦ δεσμοῦ ἀποσκιρτῆσαι πάλιν, καὶ εἰς ἀνάγκην ἐμπεσεῖν ἑτέρας αἰχμαλωσίας. Διὰ δὴ τοῦτο ἐν τῷ τὰ οἰκεῖα διηγεῖσθαι διορθοῖ τὸν ἀκροατήν· καὶ οὐ λέγει, ὅτι Ὑψώθην μὲν, κατέσχον δὲ τοῦ πάθους, ἀλλὰ τί;

Οὐχ ὑψώθη ἡ καρδία μου· τουτέστιν, οὐδὲ ἥψατό μου τῆς ψυχῆς ἡ πονηρία. Οἷον γάρ τις λιμὴν ἀκύμαντος ἦν ἡ διάνοια, οὐ δεχομένη τὰ κύματα τοῦ νοσήματος, ὃ πάντων αἴτιον τῶν κακῶν, καὶ ῥίζα παρανομίας ἐσχάτης. Τί ἐστιν ὃ λέγει, Κύριε, οὐχ ὑψώθη ἡ καρδία μου, οὐδὲ ἐμετεωρίσθησαν οἱ ὀφθαλμοί μου; Οὐκ ἀνέσπασα, φησὶ, τὰς ὀφρῦς, οὐδὲ ἀνέτεινα τὸν αὐχένα. Ἀπὸ γὰρ τῆς ἔνδοθεν πηγῆς τοῦ πάθους ὑπερβλύζον τὸ νόσημα καὶ τὸ σῶμα συσχηματίζει πρὸς τὴν ἔνδοθεν φλεγμονήν. Οὐδὲ ἐπορεύθην ἐν μεγάλοις, οὐδὲ ἐν θαυμασίοις ὑπὲρ ἐμέ. Τί ἐστιν, Ἐν μεγάλοις; Τοῖς ὑπερόγκοις ἀνδράσι, τοῖς πλουτοῦσι, τοῖς ἀλαζόσι, τοῖς ὑπερηφάνοις. Εἶδες ἀκρίβειαν ταπεινοφροσύνης; Οὐ μόνον αὐτὸς ἦν ἐκτὸς τοῦ νοσήματος, ἀλλὰ καὶ τοὺς οὕτω φλεγμαίνοντας ἔφευγε, καὶ τῶν τοιούτων ἀπεπήδα συλλόγων διὰ τὸ πολὺ πρὸς τὴν ἀλαζονείαν μῖσος. Ἐπειδὴ γὰρ ἀπεχθῶς εἶχε πρὸς τὴν κακίαν ταύτην, οὐ μόνον αὐτῆς ἀπεπήδα, οὐδὲ ἄβατον αὐτῇ τὸ χωρίον τῆς διανοίας ἐποίει μόνον, ἀλλὰ καὶ τοὺς μετιόντας αὐτὴν ἐκ πολλοῦ τοῦ διαστήματος ἔφευγεν, ὥστε μηδὲ ἐκεῖθέν τινα δέξασθαι λύμην.

Οὐ μικρὸν δὲ τοῦτο κατόρθωμα τὸ φεύγειν τοὺς ὑπερόγκους, τὸ μισεῖν τοὺς ἀλαζόνας, τὸ ἀποστρέφεσθαι καὶ βδελύσσεσθαι· μεγίστη ἀρετῆς ἀσφάλεια, μεγίστη ταπεινοφροσύνης φυλακή. Οὐδὲ ἐν θαυμασίοις ὑπὲρ ἐμέ. Ἄλλος, Οὐδὲ ὑπερβάλλουσιν ὑπὲρ ἐμέ. Εἰ μὴ ἐταπεινοφρόνουν, ἀλλὰ ὕψωσα τὴν καρδίαν μου, ὡς τὸ ἀπογεγαλακτισμένον ἐπὶ τὴν μητέρα αὐτοῦ, ὡς ἀνταποδώσεις ἐπὶ τὴν ψυχήν μου. Ἄλλος, Οὕτως ἀνταποδοθείη τῇ ψυχῇ μου. Καθ᾽ ὑπερβατόν ἐστι τὸ εἰρημένον, οἷον, Εἰ μὴ ἐταπεινοφρόνουν, ὡς τὸ ἀπογεγαλακτισμένον ἐπὶ τὴν μητέρα αὐτοῦ, ἀλλ᾽ ὕψωσα τὴν καρδίαν μου, οὕτως ἀνταποδοθείη τῇ ψυχῇ μου. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· οὐ μόνον τῆς κακίας καθαρὸς ἤμην, τῆς ἀλαζονείας λέγω, οὐδὲ μόνον τῶν ἐχόντων αὐτὴν ἀλλότριος, ἀλλὰ καὶ τὴν ἀρετὴν τὴν ἐναντίαν αὐτῇ μετὰ πολλῆς ἐδεξάμην τῆς ὑπερβολῆς, τὴν ταπεινοφροσύνην, τὸ μετριάζειν, τὸ συντετρίφθαι. Τοῦτο ἐκεῖνο ὃ τοῖς μαθηταῖς ὁ Χριστὸς ἐκέλευσε λέγων· Ἐὰν μὴ στραφῆτε, καὶ γένησθε ὡς τὰ παιδία, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.

Τοιαύτην, φησὶν, ἐκτησάμην ταπεινοφροσύνην, ὡς τὸ ὑπομάζιον παιδίον. Ὥσπερ γὰρ ἐκεῖνο ἔχεται τῆς μητρὸς, τεταπείνωται, ἀλαζονείας ἁπάσης ἐστὶ καθαρὸν, ἀφελείᾳ συζῇ καὶ ἁπλότητι· οὕτω καὶ ἐγὼ πρὸς τὸν Θεὸν ἤμην, ἐχόμενος αὐτοῦ διηνεκῶς. Οὐχ ἁπλῶς δὲ τοῦ ἀπογεγαλακτισμένου ἐμνήσθη, ἀλλὰ τὴν θλίψιν θέλων παραστῆσαι, τὴν στενοχωρίαν, τὴν ὀδύνην, τὸ μέγεθος τῶν κακῶν. Καθάπερ οὖν τὸ παιδίον ἄρτι τοῦ μαστοῦ ἀποσπασθὲν, οὐδὲ οὕτως ἀφίσταται τῆς μητρὸς, ἀλλ᾽ ὀδυνώμενον, θρηνοῦν, δυσχεραῖνον, ἀλῦον, κλαυθμυριζόμενον, ὅμως ἔχεται τῆς τεκούσης, καὶ οὐκ ἂν ἀποσταίη· οὕτω κἀγὼ, φησὶ, καὶ ἐν θλίψει, καὶ ἐν στενοχωρίᾳ, καὶ ἐν πολλαῖς ὢν συμφοραῖς, εἰχόμην τοῦ Θεοῦ. Εἰ δὲ μὴ οὕτως ἤμην, ἀνταποδοθείη, φησὶν, ἐπὶ τὴν ψυχήν μου, τουτέστι, δίκην δοίην τὴν ἐσχάτην. Ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον, ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος.

Ὁρᾷς, ὅπερ ἔφην ἐξ ἀρχῆς, ὅτι ἐν μὲν τοῖς περὶ πίστεως καὶ δογμάτων, καὶ αἰτίας οὐκ οὔσης, διηνεκῶς δεῖ καυχᾶσθαι, καὶ ὁ μὴ καυχώμενος ἀπόλωλεν· ἐν δὲ τοῖς κατορθώμασι τοῦ βίου, τοῦ καιροῦ καλοῦντος οὐδέποτε παραιτεῖσθαι δεῖ τὸ καυχᾶσθαι. Ποῖος δὲ καιρός; Πολλοὶ καὶ διάφοροι, ὧν καὶ εἷς ἐστι τὸ παιδεῦσαι τὸν ἀκροατήν. Ὃ δὴ καὶ οὗτος εἰδὼς, καὶ δεικνὺς, ὅτι διὰ τοῦτο λέγει αὐτοῦ τὰ κατορθώματα, ἵνα τὸν ἀκροατὴν ἐπισπάσηται πρὸς τὸν αὐτὸν ζῆλον, ἐπήγαγε λέγων· Ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον, ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. Κἂν συμφοραὶ, φησὶ, κἂν ἀθυμίαι, κἂν πόλεμοι, κἂν αἰχμαλωσίαι, κἂν ὁτιοῦν τῶν ἀδοκήτων περισταίη δεινῶν, σὺ τῆς ἐλπίδος ἔχου τῆς εἰς τὸν Θεὸν, καὶ τῆς προσδοκίας ἐκείνης, καὶ πάντως ἐπιτεύξῃ χρηστοῦ τοῦ τέλους, τοῦ Θεοῦ τῇ λύσει τῶν δεινῶν ἀμειβομένου σε τῆς καλῆς ταύτης ἐλπίδος, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΕΙΣ ΤΟΝ ΡΛΑʹ ΨΑΛΜΟΝ. Μνήσθητι, Κύριε, τοῦ Δαυῒδ, καὶ πάσης τῆς πραότητος αὐτοῦ. αʹ. Ἀλλαχοῦ μὲν ἀπὸ τῆς μνήμης τῶν προγόνων μόνον ἀξιοῦσι σώζεσθαι· ἐνταῦθα δὲ καὶ τὰ κατορθώματα λέγουσι, καὶ τὸ πάντων αἴτιον τῶν ἀγαθῶν, ἐπιείκειαν, ταπεινοφροσύνην, πραότητα, ἐν ᾧ μάλιστα ἐθαυμάζετο καὶ Μωϋσῆς. Ἦν γὰρ πραότατος, φησὶ, πάντων ἀνδρῶν τῶν ἐπὶ τῆς γῆς. Ἀλλά τινες τῶν αἱρετικῶν ἐπιλαμβανόμενοι τῆς πολιτείας αὐτοῦ, καὶ τοῦ εἰρημένου, φασί· Τί λέγεις; πραότατος ἐκεῖνος ὁ λὰξ ἐναφεὶς τῷ Αἰγυπτίῳ, καὶ ἀνελών; ὁ τοὺς Ἰουδαίους ἐμφυλίων ἐμπλήσας αἱμάτων καὶ πολέμων; ὁ συγγενικοὺς κελεύσας ἐργάσασθαι φόνους; ὁ τὴν γῆν εὐχῇ διελὼν, καὶ κεραυνοὺς ἄνωθεν ἐνεγκὼν, καὶ τοὺς μὲν καταποντίσας, τοὺς δὲ καταφλέξας; οὗτος εἰ πρᾶος ἦν, τίς ὀργίλος καὶ σκληρός; Παῦσαι, μὴ περιττὰ φθέγγου. Ὅτι πρᾶος ἦν, καὶ πάντων ἀνθρώπων πραότατος, καὶ λέγω, καὶ οὐκ ἀποστήσομαι ταῦτα λέγων, καὶ εἰ βούλεσθε οὐχ ἑτέρωθεν, ἀλλ᾽ ἀπ᾽ αὐτῶν τούτων τῶν εἰρημένων δεῖξαι πειράσομαι αὐτοῦ τὴν πραότητα. Καίτοι γε ἐνῆν λέγειν τὰ περὶ τῆς ἀδελφῆς εἰρημένα αὐτῷ πρὸς τὸν Θεὸν, τὴν ἱκετηρίαν, ἣν ὑπὲρ τοῦ ἔθνους ἀνέθηκε, πάντα τὰ ῥήματα ἐκεῖνα τὰ ἀποστολικὰ, καὶ τῶν οὐρανῶν ἄξια, τὴν ἐπιείκειαν μεθ᾽ ἧς τῷ δήμῳ διελέγετο.

Ἐνῆν καὶ ταῦτα λέγειν, καὶ ἕτερα τούτων πλείονα ἀπαριθμεῖν· ἀλλ᾽ εἰ βούλεσθε, ταῦτα παρέντες, φέρε ἀπ᾽ αὐτῶν τούτων τῶν ἔμπροσθεν εἰρημένων παρὰ τῶν ἐχθρῶν δείξωμεν, ὅτι πραότατος ἦν, ἀφ᾽ ὧν βαρὺν καὶ σκληρὸν καὶ ὀργίλον αὐτὸν εἶναι νομίζουσί τινες. Πῶς οὖν δείξομεν; Εἰ πρότερον διακρίναιμεν, καὶ ὁρισαίμεθα, τί ποτέ ἐστι πραότης, καὶ τί τραχύτης. Οὐδὲ γὰρ τὸ πλήττειν, τραχύτητος ἁπλῶς, οὐδὲ τὸ φείδεσθαι, πραότητος· ἀλλὰ πρᾶος ἐκεῖνός ἐστιν, ὁ τὰ εἰς ἑαυτὸν πλημμελήματα φέρειν δυνάμενος, καὶ ὁ τοῖς ἀδικουμένοις ἀμύνων, καὶ σφοδρὸς ἔκδικος τῶν ἐπηρεαζομένων γινόμενος· ὡς ὅ γε μὴ τοιοῦτος, νωθὴς, καὶ ὑπνηλὸς, καὶ νεκροῦ οὐδὲν ἄμεινον διακείμενος, οὐ πρᾶος, οὐδὲ ἐπιεικής. Τὸ παρορᾷν ἀδικουμένους, τὸ μὴ ἀλγεῖν ὑπὲρ τῶν ἀδικουμένων, μηδὲ θυμοῦσθαι τοῖς ἐπηρεάζουσιν, οὐκ ἀρετῆς, ἀλλὰ κακίας· οὐκ ἄρα πραότητος, ἀλλὰ νωθείας. Ὥστε αὐτὸ δὴ τοῦτο δείκνυσιν αὐτοῦ τὴν πραότητα, καὶ ὅτι οὕτως ἦν θερμὸς, ὡς καὶ προπηδᾷν, ἐν οἷς ἑτέρους ἀδικουμένους ἑώρα, κατέχειν οὐ δυνάμενος τὴν ὑπὲρ τοῦ δικαίου ἀγανάκτησιν· ἡνίκα γοῦν αὐτὸς κακῶς ἔπασχεν, οὔτε ἠμύνατο, οὔτε ἐπεξῄει, ἀλλ᾽ ἔμεινε φιλοσοφῶν διηνεκῶς.

Εἰ δὲ τραχὺς ἦν, καὶ ὀργίλος, οὐκ ἂν ὑπὲρ ἑτέρων ὁ οὕτω ζέων καὶ διαθερμαινόμενος, ὑπὲρ τῶν αὐτοῦ ἂν κατεδέξατο ἡσυχάσαι, ἀλλὰ πολὺ μᾶλλον τότε ἂν ἐξηγριώθη. Ἴστε γὰρ, ὅτι μᾶλλον ἐπὶ τοῖς οἰκείοις ἢ τοῖς ἀλλοτρίοις ἀλγοῦμεν. Ἐκεῖνος δὲ τῶν μὲν ἄλλων πασχόντων κακῶς, αὐτῶν οὐκ ἔλαττον τῶν πασχόντων ἠμύνετο· τὰ δὲ εἰς αὐτὸν γινόμενα πλημμελήματα μετὰ πολλῆς παρέτρεχε τῆς καρτερίας, ἐν ἑκατέροις ἄκρος ὢν, καὶ τῷ μὲν τὸ μισοπόνηρον, τῷ δὲ τὸ μακρόθυμον ἐπιδεικνύμενος. Ἀλλὰ τί ποιεῖν ἐχρῆν, εἰπέ μοι; περιορᾷν τὴν ἀδικίαν γινομένην, καὶ εἰς τὸ πλῆθος ἐκβαῖνον τὸ κακόν; Ἀλλ᾽ οὐκ ἦν τοῦτο δημαγωγοῦ, οὐδὲ μακροθύμου τινὸς καὶ ἀνεξικάκου, ἀλλὰ νωθροῦ καὶ ἀναπεπτωκότος. Σὺ δὲ ἰατρῷ μὲν οὐκ ἐγκαλεῖς τὴν σηπεδόνα βαδίζουσαν κατὰ παντὸς τοῦ σώματος προαναστέλλοντι τῇ τομῇ, ἐκεῖνον δὲ τραχύτατον εἶναι φῂς, τὸν νόσον πολλῷ σηπεδόνος χαλεπωτέραν κατὰ παντὸς ῥέουσαν τοῦ δήμου βουληθέντα ἀναχαιτίσαι πληγῇ τραχυτέρᾳ; Ἀλλὰ ταῦτα ἀγνώμονος δικαστοῦ. Τὸν γὰρ προστάτην δήμου τοσούτου, καὶ ἔθνος οὕτω σκληρὸν ἄγοντα, καὶ τραχὺ καὶ δυσήνιον, ἐν προοιμίοις ἀναστέλλειν ἐχρῆν, καὶ ἐκ προθύρων ἀνακόπτειν, ὥστε μὴ περαιτέρω προβαίνειν τὸ δεινόν. Ἀλλὰ κατέδυσε, φησὶ, Δαθὰν, καὶ Ἀβειρών. Τί λέγεις;

καὶ ἔδει περιιδεῖν ἱερωσύνην πατουμένην, καὶ Θεοῦ νόμους ἀνατρεπομένους, καὶ τὸ συνέχον ἅπαντα διαλυόμενον, λέγω δὴ τὸ τῆς ἱερωσύνης ἀξίωμα, καὶ πᾶσι βατὰ ποιῆσαι τὰ ἄδυτα, καὶ ἀπὸ τῆς περὶ τούτους ῥᾳθυμίας προθεῖναι τοῖς βουλομένοις τοὺς ἱεροὺς καταπατεῖν περιβόλους, καὶ πάντα ἄνω καὶ κάτω γίνεσθαι; Ἀλλὰ ταῦτα μάλιστα πραότητος οὐκ ἦν, ἀλλὰ ἀπανθρωπίας καὶ ὠμότητος, τὸ περιιδεῖν τοσοῦτον κακὸν αὐξόμενον, καὶ φειδόμενον διακοσίων, ἀπολέσαι μυριάδας τοσαύτας. Εἰπὲ γάρ μοι, ὅτε ἐκέλευσε σφάξαι τοὺς προσήκοντας, τί ποιῆσαι ἐχρῆν, ὀργιζομένου Θεοῦ, τῆς ἀσεβείας αὐξομένης, οὐδενὸς ὄντος τοῦ δυναμένου τῆς ὀργῆς αὐτοὺς ἐξαρπάσαι; ἀφεῖναι τὴν ἐκ τῶν οὐρανῶν πληγὴν ἐπὶ τὰς φυλὰς ἁπάσας ἐνεχθῆναι, καὶ πανωλεθρίᾳ παραδοῦναι τὸ γένος, καὶ μετὰ τῆς κολάσεως περιιδεῖν καὶ τὴν ἁμαρτίαν ἀνίατον γινομένην; ἢ τιμωρίᾳ καὶ φόνῳ σωμάτων ὀλίγων τό τε ἁμάρτημα ἀνελεῖν, τήν τε ὀργὴν ἀναχαιτίσαι, τόν τε Θεὸν ἵλεω καταστῆσαι τοῖς τὰ τοιαῦτα πεπλημμεληκόσιν; Ἂν οὕτως ἐξετάζῃς τὰ τοῦ δικαίου, ὄψει μάλιστα ἐντεῦθεν ὄντα αὐτὸν πραότατον.

βʹ. Ἀλλὰ ταῦτα ἐκ τῶν εἰρημένων τοῖς φιλομαθέσιν ἀφέντες ἀναλέγειν, ἵνα μὴ τὸ πάρεργον τοῦ μετὰ χεῖρας μεῖζον ποιήσωμεν, ἐπὶ τὸ προκείμενον ἴωμεν. Τί δὲ ἦν τὸ προκείμενον; Μνήσθητι, Κύριε, τοῦ Δαυῒδ, καὶ πάσης τῆς πραότητος αὐτοῦ· ὡς ὤμοσε τῷ Κυρίῳ, ηὔξατο τῷ Θεῷ Ἰακώβ. Προθεὶς εἰπεῖν περὶ πραότητος, ἀφεὶς διηγήσασθαι τὰ κατὰ τὸν Σαοὺλ, τὰ κατὰ τοὺς ἀδελφοὺς, τὰ τοῦ Ἰωνάθαν, τὴν μακροθυμίαν τὴν ἐπὶ τοῦ στρατιώτου τοῦ μυρίοις αὐτὸν περιβαλόντος ὀνείδεσιν, ἕτερα πλείονα τούτων, ἐφ᾽ ἕτερον κεφάλαιον ἄγει τὸν λόγον, ὃ ζήλου μάλιστα ἦν πολλοῦ. Τίνος δὲ ἕνεκεν τοῦτο ποιεῖ; Δυοῖν ἕνεκα· ἑνὸς μὲν, ἐπειδὴ τούτῳ μάλιστα ἐπιτέρπεται ὁ Θεός· Ἐπὶ τίνα γὰρ ἐπιβλέψω, φησὶν, ἀλλ᾽ ἢ ἐπὶ τὸν πρᾶον καὶ ἡσύχιον, καὶ τρέμοντά μου τοὺς λόγους; ἑτέρου δὲ, ἐπειδὴ τὸ κατεπεῖγον τοῦτο μάλιστα ἦν, ἀνάστασις ναοῦ, καὶ οἰκοδομὴ πόλεως, καὶ ἡ τῆς παλαιᾶς πολιτείας ἀπόδοσις, πρὸς τοῦτο μάλιστα ἐπείγει τὸν λόγον, καὶ τὸ μὲν ὡς δῆλον καὶ ὡμολογημένον παρίησι· τὸ δὲ πᾶσι καταφανὲς, τὸ τῆς πραότητος· οὗ δὴ μάλιστα ἐδεῖτο εἰς τὸ προκείμενον, τοῦτο εἰς μέσον φέρει. Τί γὰρ ἐπεθύμουν ἰδεῖν;

Τὸν ναὸν ἀναστάντα, καὶ τὴν παλαιὰν ἁγιαστίαν ἀποδοθεῖσαν. Ἐπεὶ οὖν ἐν τούτῳ μάλιστα ἔλαμψεν ὁ Δαυῒδ, ὥσπερ ἀμοιβὴν τῆς ἐκείνου σπουδῆς ἀπαιτεῖ τὸν Θεὸν τοῦ ναοῦ τὴν οἰκοδομὴν, καί φησι· Μνήσθητι, Κύριε, τοῦ Δαυῒδ, καὶ πάσης τῆς πραότητος αὐτοῦ· ὡς ὤμοσε τῷ Κυρίῳ, ηὔξατο τῷ Θεῷ Ἰακώβ· Εἰ εἰσελεύσομαι εἰς σκήνωμα οἴκου μου, εἰ ἀναβήσομαι ἐπὶ κλίνης στρωμνῆς μου, εἰ δώσω ὕπνον τοῖς ὀφθαλμοῖς μου, καὶ τοῖς βλεφάροις μου νυσταγμὸν, καὶ ἀνάπαυσιν τοῖς κροτάφοις μου, ἕως οὗ εὕρω τόπον τῷ Κυρίῳ, σκήνωμα τῷ Θεῷ Ἰακώβ. Καὶ τί τοῦτο πρὸς σέ;

Ὅτι ἐκείνου, φησὶν, ἔκγονός εἰμι, καὶ ἐπεὶ ἐκεῖνον ἀποδεξάμενος τῆς σπουδῆς, ἔφησας στήσειν αὐτοῦ τὸ γένος καὶ τὴν βασιλείαν, διὰ τοῦτο ταύτας ἀπαιτοῦμεν τὰς συνθήκας νῦν. Καὶ οὐκ εἶπεν, ἕως οὗ οἰκοδομήσω (τοῦτο γὰρ αὐτῷ οὐκ ἐφεῖτο), ἀλλ᾽, Ἕως οὗ εὕρω τόπον τῷ Κυρίῳ καὶ σκήνωμα. Εἶτα τὸν μὲν οἰκοδομήσαντα παρατρέχει· τὸν δὲ ἐπαγγειλάμενον εἰς μέσον τίθησιν, ἵνα μάθῃς πόσον ἐστὶ γνώμη ὀρθὴ ἀγαθὸν, καὶ πῶς ἀεὶ τῇ προαιρέσει τὸν μισθὸν ὁ Θεὸς ὁρίζειν εἴωθε· διὰ δὴ τοῦτο αὐτοῦ μέμνηται μᾶλλον, ἐπειδὴ καὶ αὐτὸς μᾶλλόν ἐστιν ὁ ᾠκοδομηκὼς, ἢ ὁ παῖς. Ὁ μὲν γὰρ ἐπηγγείλατο, ὁ δὲ ἐπετάγη. Καὶ ὅρα αὐτοῦ τὴν προθυμίαν. Οὐ μόνον εἰς οἰκίαν φησὶν οὐκ εἰσελεύσεσθαι, οὐδὲ εἰς κλίνην ἀναβήσεσθαι, ἀλλ᾽ οὐδὲ ἃ ἀπὸ τῆς φυσικῆς ἀνάγκης ἦν, οὐδὲ τούτων ἀπολαύσεσθαι μετὰ ἀδείας, ἕως οὗ εὕρῃ τόπον καὶ σκήνωμα τῷ Θεῷ Ἰακώβ. Ὧν τὰ ἐναντία αὐτοὶ ἐνεκαλοῦντο παρὰ τοῦ Θεοῦ, λέγοντος· Ὑμεῖς μὲν Οἰκεῖτε ἐν οἴκοις κοιλοστάθμοις· ὁ δὲ οἶκός μού ἐστιν ἔρημος. Ἕως οὗ εὕρω τόπον τῷ Κυρίῳ, σκήνωμα τῷ Θεῷ Ἰακώβ. Ὅρα πάλιν καὶ ἐντεῦθεν τὴν σπουδὴν, καὶ τὴν μεμεριμνημένην ψυχήν.

Ὁ βασιλεὺς λέγει, Ἕως οὗ εὕρω τόπον τῷ Κυρίῳ, σκήνωμα τῷ Θεῷ Ἰακὼβ, ὁ πάντων κρατῶν. Οὐ γὰρ ἁπλῶς οἰκοδομῆσαι ἐβούλετο, ἀλλ᾽ ἐν ἐπιτηδειοτάτῳ χωρίῳ, καὶ σφόδρα τῷ ναῷ πρέποντι, καὶ ζητήσεως ἐδεῖτο· οὕτως ἦν ἄγρυπνος τῇ ψυχῇ. Ἰδοὺ ἠκούσαμεν αὐτὴν ἐν Ἐφραθὰ, εὕρομεν αὐτὴν ἐν τοῖς πεδίοις τοῦ δρυμοῦ. Τὰ παλαιὰ διηγεῖται νῦν, δεικνὺς ὅτι καὶ ἔμπροσθεν πολὺν περιῄει χρόνον ἡ κιβωτὸς, τόπον ἐκ τόπου ἀμείβουσα· διὰ τοῦτό φησιν· Ἰδοὺ ἠκούσαμεν αὐτὴν ἐν Ἐφραθά· τουτέστι, ταῦτα διηγήσαντο ἡμῖν οἱ πατέρες ἡμῶν, ταῦτα ἐξ ἀκοῆς κατέχομεν, ὅτι καὶ τότε περιιοῦσα πανταχοῦ, ἐν πεδίοις καὶ ἀγροῖς, ἡδράσθη μετὰ ταῦτα· τοῦτο δὴ γενέσθω καὶ νῦν. Ἐφραθὰ ἐνταῦθα τὴν Ἰούδα λέγει φυλὴν, εἰς ἣν μετὰ τὴν πολλὴν περίοδον εἰσηνέχθη.

Εἰσελευσόμεθα εἰς τὰ σκηνώματα αὐτοῦ, προσκυνήσομεν εἰς τὸν τόπον, οὗ ἔστησαν οἱ πόδες αὐτοῦ. Εἶδες πόσῃ παχύτητι κέχρηται τῆς λέξεως διὰ τὴν πολλὴν τῶν ἀκουόντων ἀναισθησίαν, σκηνώματα λέγων τοῦ Θεοῦ, καὶ πόδας, καὶ τόπον, ἔνθα ἔστησαν οἱ πόδες. Ταῦτα δὲ πάντα τὸν τόπον λέγει τῆς κιβωτοῦ, ἐπειδὴ ἐκεῖθεν αἱ φρικταὶ φωναὶ ἐφέροντο περὶ τῶν ἐν τοῖς Ἰουδαίοις πραγμάτων λύουσαι τὰ ἀσαφῆ, καὶ περὶ τῶν μελλόντων προλέγουσαι.

Ἀνάστηθι, Κύριε, εἰς τὴν ἀνάπαυσίν σου, σὺ καὶ ἡ κιβωτὸς τοῦ ἁγιάσματός σου. Ἕτερος. Τῆς ἰσχύος σου. Ἄλλος, Τοῦ κράτους σου· ἀμφότερα δὲ ἀληθῆ. Καὶ γὰρ ἡ ἁγιωσύνη ἐκεῖθεν ἐδίδοτο, καὶ ἁγιωσύνης ἦν ποιητικὰ τὰ γράμματα τὰ ἐπικείμενα, καὶ ἰσχύος.

γʹ. Καλῶς οὖν οὕτως εἶπε· πολλὴν γὰρ ὁ Θεὸς ἐνεδείξατο δι᾽ αὐτῆς δύναμιν, καὶ ἅπαξ, καὶ δὶς, καὶ πολλάκις, οἷον ὅτε ἐλήφθη παρὰ τῶν Ἀζωτίων, ὅτε τὰ εἴδωλα κατήνεγκεν, ὅτε ἔπληξε τοὺς εἰληφότας, ὅτε ἔστησε τὴν πληγὴν ἀποδοθείσης αὐτῆς, καὶ διὰ τῶν ἄλλων δὲ, δι᾽ ὧν αὐτόθι εἰργάζετο, τὴν ἰσχὺν ἐπεδείκνυτο τὴν ἑαυτοῦ. Τί δέ ἐστιν, Ἀνάστηθι εἰς τὴν ἀνάπαυσίν σου; Στῆσον ἡμᾶς ἀλωμένους, φησὶ, καὶ τὴν κιβωτὸν περιφερομένην, καὶ ὀψὲ γοῦν ποτε ἀνάπαυσον αὐτήν. Οἱ ἱερεῖς σου ἐνδύσονται δικαιοσύνην. Ἕτερος, Ἀμφιεσθήτωσαν. Ἄλλος, Ἐνδυσάσθωσαν, ὅπερ μάλιστά ἐστι σαφέστερον· εὐχομένου γάρ ἐστιν, οὐχὶ προφητεύοντος, καὶ αἰτοῦντος τὴν τῆς ἀρετῆς κτῆσιν. Δικαιοσύνην δὲ ἐνταῦθά φησι τὴν ἁγιαστίαν, τὴν ἱερωσύνην, τὴν λατρείαν, τὰς θυσίας, τὰς προσφορὰς, καὶ μετὰ τούτων τὴν ἀκριβῆ πολιτείαν, ἐπειδὴ μάλιστα καὶ παρὰ ἱερέων ταύτην ἀπαιτεῖσθαι χρή. Καὶ οἱ ὅσιοί σου ἀγγαλλιάσονται· τούτων γενομένων. Ὅρα αὐτὸν οὐ πόλεως ζητοῦντα οἰκοδομὴν, οὐκ ἀφθονίαν ὠνίων, οὐ τὴν ἄλλην εὐπραγίαν, ἀλλὰ τὴν εὐπρέπειαν τοῦ ναοῦ, τὴν τῆς κιβωτοῦ κατάπαυσιν, τὸ τῶν ἱερέων πλήρωμα, τὴν ἁγιαστίαν, τὴν λατρείαν, τὴν ἱερωσύνην.

Εἶτα ἐπειδὴ ταῦτα ᾔτησαν, αὐτοὶ δὲ ὑπεύθυνοι ἁμαρτήμασιν ἦσαν πολλοῖς, ἐπὶ τὸν πρόγονον καταφεύγει πάλιν λέγων· Ἕνεκεν Δαυῒδ τοῦ δούλου σου μὴ ἀποστρέψῃς τὸ πρόσωπον τοῦ κριστοῦ σου. Τί ἐστιν, Ἕνεκεν Δαυῒδ τοῦ δούλου σου;

Οὐ διὰ τὴν ἀρετὴν ἐκείνου μόνον, φησὶν, οὐδ᾽ ὅτι τοσαύτην σπουδὴν ἐποιήσατο πρὸς τὸ τὸν ναὸν ἀναστῆσαι, ἀλλ᾽ ὅτι καὶ συνθήκας ἔθου πρὸς αὐτόν. Ἕνεκεν Δαυῒδ τοῦ δούλου σου μὴ ἀποστρέψῃς τὸ πρόσωπον τοῦ κριστοῦ σου. Τίνος φησί; Τοῦ τότε χρισθέντος καὶ δημαγωγοῦντος, καὶ προεστῶτος τοῦ λαοῦ. Ὤμοσε Κύριος τοῦ Δαυῒδ ἀλήθειαν, καὶ οὐ μὴ ἀθετήσει αὐτήν. Ἐκ καρποῦ τῆς κοιλίας σου θήσομαι ἐπὶ τοῦ θρόνου σου. Ἐπειδὴ γὰρ ἐμνήσθη τοῦ Δαυῒδ, καὶ τῆς ἀρετῆς τοῦ ἀνδρὸς, καὶ τῆς σπουδῆς τῆς πρὸς τὸν ναὸν, καὶ τὰ παλαιὰ διηγήματα εἶπε, καὶ ἠξίωσεν ἐπὶ τῆς προτέρας αὐτοῦ φανῆναι πολιτείας, ὅπερ μέγιστον ἔχει κεφάλαιον, τοῦτο προβάλλεται, τὰς συνθήκας ἀναγινώσκων τοῦ Θεοῦ. Ποῖαι δὲ αὗταί εἰσιν; Ἐκ καρποῦ τῆς κοιλίας σου θήσομαι ἐπὶ τοῦ θρόνου σου. Ἀλλ᾽ οὐχ ἁπλῶς αἱ συνθῆκαι ἐγένοντο, ἀλλὰ μετὰ διορισμοῦ τινος. Τίς δὲ ἦν ὁ διορισμός; Ἄκουε· ἐπάγει γάρ· Ἐὰν φυλάξωνται οἱ υἱοί σου τὴν διαθήκην μου, καὶ τὰ μαρτύριά μου ταῦτα. ἃ διδάξω αὐτοὺς, καὶ οἱ υἱοὶ αὐτῶν ἕως τοῦ αἰῶνος καθιοῦνται ἐπὶ τοῦ θρόνου σου. Ταύτας τὰς συνθήκας θέμενος ὁ Θεὸς, αὐτοῖς ἐνεχείρισε τὸ χειρόγραφον· κἀκεῖνοι πάλιν ἔλεγον, Πάντα ὅσα εἶπεν ὁ Κύριος ποιήσομεν καὶ ἀκουσόμεθα.

Εἶτα ἐπειδὴ ὁρᾷ τὸ ἓν μέρος παραβεβηκὸς τὰς συνθήκας, ἐπὶ τὸν τόπον ἄγει τὸν λόγον, πανταχόθεν κινῶν λόγους παρακλητικοὺς, καὶ λέγων· Ὅτι ἐξελέξατο Κύριος τὴν Σιὼν, ᾑρετίσατο αὐτὴν εἰς κατοικίαν ἑαυτῷ. Αὕτη ἡ κατάπαυσίς μου εἰς αἰῶνα αἰῶνος. Ὧδε κατοικήσω, ὅτι ᾑρετισάμην αὐτήν. Τουτέστιν, οὐκ ἄνθρωπος τὸν τόπον ἐξελέξατο, ἀλλ᾽ ὁ Θεὸς αὐτὸν ἐψηφίσατο, συγκαταβαίνων αὐτῶν τῇ ἀσθενείᾳ. Ὃ οὖν λέγει, τοιοῦτόν ἐστιν· ὃν εἵλου, ὃν ἐξελέξω, ὃν ἐψηφίσω, ὃν ἐδοκίμασας ἐπιτήδειον εἶναι, μὴ ἀφῇς διαῤῥυῆναι, μηδὲ ἀπολέσθαι. Ταῦτα γὰρ ἔλεγες, ὅτι Κατοικήσω ἐνταῦθα. Ἀλλὰ ταῦτα ἐλέγετο μετὰ τῶν συνθηκῶν ἐκείνων. Ποίων δὴ τούτων; Ἐὰν φυλάξωνται οἱ υἱοί σου τὴν διαθήκην μου. Τὴν θήραν αὐτῆς εὐλογῶν εὐλογήσω. Ἕτερος, Τὸν ἐπισιτισμόν. Θήραν λέγει τῶν ὠνίων τὴν ἀφθονίαν, τὴν εὐετηρίαν, καὶ εὔχεται πάντα αὐτοῖς ὡς ἀπὸ πηγῶν ἐπιῤῥεῖν. Καὶ γὰρ τοιαύτην εἶχον πολιτείαν οἱ Ἰουδαῖοι τὸ παλαιὸν, οὐκ αἰσθανομένην τῶν φυσικῶν ἀναγκῶν, εἴ ποτε τὸν Θεὸν ἵλεων εἶχον· οὔτε γὰρ σιτοδεία τις ἦν παρ᾽ αὐτοῖς, οὐ λιμὸς, ἢ λοιμὸς, οὐ θάνατος ἄωρος, οὐκ ἄλλο τῶν τοιούτων οὐδὲν, οἷα συμβαίνειν τοῖς ἀνθρώποις εἴωθεν, ἀλλὰ πάντα αὐτοῖς ὥσπερ ἐκ πηγῶν ἐπέῤῥει, τῆς τοῦ Θεοῦ χειρὸς τῶν ἀνθρωπίνων πραγμάτων τὴν ἀσθένειαν διορθουμένης.

Τοῦτο οὖν φησιν ἐνταῦθα, ὅτι Ὑπέσχου τὴν θήραν αὐτῆς εὐλογήσειν, τουτέστι, τὴν τῶν ἀναγκαίων ἀφθονίαν παρέξειν μετὰ πολλῆς τῆς ἀσφαλείας. Τοὺς πτωχοὺς αὐτῆς χορτάσω ἄρτων. Τοὺς ἱερεῖς αὐτῆς ἐνδύσω σωτηρίαν, καὶ οἱ ὅσιοι αὐτῆς ἀγαλλιάσει ἀγαλλιάσονται.

Ἐκεῖ ἐξανατελῶν κέρας τῷ Δαυΐδ· ἡτοίμασα λύχνον τῷ χριστῷ μου. Τοὺς ἐχθροὺς αὐτοῦ ἐνδύσω αἰσχύνην· ἐπὶ δὲ αὐτὸν ἐξανθήσει τὸ ἁγίασμά μου. Ὅρα πανταχόθεν εὐημερίαν συγκεκροτημένην, ἀπὸ τοῦ μηδὲν τῶν ἀναγκαίων ἐνδεῖν, ἀπὸ τοῦ τοὺς ἱερεῖς ἐν ἀσφαλείᾳ εἶναι, ἀπὸ τοῦ τὸν λαὸν ἐν εὐφροσύνῃ, ἀπὸ τοῦ τὸν βασιλέα ἐν ἰσχύϊ.

Λύχνον γὰρ ἐνταῦθα ἢ τὸν βασιλέα φησὶν, ἢ ἀντίληψιν, ἢ σωτηρίαν, ἢ φῶς· μετὰ δὲ τούτων τὸ μέγιστον τῆς εὐημερίας εἶδος. Ποῖον δὴ τοῦτο; Τὸ τοὺς ἐχθροὺς ἐγκαλύπτεσθαι, καὶ μηδένα εἶναι τὸν λυμαινόμενον τοῖς καλοῖς τούτοις. Καὶ οὐκ εἶπεν ἀπώλειαν ἁπλῶς, ἀλλ᾽ αἰσχύνην, βουλόμενος ὥστε ζῶντας ἐγκαλύπτεσθαι, καὶ καταδύεσθαι, καὶ μαρτυρεῖν δι᾽ ὧν πάσχουσι τὴν ἰσχὺν καὶ τὴν εὐημερίαν τῷ ἔθνει τούτῳ. Ἐπὶ δὲ αὐτὸν ἐξανθήσει τὸ ἁγίασμά μου.

Τί ἐστιν, Ἐπὶ δὲ αὐτόν; Ἐπὶ τὸν λαόν. Τὸ ἁγίασμα ἕτερος Τὸ κέρας εἶπεν. Ἄλλος, Ἀφόρισμα αὐτοῦ. Ἄλλος, Τὸ ἀφωρισμένον αὐτοῦ. Τί ποτ᾽ οὖν ἐστι τὸ εἰρημένον; Ἐμοὶ δοκεῖ τὴν εὐπραγίαν λέγειν, τὴν ἀσφάλειαν, τὴν ἰσχὺν, τὴν βασιλείαν.

Ἅπερ ἐξ ἀρχῆς ἀφώρισα αὐτῷ, ταῦτα μενεῖ ἀνθοῦντα, φησὶ, βρύοντα, οὐ μαραινόμενα, οὐδὲ καταπίπτοντα· ἀλλὰ ταῦτα πάντα ἔσται, τοῦ διορισμοῦ τοῦ ἔμπροσθεν εἰρημένου μένοντος. Ποίου δὴ τούτου; Ἐὰν φυλάξωνται οἱ υἱοί σου τὴν διαθήκην μου. Οὐ γὰρ μόναι αἱ ὑποσχέσεις τοῦ Θεοῦ παρέχουσιν ἡμῖν τὰ ἀγαθὰ, ἂν μὴ καὶ ἡμεῖς τὰ παρ᾽ ἑαυτῶν ποιῶμεν, οὐδὲ χρὴ τούτοις προσέχοντας ἀναπεπτωκέναι, καὶ ὑπτίους εἶναι. Πολλὰ γὰρ καὶ τῶν ἀγαθῶν ὧν ἐπηγγείλατο ὁ Θεὸς οὐ ποιεῖ, τῶν τὰς ἐπαγγελίας δεξαμένων ἀναξίων εὑρισκομένων· ὥσπερ καὶ τὰ κακὰ, ἃ ἠπείλησεν, εἰς ἔργον οὐκ ἄγει, τῶν παροξυνάντων αὐτὸν ὕστερον μεταβαλλομένων, καὶ τὴν ὀργὴν ἀποκρουσαμένων. Ταῦτα οὖν εἰδότες, μήτε διὰ τὰς ὑποσχέσεις ῥᾳθυμῶμεν, ἵνα μὴ καταπέσωμεν, μήτε διὰ τὰς ἀπειλὰς ἀπογινώσκωμεν, ἀλλὰ μεταβαλλώμεθα. Οὕτω γὰρ δυνησόμεθα τῶν μελλόντων ἐπιτυχεῖν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΕΙΣ ΤΟΝ ΡΛΒʹ ΨΑΛΜΟΝ. Ἰδοὺ δὴ τί καλὸν, ἢ τί τερπνόν (ἄλλος, Ἰδοὺ τί ἀγαθὸν, καὶ τί καλόν), ἀλλ᾽ ἢ τὸ κατοικεῖν ἀδελφοὺς ἐπὶ τὸ αὐτό; Πολλὰ τῶν πραγμάτων ἐστὶ μὲν καλὰ, τὸ δὲ τερπνὸν οὐκ ἔχει· ἕτερα ἡδονὴν μὲν ἔχει πάλιν, τοῦ καλλίστου δὲ ἀπεστέρηται· ἀμφότερα δὲ συνελθεῖν, οὐ σφόδρα εὔπορον. Ἀλλ᾽ ἐπὶ τούτου τοῦ εἰρημένου ἀμφότερα ταῦτα συνδεδράμηκε, καὶ ἡδονὴ, καὶ τὸ κάλλιστον. Τοῦτο γὰρ μάλιστα ἡ ἀγάπη κέκτηται· μετὰ τῆς ὠφελείας καὶ τὸ ῥᾷστον ἔχει, καὶ ἡδύ.

Ταύτην γοῦν καὶ ἐνταῦθα ἀνυμνεῖ. Οὐ γὰρ ἁπλῶς τὴν οἴκησιν εἶπεν, οὐδὲ τῷ ἑνὶ συνέχεσθαι οἰκίσκῳ, ἀλλ᾽ ἐπὶ τὸ αὐτὸ κατοικεῖν, τουτέστι, μετὰ ὁμοφωνίας καὶ ἀγάπης· τοῦτο γὰρ ποιεῖ ψυχὴν εἶναι μίαν. Εἶτα εἰπὼν καλὸν καὶ τερπνὸν, σαφέστερον ποιῶν τὸν λόγον, καὶ εἰς παράδειγμα ἐκφέρει τὸ εἰρημένον, καὶ σωματικὰς εἰκόνας τίθησι, δυναμένας σαφεστέραν τῷ ἀκροατῇ παραστῆσαι τὴν ὄψιν. Τίνες δέ εἰσιν αἱ εἰκόνες ὅρα. Ὡς μύρον ἐπὶ κεφαλῆς, τὸ καταβαῖνον ἐπὶ τὸν πώγωνα, τὸν πώγωνα τὸν Ἀαρὼν, τὸ καταβαῖνον ἐπὶ τὴν ᾤαν τοῦ ἐνδύματος αὐτοῦ.

Οὗτος γὰρ ἀρχιερεὺς ὢν, ἐχρίετο τῷ μύρῳ τούτῳ, καὶ κατεστάζετο πάντοθεν, καὶ σφόδρα ἐπίχαρις ἦν τοῖς ὁρῶσι, καὶ ἡδὺς, καὶ ἐπέραστος ἀπὸ τῆς ἀλείψεως ταύτης. Ὥσπερ οὖν ἐκεῖνος, φησὶν, ὁ ἠλειμμένος τῷ μύρῳ τούτῳ, ἐμπρέπει τῷ σχήματι, φαιδρός ἐστι τῷ προσώπῳ, πολλῆς εὐωδίας ἐμπέπλησται, χάριν παρέχει τοῖς ὁρῶσιν ὀφθαλμοῖς· οὕτω καὶ τοῦτό ἐστι καλόν· καὶ ὥσπερ ἐκεῖνο τὸ θέαμα οὐ μόνον ὡραῖόν ἐστιν ἰδεῖν, ἀλλὰ καὶ τέρπει τὰς ὄψεις· οὕτω καὶ τοῦτο τῇ ψυχῇ τὴν ἡδονὴν ἐντίθησιν.

Ὡς δρόσος Ἀερμὼν, ἡ καταβαίνουσα ἐπὶ τὰ ὄρη Σιών. Καὶ ἑτέραν εἰκόνα παρήγαγε πολλὴν τὴν ἡδονὴν ἔχουσαν, καὶ τῷ θεατῇ τὴν τέρψιν παρεχομένην. Ταῦτα δὲ οὐχ ἁπλῶς τέθεικεν, ἀλλ᾽ ἐπειδὴ πρὸ τῆς αἰχμαλωσίας αἱ δέκα φυλαὶ καὶ αἱ δύο διεσπαρμέναι ἦσαν, καὶ τοῦτο πολλῆς παρανομίας αἴτιον γέγονε, καὶ εἰς στάσεις, καὶ φιλονεικίας, καὶ πολέμους αὐτοὺς ἐνέβαλεν, ἵνα μὴ ταῦτα γένηται παραινεῖ, καὶ συμβουλεύει μηκέτι διεσπάσθαι τὸν δῆμον, ἀλλ᾽ ὁμοῦ κατοικεῖν, καὶ συνῆφθαι, καὶ ὑπὸ ἑνὶ τάττεσθαι δημαγωγῷ καὶ βασιλεῖ, καὶ τὴν ἀγάπην εἶναι ῥέουσαν ἀπ᾽ ἀρχῆς καὶ μέχρι τέλους, ὥσπερ οὖν καὶ τὴν δρόσον διὰ πάντων διαβαίνουσαν. Καὶ παραβάλλει τὴν ἀγάπην μύρῳ καὶ δρόσῳ, δι᾽ ἐκείνου μὲν τὴν εὐωδίαν, διὰ τούτου δὲ τὴν ἀνάπαυσιν καὶ τὸ τερπνὸν τῆς ὄψεως παραστῆσαι βουλόμενος.

Ὅτι ἐκεῖ ἐνετείλατο Κύριος τὴν εὐλογίαν. Ποῦ, Ἐκεῖ; Ἐν τῇ τοιαύτῃ κατοικήσει, ἐν τῇ τοιαύτῃ συμφωνίᾳ, ἐν τῇ τοιαύτῃ ὁμοφωνίᾳ, ἐν τῇ τοιαύτῃ ὁμοσκηνίᾳ. Καὶ γὰρ εὐλογία τοῦτό ἐστιν, ὥσπερ οὖν τὸ ἐναντίον ἀρά. Διὸ καί τις ἐπαινεῖ τοῦτο λέγων· Φιλία ἀδελφῶν, καὶ ὁμόνοια τῶν πλησίον, καὶ ἀνὴρ καὶ γυνὴ ἀλλήλοις συμπεριφερόμενοι. Καὶ ἕτερος αἰνιγματωδῶς αἰνιττόμενος τὸ ἰσχυρὸν αὐτοῦ, λέγει· Ἐὰν κοιμηθῶσιν οἱ δύο, καὶ θέρμη αὐτοῖς, καὶ τὸ σπαρτίον τὸ ἔντριτον οὐ ταχὺ ἀποῤῥαγήσεται.

Καὶ γὰρ καὶ τὴν ἡδονὴν ἐνταῦθα καὶ τὴν ἰσχὺν ἐνδείκνυται, καὶ ἐμφαίνει ὅτι καὶ ἡσυχάζουσι πολλὴ ἔσται ἡ ἡδονὴ, καὶ ἐνεργοῦσι πολλὴ ἡ ἰσχύς. Καὶ πάλιν, Ἀδελφὸς ὑπὸ ἀδελφοῦ βοηθούμενος, ὡς πόλις ὀχυρά. Καὶ ὁ Χριστὸς δέ φησιν, Οὗ ἐὰν ὦσι δύο, ἢ τρεῖς συνηγμένοι εἰς τὸ ἐμὸν ὄνομα, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν. Καὶ αὕτη δὲ ἡ φύσις τοῦτο ἀπαιτεῖ.

Διὸ καὶ ἐξ ἀρχῆς ὁ Θεὸς τὸν ἄνθρωπον διαπλάττων ἔλεγεν· Οὐ καλὸν τὸν ἄνθρωπον εἶναι μόνον· καὶ ποιῶν τὸ ζῶον τοῦτο, τὴν γυναῖκα λέγω, τῇ τῆς χρείας ἀνάγκῃ συνέδησεν ἀνδρὶ, διὰ μυρίων τρόπων ἡμᾶς πρὸς ἀλλήλους συνάγων. Καὶ ζωὴν ἕως τοῦ αἰῶνος.

Καλῶς τοῦτο προσέθηκεν. Ἔνθα γὰρ ἡ ἀγάπη, πολλὴ ἡ ἀσφάλεια, πολλὴ ἡ παρὰ τοῦ Θεοῦ ῥοπή. Αὕτη γὰρ μήτηρ τῶν ἀγαθῶν, αὕτη ῥίζα καὶ πηγὴ, αὕτη πολέμων ἀναίρεσις, φιλονεικίας ἀφανισμός. Διὸ καὶ τοῦτο δηλῶν, ἐπήγαγε, Καὶ ζωὴν ἕως τοῦ αἰῶνος.

Ὥσπερ γὰρ ἡ στάσις καὶ ἡ φιλονεικία θανάτους ἐργάζεται, καὶ θανάτους ἀώρους· οὕτω καὶ ἡ ἀγάπη καὶ ἡ ὁμοφωνία εἰρήνην καὶ ὁμόνοιαν· ὅπου δὲ εἰρήνη καὶ ὁμόνοια, τὰ τῆς ζωῆς μετὰ ἀδείας ἐστὶ καὶ μετὰ ἀσφαλείας ἁπάσης. Καὶ τί δεῖ λέγειν τὰ παρόντα;

Τὸν γὰρ οὐρανὸν ἡμῖν αὕτη χαρίζεται, καὶ τὰ ἀπόῤῥητα ἀγαθὰ, καὶ βασιλίς ἐστι τῶν ἀρετῶν. Ταῦτ᾽ οὖν εἰδότες, μετὰ ἀκριβείας αὐτὴν διώκωμεν, ἵνα καὶ τῶν παρόντων ἀπολαύσωμεν ἀγαθῶν, καὶ τῶν μελλόντων· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ᾽ οὗ τῷ Πατρὶ ἡ δόξα ἅμα τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΕΙΣ ΤΟΝ ΡΛΓʹ ΨΑΛΜΟΝ. Ἰδοὺ δὴ εὐλογεῖτε τὸν Κύριον, πάντες οἱ δοῦλοι Κυρίου, οἱ ἑστῶτες ἐν οἴκῳ Κυρίου. Ἐνταῦθα κατέλυσε τοὺς περὶ τῶν ἀναβαθμῶν ψαλμοὺς, εἰς καλὸν τέλος κατακλείσας τὸν λόγον, εὐφημίαν τε καὶ εὐλογίαν. Δούλους δὲ Κυρίου βούλεται εἶναι οὐ κατὰ τὰ δόγματα μόνον, ἀλλὰ καὶ κατὰ τὴν τῆς πολιτείας ἀκρίβειαν· διὸ καὶ προσέθηκεν, Οἱ ἑστῶτες ἐν οἴκῳ Κυρίου, ἐν αὐλαῖς οἴκου τοῦ Θεοῦ ἡμῶν. Τὸν γὰρ ἀκάθαρτον καὶ βέβηλον οὐδὲ ἐπιβῆναι τῶν ἱερῶν περιβόλων θέμις. Ὥστε εἴ τις ἄξιός ἐστιν ἐπιβαίνειν, καὶ εὐλογεῖν ἄξιός ἐστιν. Ὁ γὰρ οἶκος τοῦ Θεοῦ τῷ οὐρανῷ ἔοικε· καὶ καθάπερ ἐκεῖ τῶν ἀντικειμένων δυνάμεων μηδεμίαν ἐπιβῆναι θέμις, οὕτως οὐδὲ ἐν τῷ οἴκῳ τοῦ Θεοῦ.

Ἐννόησον ἡλίκης ἀπολαύεις τῆς ἀξίας, ἄνθρωπε, ὅπου γε καὶ αὐτὸς ἐγένου ναὸς, ὅσην δίκαιος ἂν εἴης παρέχειν καθαρότητα. Πῶς δὲ ἂν παράσχοις τὴν καθαρότητα; Εἰ πάντα λογισμὸν πονηρὸν ἐκβάλοις, εἰ διαβολικαῖς ἐνεργείαις ἄβατον ποιήσῃς τὸ χωρίον τῆς διανοίας, εἰ καθάπερ ἐν ἀδύτοις ἁγίοις μένεις καλλωπίζων τὴν διάνοιαν τὴν σαυτοῦ. Εἰ γὰρ ἐπὶ τοῦ ναοῦ τοῦ Ἰουδαϊκοῦ οὐ πᾶς τόπος ἅπασιν ἦν βατὸς, ἀλλὰ πολλοὶ καὶ διάφοροι διορισμοὶ, καὶ ὁ μὲν τοῖς προσηλύτοις, ὁ δὲ τοῖς ἐξ ἀρχῆς Ἰουδαίοις, ὁ δὲ τοῖς ἱερεῦσιν, ὁ δὲ τῷ ἀρχιερεῖ μόνῳ, καὶ οὐδὲ τούτῳ ἀεὶ, ἀλλ᾽ ἅπαξ τοῦ ἐνιαυτοῦ· πόσης ἐννόησον ἁγιωσύνης σοι δεῖ τῷ πολλῷ μείζονα σύμβολα δεξαμένῳ, ὧν ἐδέξατο τὰ ἅγια τῶν ἁγίων τότε. Οὐ γὰρ Χερουβὶμ ἔχεις, ἀλλ᾽ αὐτὸν τὸν τῶν Χερουβὶμ Δεσπότην ἔχεις ἐνοικοῦντα, οὐδὲ στάμνον, καὶ μάννα, καὶ πλάκας λιθίνας, καὶ τὴν ῥάβδον τὴν Ἀαρὼν, ἀλλὰ σῶμα καὶ αἷμα δεσποτικὸν, καὶ Πνεῦμα ἀντὶ τοῦ γράμματος, καὶ χάριν ὑπερβαίνουσαν λογισμὸν ἀνθρώπινον, καὶ δωρεὰν ἀνεκδιήγητον. Ὅσῳ δὲ μειζόνων ἠξιώθης συμβόλων καὶ φρικτῶν μυστηρίων, τοσούτῳ μείζονος εἶ ὑπεύθυνος τῆς ἁγιωσύνης, καὶ πλείονος κολάσεως, εἰ παραβαίης τὰ ἐπιτεταγμένα. Ἐν ταῖς νυξὶν ἐπάρατε τὰς χεῖρας ὑμῶν εἰς τὰ ἅγια. Ἕτερος, Ἁγίως. Ἄλλος, Ἡγιασμένως. Καὶ εὐλογεῖτε τὸν Κύριον. Διὰ τί φησιν, Ἐν νυξί;

Παιδεύων ἡμᾶς μὴ τὴν πᾶσαν αὐτὴν εἰς ὕπνον δαπανᾷν, καὶ δεικνὺς τότε καθαρωτέρας εἶναι τὰς εὐχὰς, ὅτε καὶ κουφότερος ὁ νοῦς, καὶ πλείων ἡ σχολή. Εἰ δὲ ἐν νυκτὶ παραγίνεσθαι εἰς τὰ ἅγια δεῖ, ἐννόησον ποίας τεύξεται συγγνώμης ὁ μηδὲ οἴκοι κατὰ τὸν καιρὸν ἐκεῖνον εὐχὰς ἐπιτελῶν. Ὁ μὲν γὰρ Προφήτης ἀνίστησί σε ἀπὸ τῆς κλίνης, καὶ πρὸς τὸν ναὸν ἄγει, κελεύων ἐνταῦθα διανυκτερεύειν· σὺ δὲ οὐδὲ οἴκοι καθήμενος τοῦτο ποιεῖς. Καλῶς δὲ εἶπεν, Ἁγίως, δηλῶν ὅτι χωρὶς διαλογισμῶν πονηρῶν εὔχεσθαι δεῖ, χωρὶς μνησικακίας, χωρὶς πλεονεξίας, χωρὶς ἄλλης τινὸς τοιαύτης ἁμαρτίας, λυμαινομένης τὴν διάνοιαν. Καὶ εὐλογεῖτε τὸν Κύριον. Τοῦτο γὰρ μάλιστά ἐστιν εὐλογία ἠκριβωμένη, ὅταν μετὰ τῶν ῥημάτων καὶ ὁ βίος σύμφωνα φθέγγηται, καὶ διὰ τῶν ἔργων δοξάσῃς τὸν ποιήσαντά σε Θεὸν, κατὰ τὸ Εὐαγγέλιον τὸ λέγον· Λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσι τὰ καλὰ ἔργα ὑμῶν, καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς.

Εὐλογήσαι σε Κύριος ἐκ Σιὼν, ὁ ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν. Τουτέστιν, ἂν ταῦτα ποιῇς, τεύξῃ καὶ τῆς παρὰ τοῦ Θεοῦ εὐλογίας, ἂν διανυκτερεύῃς, ἂν εὔχῃ ἁγίως, ἂν ἄξιος ᾖς τοῦ ἑστάναι ἐν τῷ οἴκῳ Κυρίου, ἂν σαυτὸν ναὸν ἐπιτήδειον παράσχῃς.

Παραινέσας τοίνυν ὡς ἐχρῆν, λοιπὸν εἰς εὐχὴν κατακλείει τὸν λόγον. Τοῦτο γὰρ ἀρίστου διδασκάλου, καὶ τῇ συμβουλῇ διορθοῦν τὸν ἀκροατὴν, καὶ ταῖς εὐχαῖς νευροῦν. Τί βούλεται δηλοῦν διὰ τοῦ εἰπεῖν, Ἐκ Σιών; Ποθεινὸν αὐτοῖς τὸ ὄνομα ἦν, καὶ ἐκεῖ τῆς ἁγιαστίας ἁπάσης ἡ ὑπόθεσις ἐτελεῖτο. Διὰ δὴ τοῦτο ἐπεύχεται αὐτοῖς ἀπολαβεῖν τὴν προτέραν πολιτείαν, καὶ ἐν ἐκείνῃ γενέσθαι τῇ ἁγιαστίᾳ, καὶ ταύτης ἀπολαύειν τῆς εὐλογίας. Εἶτα εἰς ὑψηλότερα αὐτοὺς ἀνάγων δόγματα, καὶ παιδεύων ὅτι πανταχοῦ ὁ Θεός ἐστι, τὸν δὲ ναὸν διὰ τὴν ἐκείνων ἀσθένειαν ἐνομοθέτησεν οἰκοδομηθῆναι, καὶ δεῖ πανταχόθεν αὐτὸν καλεῖν, ἐπήγαγεν, Ὁ ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν.

Ἀλλ᾽ ἐκεῖνοι μὲν τότε αὐτὸν ἐκάλουν ἐκεῖ, ἡμεῖς δὲ ἐν παντὶ τόπῳ, ἐν παντὶ χωρίῳ, καὶ ἐν οἰκίᾳ, καὶ ἐν ἀγορᾷ, καὶ ἐν ἐρημίᾳ, καὶ ἐν πλοίῳ, καὶ ἐν πανδοχείῳ, καὶ ὅπουπερ ἂν ὦμεν. Οὐδὲν γὰρ ἀπὸ τοῦ τόπου κωλύεται τὰ τῆς εὐχῆς, μόνον ἐὰν ὁ τρόπος ᾖ τῇ εὐχῇ συμβαίνων. Τοῦτο τοίνυν κατορθώσαντες, πανταχοῦ τὸν Θεὸν καλῶμεν, καὶ παραστήσεται, καὶ συνεφάψεται, καὶ πάντα ἡμῖν τὰ δύσκολα εὔκολα καὶ ῥᾴδια ἐργάσεται, καὶ τῶν μελλόντων ἡμᾶς ἀγαθῶν ἀξιώσει· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.