Ἔργον
Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τοὺς Ψαλμούς
Ερμηνεία στους Ψαλμούς 144 έως 147
Ερμηνεία των Ψαλμών 144 έως 147, με δοξολογική διάθεση για τα αμέτρητα έργα του Θεού, την αιώνια βασιλεία Του και την ειδική ευλογία της Εκκλησίας.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Ερμηνεία στους Ψαλμούς 144 έως 147
Ερμηνεία των Ψαλμών 144 έως 147, με δοξολογική διάθεση για τα αμέτρητα έργα του Θεού, την αιώνια βασιλεία Του και την ειδική ευλογία της Εκκλησίας.
ΕΙΣ ΤΟΝ ΡΜΔʹ ΨΑΛΜΟΝ. Ὑψώσω σε, ὁ Θεός μου, ὁ βασιλεύς μου· καὶ εὐλογήσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. αʹ. Μετὰ ἀκριβείας τούτῳ μάλιστα προσέχειν ἄξιον τῷ ψαλμῷ. Οὗτος γάρ ἐστιν ὁ τὰ ῥήματα ἔχων ταῦτα, ἅπερ οἱ μεμυημένοι συνεχῶς ὑποψάλλουσι, λέγοντες· Οἱ ὀφθαλμοὶ πάντων εἰς σὲ ἐλπίζουσι, καὶ σὺ δίδως τὴν τροφὴν αὐτῶν ἐν εὐκαιρίᾳ. Ὁ γὰρ γενόμενος υἱὸς καὶ τραπέζης ἀπολαύων πνευματικῆς, δοξάζειν δίκαιος ἂν εἴη τὸν πατέρα. Υἱὸς γὰρ, φησὶ, δοξάζει τὸν πατέρα, καὶ δοῦλος τὸν κύριον αὐτοῦ φοβηθήσεται. Γέγονας υἱὸς καὶ τραπέζης ἀπολαύων πνευματικῆς, σιτούμενος τὰς σάρκας καὶ τὸ αἷμα τὸ ἀναγεννῆσάν σε· ἀποδίδου τοίνυν τῆς τοσαύτης εὐεργεσίας τὴν ἀμοιβὴν, καὶ δόξαζε τὸν τοιαῦτα παρεσχηκότα, καὶ ἀναγινώσκων τὰ ῥήματα ῥύθμιζέ σου τὴν γνώμην πρὸς τὰ λεγόμενα· καὶ λέγων, Ὑψώσω σε, ὁ Θεός μου, ὁ βασιλεύς μου, πολλὴν ἐπιδείκνυσο τὴν οἰκείωσιν, ἵνα καὶ περὶ σοῦ λέγῃ ὁ Θεὸς, ὥσπερ καὶ περὶ τοῦ Ἀβραὰμ καὶ τοῦ Ἰσαὰκ, καὶ τοῦ Ἰακώβ· Ἐγὼ ὁ Θεὸς Ἀβραὰμ, καὶ ὁ Θεὸς Ἰσαὰκ, καὶ ὁ Θεὸς Ἰακώβ. Ἂν γὰρ σὺ λέγῃς, Ὁ Θεός μου, ὁ βασιλεύς μου, καὶ μὴ λέγῃς μόνον, ἀλλὰ καὶ τὴν ἀγάπην ἐπιδεικνύῃς τοιαύτην, καὶ αὐτὸς τὰ αὐτὰ ἐρεῖ περὶ σοῦ, Ὁ δοῦλός μου, καὶ Ὁ θεράπων μου· ὃ καὶ περὶ τοῦ Μωϋσέως εἴρηται. Καὶ εὐλογήσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
Εἶδες καὶ τῆς μελλούσης ζωῆς τὰ προοίμια πῶς ἐνδείκνυται; Εὐλογίαν δὲ ἐνταῦθα λέγει, οὐ τὴν διὰ τῶν ῥημάτων, ἀλλὰ καὶ τὴν διὰ τῶν πραγμάτων.
Οὕτω γοῦν καὶ ὑψοῦται Θεὸς, οὕτω καὶ εὐλογεῖται. Τοῦτο καὶ ἐν τῇ εὐχῇ κελευόμεθα λέγειν, Ἁγιασθήτω τὸ ὄνομά σου, τουτέστι, δοξασθήτω. Καθ᾽ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
Ἕτερος, Εἰς αἰῶνα διηνεκῶς. Τοῦτο μάλιστα ψυχῆς εὐλαβοῦς, τὸ τῶν βιωτικῶν ἀπαλλαγεῖσαν πραγμάτων τοῖς ὕμνοις ἀνακεῖσθαι. Καὶ γὰρ αἰσχρὸν ἂν εἴη τὸν λογικὸν ἄνθρωπον, καὶ τῶν ὁρωμένων ἁπάντων τιμιώτερον, ἔλαττον τῆς κτίσεως φέρειν κατὰ τὸν τῆς εὐφημίας λόγον· οὐκ αἰσχρὸν δὲ μόνον, ἀλλὰ καὶ ἄτοπον. Πῶς δὲ οὐκ ἄτοπον, εἴ γε αὐτὴ μὲν καθ᾽ ἑκάστην ἡμέραν καὶ ὥραν ἀναπέμπει τῷ Δεσπότῃ δοξολογίαν, Οἱ γὰρ οὐρανοὶ, φησὶ, διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα. Ἡμέρα τῇ ἡμέρᾳ ἐρεύγεται ῥῆμα, καὶ νὺξ νυκτὶ ἀναγγέλλει γνῶσιν. Ἥλιός τε καὶ σελήνη, καὶ ὁ ποικίλος τῶν ἄστρων χορὸς, καὶ τῶν ἄλλων ἁπάντων ἡ εὐταξία τὸν οἰκεῖον κηρύττει δημιουργόν.
Ὁ τοίνυν ἁπάντων τούτων τιμιώτερος, μὴ ποιῶν τοῦτο, ἀλλὰ καὶ βίον παρέχων δι᾽ ὃν βλασφημία προστρίβεται τῷ ποιήσαντι αὐτὸν Θεῷ, ποίας ἄρα ἔσται συγγνώμης ἄξιος ὁ τοιοῦτος; τίνος δὲ ἀπολογίας, ὅταν διὰ τοῦτο γενόμενος, ἵνα ἀρέσῃ τῷ φιλανθρώπῳ Θεῷ, καὶ τῆς βασιλείας ἀπολαύσῃ τῶν μελλόντων, τούτου μὲν μὴ πολὺν ποιῆται τὸν λόγον, πραγματείαις δὲ βιωτικαῖς καὶ μερίμναις ἑαυτὸν κοσμικαῖς περιβάλλῃ;
Ἀλλ᾽ οὐχ οὗτος τοιοῦτος, ἀλλὰ διὰ παντὸς τοῦ βίου αἶνον ἀνέφερε τῷ Θεῷ, τὸν διὰ τῶν ῥημάτων, τὸν διὰ τῶν πραγμάτων. Καὶ γὰρ πολλῶν ἐσμεν ὀφειλέται αὐτῷ, ὅτι τε οὐκ ὄντας ἐποίησεν, καὶ ὅτι τοιούτους εἰργάσατο, ὅτι γενομένους διακρατεῖ, καὶ ὅτι καθ᾽ ἑκάστην προνοεῖ τὴν ἡμέραν καὶ κοινῇ καὶ ἰδίᾳ, καὶ λάθρᾳ καὶ φανερῶς καὶ εἰδότων καὶ οὐκ εἰδότων. Τί γὰρ ἄν τις εἴποι τὰ ὁρώμενα, ἃ δι᾽ ἡμᾶς ἐποίησε; τὴν διακονίαν αὐτῶν, ἣν παρέχεται, τοῦ σώματος τὴν διάπλασιν, τῆς ψυχῆς τὴν εὐγένειαν, τὴν καθ᾽ ἑκάστην ἡμέραν οἰκονομίαν, τὴν διὰ τῶν θαυμάτων, τὴν διὰ τῶν νόμων, τὴν διὰ τῶν τιμωριῶν, τὴν ποικίλην αὐτοῦ πρόνοιαν καὶ ἀκατάληπτον, τὸ κεφάλαιον τῶν ἀγαθῶν, ὅτι οὐδὲ τοῦ Μονογενοῦς ἐφείσατο δι᾽ ἡμᾶς, τὰ δοθέντα ἤδη διὰ τοῦ βαπτίσματος, διὰ τῶν μυστηρίων, τὰ μέλλοντα δοθήσεσθαι, τὰ ἀπόῤῥητα ἀγαθὰ ἐκεῖνα, τὴν βασιλείαν, τὴν ἀνάστασιν, τὴν λῆξιν τὴν πάσης μακαριότητος γέμουσαν;
Ἂν γὰρ ἕκαστόν τις τούτων καταλέγῃ, εἰς πέλαγος ἄφατον ἐμπεσεῖται εὐεργεσιῶν, καὶ ὄψεται πόσων ἐστὶν ὑπεύθυνος τῷ φιλανθρώπῳ Θεῷ· οὐ διὰ ταῦτα δὲ μόνον, ἀλλὰ καὶ διὰ τὸ μεγαλεῖον τῆς δόξης αὐτοῦ, διὰ τὴν ἀκήρατον οὐσίαν. Καὶ γὰρ καὶ διὰ ταύτην ὀφείλεται αὐτῷ παρ᾽ ἡμῶν αἶνος, καὶ εὐλογία, καὶ διηνεκὴς εὐχαριστία, καὶ λατρεία, καὶ διακονία συνεχής.
Τοῦτο γοῦν αὐτὸ δηλῶν καὶ ὁ προφήτης, Μέγας Κύριος, φησὶ, καὶ αἰνετὸς σφόδρα, καὶ τῆς μεγαλωσύνης αὐτοῦ οὐκ ἔστι πέρας. Ἐπειδὴ γὰρ εἶπεν, Εὐλογήσω καὶ αἰνέσω, δείκνυσιν ὅτι οὐ χρείαν ἔχει τῶν παρ᾽ ἡμῶν αἴνων, οὐδὲ τῶν εὐλογιῶν, οὐδὲ προστίθεται αὐτοῦ τι τῇ δόξῃ παρὰ τῆς τῶν διακονουμένων εὐφημίας. Ἀκήρατος γὰρ αὐτοῦ ἡ οὐσία καὶ ἀνενδεὴς οὖσα, οὐδενὸς ἑτέρου προσδεῖται. Οἱ δὲ αἰνοῦντες αὐτὸν, αὐτοὶ λαμπρότεροι γίνονται. Οὐ διὰ τοῦτο δὲ μόνον, ἀλλὰ καὶ διὰ τὸ ὑπερέχον αὐτοῦ τῆς δόξης ὀφείλεται αὐτῷ εὐφημία παρ᾽ ἡμῶν. Διὸ καὶ τοῦτο δηλῶν εἶπε, Μέγας Κύριος, καὶ αἰνετὸς σφόδρα τουτέστιν, οὐδενὸς δεόμενος. Τί ἐστιν, Αἰνετός; Εὐφημιῶν ἄξιος, ἐγκωμίων καὶ ὕμνων· οὐχ ἁπλῶς, Αἰνετὸς, ἀλλὰ καὶ, Σφόδρα· διὸ καὶ τοῦτο προσέθηκε· πόσον δὲ αἰνετὸς οὐ δυνάμενος παραστῆσαι τῷ λόγῳ, ἐπήγαγε· Καὶ τῆς μεγαλωσύνης αὐτοῦ οὐκ ἔστι πέρας· ὅπερ ἕτερος ἑρμηνευτὴς, Ἐξεύρεσις, εἶπεν. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Ἐπεὶ μέγαν ἔχεις Δεσπότην, γενοῦ καὶ σὺ ὑψηλὸς, καὶ τῶν βιωτικῶν ἀπαλλάγηθι πραγμάτων. Λάβε φρόνημα ἀνώτερον τῆς ταπεινότητος τῶν παρόντων, οὐχ ἵνα ἀπονενοημένος γένῃ καὶ ἀλαζὼν, ἀλλ᾽ ἵνα μεγαλόφρων καὶ μεγαλόνους. Ἕτερον γὰρ ἀλαζονεία, καὶ ἕτερον μεγαλοψυχία. Ἀλαζὼν μὲν γάρ ἐστιν ὁ ἐπὶ τοῖς μικροῖς κομπάζων, καὶ τῶν ὁμοδούλων ὑπερορῶν· ὑψηλὸς δὲ ὁ ταπεινὸς τὴν διάνοιαν.
καὶ τὰς φαντασίας τοῦ παρόντος βίου οὐδὲν εἶναι νομίζων.
βʹ. Ποῦ νῦν εἰσιν οἱ λέγοντες οὕτως εἰδέναι τὸν Θεὸν, ὡς αὐτὸς ἑαυτὸν οἶδεν· Ἀκουέτωσαν τοῦ προφήτου λέγοντος, Τῆς μεγαλωσύνης αὐτοῦ οὐκ ἔστι πέρας, καὶ αἰσχυνέσθωσαν ἐπὶ τῇ οἰκείᾳ μανίᾳ. Γενεὰ καὶ γενεὰ ἐπαινέσει τὰ ἔργα σου. Ὅπερ ἔθος αὐτῷ ποιεῖν, τοῦτο καὶ ἐνταῦθα ἐργάζεται. Ὅταν γὰρ αὐτοῦ θαυμάσῃ τὴν μεγαλωσύνην, τὴν δόξαν, ἔρχεται καὶ ἐπὶ τὴν τῶν ἔργων ἀπόδειξιν. Τὸ αὐτὸ δὴ καὶ ἐνταῦθα ποιεῖ, καὶ λέγει· Γενεὰ καὶ γενεὰ ἐπαινέσει τὰ ἔργα σου, δεικνὺς ἀπὸ τῶν ἔργων αὐτοῦ τὴν μεγαλωσύνην. Τουτέστιν, οὐκ ἐν ἑνὶ χρόνῳ γέγονε μόνον καὶ παρῆλθεν, οὐδὲ ἐν δύο καὶ τρισὶν ἔτεσιν, ἀλλὰ παντὶ παρεκτείνεται τῷ παρόντι αἰῶνι, ὥστε ἑκάστην γενεὰν θεωρεῖν αὐτοῦ τὰ δημιουργήματα.
Τοῦτο γάρ ἐστι, Γενεὰ καὶ γενεά· ἥ τε οὖσα, φησὶν, ἥ τε ἐπιοῦσα, ἥ τε μετ᾽ ἐκείνην, καὶ ἡ μετὰ ταύτην πάλιν, καὶ ἑκάστη τῶν ἐπιουσῶν· ἥ τε κτίσις πάλιν παντὶ ὁμοίως τῷ χρόνῳ παρεκτείνεται τούτῳ, οἷον οὐρανὸς, γῆ, θάλασσα, ἀὴρ, λίμναι, πηγαὶ, ποταμοὶ, σπέρματα, φυτὰ, βοτάναι, καὶ ἡ ἐκ τούτων εὐεργεσία, φύσεως δρόμος μηδέποτε διακοπτόμενος, ὑετοὶ, τροπαὶ διηνεκῶς χορεύουσαι, νὺξ, ἡμέρα, ἥλιος, σελήνη, τὰ ἄστρα, τὰ ἄλλα πάντα, ἔτι τε τὰ τούτων χωρὶς, ἃ καὶ καθ᾽ ἑκάστην γίνεται γενεὰν, καὶ ἰδίᾳ καὶ κοινῇ, πρὸς διόρθωσιν, πρὸς εὐεργεσίαν τοῦ κοινοῦ τῶν ἁπάντων ἀνθρώπων γένους, οἷα ἐπὶ τῶν Ἰουδαίων γέγονε συνεχῶς θαύματα, σημεῖα, πρόνοια ἡ ἐν εὐετηρίᾳ, ἡ ἐν ταῖς νίκαις τῶν πολέμων, ἡ ἐν τοῖς ἄλλοις ἅπασιν, οἷα ἐπὶ τῆς παρουσίας τοῦ Χριστοῦ, ἐπὶ τῶν ἀποστόλων, ἐπὶ τοῦ καιροῦ τῶν διωγμῶν, πλείονα καὶ πολὺ τῶν παλαιῶν διαφέροντα κατὰ μέγεθος, οἷα καὶ ἐπὶ τῆς γενεᾶς τῆς ἡμετέρας. Καὶ γὰρ οὐκ ἔστι χρόνος οὐδεὶς, καὶ τούτων ἐκτὸς τῶν κοινῶν, ὁ μὴ φέρων τῆς αὐτοῦ προνοίας σημεῖον. Καὶ τὴν δύναμίν σου ἀπαγγελοῦσι. Καὶ διὰ τῶν εὐεργεσιῶν, φησὶ, καὶ διὰ τῶν κολάσεων. Οὐ γὰρ διαλιμπάνει παντὶ τρόπῳ τὰ ὑπὲρ τῆς φύσεως τῆς ἡμετέρας οἰκονομῶν ὁ Θεὸς διὰ παντὸς τοῦ χρόνου.
Τὴν μεγαλοπρέπειαν τῆς δόξης τῆς ἁγιωσύνης σου λαλήσουσι, καὶ τὰ θαυμάσιά σου διηγήσονται. Ἕτερος, Ὡραιότητα τοῦ ἐπαίνου σου, καὶ τοὺς λόγους τῶν παραδόξων σου διηγήσονται. Ἐπειδὴ εἶπε δύναμιν, δείκνυσι καὶ αὐτὴν μεθ᾽ ὑπερβολῆς οὖσαν δύναμιν. Οὐδὲ γὰρ ἁπλῶς, οὐδὲ τὰ τυχόντα εἰργάζετο, ἀλλ᾽ οὕτω πάντα θαυματουργοῦσα, καὶ παραδοξοποιοῦσα διετέλει, ὑπὲρ τὴν φύσιν ἐργαζομένη τὴν ἀνθρωπίνην, ὡς καὶ θαύματος καὶ δόξης πλήρη τὰ γινόμενα εἶναι. Ἐννόησον γοῦν τὰ ἐν Αἰγύπτῳ, τὰ ἐν Παλαιστίνῃ, τὰ ἐπὶ τοῦ Ἀβραὰμ, τὰ ἐπὶ τοῦ Ἰσαὰκ, τὰ ἐπὶ τοῦ Ἰωσήφ· πάλιν τὰ ἐν Αἰγύπτῳ, τὰ ἐπὶ τοῦ Μωϋσέως, τὰ ἐν τῇ ἐρήμῳ, τὰ μετὰ τὴν εἴσοδον· πάλιν τὰ ἐν τῇ αἰχμαλωσίᾳ, τὰ ἐπὶ τοῦ Ναβουχοδονόσορ, τὰ ἐπὶ τῆς καμίνου, τὰ ἐπὶ τῶν λεόντων, τὰ ἐπὶ τῆς ἐπανόδου, τὰ ἐπὶ τῶν προφητῶν.
Ταῦτα γὰρ πάντα ἀνεκήρυττε τοῦ ποιοῦντος τὴν ἰσχὺν, τὴν δόξαν, τὴν μεγαλωσύνην, πολλήν τε τὴν ἔκπληξιν καὶ πολὺ τὸ θαῦμα παρεχόμενα. Καὶ τὴν δύναμιν τῶν φοβερῶν σου ἐροῦσι, καὶ τὴν μεγαλωσύνην σου διηγήσονται. Δείκνυσι διὰ τούτου, ὅτι πρὸς ἑκάτερα ἀπηρτισμένη ἡ ἰσχὺς αὐτοῦ, καὶ πρὸς εὐεργεσίαν, καὶ πρὸς τιμωρίαν, καὶ ὅτι τὰ ἀπαριθμηθέντα ἅπαντα ἑκάτερα τούτων εἶχε.
Πλὴν τοῦτο οὐκ ἐπὶ τῶν τότε συμβάντων, ἀλλὰ καὶ ἐπὶ τῆς κτίσεως ἔστιν ἰδεῖν, καὶ ἑκατέρας τῆς εὐεργεσίας πολλὰ ὄντα τὰ ὄργανα, οἷον τῶν μὲν φοβερῶν, ἀστραπὰς, βροντὰς, σκηπτοὺς, πρηστῆρας, λοιμοὺς, χιόνας, χάλαζαν, ἐρυσίβην, πάγον, πυρώσεις, ἐπικλύσεις· ἐν τοῖς ἑρπετοῖς δὲ δράκοντας, σκορπίους, ὄφεις, καὶ ἐν τοῖς πετεινοῖς ἀκρίδα, καὶ ἐν τοῖς εὐτελέσι κυνόμυιαν, κάμπην· ἅπερ δὴ μάλιστα καὶ αὐτὰ προνοίας ἐστὶν, ἐπιστρέφοντα τοὺς ἀνθρώπους, ἀπαλλάττοντα ῥᾳθυμίας, ἀφυπνίζοντα τοῦ βαθέος ὕπνου, ἀπὸ τοῦ κάρου πρὸς νῆψιν ἄγοντα.
Οὐκ ἐν τούτοις δὲ μόνον, ἀλλὰ καὶ ἐν τοῖς ἐναντίοις ἡ δύναμις αὐτοῦ ἀπηρτισμένη. Διὸ καὶ περὶ τούτων ἡμᾶς διδάξαι βουλόμενος, εἰπὼν, Τὴν δύναμιν τῶν φοβερῶν σου ἐροῦσιν, καὶ τὴν μεγαλωσύνην σου διηγήσονται, ἐπήγαγε· Μνήμην τοῦ πλήθους τῆς χρηστότητός σου ἐξερεύξονται. Ἄλλος, Ἀγαθωσύνης σου, καὶ τῇ δικαιοσύνῃ σου ἀγαλλιάσονται.
Ὅπερ ἕτερος ἑρμηνευτὴς εἶπε, Καὶ τὰς ἐλεημοσύνας σου εὐφημήσουσιν. Ἡμεῖς δὲ ὥσπερ ἀπηριθμησάμεθα ἐκεῖνα τὰ φοβερὰ, οὕτω καὶ τὰ ἐναντία τούτων ἀναγκαῖον εἰπεῖν· οἷον ἐπὶ τῶν ὁρωμένων καὶ περὶ ἡμᾶς, τροπὰς ἐτησίους, ἡμέρας, παραδείσους, λειμῶνας, ἄνθη ποικίλα, ὕδωρ πότιμον καὶ γλυκὺ, καὶ τὸ ἐκ τῶν ὑετῶν χρήσιμον, τῆς γῆς τὰς ὠδῖνας, τοὺς ποικίλους καρποὺς, τὰ δένδρα τὰ διάφορα, τοὺς ἀνέμους τοὺς προσηνεῖς, τὴν ἡλιακὴν ἀκτῖνα, τὴν σεληναίαν λαμπάδα, τὸν ποικίλον τῶν ἄστρων χορὸν, τὸ προσηνὲς τῆς νυκτός· καὶ ἐπὶ τῶν ἀλόγων, πρόβατα, καὶ βοῦς, καὶ αἶγας· καὶ ἐπὶ τῶν ἀγρίων, δορκάδας, καὶ ἐλάφους, λαγωοὺς, καὶ ἕτερα πλείονα· καὶ ἐπὶ τῶν πετεινῶν, τοὺς ὄρνιθας τοὺς Ἰνδικούς· καὶ ἐν τοῖς ἔργοις αὐτοῖς ἴδοι τις ἂν οὐ κολάζοντα μόνον, ἀλλὰ καὶ εὐεργετοῦντα πολλῷ πλεῖον ἢ κολάζοντα. Τὰ μὲν οὖν φόβου ἕνεκεν ποιεῖ· εἰ δὲ καί ποτε πεῖραν ἐπαγάγοι, διὰ τὴν πολλὴν ἀναισθησίαν τῶν οὐ διορθουμένων τῷ φόβῳ.
Τούτοις δὲ ἐμφιλοτιμεῖται, καὶ μέχρι τῆς πείρας αὐτὰ προάγει οὐκ εἰς ἀξίους μόνον, ἀλλὰ καὶ εἰς ἀναξίους. γʹ. Ποικίλλων τοίνυν ἡμῶν τὴν σωτηρίαν, ποτὲ μὲν ταῦτα, ποτὲ δὲ ἐκεῖνα ἐργάζεται, πλεονάκις δὲ ἐκεῖνα, ἐπειδὴ καὶ ἐκεῖνα βούλεται μόνα. Διὰ γὰρ τοῦτο καὶ γέενναν ἠπείλησεν, οὐχ ἵνα ἐπαγάγῃ, ἀλλ᾽ ἵνα μὴ ἐπαγάγῃ· καὶ τὴν μὲν τῷ διαβόλῳ παρεσκεύασε· Πορεύεσθε γὰρ, φησὶν, εἰς τὸ πῦρ τὸ ἡτοιμασμένον τῷ διαβόλῳ· τὴν δὲ βασιλείαν ἀνθρώποις, δεικνὺς ὅτι οὐ βούλεται ἄνθρωπον εἰς γέενναν ἐμβαλεῖν.
Οἰκτίρμων καὶ ἐλεήμων ὁ Κύριος, μακρόθυμος καὶ πολυέλεος. Χρηστὸς Κύριος τοῖς σύμπασι, καὶ οἱ οἰκτιρμοὶ αὐτοῦ ἐπὶ πάντα τὰ ἔργα αὐτοῦ. Ὁρᾷς καὶ τὸν προφήτην τούτοις ἐνδιατρίβοντα τοῖς χρηστοτέροις, καὶ ἐπιδαψιλευόμενον τῷ λόγῳ. Καὶ γὰρ οἶδε σαφῶς ἐν τούτοις ὄντα μάλιστα τοῦ Θεοῦ τὸν πλοῦτον.
Οὐδὲ γὰρ ἦν σωθῆναι, μὴ πολλῆς οὔσης αὐτοῦ τῆς φιλανθρωπίας· οὐκ ἦν μεῖναι μὴ πολλῆς ἀπολαύοντας τῆς ἀγαθότητος. Διὸ καὶ αὐτὸς ἔλεγεν· Ἐγώ εἰμι ὁ ἐξαλείφων τὰς ἀνομίος σου, καὶ ἐν ταῖς ἁμαρτίαις σου προέστην σου. Οἰκτίρμων καὶ ἐλεήμων ὁ Κύριος. Ὅρα πῶς δείκνυσιν αὐτοῦ ἄφατον τὴν φιλανθρωπίαν. Οὐ γὰρ ἐλεεῖ μόνον ἁμαρτάνοντας, ἀλλὰ καὶ ἕτερον εἶδος τῆς φιλανθρωπίας οὐ μικρὸν ἐπιδείκνυται, τὸ μακρόθυμον, ὥστε αὐτοὺς εἰς μετάνοιαν ἐλθεῖν, καὶ μετὰ τῆς αὐτοῦ φιλανθρωπίας καὶ ἀπὸ τῆς οἰκείας σωθῆναι σπουδῆς, καὶ τὴν ἀπὸ τῶν κατορθωμάτων παῤῥησίαν ἔχειν. Οὐχ ἁπλῶς δὲ, Ἐλεήμων, ἀλλὰ καὶ, Πολυέλεος εἶπε, δεικνὺς ὅτι τὸ πολὺ τοῦτο μετρηθῆναι οὐκ ἔνι, ἀλλὰ πάντα ὑπερβαίνει λόγον. Διὰ γοῦν τῶν ἑξῆς κατὰ τὸ ἐγχωροῦν αὐτῷ ἐνεδείξατο ἐπαγαγὼν καὶ εἶπε· Χρηστὸς Κύριος τοῖς σύμπασι, καὶ οἱ οἰκτιρμοὶ αὐτοῦ ἐπὶ πάντα τὰ ἔργα αὐτοῦ.
Τί ἐστι, Τοῖς σύμπασι; Καὶ τοῖς ἁμαρτωλοῖς, φησὶ, καὶ τοῖς ἐν παρανομίαις ζῶσιν. Οὐ γὰρ δὴ μόνον οἱ δίκαιοι, οὐδὲ οἱ κατορθοῦντες, οὐδὲ οἱ μετανοοῦντες, ἀλλὰ καὶ πάντες, δι᾽ ὧν πάσχουσιν, ἀνακηρύττουσιν αὐτοῦ τὸν ἔλεον καὶ τὴν χρηστότητα. Κἂν μέ τις ἔρηται, τίνι χρηστὸς ἐγένετο, ἐρῶ· Οὐχὶ τῷ Ἄβελ μόνον, ἀλλὰ καὶ τῷ Κάϊν· οὐχὶ τῷ Νῶε μόνον καὶ τοῖς ἐκείνου παισὶν, ἀλλὰ καὶ τοῖς ὑπὸ τοῦ καταποντισμοῦ κατακλυσθεῖσι. Πάντα γὰρ ἀπὸ φιλανθρωπίας ἐργάζεται. Καὶ ἵνα μάθῃς, πῶς πᾶσίν ἐστιν χρηστὸς, σκόπει ἐντεῦθεν· Πόσης χρηστότητος ἦν, εἰπέ μοι, τὸ τὸν ἀδελφοκτόνον ἐκεῖνον, καὶ τοιαύτην τολμήσαντα σφαγὴν, καὶ τὴν δεξιὰν μολύναντα, καὶ τοῦ Θεοῦ καταπατήσαντα τοὺς νόμους, παραδοῦναι τιμωρίᾳ, νουθεσίᾳ μᾶλλον ἢ κολάσει οὔσῃ, ὥστε καὶ αὐτὸν ἐκεῖνον καθᾶραι διὰ τοῦ μήκους τοῦ κατὰ τὸν χρόνον τῆς ἁμαρτίας τῆς ἐγγενομένης, καὶ τοὺς ἄλλους παιδεῦσαι δι᾽ ὧν ἔπασχεν ἐκεῖνος; πόσης δὲ ἦν χρηστότητος, εἰπέ μοι, τὸ τοὺς ἀνίατα νοσοῦντας ἐπὶ τοῦ κατακλυσμοῦ, καὶ μήτε ἀπειλαῖς, μήτε λόγοις, μήτε ἄλλῳ μηδενὶ διορθωθέντας στῆσαι τῆς κακίας, καὶ τῷ κοινῷ χρέει τῆς φύσεως ἀντὶ φαρμάκου χρήσασθαι, καὶ τὸν κουφότατον αὐτοῖς ἐπαγαγεῖν θάνατον τὸν διὰ τῶν ὑδάτων;
Τὸ δὲ, Σύμπασιν, οὐκ ἐπὶ τούτου μόνον ἔστιν ἰδεῖν, ἀλλὰ καὶ ἐπὶ τῶν ὁρωμένων ἁπάντων, ἐπὶ τῶν ζώων, ἐπὶ τῶν ἀλόγων· κἂν εἰς αὐτοὺς δὲ ἄν τις ἀναβῇ τοὺς ἀγγέλους, τοὺς ἀρχαγγέλους, πολλὴν ὄψεται τὴν χρηστότητα, πολλοὺς τοὺς οἰκτιρμούς· ἕκαστον γὰρ ἔργον πολλῆς ἀπολαύει φιλανθρωπίας. Ὅπερ δὴ καὶ αὐτὸς συνιδὼν, ἐπήγαγεν· Ἐξομολογησάσθωσάν σοι, Κύριε, πάντα τὰ ἔργα σου, καὶ οἱ ὅσιοί σου εὐλογησάτωσάν σε· τουτέστιν, Εὐχαριστείτωσάν σοι, ἀναπεμπέτωσάν σοι ὕμνους, οἵ τε λόγῳ τετιμημένοι, τά τε φωνὴν οὐκ ἔχοντα. Καὶ γὰρ καὶ τῶν ἀφώνων ἕκαστον οὕτω γέγονεν, ὥστε εὐλογίαν ἀναπέμπειν διὰ τῆς οἰκείας φύσεως, κἂν ἄφωνα ᾖ, διὰ τῶν ὁρώντων καὶ ἀπολαυόντων ἀνθρώπων. Καὶ ἐκεῖνα μὲν διὰ τῆς οὐσίας τῆς αὑτῶν, ἄνθρωποι δὲ καὶ διὰ τῆς διαγωγῆς, καὶ διὰ τῆς πράξεως. Διὸ καὶ τοῦτο δῆλον ποιεῖ διὰ τῆς ἐπαγωγῆς τοῦ, Οἱ ὅσιοί σου εὐλογησάτωσάν σε.
Ὁσίους δὲ ἐνταῦθα τοὺς ἁγίους καλεῖ τοὺς τὰ τοῦ Θεοῦ προστάγματα πληροῦντας, τοὺς ἀβάτους ἁμαρτήμασι καὶ πονηρίᾳ. Δόξαν τῆς βασιλείας σου ἐροῦσι. Τί ἐστι, Δόξαν ἐροῦσι; Τὸ ἀνενδεὲς, τὸ φιλάνθρωπον, φησὶν, τὸ κηδεμονικὸν, τὸ μὴ δεόμενον τῶν ἀρχομένων, τὸ τοσαύτην περὶ αὐτοὺς ἐπιδείκνυσθαι πρόνοιαν, τὸ ἀπρόσιτον τοῦ φωτὸς, τὸ ἄῤῥητον τῆς οὐσίας, τὸ ἀκατάληπτον. Καὶ τὴν δυναστείαν σου λαλήσουσι· τουτέστιν, Τὴν δύναμιν τὴν ἄμαχον, τὴν ἀχείρωτον ᾄσονται· οὐκ ἐπειδή σοι χρεία τούτων τῶν ὕμνων καὶ τῶν εὐφημιῶν, ἀλλὰ δι᾽ αὐτούς τε τοὺς λέγοντας, καὶ ὥστε καὶ ἑτέρους διδάξαι, καὶ ποιῆσαι τῆς εὐφημίας κοινωνούς. Διὸ ἐπήγαγε· Τοῦ γνωρίσαι τοῖς υἱοῖς τῶν ἀνθρώπων τὴν δυναστείαν σου, καὶ τὴν δόξαν τῆς μεγαλοπρεπείας τῆς βασιλείας σου. Δείκνυσι διὰ τούτων, ὅτι διὰ τὸ μαθεῖν ἑτέρους τὴν δυναστείαν αὐτοῦ τὰς εὐφημίας προσίεται. Πολλὴ τοίνυν ἡ δύναμις, πολλὴ ἡ δόξα, πολλὴ ἡ εὐπρέπεια, πολλὴ καὶ ἄφατος, οὐ μόνον πάντα ὑπερβαίνουσα λόγον, ἀλλὰ καὶ πάντα νικῶσα νοῦν.
Ἀλλ᾽ ἡ πολλὴ καὶ ἄφατος αὕτη χρείαν ἔχει τῶν διδασκόντων αὐτὴν διὰ τὴν ἄνοιαν τῶν πολλῶν. Ἐπεὶ καὶ ἥλιος φανότατόν ἐστιν ἄστρον, καὶ ὅμως οἱ τὰ ὄμματα νοσοῦντες οὐχ ὁρῶσιν αὐτοῦ τὸ φῶς· οὕτω δὴ καὶ ἡ τοῦ Θεοῦ πρόνοια ἡλίου μὲν παντός ἐστι φαιδροτέρα, ἀλλ᾽ οἱ τοῖς λογισμοῖς διεστραμμένοι, καὶ βεβυσμένοι τὰς ἀκοὰς, πολλῆς δέονται τῆς ἐπιμελείας, ὥστε ἀνοιγῆναι αὐτῶν τὴν διάνοιαν.
δʹ. Δεῖ τοίνυν συνεχῶς αὐτοῖς ἐνηχεῖν καὶ ἐνιέναι τὴν περὶ τούτων διδασκαλίαν. Εἶτα ἐπειδὴ εἶπε δόξαν βασιλείας καὶ μεγαλοπρέπειαν, καὶ μὴ διασαφήσας παρέδραμε, πάλιν ἀναλαμβάνει, καὶ λέγει κατὰ τὸ ἐγχωροῦν αὐτῷ, τί ἐστιν ἡ δόξα, ἐπαγαγών· Ἡ βασιλεία σου, βασιλεία πάντων τῶν αἰώνων. Οὐ τῶν παρόντων μόνον, φησὶν, ἀλλὰ καὶ τῶν ἐρχομένων· ἀτελεύτητος γὰρ καὶ ἄπειρος, καὶ μόνη τὸ ἀΐδιον ἔχουσα. Καὶ ἡ δεσποτεία σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ. Ὅρα αὐτῆς καὶ ἐντεῦθεν τὸ ἀτελεύτητον. Πανταχοῦ τῆς οἰκουμένης, πανταχοῦ τῶν αἰώνων, πανταχοῦ τῶν χρόνων ἐκτέταται. Πιστὸς Κύριος ἐν πᾶσι τοῖς λόγοις αὐτοῦ, καὶ ὅσιος ἐν πᾶσι τοῖς ἔργοις αὐτοῦ· εἰπὼν τῆς βασιλείας τὸ ἀτελεύτητον, τὸ βεβηκὸς, τὸ πάγιον, τὸ ἀκίνητον, λέγει καὶ τῶν λόγων αὐτοῦ τὸ στεῤῥόν. Τὸ γὰρ, Πιστὸς, τοῦτό ἐστιν, βέβαιος, ἀληθής. Εἰ δὲ πιστὸς, πάντως ἔσται τὰ εἰρημένα παρ᾽ αὐτοῦ. Ὥσπερ δὲ ἡ βασιλεία αὐτοῦ ἀδιάπτωτος, καὶ πέρας οὐκ ἔχουσα· οὕτω καὶ οἱ λόγοι αὐτοῦ στεῤῥοὶ, βεβηκότες. Οὔτε οὖν ἐκείνη ποτὲ διακόπτεται, οὔτε οὗτοι διαπίπτουσιν. Εἰ δὲ οὐ διαπίπτουσι, δεῖ πάντως ἀκολουθῆσαι τὰ ἔργα. Εἰ δέ πού τι καὶ εἶπε, καὶ οὐ γέγονε, καὶ τοῦτο τῆς ἀληθείας αὐτοῦ ἀπόδειξις· Πέρας γὰρ λαλήσω ἐπὶ ἔθνη καὶ βασιλείαν, τοῦ κατασκάπτειν καὶ ἐκριζοῦν· καὶ ἐὰν μετανοήσωσιν ἐπὶ τῇ κακίᾳ, μετανοήσω κἀγὼ ἐφ᾽ οἷς ἐλάλησα ποιῆσαι αὐτοῖς.
Καὶ ἐπὶ τῶν ἀγαθῶν ὁμοίως· Χρηστὰ διαλέξομαι, φησὶ, κἂν μεταβάλωνται, κἀγὼ μεταβαλῶ τὰ περὶ αὐτῶν εἰρημένα. Καὶ ὅσιος ἐν πᾶσι τοῖς ἔργοις αὐτοῦ.
Τί ἐστιν, Ὅσιος; Ἄληπτος, ὀρθὸς, καθαρὸς, ἄμωμος, οὐδεμίαν οὐδενὶ παρέχων λαβήν. Ὑποστηρίζει Κύριος πάντας τοὺς καταπίπτοντας, καὶ ἀνορθοῖ πάντας τοὺς κατεῤῥαγμένους. Εἰπὼν περὶ τῆς βασιλείας, ὅτι ἀπέραντος, περὶ τῶν λόγων, ὅτι ἀληθεῖς, περὶ τῶν πράξεων, ὅτι ἄληπτοι, περὶ τῆς δόξης, περὶ τῆς μεγαλοπρεπείας, λέγει πάλιν περὶ τῆς φιλανθρωπίας· ὃ καὶ αὐτὸ μεγίστη δόξα τῆς βασιλείας αὐτοῦ, τὸ μὴ μόνον διακρατεῖν τοὺς ἑστῶτας, ἀλλὰ καὶ μέλλοντας καταπίπτειν μὴ ἐᾷν τοῦτο παθεῖν, καὶ κειμένους ἀνιστᾷν, καὶ τὸ δὴ θαυμαστὸν, ὅτι πάντας, οὐ τὸν δεῖνα μόνον, ἀλλὰ πάντας, κἂν δοῦλοι, κἂν πένητες ὦσι, κἂν ἄσημοι, κἂν ἐξ ἀσήμων. Πάντων γάρ ἐστι Δεσπότης, καὶ οὐδὲ κειμένους παρατρέχει, οὐδὲ σαλευομένους ὑπερορᾷ. Τοῦτο καὶ ἐπὶ τῆς κοινῆς φύσεως ἐποίησε· τοῦτο καὶ ἐφ᾽ ἑκάστου ἐργάζεται. Εἰ δέ τινες τῶν κειμένων οὐκ ἀνίστανται, οὐ παρ᾽ αὐτὸν τὸν βουλόμενον ἀνορθῶσαι, ἀλλὰ παρ᾽ ἐκείνους τοὺς μὴ θέλοντας ἀναστῆναι. Ἐπεὶ καὶ τὸν Ἰούδαν πεσόντα ἠβουλήθη ἀναστῆσαι, καὶ πρὸς τοῦτο πάντα εἰργάσατο, ἀλλ᾽ ἐκεῖνος οὐκ ἠθέλησε. Τὸν γοῦν Δαυῒδ πεσόντα ἀνώρθωσε· καὶ ἰσχυρὸν ἐποίησε. Τὸν Πέτρον μέλλοντα καταπίπτειν ἀνέστησε. Καὶ ἄκουε πῶς· Σίμων, Σίμων, φησὶν, ἰδοὺ ὁ Σατανᾶς ἐξῄτησε σινιάσαι ὑμᾶς, ὡς τὸν σῖτον· κἀγὼ ἐδεήθην περὶ σοῦ, ἵνα μὴ ἐκλίπῃ ἡ πίστις σου.
Εἶτα λέγει καὶ ἕτερον εὐεργεσίας εἶδος· ποικίλη γὰρ αὐτοῦ καὶ παντοδαπὴ ἡ κηδεμονία. Οἱ ὀφθαλμοὶ πάντων εἰς σὲ ἐλπίζουσι, καὶ σὺ δίδως τὴν τροφὴν αὐτῶν ἐν εὐκαιρίᾳ. Εἶδες πῶς ἔδειξεν, ὅτι Χρηστὸς τοῖς σύμπασι, καὶ οἱ οἰκτιρμοὶ αὐτοῦ ἐπὶ πάντα τὰ ἔργα αὐτοῦ; Ὅπερ ἐν τοῖς Εὐαγγελίοις εἴρηται, Ὅτι ἀνατέλλει τὸν ἥλιον αὐτοῦ ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς, καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους, τοῦτο καὶ ἐνταῦθα οὗτος ᾐνίξατο τῷ εἰπεῖν· Καὶ σὺ δίδως τὴν τροφὴν αὐτῶν ἐν εὐκαιρίᾳ. Οὐ γὰρ ὑετοὶ καὶ γῆ καὶ ἀὴρ, ἀλλὰ τὸ ἐπίταγμα αὐτοῦ τοὺς καρποὺς τελεσφορεῖν εἴωθεν.
Τὸ δὲ, Ἐν εὐκαιρίᾳ, τοῦτο δηλοῖ, ὅτι καιροῖς πάντα διώρισται, καὶ τροπαῖς διαφόροις ἐξάγεται. Καὶ τοῦτο γὰρ μάλιστα αὐτοῦ δείκνυσι τὴν σοφίαν, τὸ μὴ ὁμοῦ πάντα, μηδὲ ὑφ᾽ ἓν, ἀλλὰ παρὰ πάντα τὸν ἐνιαυτὸν διελεῖν τὰ τῆς τροφῆς, ὥστε καὶ τὸν γηπόνον ἀναπαύεσθαι, καὶ τὰ γινόμενα μὴ διαφθείρεσθαι.
Τὸ τοίνυν, Ἐν εὐκαιρίᾳ, ἢ ὅπερ ἔμπροσθεν εἴπομεν τοῦτό ἐστιν, ὅτι καιροῖς μεμέρισται ἕκαστα· ἢ ὅτι Δεομένοις καὶ χρῄζουσι τὴν τροφὴν δίδως. Καὶ πῶς, φησὶν, Οἱ ὀφθαλμοὶ πάντων εἰς σὲ ἐλπίζουσιν, εἶπε; Καίτοι πολλοί εἰσιν αὐτόματα τὰ ὄντα λέγοντες, οἱ ἐν ἀσεβείᾳ ζῶντες. Τοῦ πράγματος αὐτοῦ λέγει τὴν φύσιν ἐνταῦθα, ὥσπερ καὶ ἀλλαχοῦ ὅταν λέγῃ· Τοῖς νεοσσοῖς τῶν κοράκων τοῖς ἐπικαλουμένοις αὐτόν· καίπερ ἀλόγιστα τὰ ζῶά ἐστι. Καὶ πάλιν· Σκύμνοι ὠρυόμενοι, τοῦ ἁρπάσαι καὶ ζητῆσαι παρὰ τοῦ Θεοῦ βρῶσιν αὐτοῖς. Καίτοι καὶ οὗτοι ἀλόγιστοι, καὶ οὐκ αὐτοὶ ζητοῦσιν· ἀλλὰ καὶ ἐνταῦθα πάλιν τοῦ πράγματος λέγει τὴν φύσιν· οὐ γὰρ ἀπὸ τῆς ἐκείνων προαιρέσεως, ἀλλ᾽ ἀπὸ τῆς τῶν γινομένων φύσεως τοῦτο ῥητέον ἐστίν. Ἀνοίγεις σὺ τὴν χεῖρά σου, καὶ ἐμπιπλᾷς πᾶν ζῶον εὐδοκίας.
Χεῖρα τὴν ἐνέργειαν λέγει, καὶ τὴν χορηγητικὴν δύναμιν, διὰ πάντων σε παιδεύων εἰδέναι, ὡς οὐκ ἐν τοῖς στοιχείοις, ἀλλ᾽ ἐν τῇ τοῦ Θεοῦ προνοίᾳ τῶν καρπῶν αἱ γοναί. Ἢ καὶ τὸ εὔκολον δεικνὺς, εἶπε τὸ, Ἀνοίγεις σὺ τὴν χεῖρά σου. Ἐπειδὴ γὰρ οἱ τότε μάλιστα [τὸν] πάντων αἴτιον ἀφέντες προσεκύνουν καὶ ἀέρα καὶ ἥλιον, καὶ ταῦτα ἐνόμιζον εἶναι τὰ παρέχοντα τοὺς καρποὺς, ἀνάγων αὐτοὺς ἐπὶ τὴν ἀρχὴν τὴν ἄνω καὶ τὸν τούτων αἴτιον καὶ Δεσπότην, συνεχῶς ταῦτα ἐπιλέγει, δεικνὺς ὅτι ἐκ τῆς ἐκείνου χειρὸς πάντα, ἐκ τῆς ἐκείνου κηδεμονίας ἐπιῤῥεῖ τὰ ἀγαθά.
εʹ. Εὐδοκίας δὲ ἐνταῦθα ἐμπιπλᾷν λέγει, τουτέστιν εὐαρεστήσεως, διότι ἕκαστον ζῶον πληροῖ τοῦ θελήματος αὐτοῦ, τοῦ ἀρέσκοντος αὐτῷ. Οὐ γὰρ ἁπλῶς δίδωσι τροφὴν, ἀλλὰ κατὰ τὸ χρήσιμον ἑκάστῳ, κατὰ τὴν ἐπιθυμίαν ἑκάστου, κατὰ τὸ πλῆρες. Ὃ δὲ λέγει, τοῦτό ἐστι· Καὶ ἀλόγοις δίδως, καὶ ἀνθρώποις, καὶ πᾶσιν, ὡς ἑκάστῳ ἡδὺ, ὡς ἑκάστῳ ἀρεστόν· καὶ οὐ δίδως μόνον, ἀλλὰ καὶ πληροῖς, ὡς μηδὲν εἶναι ἐνδέον. Διό φησιν, Ἐμπιπλᾷς πᾶν ζῶον εὐδοκίας.
Δίκαιος Κύριος ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ, καὶ ὅσιος ἐν πᾶσι τοῖς ἔργοις αὐτοῦ. Ὁδοὺς ἐνταῦθα τὰς οἰκονομίας λέγει, τὴν πρόνοιαν, τὴν κηδεμονίαν, δι᾽ ἧς ἅπαντα διετύπωσε. Πάντα γὰρ, φησὶ, τὰ ἔργα αὐτοῦ ἐγκώμια, θαυμάτων γέμει, οὐδεμίαν οὐδενὶ παρέχοντα λαβὴν, κἄν τινες μαίνωνται καὶ λυσσῶσι.
Τὰ τοίνυν ἔργα φύσει τοιαῦτα, ὡς ἀπολάμπειν, ὡς ἀποστίλβειν, ὡς ἀνακηρύττειν τοῦ πεποιηκότος τὴν πρόνοιαν, τὴν κηδεμονίαν, τὴν φιλανθρωπίαν, τὴν δικαιοσύνην, τὴν ὁσιότητα. Ἐγγὺς Κύριος πᾶσι τοῖς ἐπικαλουμένοις αὐτὸν, πᾶσι τοῖς ἐπικαλουμένοις αὐτὸν ἐν ἀληθείᾳ. Ἰδοὺ καὶ ἕτερον προνοίας μέρος, τὸ κεφάλαιον τῶν ἀγαθῶν. Εἰπὼν γὰρ τὰ κοινῇ καὶ τοῖς ἀπίστοις δεδομένα, τὴν τροφὴν, τοὺς ὑετοὺς, λέγει καὶ τὰ ἰδιαζόντως τοῖς πιστοῖς παρεχόμενα. Τίνα δὲ ταῦτά ἐστι; Τὸ ἐγγὺς αὐτῶν εἶναι, τουτέστιν, ἀντέχεσθαι, κήδεσθαι, προνοεῖν πολὺ μειζόνως ἐκείνων, εὔνουν αὐτοῖς εἶναι καὶ ἵλεων καὶ εὐμενῆ, μᾶλλον αὐτοῖς ἀποκαλύπτειν τὰ ἀγαθά.
Θέλημα τῶν φοβουμένων αὐτὸν ποιήσει, καὶ τῆς δεήσεως αὐτῶν εἰσακούσεται, καὶ σώσει αὐτούς. Καὶ μὴν, φησὶν, ὁ Παῦλος ἐβούλετο τὸν ἄγγελον τοῦ Σατᾶν ἀποστῆναι ἀπ᾽ αὐτοῦ, τουτέστι, τοὺς πειρασμοὺς, τὰς θλίψεις, τὰς ἐπιβουλὰς, καὶ οὐκ ἐποίησε.
Καὶ μὴν ἐποίησεν· ἐπειδὴ γὰρ ἔγνω ὅτι τὰ μὴ συμφέροντα ᾔτει, πάλιν θελῆσαι καὶ σφόδρα θελῆσαι Θεοῦ ἔργον ἦν. Διὸ καὶ ἔλεγεν· Εὐδοκῶ ἐν ἀσθενείαις, ἐν θλίψεσιν, ἐν διωγμοῖς. Εἰ δὲ τὰ ἐναντία πρότερον ἐβούλετο, δι᾽ ἄγνοιαν ἐβούλετο· ἐπειδὴ δὲ ἔμαθεν, ὅτι τοῦτο ὁ Θεὸς βούλεται, καὶ αὐτὸς λοιπὸν εὐδοκεῖ. Οὐ γάρ ἐστιν ἄλλο τὸ θέλημα Θεοῦ, καὶ ἄλλο τῶν φοβουμένων αὐτόν· εἰ δέ τινα καὶ αὐτοὶ ὡς ἄνθρωποι βούλονται, ἀλλ᾽ ὕστερον διορθοῦνται. Φυλάσσει Κύριος πάντας τοὺς ἀγαπῶντας αὐτὸν, καὶ πάντας τοὺς ἁμαρτωλοὺς ἐξολοθρεύσει. Καὶ τοῦτο μέρος προνοίας οὐ μικρὸν, τὸ τηρεῖν, τὸ ἀσφαλίζεσθαι, τὸ τὴν παρ᾽ αὐτοῦ πρόνοιαν παρέχειν. Ἁμαρτωλοὺς δέ φησι τοὺς τὰ ἀνίατα νοσοῦντας, τοὺς οὐ βουλομένους διορθωθῆναι.
Εἰ δέ τινας καὶ τῶν ἀγαπώντων αὐτὸν ἀφίησιν εἰς θανάτους ἐμπεσεῖν, καὶ τοῦτο φυλάσσοντός ἐστιν· ὅπερ καὶ ἐπὶ τοῦ Ἄβελ γέγονε. Εἰ γὰρ καὶ τὰ σώματα αὐτῶν διεφθάρη, ἀλλ᾽ ὅμως τῇ ψυχῇ λαμπρότεροι γεγόνασιν· ἀπολήψονται δὲ καὶ τὰ σώματα ἄφθαρτα. Ἐπεὶ οὖν εἶπε τῆς προνοίας αὐτοῦ τὰ εἴδη, ὅσα δυνατὸν ἦν εἰπεῖν αὐτῷ, τὰ κοινὰ, τὰ ἰδιάζοντα, τὰ ἐξαίρετα τῶν ἁγίων, τὴν περὶ τοὺς σαλευομένους κηδεμονίαν, τὴν περὶ τοὺς κειμένους πρόνοιαν, τὴν μακροθυμίαν, τὴν τῶν ἁμαρτωλῶν διόρθωσιν, τὴν τῶν ἁγίων φυλακὴν, πάλιν εἰς αἶνον κατακλείει τὸν λόγον, καὶ τὴν οἰκουμένην ἅπασαν εἰς κοινωνίαν τῆς εὐφημίας καλεῖ λέγων· Αἴνεσιν Κυρίου λαλήσει τὸ στόμα μου, καὶ εὐλογείτω πᾶσα σὰρξ τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Ὁρᾷς πῶς ἀπὸ τῆς χρηστῆς διαθέσεως οὐ τοὺς εὐεργετουμένους μόνον, ἀλλὰ καὶ τοὺς κολαζομένους καλεῖ (καὶ γὰρ τοῦτο κηδεμονίας), οὐκ ἀνθρώπους μόνον, ἀλλὰ καὶ τὰ ἄλογα, καὶ τὰ στοιχεῖα, καὶ τὰ ἀναίσθητα ἅπαντα· πάντα γὰρ ἐμπέπλησται αὐτοῦ τῆς ἀγαθότητος.
Μὴ τοίνυν μηδὲ ἡμεῖς διαλείπωμεν τὸν οὕτω χρηστὸν, τὸν οὕτω φιλάνθρωπον, τὸν πανταχοῦ ἐκτείνοντα αὐτοῦ τὴν εὐεργεσίαν συνεχῶς ἀνυμνοῦντες, καὶ διὰ ῥημάτων, καὶ διὰ πραγμάτων· ἵνα καὶ τῶν παρόντων καὶ τῶν μελλόντων ἐπιτύχωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΕΙΣ ΤΟΝ ΡΜΕʹ ΨΑΛΜΟΝ. Αἴνει, ἡ ψυχή μου, τὸν Κύριον. Αἰνέσω Κύριον ἐν τῇ ζωῇ μου. Ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω. αʹ. Ἔνθα κατέλυσεν, ἐντεῦθεν ἄρχεται πάλιν, ἀπὸ αἴνου καὶ εὐφημίας. Οὐ γὰρ μικρῶς ἐκκαθαίρει ψυχὴν τὸ τοιοῦτον. Αἶνον δὲ λέγει, ὃ συνεχῶς λέγω, διὰ τῶν ἔργων· ὅπερ καὶ ὁ Χριστός φησι· Λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσι τὰ καλὰ ὑμῶν ἔργα, καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς. Καὶ πάλιν ὁ Παῦλος· Δοξάσατε δὴ τὸν Θεὸν ἐν τῷ σώματι ὑμῶν, καὶ ἐν τῷ πνεύματι ὑμῶν. Καὶ ὥσπερ ἐν τῷ πρὸ τούτου ἔλεγε, Καθ᾽ ἑκάστην ἡμέραν εὐλογήσω σε· οὕτω καὶ ἐνταῦθα, Ψαλῶ τῷ Θεῷ μου, φησὶν, ἕως ὑπάρχω.
Εἶτα βουλόμενος πάλιν λαβεῖν κοινωνοὺς τῆς εὐφημίας ἀνθρώπους, εἰς τὰ διηγήματα αὐτοῦ τῆς φιλανθρωπίας ἐμπίπτει, καιόμενος, θερμαινόμενος τῷ πόθῳ, περιτρέχων τὴν οἰκουμένην ἅπασαν, ἅπαντας συνάγων εἰς τὸν οἰκεῖον χορόν. Καὶ γὰρ καὶ τοῦτο μάλιστα αἶνος, τοῦτο μάλιστα δόξα εἰς Θεὸν, ὅταν πολλοὺς ἐπιζητῇ τοὺς μέλλοντας τῆς αὐτοῦ ἀπολαύειν σωτηρίας.
Μὴ πεποίθατε ἐπ᾽ ἄρχοντας, ἐπὶ υἱοὺς ἀνθρώπων, οἷς οὐκ ἔστι σωτηρία. Ἕτερος, Τῷ οὐκ ἔχοντι σῶσαι. Ἀκουέτωσαν τῆς παραινέσεως ταύτης καὶ συμβουλῆς οἱ πρὸς τὰς ἀνθρωπίνας κεχηνότες προστασίας τὰς ἐπικήρους καὶ διεφθαρμένας. Τί δέ ἐστιν, Οἷς οὐκ ἔστι σωτηρία; Οὐδὲ τῆς ἰδίας, φησὶ, σωτηρίας εἰσὶ κύριοι, οὐδὲ ἑαυτῶν προστῆναι δύνανται.
Εἰ γὰρ ἐπέλθοι ἡ τελευτὴ, κείσονται λίθων ἀφωνότεροι. Τοῦτο γάρ ἐστιν ὃ ἐπιφέρει λέγων· Ἐξελεύσεται τὸ πνεῦμα αὐτοῦ, καὶ ἐπιστρέψει εἰς τὴν γῆν αὐτοῦ. Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἀπολοῦνται πάντες οἱ διαλογισμοὶ αὐτοῦ. Ἕτερος, Αἱ προθέσεις αὐτοῦ.
Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Ὁ ἑαυτοῦ προστῆναι μὴ δυνάμενος, πῶς ἑτέρους ἐξαρπάσεται; Οὐδὲν γὰρ οὕτως ἐπισφαλὲς καὶ σαθρὸν, ὡς ἡ τοιαύτη ἐλπίς. Καὶ δείκνυσι τῶν πραγμάτων ἡ φύσις. Διὸ καὶ Παῦλος περὶ τῆς εἰς Θεὸν ἐλπίδος διαλεγόμενος ἔλεγεν· Ἡ δὲ ἐλπὶς οὐ καταισχύνει.
Ἀλλ᾽ οὐ τὰ ἀνθρώπινα τοιαῦτα, ἀλλὰ σκιᾶς ἀσθενέστερα. Μὴ γάρ μοι εἴπῃς, ὅτι ἄρχων ἐστί. Καὶ γὰρ καὶ ὁ ἄρχων οὐδὲν ἔχει πλέον τοῦ τυχόντος ἀνθρώπου· τῇ αὐτῇ ἀδηλίᾳ ὑπόκειται. Εἰ δέ τι χρὴ καὶ θαυμαστὸν εἰπεῖν, ἐπειδὴ ἄρχων ἐστὶ, καὶ διὰ τοῦτο μάλιστα οὐ χρὴ θαῤῥεῖν. Ἀκροσφαλεῖς γὰρ αἱ τοιαῦται δυναστεῖαι.
Κἂν μὴ μεταπέσῃ, πρὸς ὀργήν ἐστιν ὀξυῤῥεπὴς, καὶ τῇ ἐξουσίᾳ πρὸς ἀγνωμοσύνην ἀποκέχρηται, ὡς οὐ μέλλων ὑπεύθυνος εἶναι τῷ τὴν ὑπόσχεσιν δεξαμένῳ· κἂν εὐγνώμων φανῇ, εὐκολωτέρας ἕξει τὰς μεταπτώσεις τῶν ἰδιωτευόντων, ὅσῳ καὶ μείζοσι καὶ πλείοσιν ἐπιβουλαῖς ὑπόκειται· καὶ μᾶλλόν ἐστιν εὐχείρωτος οὗτος, ὅσῳ καὶ πλείους ἔχει τοὺς ἐπιβουλεύοντας.
Τί γὰρ βούλονται οἱ σωματοφύλακες; τί δὲ αἱ πολλαὶ προφυλακαί; Πῶς οὖν ὁ ἐν πόλει εὐνομουμένῃ μηδὲ περὶ τοῦ σώματος αὐτοῦ θαῤῥῶν, ἀλλ᾽ ὡς ἐν μέσοις ἀναστρεφόμενος πολεμίοις, οὕτως ὢν ἐναγώνιος, ἑτέρους σῶσαι δυνήσεται; Ὁ εἰρήνης οὔσης τῶν ἐν πολέμοις χαλεπώτερον δεδοικὼς, πῶς ἑτέρους ἐν ἀσφαλείᾳ καταστήσει καὶ ἐξαρπάσεται τῶν κινδύνων; Πολλοῖς δὲ δυναμένοις καθ᾽ ἑαυτοὺς ζῇν μετὰ ἀδείας τοῦτο αὐτὸ γέγονεν ἐπιβουλὴ, τὸ τοιούτοις θαῤῥῆσαι· καὶ καταπεσόντων ἐκείνων καὶ οὗτοι συγκατηνέχθησαν· ἑτέροις δὲ οἱ φύλακες προδόται γεγόνασιν. Ἀλλ᾽ ὅμως ὁ προφήτης ταῦτα ἅπαντα παραδραμὼν, ἐπειδὴ πολλοὶ διέφυγον, τὸ ἀναμφισβήτητον τίθησι, τὸ τῆς τελευτῆς.
Κἂν γὰρ ἅπαντά σοι κατὰ ῥοῦν φέρηται, κἂν εὔνους ᾖ, κἂν χάριν εἰδὼς, φησὶ, κἂν μέλλῃ ἀποδιδόναι, ἐν μέσαις ταῖς ὑποσχέσεσι καταλύσας τὸν βίον, ἀφῆκέ σε ἐν ἐλπίσι κεναῖς, διὰ τὸ τὴν ζωὴν μὴ ἀρκέσαι πρὸς τὸ τῆς ὑποσχέσεως τέλος. Ὅταν δὲ μηδὲ ζωὴν ἀρκοῦσαν ἔχῃ πρὸς τὴν ὑπόσχεσιν, ἀλλὰ προκαταλύηται τοῦ τέλους ὁ βίος, ἐπὶ σαθρὰν καταφεύγεις συμμαχίαν. Ἢ οὐκ ἴστε πολλοὺς τοῦτο πεπονθότας, καὶ τοῦ συμμάχου πεσόντος, τοῦ προστάτου γυμνωθέντας, ἐντεῦθεν μᾶλλον κατενεχθέντας; Καὶ τί λέγω περὶ τῆς ἐπαγγελίας, ὅτι διαχεῖται καὶ ἀπόλλυται, ὅταν καὶ ὁ ταύτης κύριος ὢν μηδὲ αὐτὸς μένῃ;
Ἐπιστρέφει γὰρ, φησὶν, εἰς τὴν γῆν αὐτοῦ. Εἰ δὲ ἐκεῖνος ἀπόλωλε, πολλῷ μᾶλλον καὶ ταῦτα. Διὸ καὶ ἐπήγαγε τὸ, Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἀπολοῦνται πάντες οἱ διαλογισμοὶ αὐτοῦ· δεικνὺς ὅτι οὐ μόνον εἰς τέλος οὐχ ἥξει τὰ τῆς ἐπαγγελίας, ἀλλὰ καὶ αὐτὸς οἰχήσεται ὁ ἐπαγγελλόμενος. Τί οὖν ἐντεῦθεν ποιεῖ;
Ἐπεὶ τῶν ἀνθρωπίνων ἀπήγαγεν ἐλπίδων, δείκνυσι λοιπὸν τὸν ἀσφαλῆ λιμένα καὶ τὸν ἀχείρωτον πύργον, καὶ συμβουλεύει. Οὗτος γὰρ μάλιστα παραινέσεως ἄριστος τρόπος, ἀπάγειν τῶν σαθρῶν, καὶ ἐνάγειν πρὸς τὰ ἰσχυρά· καθαιρεῖν τὰ μάταια, καὶ ἱστᾷν τὰ ἀληθινά· διελέγχειν τὰ ἀπατῶντα, καὶ δεικνύναι τὰ ὠφελοῦντα. Μακάριος, οὗ ὁ Θεὸς Ἰακὼβ βοηθὸς αὐτοῦ, ἡ ἐλπὶς αὐτοῦ ἐπὶ Κύριον τὸν Θεὸν αὐτοῦ.
Εἶδες περιουσίαν συμβουλῆς καὶ παραινέσεως; Ὅταν δὲ μακαρισμὸν εἴπῃ, πάντα λέγει τὰ ἀγαθὰ, καὶ δείκνυσι τὴν ἀσφάλειαν τῆς ἐλπίδος. Μακαρίσας τοίνυν τὸν ἐλπίζοντα ἐπ᾽ αὐτὸν, λέγει λοιπὸν τοῦ βοηθοῦ τὴν δύναμιν, δεικνὺς ὅτι ὁ μὲν ἄνθρωπος, ὁ δὲ Θεός· ὁ μὲν ἀπολλύμενος, ὁ δὲ μένων· οὐκ αὐτὸς δὲ μένων μόνος, ἀλλὰ καὶ τὰ ἔργα αὐτοῦ. Διὸ καὶ οὕτως ἐπήγαγε· Τὸν ποιήσαντα τὸν οὐρανὸν καὶ τὴν γῆν, τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς.
βʹ. Εἰ δὲ τὰ ἔργα αὐτοῦ διαρκῆ, πολλῷ μᾶλλον αὐτὸς καὶ διαρκὴς καὶ δυνατός· καὶ ὅτι τοιοῦτος, δείκνυσιν αὐτοῦ τὰ γενόμενα τὴν ἰσχύν. Τί οὖν, εἰ καὶ διαρκής ἐστι καὶ δυνατὸς, οὐ βούλεται δέ; Πολλοὶ γὰρ τῶν ἀνοήτων ταῦτα λέγουσιν Ἀλλ᾽ ὅρα πῶς καὶ ταύτην ἀναιρεῖ τὴν ὑπόνοιαν. Εἰπὼν γὰρ, Τὸν ποιήσαντα τὸν οὐρανὸν καὶ τὴν γῆν, τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς, ἐπήγαγε· Τὸν φυλάσσοντα ἀλήθειαν εἰς τὸν αἰῶνα, ποιοῦντα κρῖμα τοῖς ἀδικουμένοις. Ὃ δὲ λέγει, τοῦτό ἐστι· Τοῦτο αὐτοῦ ἐστιν ἔργον, τοῦτο σύνηθες, τοῦτο μάλιστα Θεοῦ ἴδιον, τὸ μὴ περιορᾷν ἀδικουμένους, τὸ μὴ παρατρέχειν ἐπηρεαζομένους, τὸ χεῖρα ὀρέγειν τοῖς ἐπιβουλευομένοις· καὶ τοῦτο εἰς τὸ διηνεκές. Διὸ καὶ ἔφησεν, Εἰς τὸν αἰῶνα, τοῦτο δηλῶν· οὐ τοῦτο δὲ μόνον, ἀλλὰ καὶ τὸ ἑξῆς ἐχόμενον· Διδόντα τροφὴν τοῖς πεινῶσι. Κύριος λύει πεπεδημένους, Κύριος σοφοῖ τυφλούς. Ἄλλος, Φωτίζει. Κύριος ἀνορθοῖ κατεῤῥαγμένους. Κύριος ἀγαπᾷ δικαίους. Κύριος φυλάσσει τοὺς προσηλύτους· ὀρφανὸν καὶ χήραν ἀναλήψεται, καὶ ὁδὸν ἁμαρτωλῶν ἀφανιεῖ. Εἶδες πῶς διὰ πάντων δείκνυσιν αὐτοῦ τὴν πρόνοιαν τεταμένην, καὶ ὅτι τοῦτο ἔργον αὐτῷ, λύειν συμφορὰς, λιμὸν διορθοῦσθαι, δεσμῶν ἐλευθεροῦν. Ἀλλὰ ταῦτα μὲν ἐκ μέρους καὶ ἄνθρωποι δύνανται· τὰ δὲ ἑξῆς οὐκέτι.
Καὶ γὰρ τῆς φύσεως αὐτῆς τὴν πήρωσιν διορθοῦται, τοὺς πεπτωκότας ἀνιστᾷ, φησὶ, τοὺς ἐν ἀρετῇ λάμποντας ἐπαινεῖ, τοὺς ἀπροστατεύτους σώζει, τοὺς δι᾽ ὀρφανίαν ἢ χηρείαν δυσχεραίνοντας καὶ ὀδυνωμένους παραμυθεῖται καὶ ἀνακτᾶται. Εἶτα ἐπειδὴ εἶπεν, Ἀγαπᾷ δικαίους, δείκνυσιν ὅτι πολλοῖς καὶ ἀπὸ συμφορᾶς μόνης ἐπήρκεσε. Καὶ γὰρ οὓς διατρέφει, διὰ τὸ πεινῇν τρέφει, ὅπερ οὐκ ἔστιν ἀρετῆς· καὶ τοὺς πεπεδημένους, διὰ τὰ δεσμὰ λύει· οὐδὲ αὐτὸ δὲ ἀρετῆς, ἀλλὰ συμφορᾶς· καὶ τοὺς τυφλοὺς δὲ διὰ τὴν πήρωσιν φωτίζει· οὐδὲ τοῦτο δὲ κατορθώματος, ἀλλὰ καὶ αὐτὸ συμφορᾶς. Ὁμοίως καὶ τὸ κατεῤῥάχθαι, καὶ τὸ προσήλυτον εἶναι, καὶ ὀρφανὸν, καὶ χήραν. Εἰ δὲ τοὺς ἐν συμφοραῖς, πολλῷ μᾶλλον τοὺς ἀρετῆς ἐπιμελουμένους. Ὅταν οὖν καὶ δύνηται καὶ βούληται, καὶ διαρκῆ τυγχάνῃ τὰ παρ᾽ αὐτῷ πάντα, καὶ ἀρετὴν ἀποδέχηται, καὶ διὰ συμφορὰς ἐλεῇ, τίνος ἕνεκεν οὐκ ἀφίης τὸν ἀπολλύμενον, τὸν ἀσθενῆ, τὸν ἐπίκηρον, καὶ ἐπὶ τὸν ἰσχυρὸν καὶ ἄμαχον καταφεύγεις, τὸν οὐκ ὀνειδίζοντα τὰς συμφορὰς, ἀλλὰ διορθούμενον, τὸν πάντα ὅσα βούλεται δυνάμενον;
Σκόπει δὲ καὶ τὸ ἔσχατον πῶς μετὰ ἀκριβείας εἴρηκεν. Οὐ γὰρ εἶπε, Ἁμαρτωλοὺς ἀφανιεῖ, ἀλλὰ, Τὴν ὁδὸν αὐτῶν, τουτέστι, τὴν πρᾶξιν αὐτῶν. Οὐ γὰρ τὴν φύσιν ἀποστρέφεται, ἀλλὰ τὴν κακίαν μισεῖ. Βασιλεύσει Κύριος εἰς τὸν αἰῶνα, ὁ Θεός σου, Σιὼν, εἰς γενεὰν καὶ γενεάν. Εἰ τοίνυν βασιλεύει διὰ παντὸς καὶ μένει διὰ παντὸς, οὐκ ἔστιν ὑποπτεῦσαι, ἀλλὰ κἂν μὴ ἐνταῦθα δῷ τὴν ἀντίδοσιν, ἐπὶ μείζοσιν αὐτὴν φυλάττει. Μὴ τοίνυν μήτε ἐν πειρασμοῖς θορυβώμεθα καὶ ταραττώμεθα, ἂν μὴ παρὰ πόδας ἡ λύσις γένηται, ἀλλ᾽ αὐτῷ παραχωρῶμεν τὸν καιρὸν τῷ Κυρίῳ τῆς λύσεως· μήτε ἂν ἀγαθόν τι κατορθώσωμεν, εὐθέως ἀπαιτῶμεν τὰς ἀμοιβὰς, ἀλλὰ καὶ οὕτω πάλιν ἀναμένωμεν τὸ αὐτοῦ βούλημα· μετὰ γὰρ πλείονος δίδωσι τῆς ἀμοιβῆς, ὅταν ἀναβάλληται· καὶ διὰ πάντων εὐχαριστῶμεν, καὶ μένωμεν αἰνοῦντες.
Οὕτω γὰρ καὶ τὸν παρόντα βίον μετὰ πολλῆς βιώσομεν τῆς ἀδείας, καὶ τῶν ἀποῤῥήτων ἐπιτευξόμεθα ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος, σὺν τῷ ἀνάρχῳ αὐτοῦ Πατρὶ καὶ τῷ ζωοποιῷ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων, Ἀμήν.
ΕΙΣ ΤΟΝ ΡΜϛʹ ΨΑΛΜΟΝ. Αἰνεῖτε τὸν Κύριον, ὅτι ἀγαθὸν ψαλμός. αʹ. Ἀνωτέρω ἐν μὲν τῷ τεσσαρακοστῷ τετάρτῳ καὶ ἑκατοστῷ ψαλμῷ ἔλεγε, Μέγας Κύριος καὶ αἰνετὸς σφόδρα, καὶ πολλὰ περὶ τῆς δόξης αὐτοῦ διαλέγεται· ἐνταῦθα δὲ δείκνυσι καὶ αὐτὸ τὸ αἰνεῖν ὅτι καλὸν, καὶ μυρίων ἀγαθῶν αἴτιον ὁ ψαλμός. Ἀφίστησι γὰρ τὴν διάνοιαν τῆς γῆς, καὶ πτεροῖ τὴν ψυχὴν, κουφίζει καὶ μεταρσίους ποιεῖ. Διὸ καὶ Παῦλος λέγει, ᾌδοντες καὶ ψάλλοντες ἐν ταῖς καρδίαις ὑμῶν τῷ Κυρίῳ.
Τῷ Θεῷ ἡμῶν ἡδυνθείη αἴνεσις. Ἕτερος, Ἀλληλούϊα, ὅτι καλὸν ᾠδὴ τῷ Θεῷ. Τί ἐστι, Τῷ Θεῷ ἡμῶν ἡδυνθείη αἴνεσις; Εὐπρόσδεκτος γένοιτο, φησίν. Οὐ γὰρ ἀρκεῖ τὸ ψάλλειν ἁπλῶς πρὸς τὸ ἡδυνθῆναι τῷ Θεῷ τὴν αἴνεσιν, ἀλλὰ δεῖ καὶ τοῦ βίου καὶ τῆς προσευχῆς καὶ τῆς ἀκριβείας τοῦ ᾄδοντος. Δοκεῖ δέ μοι οὗτος ὁ ψαλμὸς εἶναι τῆς ἐπανόδου. Καὶ δείκνυσι διὰ τῆς ἐπαγωγῆς. Ἐπάγει γὰρ λέγων Οἰκοδομῶν Ἱερουσαλὴμ ὁ Κύριος· τὰς διασπορὰς τοῦ Ἰσραὴλ ἐπισυνάξει. Εἰ γὰρ καὶ Κῦρος αὐτοὺς ἀφῆκεν, ἀλλ᾽ οὐ τῆς ἐκείνου γνώμης, ἀλλὰ τῆς τοῦ Θεοῦ ῥοπῆς τὸ πᾶν ἐγίνετο. Ἕτερος δὲ ἑρμηνευτὴς, ἀντὶ τοῦ, Οἰκοδομῶν, Οἰκοδομήσει. Τὰς δὲ διασπορὰς, Τοὺς ἐξωσμένους εἶπε. Τί δή ποτε; Ὅτι οὐκ ἀθρόον ἀνήχθησαν πάντες, ἀλλὰ μετὰ τὴν ἐπάνοδον κατὰ μικρὸν συνήγοντο.
Ὁ ἰώμενος τοὺς συντετριμμένους τῇ καρδίᾳ, καὶ δεσμεύων τὰ συντρίμματα αὐτῶν. Ἄλλος, Τὰ κατεαγμένα αὐτῶν. Ἐπειδὴ τὴν ἀπὸ τοῦ βίου παῤῥησίαν οὐκ εἶχεν εἰπεῖν, προβάλλεται πάλιν τὴν συμφορὰν, καὶ τὸ τῷ Θεῷ σύνηθες. Ἔργον γὰρ αὐτῷ, τὸ τοὺς τεταπεινωμένους παρακαλεῖν, καὶ ἴδιον αὐτοῦ τοῦτο· ὥσπερ ὅταν λέγῃ καὶ Παῦλος, Ὁ ζωοποιῶν τοὺς νεκρούς· καὶ πάλιν, Ὁ καλῶν τὰ μὴ ὄντα, ὡς ὄντα, τὸ ἴδιον αὐτοῦ λέγων ἔργον· οὕτω δὴ καὶ ἐνταῦθα οὗτος, Ὁ ἰώμενος τοὺς συντετριμμένους, λέγει, δεικνὺς ὅτι κἂν ἀνάξιοι ὦμεν, ἐπειδὴ ἔργον αὐτοῦ ἐσμεν, τὴν πρᾶξιν αὐτοῦ οὐκ ἐγκαταλείψει, τὸ εἰωθὸς αὐτῷ οὐκ ἀφήσει. Οὕτω καὶ Παῦλος, Ἀλλ᾽ ὁ παρακαλῶν τοὺς ταπεινοὺς, παρεκάλεσεν ἡμᾶς. Καὶ πάλιν· Ὁ διδοὺς τοῖς ὀλιγοψύχοις μακροθυμίαν. Καὶ ὁ αὐτὸς οὗτος προφήτης ἀλλαχοῦ, Καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ὅταν τοίνυν βουληθῇς παρακλήσεως ἀπολαῦσαι, ταπεινοῦ σαυτὸν, σύντριψόν σου τὴν διάνοιαν. Τοῦτο μὲν οὖν περὶ τῆς βουλήσεως αὐτοῦ, περὶ τῆς χρηστότητος καὶ τῆς φιλανθρωπίας, ὅτι ἔργον αὐτοῦ τοῦτο, τὸ τοὺς ἐν συμφοραῖς παραμυθεῖσθαι· τὸ δὲ ἑξῆς περὶ τῆς δυνάμεως. Ὁ ἀριθμῶν πλήθη ἄστρων· τουτέστιν, ὁ εἰδώς.
Ἐπειδὴ γὰρ περὶ πλήθους ἦν διασπαρέντος ὁ λόγος καὶ οὐδαμοῦ φαινομένου τέως, εἰκότως τοῦτο τὸ ὑπόδειγμα εἰς μέσον ἤγαγε, δεικνὺς διὰ τούτου, ὅτι καὶ τοὺς διεσπαρμένους δυνήσεται συναγαγεῖν. Τούς τε γὰρ συντετριμμένους ἔθος αὐτῷ διορθοῦν καὶ παραμυθεῖσθαι, τά τε ἄπειρα πλήθη τῶν ἀστέρων μετὰ ἀκριβείας ἐπίσταται.
Οὐκοῦν καὶ ἡμᾶς, οἷς ἐπηγγείλατο κατὰ τὸ πλῆθος ἐκείνων ἔσεσθαι, μετὰ ἀκριβείας συνάξει. Καὶ πᾶσιν αὐτοῖς ὀνόματα καλῶν. Ἄλλος, Τοῖς πᾶσιν ὀνόματα καλῶν. Ἕτερος, Πάντας αὐτοὺς ὀνομαστὶ καλέσει. Ἡγοῦμαι τοῦτο περὶ τῶν Ἰσραηλιτῶν εἰρῆσθαι, καὶ ταὐτὸ λέγειν τὸν προφήτην, ὅπερ καὶ Ἡσαΐας μετὰ ταῦτα· Μὴ φοβοῦ, Ἰσραήλ· ἐκ τῶν σκοπιῶν τῆς γῆς ἐκάλεσά σε, καὶ εἶπά σοι· Παῖς μοι εἶ. Τί ἐστι, Πάντας αὐτοὺς ὀνομαστὶ καλέσει;
Οὐδεὶς αὐτῶν, φησὶν, ἀπολεῖται, ἀλλ᾽ ὥσπερ οἱ κατ᾽ ὄνομα καλοῦντες, οὕτω καὶ αὐτὸς μετὰ ἀκριβείας πάντας συνάξει. Μέγας ὁ Κύριος ἡμῶν, καὶ μεγάλη ἡ ἰσχὺς αὐτοῦ. Ἐπειδὴ πρᾶγμα εἶπε μέγιστον, ὅτι τοσαύτας μυριάδας πανταχοῦ τῆς οἰκουμένης διασπαρείσας ἐπισυνάξει, περὶ τῆς δυνάμεως αὐτοῦ λοιπὸν διαλέγεται, καὶ τοὺς σφόδρα θορυβουμένους τῶν Ἰουδαίων εἰς πίστιν ἄγων. Καὶ τῆς συνέσεως αὐτοῦ οὐκ ἔστιν ἀριθμός. Μὴ ζήτει τοίνυν πῶς καὶ τίνι τρόπῳ· καὶ γὰρ ἡ μεγαλωσύνη αὐτοῦ ἄπειρος.
Διὰ τοῦτο ἔλεγε, Τῆς μεγαλωσύνης αὐτοῦ οὐκ ἔστι πέρας. Ἀλλ᾽ ὥσπερ ἡ μεγαλωσύνη ἄπειρος, οὕτω καὶ ἡ σύνεσις. Διὰ τοῦτο καὶ εἰπὼν, Μέγας ὁ Κύριος ἡμῶν, ἐπήγαγε· Καὶ τῆς συνέσεως αὐτοῦ οὐκ ἔστιν ἀριθμός. Καὶ ἡ γνῶσις δὲ αὐτοῦ θαυμαστή· διὸ καὶ ἔλεγεν· Ἐθαυμαστώθη ἡ γνῶσίς σου ἐξ ἐμοῦ· ἐκραταιώθη, οὐ μὴ δύνωμαι πρὸς αὐτήν.
Καὶ τὰ κρίματα δὲ αὐτοῦ πάλιν ἀνεξερεύνητα· διὸ καὶ ἔλεγε· Τὰ κρίματά σου ἄβυσσος πολλή. βʹ. Ὅταν τοίνυν καὶ μέγας καὶ δυνατὸς ᾖ, καὶ συνετὸς, μὴ περιεργάζου, πῶς ταῦτα ἔσται. Ἀναλαμβάνων πραεῖς ὁ Κύριος, ταπεινῶν δὲ ἁμαρτωλοὺς ἕως γῆς. Ἵνα γὰρ μὴ λέγωσί τινες τῶν ἀνοήτων Τί πρὸς ἡμᾶς, ὅτι τὰ ἄστρα οἶδε μετὰ ἀκριβείας; λέγει καὶ τὴν ἐπ᾽ ἀνθρώπων κηδεμονίαν οὕτω γενομένην· καὶ οὐκ εἶπε, Βοηθῶν πραέσιν ὁ Κύριος, ἀλλ᾽ ὃ πολλῷ μεῖζον, Ἀναλαμβάνων· ὡς περὶ πατρὸς φιλοστόργου διαλεγόμενος. Τί δέ ἐστιν, Ἀναλαμβάνων;
Ἀνακτώμενος, φέρων, διαβαστάζων. Εἶδες πάλιν ἐφ᾽ ἑκάτερα τὴν δύναμιν αὐτοῦ ἀπηρτισμένην, ἐπί τε τὸ αἴρειν τοὺς ταπεινοὺς, καὶ ταπεινοῦν τοὺς ἀπονενοημένους; Οὐχ ἁπλῶς δὲ ταπεινοῖ, ἀλλὰ καὶ μετὰ πολλῆς τῆς ὑπερβολῆς· τοῦτο γάρ ἐστι τὸ, Ἕως γῆς.
Ἐξάρξατε τῷ Κυρίῳ ἐν ἐξομολογήσει. Ἄλλος, Καταλέξατε. Εἰπὼν αὐτοῦ τὰ κατορθώματα, πάλιν ἐπὶ τὸν ὕμνον αὐτοὺς καλεῖ, λέγων· Ἐξάρξατε τῷ Κυρίῳ ἐν ἐξομολογήσει· τουτέστιν, ἐν εὐχαριστίᾳ, μετὰ πολλῆς τῆς σπουδῆς. Ψάλατε τῷ Θεῷ ἡμῶν ἐν κιθάρᾳ. Ἄλλος, Διὰ λύρας. Τῷ περιβάλλοντι τὸν οὐρανὸν ἐν νεφέλαις, τῷ ἑτοιμάζοντι τῇ γῇ ὑετόν. Ἵνα μή τις τῶν ἀναισθήτων λέγῃ, καὶ τί πρὸς ἐμὲ τὰ οὐράνια; ἐπήγαγεν εὐθέως τὴν χρείαν τὴν ἀνθρωπίνην, δεικνὺς διὰ τῆς ἐπαγωγῆς, καὶ τίνος ἕνεκεν περιβάλλει τὸν οὐρανὸν ἐν νεφέλαις. Διὰ σὲ, φησὶν, ἵνα σοι παρασκευάζῃ ὑετόν. Καὶ ὑετὸς διὰ σὲ, ἵνα ἐκβάλλῃ χόρτον. Καὶ ὅρα σοφίαν· Λέγει τὰ καθολικὰ ἀγαθὰ ἃ πᾶσιν ἔδωκεν, ἐπιστομίζων αὐτοὺς ἐκ περιουσίας. Εἰ γὰρ ἐπὶ τῶν ἀπίστων τοσαύτῃ κέχρηται τῇ δαψιλείᾳ, ὥστε καὶ νέφη συνάγειν, καὶ ὑετὸν πινεῖν, καὶ γῆν διεγείρειν, πολλῷ μᾶλλον ὑμῖν, οἳ αὐτῷ λαὸς περιούσιος ἐχρηματίσατε.
Τῷ ἐξανατέλλοντι ἐν ὄρεσι χόρτον. Ὅρα περιουσίαν τῆς προνοίας, ὅταν μὴ μόνον ἐν ἀροσίμῃ γῇ, ἀλλὰ καὶ ἐν τοῖς ὄρεσι δαψιλῆ αὐτοῦ παρέχῃ τὴν τράπεζαν, τὴν διατροφὴν τῶν κτηνῶν τῶν πρὸς ὑπηρεσίαν τῶν ἀνθρώπων γεγενημένων. Διὸ καὶ ἐπάγει· Διδόντι τοῖς κτήνεσι τροφὴν αὐτῶν, καὶ τοῖς νεοσσοῖς τῶν κοράκων τοῖς ἐπικαλουμένοις αὐτόν. Ἑτέραν πάλιν λέγει φιλοτιμίαν, ὅταν μὴ μόνον τοῖς ὑπηρετουμένοις ἀνθρώποις κτήνεσι τροφὴν παρέχῃ, ἀλλὰ καὶ ἑτέροις ἀλόγοις· Καὶ τοῖς νεοσσοῖς γὰρ, φησὶ, τῶν κοράκων τοῖς ἐπικαλουμένοις αὐτόν. Εἰ δὲ ἐν τοῖς ἀλόγοις, καὶ ἀλόγοις ἀγρίοις καὶ οὐ παρέχουσιν ἀνθρώποις διακονίαν, τοσαύτη ἡ πρόνοια· πολλῷ μᾶλλον ἐν ἀνθρώποις, καὶ ἀνθρώποις ὑμνοῦσιν, οὓς καὶ λαὸν περιούσιον καὶ μερίδα αὐτοῦ ἐκάλεσεν. Εἶτα ἐπειδὴ ἀσθενεῖς ἦσαν καὶ ὅπλων ἔρημοι, καὶ πάντων γεγυμνωμένοι, ἵνα μηδὲ ἐντεῦθεν θορυβῶνται, ὅρα πῶς καὶ ταύτην αὐτῶν διορθοῦται τὴν ἀσθένειαν, λέγων· Οὐκ ἐν τῇ δυναστείᾳ τοῦ ἵππου θελήσει, οὐδὲ ἐν ταῖς κνήμαις τοῦ ἀνδρὸς εὐδοκεῖ. Εὐδοκεῖ Κύριος ἐν τοῖς φοβουμένοις αὐτὸν, καὶ ἐν τοῖς ἐλπίζουσιν ἐπὶ τὸ ἔλεος αὐτοῦ. Ἕτερος, Τοῖς ἀναμένουσι τὸ ἔλεος αὐτοῦ. Ἂν ταῦτα ἔχητε, φησὶ, τὸν φόβον καὶ τὴν ἐλπίδα τὴν εἰς αὐτὸν μετὰ ἀκριβείας, ἐπισπάσεσθε αὐτοῦ τὴν εὔνοιαν· ἐπισπασάμενοι δὲ, πάντων τῶν ἵππους καὶ ὅπλα ἐχόντων ἔσεσθε δυνατώτεροι.
Ἓν τοίνυν ἐστὶ τὸ ζητούμενον, ὥστε μὴ ἀσχάλλειν, μηδὲ θορυβεῖσθαι, ἀλλ᾽ ἀναμένειν τὸ ἔλεος αὐτοῦ· τοῦτο γὰρ μάλιστα ἐλπὶς, τὸ καὶ παραυτίκα μὴ λαβόντας μὴ ἀπογινώσκειν, μηδὲ ἀπαγορεύειν. Καὶ καλῶς εἶπε, Τὸ ἔλεος αὐτοῦ. Οὐδὲ γὰρ εἶχον τὴν ἀπὸ τῶν ἔργων παῤῥησίαν. Ἀλλ᾽ ὅμως, φησὶ, κἂν ἀπὸ τῶν ἔργων ἦτε προδεδομένοι, ἐλπίζητε δὲ ἐπὶ τὸν ἔλεον αὐτοῦ, τεύξεσθε τῆς προνοίας καὶ τῆς βοηθείας αὐτοῦ· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος, εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.
ΕΙΣ ΤΟΝ ΡΜΖʹ ΨΑΛΜΟΝ. Ἐπαίνει, Ἱερουσαλὴμ, τὸν Κύριον, αἴνει τὸν Θεόν σου, Σιών. αʹ. Οὐ πρὸς τὴν πόλιν, ἀλλὰ πρὸς τοὺς ἐνοικοῦντας ἀποτείνει τὸν λόγον, ὃ διὰ παντὸς τοῦ βιβλίου ποιεῖ, τοῦτο καὶ ἐνταῦθα ποιῶν. Παραινεῖ δὲ συνεχῶς καὶ συμβουλεύει, ὥστε τὰς ὑπὲρ τῶν εὐεργεσιῶν εὐχαριστίας ἀναφέρειν τῷ Θεῷ, καὶ μήτε οἰκοδομήμασι, μήτε ἀσφαλείᾳ περιβόλων, ἀλλὰ τῇ αὐτοῦ προνοίᾳ θαῤῥεῖν. Τοῦτο δὴ προκατασκευάσας, ἐπάγει, καὶ λέγει· Ὅτι ἐνίσχυσε τοὺς μοχλοὺς τῶν πυλῶν σου, εὐλόγησε τοὺς υἱούς σου ἐν σοί. Τί ἐστι, Τοὺς μοχλοὺς ἐνίσχυσεν; Ἐν ἀσφαλείᾳ σε, φησὶ, κατέστησεν, ἀχείρωτον ἐποίησεν. Εὐλόγησε τοὺς υἱούς σου, τουτέστιν, εἰς πλῆθος ἐπιδοῦναι ἐποίησεν. Ἓν μὲν τοῦτο εἶδος εὐεργεσίας· ἕτερον δὲ τὸ καὶ Ἐν σοί.
Ὃ τοίνυν λέγει, τοῦτό ἐστιν· Οὐ διεσπαρμένους, οὐδὲ διεσκορπισμένους, ἀλλὰ συναχθέντας, καὶ ἐν σοὶ ὄντας ἐπιδοῦναι ἐποίησεν. Εἶτα καὶ ἄλλο προνοίας εἶδος δεικνὺς λέγει· Ὁ τιθεὶς τὰ ὅριά σου εἰρήνην. Ἔστι γὰρ καὶ ἐν ἀσφαλείᾳ εἶναι, καὶ πολλοὺς εἶναι, καὶ πολεμεῖσθαι· ἀλλ᾽ ἐνταῦθα καὶ ταύτης ἀπηλλαγμένους δείκνυσι τῆς ἐπιβουλῆς, τῷ οὕτως εἰπεῖν, καὶ δεῖξαι οὐ τὴν πόλιν μόνον ἀπαλλαγεῖσαν τῶν ἐπιβουλευόντων, ἀλλὰ καὶ αὐτὰς τὰς ἐσχατιάς. Εἶδες πόσας εὐεργεσίας ἀπαριθμεῖ; Καὶ πρώτην καὶ μείζονα πάντων, τῷ εἰπεῖν, Τὸν Θεόν σου. Διὰ γὰρ τοῦ ῥήματος τούτου πάντα ταῦτα λέγει, ὅτι ᾠκειώσατό σε, ὅτι κληρονόμον σε ἐποίησεν ἑαυτοῦ, ὅτι κοινὸς ὢν ἁπάντων Δεσπότης, ἐξαιρέτως σός ἐστιν· ὅπερ κεφάλαιον πρῶτον τῶν ἀγαθῶν. Δεύτερον, ὅτι ἐν ἀσφαλείᾳ τὴν πόλιν κατέστησε. Τρίτον, ὅτι πολλοὺς αὐτοὺς εἶναι ἐποίησε.
Τέταρτον, ὅτι πολέμων ἀπήλλαξε καὶ ταραχῆς οὐχὶ τὴν πόλιν μόνην, ἀλλὰ καὶ τὸ ἔθνος ἅπαν· ὅτι οὐχ ἑνὶ καιρῷ καὶ δευτέρῳ καὶ τρίτῳ, ἀλλὰ διηνεκῶς τοῦτο ἐποίει· οὐ γὰρ εἶπεν, Ὁ θεὶς, ἀλλ᾽, Ὁ τιθείς. Εἰ δέ ποτε καὶ πόλεμοι συνέβαινον, οὐκ αὐτοῦ ἐγκαταλιμπάνοντος, ἀλλ᾽ αὐτῶν ἀποπηδώντων· ὡς τό γε αὐτοῦ ἔργον τοῦτο ἦν διηνεκὲς, τὸ τειχίζειν, τὸ ἀσφαλίζεσθαι, τὸ ποιεῖν ἀπηλλάχθαι πάσης ταραχῆς καὶ πολέμου.
Εἶτα καὶ ἑτέραν μετ᾽ ἐκείνης λέγει εὐεργεσίαν, τὴν εὐετηρίαν καὶ εὐθηνίαν τῶν ἀπὸ γῆς καρπῶν, πάλιν καὶ ἐνταῦθα παιδεύων αὐτοὺς μὴ τῇ γῇ, μηδὲ τῇ φύσει τῶν ἀέρων, ἀλλὰ τῇ αὐτοῦ προνοίᾳ τὸ πᾶν λογίζεσθαι.
Ποίαν δὲ ταύτην; Ἣν ἐπήγαγε λέγων, Καὶ στέαρ πυροῦ ἐμπιπλῶν σε. Ὅρα· οὐκ εἶπεν ἁπλῶς, Πυρὸν, ἀλλὰ, Στέαρ πυροῦ, πολλὴν ἐνδεικνύμενος τὴν εὐημερίαν. Στέαρ γὰρ πυροῦ τὸ λιπαρὸν τοῦ καρποῦ δηλοῖ. Τοιαῦτα γὰρ τοῦ Θεοῦ τὰ δῶρα, δόκιμα καὶ εὐθαλῆ.
Τὸν κάλλιστον οὖν πυρὸν ἐνταῦθα λέγει ἐμπιπλᾷν μετὰ δαψιλείας. Τοῦτο γὰρ δηλῶν οὐκ εἶπε, Διδοὺς, ἀλλ᾽, Ἐμπιπλῶν σε. Ὁ ἀποστέλλων τὸ λόγιον αὐτοῦ τῇ γῇ. Ὅπερ αὐτῷ σύνηθές ἐστιν ἀπὸ τῶν ἰδικῶν ἐπὶ τὰ κοινὰ μεταφέρειν τὸν λόγον, καὶ πάλιν ἀπὸ τῶν κοινῶν ἐπὶ τὰ ἰδιάζοντα, τοῦτο καὶ ἐνταῦθα ποιεῖ. Ἐπειδὴ γὰρ εἶπεν, Αἴνει τὸν Θεόν σου, ἵνα μή τις τῶν ἀνοήτων νομίσῃ τῶν Ἰουδαίων μόνων Θεὸν εἶναι, δείκνυσι πῶς κοινὸς τῆς οἰκουμένης ἐστὶ, καὶ πανταχοῦ τῆς γῆς ἡ πρόνοια αὐτοῦ τέταται, ἀπὸ τῶν ἰδιαζόντων ἐπὶ τὸ κοινὸν ἐξάγων τὸν λόγον καὶ τὴν καθόλου πρόνοιαν. Διὸ καὶ εἰπὼν, Ὁ ἀποστέλλων τὸ λόγιον αὐτοῦ τῇ γῇ, ἐπήγαγεν, Ἕως τάχους δραμεῖται ὁ λόγος αὐτοῦ. Τοῦτο δὲ εἶπε, δεικνὺς ὅτι οὐ μόνον τῆς ἡμετέρας κήδεται, ἀλλὰ τῆς οἰκουμένης ἁπάσης. Λόγον δὲ ἐνταῦθα τὸ πρόσταγμά φησι, τὴν ἐνέργειαν τὴν προνοητικήν. Εἶτα τὴν εὐκολίαν παριστὰς, οὐ τῷ ὀνόματι τοῦ λόγου, ἀλλὰ καὶ τῇ προσηγορίᾳ τοῦ δρόμου ταύτην παρίστησι. Καὶ οὐδὲ τοῦτο αὐτῷ ἤρκεσεν, ἀλλὰ καὶ τὸ τάχος προσέθηκεν.
Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· Ὅπερ ἂν ἐπιτάξῃ, μετὰ πολλῆς γίνεται τῆς ταχυτῆτος. Ἐπιτάττει γὰρ πανταχοῦ τῆς οἰκουμένης. Τί δὲ ἐπιτάττει; Ταῦτα τὰ συνέχοντα τὴν ζωὴν τὴν ἡμετέραν, λέγω δὴ τὰ περὶ τῆς τῶν ἀέρων οἰκονομίας, καὶ τῶν τροπῶν καὶ τῶν μεταβολῶν. Διὸ καὶ ἐπάγει λέγων· Διδόντος χιόνα αὐτοῦ ὡσεὶ ἔριον· ὁμίχλην ὡσεὶ σποδὸν πάσσοντος.
Τοῦτο ἕτερος ἑρμηνευτὴς, Δρόσον πεπηγμένην. Ὁ δὲ Ἑβραῖος, Χεφὸρ χαέφηρ. Βάλλοντος κρύσταλλον αὐτοῦ ὡσεὶ ψωμούς. Κατὰ πρόσωπον ψύχους αὐτοῦ τίς ὑποστήσεται· Ἕτερος δέ φησι, Κατὰ πρόσωπον καύματος αὐτοῦ τίς ὑποστήσεται;
Ἐξαποστελεῖ τὸν λόγον αὐτοῦ, καὶ τήξει αὐτά· πνεύσει τὸ πνεῦμα αὐτοῦ, καὶ ῥυήσεται ὕδατα. Ἐνταῦθά μοι τὸ ἄμαχον καὶ ἀπέραντον αὐτοῦ τῆς δυνάμεως παρίστησιν, ὅτι καὶ οὐκ οὔσας παράγει τὰς οὐσίας, καὶ γενομένας μετατίθησι, καὶ πρὸς ὃ βούλεται μεταῤῥυθμίζει.
βʹ. Ὅπερ καὶ ἕτερος προφήτης δηλῶν ἔλεγεν· Ὁ ποιῶν πάντα, καὶ μετασκευάζων αὐτά. Εἰ γὰρ καὶ φύσεως ἀκινήτοις ὅροις πεπέδηνται, ἀλλ᾽ ὅταν αὐτῷ δοκῇ, λύονται οὗτοι οἱ ὅροι. Αὐτῷ γὰρ πάντα εἴκει καὶ παραχωρεῖ. Καὶ ποτὲ μὲν αὐτὰς μεταβάλλει τὰς οὐσίας, ποτὲ δὲ μενούσας εἰς ἑτέραν μετατίθησιν ἐνέργειαν, καὶ τὴν μὲν οἰκείαν αὐτῷ καὶ συγκεκληρωμένην ἀφίησιν ἡσυχάζειν, ἑτέραν δὲ τὴν ἐναντίαν ἐπιδείκνυται· ὅπερ καὶ ἐπὶ τῆς καμίνου ἐποίησε. Πῦρ γὰρ ἦν, καὶ οὐκ ἔκαιεν· ἀλλὰ δρόσου τινὸς ἡδίστης οἱ ἐμβληθέντες ἀπέλαυον. Πέλαγος ἦν ἐπὶ τῶν Ἰουδαίων, καὶ οὐ κατεπόντιζε τὰ ὕδατα, ἀλλὰ πέτρας στεῤῥότερον διεβιβάζοντο. Γῆ ἦν ἐπὶ τοῦ Δαθὰν καὶ Ἀβειρὼν, καὶ ὅμως οὐκ ἔστεγεν αὐτῶν τὰ σώματα, ἀλλὰ θαλάσσης εὐκολώτερον κατεποντίζοντο.
Ξύλον ἦν ξηρὸν ἡ ῥάβδος τοῦ Ἀαρὼν, καὶ τῶν ἐπὶ γῆς πεφυτευμένων ὡραιότερον καρπὸν ἤνεγκεν. Ὄνος ἦν τὸ πάντων νωθέστερον ζῶον ἐπὶ τοῦ Βαλαὰμ, καὶ ἀνθρώπου λογικοῦ οὐκ ἔλαττον ἀπολογίαν εἰς τὸν παίοντα πεποίηκε. Λέοντες ἦσαν ἐπὶ τοῦ Δανιὴλ, καὶ προβάτων ἡμερότητα ἐπεδείξαντο, οὐ τῆς φύσεως αὐτῶν ἀφανισθείσης, ἀλλὰ τῆς ἐνεργείας μεταβληθείσης.
Πολλὰ ἕτερα τοιαῦτα θαύματα καὶ ἐπὶ τῆς κτίσεως ἔστιν ἰδεῖν. Μὴ οὖν, ἐπειδὴ καθ᾽ ἕκαστον γίνεται ἐνιαυτὸν, καὶ ἐν ὄψεσιν ἡμῶν συμβαίνει, μικρὸν νομίσῃς τὸ θαῦμα· ἐπεὶ ἐννόησον ἡλίκον ἐστὶ, νῦν μὲν χιόνα φαίνεσθαι, νῦν δὲ ὕδωρ, καὶ ἐν βραχείᾳ καιροῦ ῥοπῇ τοσαύτας γίνεσθαι μεταβολάς. Ἵνα γὰρ μή τις τῶν ἀνοήτων λογίζηται τῇ φυσικῇ τῶν στοιχείων ἐνεργείᾳ, καὶ τούτων ἁπλῶς αἴτια ταῦτα νομίζῃ, ἀλλ᾽ εἰδῇ τίς ἐστιν ὁ ἐπιτάττων, ἐπὶ τὸ πρόσταγμα αὐτοῦ πάντων τούτων ἀνάγει τὸν λόγον, καί φησιν· Ἐξαποστελεῖ τὸν λόγον αὐτοῦ, καὶ τήξει αὐτά· τουτέστι, τὸ πρόσταγμα· οὐ γὰρ τῶν ἀνέμων ἡ φύσις προηγουμένως τοῦτο ἐργάζεται, ἀλλ᾽ ὁ τοὺς ἀνέμους ποιήσας Θεός. Ἐξήγαγε δὲ ἐπὶ τὰ στοιχεῖα τὸν λόγον, καὶ τὰς ἐν τοῖς στοιχείοις μεταβολὰς, πείθων τὸν Ἰουδαῖον τὸν παχὺν καὶ ἀναίσθητον ἀπὸ τῶν καθ᾽ ἕκαστον ἐνιαυτὸν γινομένων εἰδέναι τοῦ Θεοῦ τὴν ἰσχὺν, ὅτι καὶ τὰ κατ᾽ αὐτὸν ῥᾴδιον αὐτῷ διαθεῖναι πάντα, ὡς ἂν ἐθέλῃ, καὶ ἀπὸ τῶν ἐναντίων εἰς τὰ ἐναντία μεταβάλλειν. Ὥσπερ γὰρ κρυμοῦ γινομένου καὶ πάγου ἀνυποίστου, ῥᾴδιον αὐτῷ γαλήνην ἐργάσασθαι καὶ πάντα διαλῦσαι· οὕτω δὴ καὶ αὐτοὺς ἐν αἰχμαλωσίᾳ γενομένους καὶ ἐν πολέμοις εὐκολώτερον αὐτῷ πρὸς εἰρήνην καὶ τὴν ἑαυτῶν ἐπαναγαγεῖν, καὶ πρὸς τὴν προτέραν εὐημερίαν χειραγωγῆσαι.
Οὐ τοῦτο δὲ μόνον δηλοῖ, ἀλλὰ καὶ ἕτερον κεκρυμμένως αἰνίττεται. Ποῖον δὴ τοῦτο; Ὅτι καθάπερ ταῦτα καὶ λυποῦντα πολλάκις χρησίμως τε καὶ ὠφελίμως γίνεται, οὕτω καὶ τὰ κατ᾽ αὐτοὺς συμφερόντως γέγονε, καὶ ἐργασάμενα πολλὴν τὴν ὠφέλειαν.
Ἵνα μὴ ἐπὶ πλέον λυπήσῃ, πάλιν εἰς μεταβολὴν μετέστη τὴν εὐδιεινοτέραν. Τί δὲ αὐτῷ βούλεται καὶ τὰ παραδείγματα; Οὐ γὰρ εἶπε, Διδόντος χιόνα, μόνον, ἀλλ᾽ ἐπήγαγεν, Ὡσεὶ ἔριον· οὐδὲ, Ὁμίχλην πάσσοντος, ἀλλ᾽ ἐπήγαγεν, Ὡσεὶ σποδόν· οὐδὲ, Βάλλοντος κρύσταλλον, ἀλλ᾽ ἐπήγαγεν, Ὡσεὶ ψωμούς.
Ἐμοὶ δοκεῖ κἀντεῦθεν τὴν εὐκολίαν τοῦ ἐργαζομένου δηλοῦν καὶ τὴν εὐπορίαν. Ὁ ἀπαγγέλλων τὸν λόγον αὐτοῦ τῷ Ἰακώβ. Ἕτερος, Ἀκριβασμούς. Ἄλλος, Προστάγματα. Δικαιώματα καὶ κρίματα αὐτοῦ τῷ Ἰσραήλ. Οὐκ ἐποίησεν οὕτω παντὶ ἔθνει. Ἄλλος, Ὅμοια. Καὶ τὰ κρίματα αὐτοῦ οὐκ ἐδήλωσεν αὐτοῖς.
Ὅρα πῶς πάλιν ἀπὸ τῶν καθολικῶν ἐπὶ τὰ μερικὰ μετάγει τὸν λόγον, καὶ τῶν Ἰουδαίων τὰ ἐξαίρετα, βουλόμενος διεγεῖραι αὐτοὺς πρὸς πλείονα σπουδήν. Ἀρχόμενος οὖν τοῦ ψαλμοῦ περὶ τῶν αἰσθητῶν διελέχθη καὶ σῶμα ὠφελούντων, οἷον ἀσφαλείας, εὐετηρίας, εἰρήνης· ἐνταῦθα δὲ ἐπὶ τὰ ὑψηλότερα ἀνάγει τὸν λόγον, τὸν περὶ τῆς νομοθεσίας λόγον ἀναπλῶν, ὅπερ μάλιστα εἶδος εὐεργεσίας, ἀπάγειν κακίας, χειραγωγεῖν πρὸς ἀρετὴν, φωτίζειν διάνοιαν. Διὸ καὶ Μωϋσῆς ἄνω καὶ κάτω τοῦτο στρέφων ἔλεγε· Ποῖος ὡς οὗτος λαός; τὸ ἔθνος τὸ μέγα, ᾧ ἐστιν αὐτῷ Θεὸς ἐγγίζων αὐτοῖς, ὡς Κύριος ὁ Θεὸς ἡμῶν, ἐπὶ πᾶσιν οἷς αὐτὸν ἐπικαλεσώμεθα; Καὶ ὁ Δαυῒδ πάλιν· Ποιῶν ἐλεημοσύνας ὁ Κύριος, καὶ κρῖμα πᾶσι τοῖς ἀδικουμένοις. Ἐγνώρισε τὰς ὁδοὺς αὐτοῦ τῷ Μωϋσεῖ, τοῖς υἱοῖς Ἰσραὴλ τὰ θελήματα αὐτοῦ. Καὶ ὁ Ἰερεμίας· Οὗτος ὁ Θεὸς ἡμῶν· οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν. Ἐξεῦρε πᾶσαν ὁδὸν ἐπιστήμης, καὶ ἔδωκεν αὐτὴν Ἰακὼβ τῷ παιδὶ αὐτοῦ, καὶ Ἰσραὴλ τῷ ἠγαπημένῳ ὑπ᾽ αὐτοῦ.
Ἀλλ᾽ ἴσως εἴποι τις ἄν· Καὶ μὴ δηλώσας τοῖς λοιποῖς ἀνθρώποις, πῶς αὐτοὺς κολάζει; Ὅτι μὲν γὰρ κολάζει καὶ τοὺς πρὸ τοῦ νόμου καὶ τοὺς πανταχοῦ τῆς οἰκουμένης ἁμαρτάνοντας, δῆλον ἐξ ὧν ὁ Χριστός φησι· Βασίλισσα νότου ἀναστήσεται, καὶ κατακρινεῖ τὴν γενεὰν ταύτην. Καὶ πάλιν· Ἄνδρες Νινευῗται ἀναστήσονται καὶ κατακρινοῦσι τὴν γενεὰν ταύτην. Πάντως γὰρ διὰ τοῦτο οὕτως εἴρηται, ὡς κἀκείνων λόγον ὑπεχόντων, καὶ τῶν μὲν ἐπαινουμένων, τῶν δὲ κολαζομένων. Εἰ δὲ μὴ ἦν δῆλα αὐτοῖς τὰ πρακτέα, πῶς ἤμελλον κατακρίνειν τούτους;
Πῶς δὲ πάλιν ἔλεγεν, ὅτι Τὸ αἷμα ἐκδικηθήσεται ἀπὸ τοῦ αἵματος Ἄβελ τοῦ δικαίου ἕως τοῦ αἵματος Ζαχαρίου; πῶς δὲ καὶ, Ἀνεκτότερον ἔσται γῇ Σοδόμων καὶ Γομόῤῥας; Τῷ γὰρ εἰπεῖν, Ἀνεκτότερον, οὐ τελείαν ἀπαλλαγὴν, ἀλλὰ κουφοτέραν τιμωρίαν. ὧν ἥμαρτον, αὐτοὺς διδόναι δηλοῖ. Εἰ δὲ οἱ κολασθέντες οὕτω χαλεπῶς πάλιν δίκην διδόασι, τίς τῶν ἄλλων διαφεύξεται;
γʹ. Ὁρῶμεν δὲ καὶ τοὺς ἐπὶ τοῦ κατακλυσμοῦ δίκην δεδωκότας, καὶ ἑτέρους πολλοὺς, καὶ αὐτὸν δὲ τὸν Κάϊν. Καὶ ὁ Παῦλος δέ φησι, τὸ αὐτὸ τοῦτο δηλῶν· Ἀποκαλύπτεται ὀργὴ Θεοῦ ἀπ᾽ οὐρανοῦ ἐπὶ πᾶσαν ἀσέβειαν καὶ ἀδικίαν ἀνθρώπων τῶν τὴν ἀλήθειαν ἐν ἀδικίᾳ κατεχόντων· διότι τὸ γνωστὸν τοῦ Θεοῦ φανερόν ἐστιν ἐν αὐτοῖς. Ὁ γὰρ Θεὸς αὐτοῖς ἐφανέρωσεν. Τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται, ἥ τε ἀΐδιος αὐτοῦ δύναμις καὶ θειότης, εἰς τὸ εἶναι αὐτοὺς ἀναπολογήτους. Εἶτα τὸν περὶ τοῦ βίου κινῶν λόγον, οὐδὲ ἐνταῦθα ἀφίησιν αὐτοὺς ἀνευθύνους, οὕτω λέγων· Οἵτινες τὸ δικαίωμα τοῦ Θεοῦ ἐπιγνόντες, ὅτι οἱ τὰ τοιαῦτα πράσσοντες ἄξιοι θανάτου εἰσὶν, οὐ μόνον αὐτὰ ποιοῦσιν, ἀλλὰ καὶ συνευδοκοῦσι τοῖς πράσσουσι. Λογίζῃ δὲ τοῦτο, ὦ ἄνθρωπε, ὁ κρίνων τοὺς τὰ τοιαῦτα πράσσοντας, καὶ ποιῶν αὐτὰ, ὅτι σὺ ἐκφεύξῃ τὸ κρῖμα τοῦ Θεοῦ; Ἢ τοῦ πλούτου τῆς χρηστότητος αὐτοῦ, καὶ τῆς ἀνοχῆς, καὶ τῆς μακροθυμίας καταφρονεῖς, ἀγνοῶν ὅτι τὸ χρηστὸν τοῦ Θεοῦ εἰς μετάνοιάν σε ἄγει;
Κατὰ δὲ τὴν σκληρότητά σου, καὶ ἀμετανόητον καρδίαν, θησαυρίζεις ἑαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς καὶ ἀποκαλύψεως καὶ δικαιοκρισίας τοῦ Θεοῦ, ὃς ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ· τοῖς μὲν καθ᾽ ὑπομονὴν ἔργου ἀγαθοῦ, δόξαν καὶ τιμὴν καὶ ἀφθαρσίαν ζητοῦσι, ζωὴν αἰώνιον· τοῖς δὲ ἐξ ἐριθείας ἀπειθοῦσι μὲν τῇ ἀληθείᾳ, πειθομένοις δὲ τῇ ἀδικίᾳ, θυμὸς καὶ ὀργὴ καὶ θλίψις καὶ στενοχωρία ἐπὶ πᾶσαν ψυχὴν ἀνθρώπου τοῦ κατεργαζομένου τὸ κακὸν, Ἰουδαίου τε πρῶτον, καὶ Ἕλληνος.
Ὁρᾷς διὰ πάντων τῶν εἰρημένων πῶς ἅπαντες ὅσοι γεγόνασιν ἄνθρωποι, καὶ πρὸ τοῦ νόμου, δίκην διδόασι, καὶ ὅσοι τῆς ἀρετῆς ἐπεμελήσαντο καὶ ἀσεβείας ἀπηλλάγησαν, ἀγαθῶν ἀπολαύουσι; Πῶς οὖν ἢ τοῦτο ἔσται, ἢ ἐκεῖνο, εἴπερ οὐκ ᾔδεισαν τὸ πρακτέον;
Εἰ δὲ καὶ ᾔδεισαν τὸ πρακτέον, φησὶ, πῶς λέγει, Οὐκ ἐποίησεν οὕτω παντὶ ἔθνει, καὶ τὰ κρίματα αὐτοῦ οὐκ ἐδήλωσεν αὐτοῖς; Τί οὖν ἐστι τὸ εἰρημένον, καὶ τί ποτε δηλοῦν βούλεται; Ἄκουε. Γραπτὸν νόμον οὐδενὶ τῶν ἄλλων ἔδωκε· τὸν μὲν γὰρ φυσικὸν ἔνδοθεν εἶχον ἅπαντες ἐνηχοῦντα, τί μὲν καλὸν, τί δὲ οὐ τοιοῦτον. Ὁμοῦ γὰρ πλάττων τὸν ἄνθρωπον ὁ Θεὸς, τοῦτο αὐτῷ ἐνέθηκε δικαστήριον ἀδέκαστον, τὴν ἐν ἑκάστῳ τοῦ συνειδότος ψῆφον. Τοῖς δὲ Ἰουδαίοις ἐξαίρετόν τι ἐπραγματεύσατο, τὸ καὶ διὰ γραμμάτων δηλῶσαι τὰ νόμιμα. Διὰ τοῦτο καὶ αὐτὸς οὐκ εἶπεν, ὅτι Οὐκ ἐποίησεν ἐν παντὶ ἔθνει, ἀλλ᾽, Οὕτως οὐκ ἐποίησε. Τουτέστιν, οὐ πλάκας αὐτοῖς ἔπεμψεν, οὐ γράμματα, οὐ νομοθέτην Μωϋσέα, οὐ τἄλλα τὰ ἐπὶ τοῦ Σινᾶ ὄρους· ἀλλὰ τούτων ἁπάντων ἐκ περιουσίας Ἰουδαῖοι μόνοι ἀπήλαυσαν· ἡ μέντοι πᾶσα φύσις ἡ ἀνθρωπίνη ἀρκοῦντα εἶχε τὸν ἀπὸ τοῦ συνειδότος νόμον. Ἅπερ καὶ ὁ Παῦλος δηλῶν ἔλεγεν· Ὅταν γὰρ ἔθνη τὰ μὴ νόμον ἔχοντα, φύσει τὰ τοῦ νόμου ποιῇ οὗτοι νόμον μὴ ἔχοντες, ἑαυτοῖς εἰσι νόμος.
Διὸ καὶ μείζονος τῆς κατακρίσεως Ἰουδαῖοι ἄξιοι, ὅτι μετὰ τοῦ φυσικοῦ καὶ τὸν γραπτὸν λαβόντες, τοσαῦτα παρηνόμησαν. Ὥστε ἡ πολλὴ τοῦ Θεοῦ εὐεργεσία πλείονος αὐτοῖς κατακρίσεως ὑπόθεσις γίνεται ἐῤῥᾳθυμηκόσι. Κατὰ μὲν οὖν τὸ ῥητὸν ἀρκεῖ τὰ εἰρημένα· εἰ δέ τις ἐπιθυμίαν ἔχει καὶ κατὰ ἀναγωγὴν τὸν ψαλμὸν ἐκλαβεῖν, οὐ παραιτησόμεθα καὶ ταύτην ὁδεῦσαι τὴν ὁδὸν, οὐ λυμαινόμενοι τὴν ἱστορίαν, μὴ γένοιτο, ἀλλὰ μετ᾽ ἐκείνης καὶ ταῦτα προστιθέντες τοῖς φιλοπονωτέροις, καθὼς ἂν οἷόν τε ᾖ. Ἐπαίνει, Ἱερουσαλὴμ, τὸν Κύριον· αἴνει τὸν Θεόν σου, Σιών.
Οἶδεν Ἱερουσαλὴμ τὴν ἄνω ὁ Παῦλος, περὶ ἧς λέγει· Ἡ δὲ ἄνω Ἱερουσαλὴμ ἐλευθέρα ἐστὶν, ἥτις ἐστὶ μήτηρ ἡμῶν· ὥσπερ καὶ Σιὼν οἶδε τὴν Ἐκκλησίαν, ὅταν λέγῃ· Οὐ γὰρ προσεληλύθατε ὄρει ψηλαφωμένῳ καὶ κεκαυμένῳ πυρὶ καὶ γνόφῳ καὶ σκότῳ καὶ θυέλλῃ, ἀλλὰ προσεληλύθατε Σιὼν πόλει καὶ Ἐκκλησίᾳ πρωτοτόκων ἀπογεγραμμένων ἐν οὐρανοῖς.
Δυνατὸν οὖν κατὰ ἀναγωγὴν καὶ περὶ ταύτης λέγεσθαι τὸ, Ἐπαίνει, Ἱερουσαλὴμ, τὸν Κύριον, αἴνει τὸν Θεόν σου, Σιών· ὅτι ἐνίσχυσε τοὺς μοχλοὺς τῶν πυλῶν σου, εὐλόγησε τοὺς υἱούς σου ἐν σοί. Καὶ γὰρ τῆς Ἱερουσαλὴμ ἀσφαλέστερον αὐτὴν ἐτείχισεν, οὐ μοχλοῖς καὶ θύραις, ἀλλὰ τῷ σταυρῷ περιφράξας, καὶ τῇ ἀποφάσει τῆς οἰκείας δυνάμεως, δι᾽ ἧς ἀνέστησεν αὐτῆς πανταχοῦ τὸν περίβολον, εἰπὼν, ὅτι Πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς.
δʹ. Ἐν γοῦν προοιμίοις βασιλεῖς ἅπαντες, καὶ δῆμοι καὶ πόλεις, καὶ τῶν δαιμόνων αἱ φάλαγγες, καὶ αὐτὴ τοῦ διαβόλου ἡ τυραννὶς, καὶ μυρία πράγματα ἐπέθεντο τῇ Ἐκκλησίᾳ· καὶ ὅμως πάντα μὲν ἐκεῖνα διελύθη καὶ ἀπώλετο· αὕτη δὲ αὐξομένη πρὸς ὕψος ἤρθη τοσοῦτον, ὅτι καὶ αὐτοὺς ὑπερέβη τοὺς οὐρανούς.
Εὐλόγησε τοὺς υἱούς σου ἐν σοί. Ὥσπερ ἐξ ἀρχῆς εἶπεν, Αὐξάνεσθε, καὶ πληθύνεσθε, καὶ πληρώσατε τὴν γῆν, καὶ διὰ τῆς γῆς ἁπάσης ὁ λόγος διέδραμεν· οὕτω μετὰ ταῦτα, Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη· καὶ ὅτι Κηρυχθήσεται τὸ Εὐαγγέλιον τοῦτο ἐν ὅλῳ τῷ κόσμῳ· καὶ αὐτὰ τῆς οἰκουμένης τὰ πέρατα ἐν βραχείᾳ καιροῦ ῥοπῇ κατέλαβε τὸ ἐπίταγμα. Διὸ καὶ ἔλεγεν· Ὁ κόκκος τοῦ σίτου, ἐὰν πεσὼν εἰς τὴν γῆν μὴ ἀποθάνῃ, αὐτὸς μόνος μένει· ἐὰν δὲ ἀποθάνῃ, πολὺν καρπὸν φέρει. Καὶ πάλιν, Ὅταν ὑψωθῶ, πάντας ἑλκύσω πρὸς ἐμαυτόν. Παρὰ μὲν οὖν τὴν ἀρχὴν ἐξ ἑνὸς ἐγένοντο πολλοὶ, νόμῳ φύσεως τοῦ πλήθους αὐξομένου· διὸ καὶ σχολαιότερον τὸ πρᾶγμα προῄει· ἐπὶ δὲ τῶν ἀποστόλων οὐ νόμῳ φύσεως, ἀλλὰ χάριτι τὸ πλῆθος ἐπεδίδου· διόπερ εὐθέως ἐν μιᾷ ἡμέρᾳ τρισχίλιοι, εἶτα πεντακισχίλιοι, εἶτα μύριοι, εἶτα πᾶσα ἡ οἰκουμένη διὰ τῆς καλῆς ταύτης ἀναγεννήσεως τεχθέντες, ηὐξήθησάν τε καὶ ἐπληθύνθησαν, καὶ τὴν εὐλογίαν διὰ τῶν ἔργων ἣν ἔλαβον ἐπεδείξαντο· Οὐ γὰρ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, ἀλλ᾽ ἐκ τῆς τοῦ Θεοῦ χάριτος ἐγεννήθησαν. Ὁ τιθεὶς τὰ ὅριά σου εἰρήνην. Τοῦτο μάλιστα περὶ τῆς Ἐκκλησίας ἄν τις εἴποι κυρίως· καὶ τὸ δὴ θαυμαστότερον, ὅτι πολεμουμένη εἰρήνης ἀπέλαυε, καὶ πάντων ἐπιβουλευόντων τῇ ἀδείᾳ ἐνετρύφα. Διὸ καὶ ἔλεγεν· Εἰρήνην τὴν ἐμὴν ἀφίημι ὑμῖν, εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν.
Καὶ στέαρ πυροῦ ἐμπιπλῶν σε. Δυνατὸν καὶ ἐπὶ τῆς Ἐκκλησίας τοῦτο λαμβάνεσθαι ἑτέρως εἰς πνευματικὴν τροφὴν, ὅτι ἄρτον ἡμῖν δέδωκε τὸν τῆς ζωῆς. Ὁ ἀποστέλλων τὸν λόγον αὐτοῦ τῇ γῇ· ἕως τάχους δραμεῖται ὁ λόγος αὐτοῦ. Ποῖος λόγος, εἰπέ μοι. Ὁ διὰ τῶν ἀποστόλων, ὁ πτεροῦ κουφότερον πάντα περιδραμών. Διὸ καὶ ὁ Δαυῒδ τοῦτο ἀλλαχοῦ αἰνιττόμενος λέγει· Κύριος δώσει ῥῆμα τοῖς εὐαγγελιζομένοις δυνάμει πολλῇ. Εἰ δέ τις ἀμφιβάλλοι τῶν ἀνοήτων, ἀπὸ τῶν κατὰ τὰ στοιχεῖα γινομένων λαμβανέτω τὴν ἀπόδειξιν, καὶ μανθανέτω πῶς ἡ χιὼν ἀθρόον ἔπεισι, καὶ ἐν μιᾷ καιροῦ ῥοπῇ πᾶσαν καλύπτει τὴν γῆν, οὐκ ἐκ περιόδου ἐπιοῦσα τῷ προσώπῳ ταύτης, ἀλλ᾽ ἀθρόον αὐτὴν περιστέλλουσα. Ἐπειδὴ τοίνυν προφήτης ἦν, καὶ εἰκὸς αὐτὸν τὰ μέλλοντα προαναφωνοῦντα καὶ αἰνιττόμενον κατὰ ἀναγωγὴν ταῦτα λέγειν, ἀκολούθως τῷ περὶ τῶν στοιχείων ἐνδιατρίβει λόγῳ. Ὃ δὲ λέγει τοιοῦτόν ἐστι· Μέλλει πᾶσα ἡ γῆ τῷ λόγῳ τοῦ Θεοῦ κατηχεῖσθαι, καὶ μετὰ πολλοῦ τοῦ τάχους, καὶ ἐν βραχεῖ καιρῷ. Εἶτα ἵνα μή τις ἀμφιβάλλῃ, εἰ Ἰουδαῖοι ἔθνος ἓν τοσούτῳ χρόνῳ τοσαύτης ἀπολαῦσαν ἐπιμελείας οὐ γέγονε δόκιμον, πῶς τοὺς τὴν οἰκουμένην οἰκοῦντας ἐν βραχεῖ καιρῷ δυνατὸν μεταῤῥυθμισθῆναι, εἰς βεβαίωσιν τοῦ λόγου τὰ ἀπὸ τῶν στοιχείων παραδείγματα παραλαμβάνει, τὴν χιόνα, τὴν ὁμίχλην, τὸν κρύσταλλον, ἅπερ μάλιστα ἐν μιᾷ καιροῦ ῥοπῇ γίνεται.
Μὴ τοίνυν ἀπιστήσῃς, εἰ καὶ τὰ τῆς γνώμης αὐτῶν μέλλοι μεταβάλλεσθαι εὐκόλως.
Ἀλλὰ πολλοὶ οἱ ἀνθιστάμενοι; Ἀλλὰ καὶ οὗτοι ἐκστήσονται καὶ παραχωρήσουσιν. Εἰ γὰρ ψῦχος ὀλίγον σφοδρότερον γινόμενον οὐδεὶς ἐνεγκεῖν δύναται, ἀλλ᾽ εἴκουσιν αὐτῷ πάντες καὶ παραχωροῦσι· πολλῷ μᾶλλον τῷ λόγῳ καὶ τῷ ἐπιτάγματι αὐτοῦ πάντα ἐκστήσεται τὰ ἐναντιούμενα. Καὶ γὰρ τὰς οὐσίας ἱκανὸς μεταθεῖναι, καὶ μὴ οὔσας παραγαγεῖν, καὶ εἰς τοσαύτην αὐξῆσαι δύναμιν, ὡς πᾶσι καὶ ἀνύποιστα ταῦτα γίνεσθαι. Ὁ ἀπαγγέλλων τὸν λόγον αὐτοῦ τῷ Ἰακὼβ, δικαιώματα καὶ κρίματα αὐτοῦ τῷ Ἰσραήλ. Ἐνταῦθα καὶ τὸν Ἰακὼβ οὐκ ἄν τις ἁμάρτοι τὸν πνευματικὸν εἰπὼν, καὶ τὸν Ἰσραὴλ, ὃν καὶ Παῦλος οἶδε λέγων, Εἰρήνη ὑμῖν καὶ ἐπὶ τὸν Ἰσραὴλ τοῦ Θεοῦ· ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.