Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τοὺς Ψαλμούς

Ἰωάννης ὁ Χρυσόστομος

Ερμηνεία στους Ψαλμούς 148 έως 150

Ανάλυση των τελευταίων Ψαλμών 148, 149 και 150, που αποτελούν μια καθολική πρόσκληση ολόκληρης της κτίσης σε δοξολογία και αίνεση του Δημιουργού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 16 από 16

ΕΙΣ ΤΟΝ ΡΜΗʹ ΨΑΛΜΟΝ. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν, αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Αἰνεῖτε αὐτὸν, πάντες οἱ ἄγγελοι αὐτοῦ. αʹ. Ἔθος τοιοῦτον τοῖς ἁγίοις διὰ πολλὴν εὐγνωμοσύνην, ἐπειδὰν μέλλωσιν εὐχαριστεῖν τῷ Θεῷ, πολλοὺς καλεῖν κοινωνοὺς τῆς εὐφημίας, καὶ παρακαλεῖν συνεφάπτεσθαι τῆς καλῆς ταύτης λειτουργίας αὐτοῖς.

Τοῦτο καὶ οἱ παῖδες οἱ τρεῖς πεποιήκασι, τὴν κτίσιν ἅπασαν, ἡνίκα ἦσαν ἐν τῇ καμίνῳ, πρὸς τὴν εὐφημίαν τῆς ὑπὲρ αὐτῶν εὐεργεσίας καλέσαντες καὶ πρὸς τὴν τοῦ Θεοῦ ὑμνῳδίαν. Τοῦτο καὶ οὗτος ἐνταῦθα ποιεῖ, ἑκάτερον τὸν κόσμον καλῶν, τὸν ἄνω, τὸν κάτω, τὸν αἰσθητὸν, τὸν νοητόν. Τοῦτο καὶ ὁ προφήτης Ἡσαΐας, ὡς ὅταν λέγῃ· Εὐφραινέσθωσαν οἱ οὐρανοὶ, καὶ ἀγαλλιάσθω ἡ γῆ, ὅτι ἠλέησεν ὁ Θεὸς τὸν λαὸν αὐτοῦ. Καὶ αὐτὸς δὲ οὗτος πάλιν, ὅταν λέγῃ· Ἐν ἐξόδῳ Ἰσραὴλ ἐξ Αἰγύπτου, οἴκου Ἰακὼβ ἐκ λαοῦ βαρβάρου, τὰ ὄρη ἐσκίρτησαν ὡσεὶ κριοὶ, καὶ οἱ βουνοὶ ὡς ἀρνία προβάτων.

Καὶ ἀλλαχοῦ πάλιν ὁ Ἡσαΐας· Νεφέλαι ῥανάτωσαν δικαιοσύνην. Ἅτε γὰρ οὐκ ὄντες ἱκανοὶ μόνοι πρὸς τὴν εὐφημίαν τοῦ Δεσπότου, περιέρχονται πάντας κοινωνοὺς λαβεῖν τῆς ὑμνῳδίας. Καὶ τοῦτο συνεχῶς μάλιστα οὗτος ποιεῖ, ὡς ὅταν λέγῃ, Καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι Θεοῦ. Καὶ πάλιν, Δυνατοὶ ἰσχύϊ, ποιοῦντες τὸν λόγον αὐτοῦ.

Καὶ ἕτερον δέ τι πάλιν ἐκ τούτων κατασκευάζει. Ποῖον δὴ τοῦτο; Τὸ μηδένα τῶν ἀλογωτέρων νομίσαι δύο δημιουργοὺς εἶναι. Ἐπειδὴ γὰρ αἱ κτίσεις διάφοροι, καὶ διεστήκασιν ἀλλήλων ταῖς οὐσίαις (ἡ μὲν γάρ ἐστιν αἰσθητὴ, ἡ δὲ νοητή· ἡ μὲν ὁρατὴ, ἡ δὲ ἀόρατος· ἡ μὲν σωμάτων ἐμπέπλησται, ἡ δέ ἐστιν ἀσώματος), ἵνα μή τις ἐκ τῆς διαφορᾶς τῶν ἔργων διαφόρους δημιουργοὺς ἐπεισαγάγῃ, ἕνα χορὸν ἵστησιν, ἐξ ἁπάντων μίαν ἀνάγων αὐτῷ τὴν μελῳδίαν, καὶ τὸν αὐτὸν λέγων δεῖν ὑπό τε τῆς ἄνω, ὑπό τε τῆς κάτω κτίσεως ἀνυμνεῖσθαι Θεὸν, δηλῶν καὶ ἐντεῦθεν, ὅτι εἷς ἑκατέρας ὁ δημιουργός. Καὶ πρότερον ἄνωθεν ἄρχεται, λέγων· Αἰνεῖτε αὐτὸν, πάντες οἱ ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτὸν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ.

Ἕτερος, Πᾶσαι αἱ στρατιαὶ αὐτοῦ· τὰ Χερουβὶμ λέγων, τὰ Σεραφὶμ, τὰς Κυριότητας, τὰς Ἀρχὰς, τὰς Ἐξουσίας. Τοῦτο σφόδρα ἐκκαιομένης ψυχῆς, τοῦτο φίλτρου πεπυρωμένου, τὸ πάντας διεγείρειν πρὸς τὴν εὐφημίαν τοῦ ποθουμένου· τοῦτο συνεχῶς ἐντρυφώσης διανοίας τῇ περὶ τοῦ Θεοῦ ἐννοίᾳ, ἐκπληττομένης, θαυμαζούσης τὴν δόξαν αὐτοῦ, ἀνακειμένης αὐτῷ.

Αἰνεῖτε αὐτὸν, ἥλιος καὶ σελήνη· αἰνεῖτε αὐτὸν, πάντα τὰ ἄστρα καὶ τὸ φῶς. Ἕτερος, Ἀστέρες φωτός. Αἰνεῖτε αὐτὸν, οἱ οὐρανοὶ τῶν οὐρανῶν· καὶ τὸ ὕδωρ τὸ ὑπεράνω τῶν οὐρανῶν αἰνεσάτωσαν τὸ ὄνομα Κυρίου. Ὅτι αὐτὸς εἶπε, καὶ ἐγενήθησαν· αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν.

Ἔστησεν αὐτὰ εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Ἄλλος, Ἔστησεν αὐτὰ διαμένειν αἰωνίως. Πρόσταγμα ἔθετο, καὶ οὐ παρελεύσεται. Τίνος ἕνεκεν ὀλίγα περὶ τῶν οὐρανίων δυνάμεων εἰπὼν, ταχέως ἀπεπήδησεν ἐκεῖθεν, καὶ ἐν τοῖς ὁρωμένοις τὸν λόγον ἀγαγὼν, ἐνταῦθα αὐτὸν μηκύνει, πάντα καθ᾽ ἕκαστον ἐπεξιὼν, τὰ ἄνω, τὰ κάτω;

Ὅτι ταῦτα τοῖς τότε ἀκούουσι σαφέστερα ἦν, ὁρώμενα καὶ πρὸ ὀφθαλμῶν κείμενα. Διὸ καὶ Μωϋσῆς ἀρχόμενος τῆς δημιουργίας, καὶ μηδὲν περὶ τῶν ἄνω διαλεχθεὶς, μὴ μικρὸν, μὴ μέγα, ἀπ᾽ οὐρανοῦ καὶ γῆς ποιεῖται τὴν ἀρχὴν, καὶ διαβαίνει λοιπὸν διὰ ἡλίου καὶ σελήνης, καὶ βοτανῶν, καὶ νηκτῶν, καὶ τετραπόδων, καὶ εἰς τὸν ἄνθρωπον καταλύει τὸν λόγον. Οὐρανοὺς δὲ οὐρανῶν ἐνταῦθα λέγων, οὐ πλῆθος ἐνδείκνυται, ἀλλ᾽ οὐρανὸν οὐρανοῦ τὸν αὐτὸν λέγει. Τῇ γὰρ Ἑβραίων φωνῇ τὸν οὐρανὸν ἔθος οὐρανοὺς καλεῖν· καθάπερ καὶ ἑτέρωθί φησιν· Ὁ οὐρανὸς τοῦ οὐρανοῦ τῷ Κυρίῳ· τὴν δὲ γῆν ἔδωκε τοῖς υἱοῖς τῶν ἀνθρώπων. Καὶ τὸ ὕδωρ τὸ ὑπεράνω τῶν οὐρανῶν. Ἤκουες καὶ Μωϋσέως λέγοντος, ὅτι τῶν ὑδάτων τὰ μὲν εἴασε κάτω, τὰ δὲ ὑπὲρ τῶν νώτων τῶν οὐρανίων μετεωρίζεσθαι παρεσκεύασεν, ἐν τῷ μέσῳ τῆς ἀβύσσου πήξας τὸ στερέωμα, καὶ ὑπὲρ τῶν νώτων ἀφεὶς τὰ ὕδατα μένειν.

Καὶ πῶς ταῦτα αἰνεῖ, ἴσως εἴποι τις ἂν, οὐ φωνὴν ἔχοντα, οὐ γλῶτταν, οὐ ψυχὴν, οὐ λογισμὸν, οὐ νοῦν, οὐ φωνητικὸν ὄργανον, οὐ διάνοιαν; Ὅτι δύο δοξολογίας τρόποι· εἷς μὲν, ὁ διὰ ῥημάτων, ἕτερος δὲ, ὁ δι᾽ ὄψεως, καὶ τρίτος δὲ μετὰ τούτων, ὁ διὰ βίου καὶ ἔργων. Καὶ γὰρ καὶ ἀνθρώπων οὐ φθεγγομένων μόνον, ἀλλὰ καὶ σιγώντων, δόξα ἀναφέρεται τῷ Θεῷ· ὥσπερ καὶ ὁ Χριστός φησι· Λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσιν ὑμῶν τὰ καλὰ ἔργα, καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς. Καὶ πάλιν, Τοὺς δοξάζοντάς με δοξάσω. Ἔστι καὶ διὰ γλώττης δοξολογία, ὡς καὶ Μωϋσῆς ἐδόξασε μετὰ τῆς Μαρίας λέγων· ᾌσωμεν τῷ Κυρίῳ· ἐνδόξως γὰρ δεδόξασται. Ἔστι καὶ ἡ διὰ τῆς κτίσεως αὐτῆς, ὡς αὐτὸς οὗτός φησιν· Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ· ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα. Οὕτω καὶ ἐνταῦθα αἰνεῖ αὐτὸν ἡ κτίσις τῷ κάλλει, τῇ θέσει, τῷ μεγέθει, τῇ φύσει, τῇ χρήσει, τῇ διακονίᾳ, τῇ διαμονῇ, τῇ λυσιτελείᾳ τῇ ἐξ αὐτῶν γινομένῃ.

Ὅταν οὖν λέγῃ, Αἰνεῖτε τὸν Κύριον, ἄγγελοι, δυνάμεις, οὐρανοὶ, σελήνη, ἥλιος, ἀστέρες, τὸ ὕδωρ τὸ ὑπεράνω τῶν οὐρανῶν, τοῦτο λέγει, ὅτι ἕκαστον τῶν γινομένων ἄξιον τῆς τοῦ πεποιηκότος σοφίας, καὶ πολλοῦ γέμει τοῦ θαύματος· ὅπερ συντόμως ὁ Μωϋσῆς ἐν προοιμίοις ἔλεγε· Καὶ εἶδεν ὁ Θεὸς ὅσα ἐποίησε, καὶ ἰδοὺ καλὰ λίαν· οὕτω καλὰ, ὡς δοξάζειν τὸν πεποιηκότα, καὶ τὸν θεατὴν ἐνάγειν εἰς εὐφημίαν τοῦ τεκτηναμένου.

βʹ. Αἶνον οὖν τοῦτόν φησι, τὸ κάλλος τῶν γενομένων τίκτον ὑμνολογίαν τῷ πεποιηκότι. Ὅπερ καὶ ὁ Παῦλος δηλοῖ· Τὰ γὰρ ἀόρατα ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται, ἥ τε ἀΐδιος αὐτοῦ δύναμις καὶ θειότης. Καὶ ὁ προφήτης δὲ οὗτος, εἰπὼν τὰ κτίσματα, καὶ τῇ ὄψει τῶν θεωμένων καταλιπὼν τὸ κάλλος αὐτῶν καταμανθάνειν καὶ τὸ μέγεθος καὶ τὴν χρείαν, αὐτὸς ἑτέραν τίθησιν αἰτίαν, λέγων, ὅτι Αὐτὸς εἶπε, καὶ ἐγενήθησαν· αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν. Ἔστησεν αὐτὰ εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Πρόσταγμα ἔθετο, καὶ οὐ παρελεύσεται.

Ὅτι μὲν οὖν καλὰ καὶ θαυμάσια, καὶ αὐτὴ ἡ ὄψις δηλοῖ· ὅτι δὲ καὶ δημιουργὸν ἔχει, καὶ οὐκ αὐτόματα ταῦτα, οὐδὲ ἀγένητα, ἱκανὸν μὲν καὶ τοῦτο ἀπὸ τῆς ἑρμηνείας αὐτῆς κατιδεῖν. Εἰ δέ τις ἀμφιβάλλοι, παρ᾽ ἐμοῦ μανθανέτω, ὅτι δημιουργὸν ἔχει καὶ ποιητὴν, καὶ προνοητὴν καὶ κηδεμόνα. Δύο γὰρ ἐνταῦθα τίθησι, μᾶλλον δὲ τρία· εἰ δέ τις ἀκριβῶς ἐξετάζοι, καὶ τέσσαρα· ὅτι τε ἐποίησε, καὶ ἐξ οὐκ ὄντων ἐποίησε, καὶ μετ᾽ εὐκολίας ἐποίησε, καὶ γενόμενα διακρατεῖ. Τὸ μὲν γὰρ εἰπεῖν, Αὐτὸς εἶπε, τὴν εὐκολίαν δηλοῖ· ὡς καὶ Παῦλος δηλῶν ἔλεγε· Τοῦ ζωοποιοῦντος τοὺς νεκροὺς, καὶ καλοῦντος τὰ μὴ ὄντα ὡς ὄντα· τῷ ὀνόματι τῆς κλήσεως τὴν εὐκολίαν ἡμῖν αἰνιττόμενος.

Ὅτι δὲ καὶ γενόμενα διακρατεῖ, αὐτὸς ὁ προφήτης πάλιν δείκνυσιν ἐπαγαγὼν, Ἔστησεν αὐτὰ εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Πρόσταγμα ἔθετο, καὶ οὐ παρελεύσεται. Ὅρα καὶ ἐνταῦθα πάλιν τὴν ἐξουσίαν, τὴν αὐθεντίαν πῶς παρεδήλωσεν, οὐ τῷ στῆναι μόνον, ἀλλὰ καὶ τῷ εἰπεῖν, Πρόσταγμα, ταῖς ἀνθρωπίναις λέξεσι τὴν ἐνέργειαν αὐτοῦ παραδηλῶν. Ὥσπερ γὰρ σοὶ τὸ εἰπεῖν εὔκολον, καὶ τὸ προστάξαι ῥᾴδιον· οὕτω τῷ Θεῷ τὸ ποιῆσαι οὐκ ὄντα, καὶ γενόμενα διακρατῆσαι· μᾶλλον δὲ οὐχ οὕτως, ἀλλὰ καὶ πολλῷ πλέον. Οὐδὲ γὰρ δυνατὸν παραστῆσαι τῆς εὐκολίας τὴν ὑπερβολὴν, μεθ᾽ ἧς ταῦτα ἐποίησε. Καὶ τὸ δὴ θαυμαστὸν, οὐχ ὅτι διακρατεῖ μόνον, οὐδὲ ὅτι ἑστήκασιν ἀκίνητοι οἱ νόμοι τῆς φύσεως, ἀλλ᾽ ὅτι καὶ χρόνον οὕτως ἄπειρον. Ἐννόησον γοῦν πόσος αἰὼν, καὶ οὐδὲν συνεχύθη τῶν ὄντων· οὐ θάλαττα τὴν γῆν ἐπέκλυσεν, οὐχ ἥλιος τόδε τὸ ὁρώμενον κατέκαυσεν, οὐκ οὐρανὸς παρεσαλεύθη, οὐ νυκτὸς, οὐδὲ ἡμέρας ὅροι συνεχύθησαν, οὐχ ὡρῶν τροπαὶ, οὐκ ἄλλο τῶν τοιούτων οὐδέν· ἀλλ᾽ ἕκαστον καὶ τῶν κάτω καὶ τῶν ἄνω μετὰ πάσης ἕστηκε τῆς ἀκριβείας τοὺς ἅπαξ τεθέντας ὅρους ἐξ ἀρχῆς αὐτῷ διατηροῦν.

Εἰπὼν τοίνυν περὶ τῆς ἄνω κτίσεως καὶ τῶν κατ᾽ οὐρανὸν, κάτεισιν ἐπὶ τὴν γῆν. Ὅπερ δὲ ἐποίησεν ἐπὶ τῶν ἄνω, ἀρξάμενος μὲν ἀπὸ τῶν ὑπερουρανίων, καταβὰς δὲ εἰς τὰ οὐράνια, τοῦτο καὶ ἐνταῦθα ποιεῖ ἀπὸ τῶν οὐρανίων ἐπὶ τὴν γῆν μεταπηδῶν.

Ἐπειδὴ γάρ τινές εἰσι λέγοντες τὰ μὲν κατ᾽ οὐρανὸν τῆς τοῦ Θεοῦ δημιουργίας ἄξια εἶναι, τῶν δὲ ἐπὶ γῆς ἐπιλαμβάνονται, διὰ τὸ ἐν αὐτῇ εἶναι σκορπίους λέγοντες, ἔχεις, δράκοντας, καὶ τὸ λοιπὸν τῶν θηρίων γένος, καὶ τὰ ἄκαρπα τῶν δένδρων, πρὸς τούτους ὥσπερ ἀπολογούμενος, ἑτέρως πάλιν μεταχειρίζει τὸν λόγον. Καὶ ὅρα τί ποιεῖ· Τὰ ὡμολογημένα καλὰ ἀφεὶς, πρόβατα καὶ βόας, ὧν καὶ ἡ πεῖρα τὴν χρείαν δείκνυσιν, ὄνους, καμήλους, καὶ ὅσα πρὸς τὴν τῶν ἀγωγίμων ἡμῖν μετακομιδὴν ἐπιτήδεια, ἐν τοῖς δοκοῦσιν ἀχρήστοις εἶναι περιάγει τὸν λόγον, δράκοντας εἰς μέσον ἄγων, καὶ τὸ ἄπλωτον τοῦ πελάγους μέρος, καὶ τὰ δοκοῦντα λυπεῖν, οἷον τὸ πῦρ, τὴν χάλαζαν, τὴν χιόνα, τὸν κρύσταλλον· εἶτα τὰ ἄκαρπα τῶν δένδρων, τὰ ὄρη· καὶ πάλιν τὰ πεδία καταλιπὼν, τὰ ὕπτια καὶ πρὸς γεωργίαν ἐπιτήδεια καὶ καρπῶν ἡμέρων φορὰν, ἐπὶ τὰ ὄρη μεταβαίνει καὶ τοὺς βουνοὺς καὶ τὰ ἐρημότερα τῶν χωρίων, καὶ τῶν ἑρπετῶν μέμνηται πάντων. Ὥστε δὲ σαφέστερον ταῦτα μαθεῖν, ἄξιον ἐπακοῦσαι αὐτῶν τῶν ῥημάτων. Μετὰ γὰρ τὸ εἰπεῖν, Πρόσταγμα ἔθετο, καὶ οὐ παρελεύσεται, ἐπήγαγεν· Αἰνεῖτε τὸν Κύριον ἐκ τῆς γῆς, δράκοντες καὶ πᾶσαι ἄβυσσοι· πῦρ, χάλαζα; χιὼν, κρύσταλλος, πνεῦμα καταιγίδος, τὰ ποιοῦντα τὸν λόγον αὐτοῦ. Ἕτερος, Ἄνεμος τυφῶνος.

Τὰ ὄρη καὶ πάντες οἱ βουνοὶ, ξύλα καρποφόρα, καὶ πᾶσαι κέδροι· τὰ θηρία καὶ πάντα τὰ κτήνη, ἑρπετὰ καὶ πετεινὰ πτερωτά. Τίνος ἕνεκεν οὕτω μεταχειρίζει τὸν λόγον; Ἐκ περιουσίας δεικνὺς τοῦ Θεοῦ τὴν πρόνοιαν.

Εἰ γὰρ τὰ δοκοῦντα ἄχρηστα εἶναι, καὶ πολέμια τῷ γένει τῶν ἀνθρώπων, οὕτως ἐστὶ καλὰ, οὕτω χρήσιμα, ὡς καὶ αὐτὰ ὕμνον ἀναφέρειν τῷ Θεῷ καὶ δοξολογίαν διὰ τῆς οἰκείας δημιουργίας· ἐννόησον οἷα τὰ ἄλλα. Καὶ εἰ δοκεῖ, ἐπέλθωμεν ἕκαστον τῶν εἰρημένων.

Δράκοντες, φησὶ, καὶ πᾶσαι ἄβυσσοι. Δράκοντας ἐνταῦθα τὰ κήτη λέγει, ὡς καὶ ἀλλαχοῦ, ὅταν λέγῃ, Δράκων οὗτος, ὃν ἔπλασας ἐμπαίζειν αὐτῷ. Καὶ πολλαχοῦ ἴδοι τις ἂν τὸ ζῶον τοῦτο οὕτω καλούμενον. γʹ. Καὶ πῶς τοῦτο αἰνεῖ τὸν ποιήσαντα; φησί. Καὶ πῶς οὐκ αἰνεῖ; Ὅταν γὰρ ἴδῃς τὸ μέγεθος, τὴν σύμπηξιν τοῦ σώματος, ἣν ἐν τῷ Ἰὼβ ἡ Γραφὴ διηγεῖται μετὰ πλείονος τῆς σαφηνείας· πῶς οὐ θαυμάσεις τὸν δημιουργήσαντα, ἡλίκον ζῶον παρήγαγεν; Οὐ διὰ τὸ μέγεθος δὲ μόνον, ἀλλ᾽ ὅτι καὶ χωρίον αὐτῷ τῆς θαλάσσης τὸ ἄπλωτον ἀπεκλήρωσε μέρος. Καὶ ἄξιον θαυμάζειν, πῶς οὐχ ὑπερβαίνει τοὺς οἰκείους ὅρους, ζῶον ἄγριον ὂν καὶ σφόδρα μέγιστον, ἀλλὰ μένει τοῖς οἰκείοις τόποις ἐνδιαιτώμενον, καὶ οὐ μόνον οὐκ ἔξεισι πρὸς τὴν γῆν, οὐδὲ πρὸς τὴν οἰκουμένην χώραν, ἀλλ᾽ οὐδὲ τῆς θαλάττης τὸ πρὸς ναυτιλίαν ἐπιτήδειον λυμαίνεται μέρος· οὐ δαπανᾷ τῶν ἰχθύων τὰ γένη, ἀλλ᾽ εἴσω τῆς οἰκείας ἐνδιαιτᾶται χώρας. Καὶ οὐ ταῦτα μόνον ἄξιον θαυμάζειν, ἀλλὰ καὶ τὴν ἄβυσσον, ὅση τὸ βάθος ἐστίν. Ὅπερ δὲ ἐπὶ τοῦ θηρίου, τοῦτο καὶ ἐπὶ τῆς θαλάσσης ἔστιν ἰδεῖν. Καὶ γὰρ καὶ αὕτη ταῖς τῶν πνευμάτων βίαις οὖσα ἀφόρητος, καὶ τοσοῦτον πλῆθος ὑδάτων ἔχουσα, οὐκ ἐκρήγνυται τῶν οἰκείων ὅρων, οὐκ ἐπικλύζει τὴν γείτονα γῆν, ἀλλὰ καὶ αὐτὴ δεσμοῖς ἀκινήτοις πεπέδηται· καίτοι γε ἄτακτος ἡ τῶν ὑδάτων φύσις.

Ὅταν δὲ καὶ πλῆθος τοσοῦτον ᾖ, καὶ ὑπὸ τοσούτων πνευμάτων ὠθῆται, ἐννόησον ἡλίκου θαύματος τὸ μήτε κατὰ τὴν ἀταξίαν μήτε τὸν ὄγκον μήτε τὴν βίαν ἐκπίπτειν τῆς οἰκείας χώρας, ἀλλὰ πᾶσαν ἐν ἀταξίᾳ τοσαύτῃ διατηρεῖν εὐταξίαν. Ταῦτα τοίνυν ἀναλογιζόμενος δυνήσῃ καὶ ἐντεῦθεν ὕμνον ὑφαίνειν τῷ Θεῷ, καὶ θαυμάζειν αὐτοῦ τὴν δύναμιν, τὴν σοφίαν, τὴν ἰσχὺν, τὴν ἐξουσίαν.

Εἰσὶ δὲ καὶ ἕτεροι λόγοι ἀπόῤῥητοι τούτων, οὓς ὁ ποιήσας οἶδεν αὐτός. Διὸ καί τις ἔλεγε· Μὴ εἴπῃς, Διὰ τί τοῦτο; Εἰς τί τοῦτο; Πάντα γὰρ εἰς χρείαν αὐτοῦ ἐγένετο. Πῦρ, χάλαζα, χιὼν, κρύσταλλος, πνεῦμα καταιγίδος, τὰ ποιοῦντα τὸν λόγον αὐτοῦ.

Ἐνταῦθα καὶ ἕτερόν τι μετὰ τῶν εἰρημένων προστίθησιν. Ἐν μὲν γὰρ τῷ προτέρῳ ψαλμῷ τοῦτο ἐθαύμαζεν, ὅτι ἐν βραχείᾳ καιροῦ ῥοπῇ πᾶσαν ἔπεισι τὴν γῆν ἡ χιὼν, ὁ κρύσταλλος, ὅτι πήγνυται, ὅτι μεταβάλλεται, ὅτι πρὸς τὰ ἐναντία μεθίσταται· ἐνταῦθα δὲ, ὅτι τε οὐκ ὄντα γέγονε, καὶ ὅτι γενόμενα μένει, καὶ ὅτι μένοντα διακόνων τάξιν ἀναπληροῖ, καίτοι γε ἄλογα ὄντα, καὶ τὸ πρόσταγμα αὐτοῦ μετὰ πολλῆς τῆς ὑπακοῆς εἰς ἔργον ἐξάγει. Μᾶλλον δὲ καὶ ἐναντία τῇ φύσει ἓν πολλάκις ἐπίταγμα ἤνυσεν, ὥσπερ ἐπὶ τῆς Βαβυλωνίας καμίνου τό τε καῖον τὸ πῦρ καὶ δροσίζον, ἑκάτερα πρᾶττον ἐδείκνυτο. Τοῦτο οὖν, φησὶν, εὐχαριστίας ἄξιον; Καὶ πολλῆς μὲν οὖν. Τὸν γὰρ Θεὸν ὁμοίως ἀνυμνεῖν χρὴ, καὶ κολάζοντα καὶ ἀνιέντα κολάσεως. Ἀμφότερα γὰρ κηδεμονίας, ἀμφότερα ἀγαθότητος. Ἄνθρωποι μὲν γὰρ τὸ μὲν ἀγαθότητι ποιοῦσι, τὸ δὲ πονηρίᾳ καὶ θυμῷ· ὁ δὲ Θεὸς ἀμφότερα φιλανθρωπίᾳ. Ὁμοίως γοῦν αὐτὸν ἀνυμνεῖν δεῖ, καὶ ὅτι ἔθηκεν ἐν παραδείσῳ τὸν Ἀδὰμ, καὶ ὅτι ἐξέβαλε, καὶ χάριν εἰδέναι οὐχ ὑπὲρ τῆς βασιλείας μόνον, ἀλλὰ καὶ ὑπὲρ τῆς γεέννης. Καὶ γὰρ καὶ ταύτην ἐποίησέ τε καὶ ἠπείλησεν, ὥστε κακίας ἀπαλλάξαι.

Ὥσπερ οὖν ἰατρὸν οὐ τρέφοντα μόνον, ἀλλὰ καὶ ἄγχοντα λιμῷ, οὐκ εἰς ἀγορὰν μόνον ἐξάγοντα, ἀλλὰ καὶ ἐν οἴκοις που κατακλείοντα, οὐκ ἀλείφοντα μόνον, ἀλλὰ καὶ καίοντα καὶ τέμνοντα θαυμάζομεν· εἰ γὰρ καὶ ἐναντία τὰ γινόμενα, ἀλλὰ πρὸς ἓν ὁρᾷ τέλος· οὕτω καὶ τὸν Θεὸν ὑπὲρ ἁπάντων ἀνυμνεῖν χρὴ, καὶ πολλῷ πλέον, ὅσῳ ὁ μὲν Θεὸς, ὁ δὲ ἄνθρωπος· καὶ ὅτι τὰ μὲν τούτων πολλάκις καὶ εἰς τοὐναντίον ἐξέβη, τὰ δὲ τοῦ Θεοῦ μετὰ τῆς προσηκούσης γίνεται σοφίας καὶ κηδεμονίας. Οὐ τιμωρεῖται δὲ μόνον χάλαζα καὶ πῦρ, ἀλλὰ καὶ τιμωρίας ἀπήλλαξε, καὶ πολέμους ἔστησε, καὶ ἐχθροὺς ἐπιόντας ἀπεκρούσατο. Ἢ οὐκ οἶσθα ἐν Αἰγύπτῳ ὅσα διὰ τούτων ἐθαυματουργήθη τῶν στοιχείων, καὶ ἐπὶ τῶν Ἰουδαίων, καὶ ἐπὶ τῆς γενεᾶς τῆς ἡμετέρας; Καὶ τοσαύτη ἡ τοῦ κελεύοντος δύναμις, ὅτι ἅπερ δι᾽ ἀγγέλων ἐποίει, τῶν νοερῶν ἐκείνων καὶ μεγάλων δυνάμεων, ταῦτα πολλάκις καὶ διὰ τῶν στοιχείων ἐθαυματούργει, ἵνα ὅταν καὶ ἄγγελος ταῦτα ἐργάσηται, μηδεὶς τῶν ἀνοητοτέρων ἐκείνῳ λογίζηται, ἀλλὰ τῷ ἐπιτάξαντι. Ἔστησεν οὖν ἄγγελος πόλεμον; Ἔστησε καὶ χάλαζα. Ἀνεῖλε τὰ πρωτότοκα ἄγγελος; Ἀνεῖλε καὶ καταιγὶς θαλάττης τὸν δῆμον ἅπαντα. Ὑπὲρ ἁπάντων τοίνυν εὐχαρίστει τῷ φιλανθρώπῳ Θεῷ. Τὰ ὄρη καὶ πάντες οἱ βουνοὶ, ξύλα καρποφόρα καὶ πᾶσαι κέδροι· τὰ θηρία καὶ πάντα τὰ κτήνη, ἑρπετὰ, καὶ πετεινὰ πτερωτά.

Ὅρα πῶς τοῖς ἀχρηστοτέροις μᾶλλον ἐμφιλοχωρεῖ, ὄρεσι καὶ νάπαις, καὶ βουνοῖς, καὶ θηρίοις ἑρπετοῖς, καὶ ξύλοις ἀκάρποις. Τὰ μὲν γὰρ καρποφόρα αὐτόθεν δήλην ἔχει τὴν χρείαν, ὥσπερ καὶ τὰ ὕπτια πεδία καὶ τὰ ἥμερα ζῶα· τὰ δὲ θηρία, καὶ τὰ ἑρπετὰ, καὶ τὰ ὄρη, καὶ τὰ ἄκαρπα δένδρα ποίαν ἀνύει χρείαν; φησί. Πολλὴν μὲν οὖν, καὶ σφόδρα τὴν ζωὴν συνέχουσαν τὴν ἡμετέραν. Καὶ γὰρ πρὸς οἰκοδομίας ὄρη καὶ βουνοὶ καὶ ξύλα ἄκαρπα σφόδρα ἡμῖν ἐπιτήδεια, καὶ εἰ μὴ τούτων ἀπελαύομεν, οὐδὲν ἐκώλυε διαφθείρεσθαι τὸ γένος τὸ ἡμέτερον. Ὥσπερ οὖν ἐπιδεόμεθα τῶν ἡμέρων χωρίων εἰς τὸ τρέφεσθαι, οὕτω δεόμεθα καὶ τῶν ἀκάρπων ξύλων καὶ λίθων εἰς τὸ τὰς οἰκίας οἰκοδομεῖν, καὶ μυρία ἕτερα ἐντεῦθεν κατασκευάζειν.

δʹ. Ἀλλ᾽ οἱ ὄφεις, φησὶ, καὶ οἱ σκορπίοι, καὶ οἱ δράκοντες, καὶ οἱ λέοντες, τί χρήσιμον εἰσάγουσιν εἰς τὸν βίον; τί δὲ αὐτῶν τὸ κέρδος; Πολὺ καὶ ἄφατον, καὶ τῶν ἡμέρων οὐκ ἔλαττον. Ἐκεῖνα μὲν γὰρ πρὸς τὴν τοῦ σώματος χρείαν ἐστὶν ἐπιτήδεια· ταῦτα δέ σοι καὶ φόβον ἐπιτειχίζει, καὶ σωφρονεῖν παρασκευάζει, καὶ ἐναγώνιον ποιεῖ, καὶ ἀναμιμνήσκει σε τῆς ἐν τῷ παραδείσῳ τοῦ προπάτορος ἁμαρτίας, καὶ δείκνυσιν ὅσων κακῶν αἰτία ἡ παρακοή. Οὐ γὰρ τοιαῦτα ἦν πρὸ τούτου τὰ θηρία, φοβερὰ καὶ φευκτὰ τῷ ἀνθρώπῳ, ἀλλὰ τιθασσὰ καὶ χειροήθη. Ἤγαγε γοῦν αὐτὰ πρὸς τὸν Ἀδὰμ ὁ Θεὸς, καὶ αὐτὸς ἐπέθηκεν αὐτοῖς τὰ ὀνόματα. Ὁ ὄφις τῇ γυναικὶ διαλέγεται, καὶ οὐκ ἀποπηδᾷ ἡ Εὔα. Ἐπειδὴ δὲ παρεβάθη ἡ ἐντολὴ, καὶ ὁ Θεὸς παρηκούσθη, ἠκρωτηριάσθη τὰ τῆς τιμῆς. Ὅταν τοίνυν ἴδῃς λέοντα, ὅταν ἴδῃς ὄφιν, ἀναμιμνήσκου τῶν διηγημάτων, καὶ οὐ μικράν σοι παρέξει ταῦτα φιλοσοφίας ὑπόθεσιν. Ἀναμιμνήσκου δὲ καὶ τοῦ Δανιὴλ, πῶς, ἐπειδὴ πρὸς τὴν παλαιὰν ἐπανῆλθεν εἰκόνα, εὐκαταφρόνητα ἦν αὐτῷ τὰ φοβερὰ θηρία· ὥσπερ καὶ Παύλῳ ἡ ἔχις· καὶ οὐ μικρὰν ἐντεῦθεν καρπώσῃ σπουδὴν καὶ ἐπιμέλειαν ψυχῆς. Μετὰ τούτων δὲ καὶ ἑτέρωθεν ἔστι θαυμάσαι τοῦ Θεοῦ τὴν οἰκονομίαν τὴν ἐπ᾽ αὐτοῖς καὶ τὴν διάταξιν. Ποίαν δὲ ταύτην;

Ὅτι καὶ τούτοις ἀφώρισε χωρία ἀπῳκισμένα τῶν πόλεων, τὰς ἐρημίας· καὶ οὕτω φοβερὰ ὄντα οὐκ ἐμφιλοχωρεῖ ταῖς πόλεσιν, οὐδὲ κατατρέχει τοὺς ἔνδον οἰκοῦντας, ἀλλὰ στέργει καὶ ἀγαπᾷ τὴν ἔρημον, ἄνωθεν τοῦ Θεοῦ τοῦτο αὐτοῖς συγκληρώσαντος, καὶ τόπον ἐπιτήδειον ἔχειν καὶ κλῆρον διαίτης. Ὅταν γὰρ σὺ καθεύδῃς, τότε ἐκεῖνα τὴν ἔρημον ἔπεισιν.

Ὅπερ καὶ ἀλλαχοῦ δείκνυσιν ὁ προφήτης, οὕτω λέγων· Ἔθου σκότος, καὶ ἐγένετο νύξ· ἐν αὐτῇ διελεύσονται πάντα τὰ θηρία τοῦ δρυμοῦ. Εἶδες πῶς καὶ νῦν μένει σοι τῆς ἀρχῆς τὰ ἴχνη, εἰ καὶ ἠκρωτηριασμένα, ἀλλ᾽ ὅμως ἔχοντα αἴνιγμα τῆς παλαιᾶς τιμῆς; Ὥσπερ γὰρ δοῦλα, οὕτως ἀπῴκισται καὶ τῷ καιρῷ καὶ τῷ τόπῳ· κἂν μὴ σὺ τούτοις ἐπέλθῃς, αὐτὰ οὐκ ἔπεισιν, ἀλλ᾽ ἐνδιαιτᾶται ταῖς ἐρήμοις. Εἰ δὲ ἀθυμεῖς καὶ δυσχεραίνεις, τίνος ἕνεκεν γέγονε θηρία, σφόδρα ἀνοηταίνεις. Ἂν γὰρ σὺ τὰ κατὰ σαυτὸν καλῶς οἰκονομήσῃς, οὐδὲν ἐντεῦθεν βλαβήσῃ· εἰ δὲ ἀπὸ θηρίων δέχῃ βλάβην, ἐννόησον ὅτι καὶ παρὰ ἀνθρώπων πολλάκις χαλεπωτέραν ἐδέξω. Ἔστι γὰρ καὶ θηρίου ἄνθρωπος χαλεπώτερος. Τὸ μὲν γὰρ προφανῆ τὴν θηριωδίαν ἔχει, οὗτος δὲ κρύπτει τὴν πονηρίαν τῷ τῆς ἐπιεικείας προσωπείῳ, ὅθεν καὶ πολλάκις ἐστὶ δυσφύλακτος. Ἀλλ᾽ ἐὰν νήφῃς, οὔτε θηρίον, οὔτε ἄνθρωπός σε δεινόν τι ἐργάσεται, ἀλλὰ καὶ τὰ μέγιστα ὠφελήσει. Καὶ τί λέγω θηρίον καὶ ἄνθρωπος, ὅπου γε καὶ αὐτὸς ὁ διάβολος οὐ μόνον οὐδὲν ἔβλαψε τὸν Ἰὼβ, ἀλλὰ καὶ μυρίων στεφάνων αὐτῷ γέγονεν ἀφορμή; τί λέγω θηρίον καὶ ἄνθρωπον, ὅπου γε καὶ ὑπὸ τῶν ἐν σοὶ κειμένων στοιχείων ἐὰν ῥᾳθυμήσῃς πολλῷ χαλεπώτερα πείσῃ, οἷον ὑπὸ χολῆς ἢ φλέγματος, ἂν ἀμετρίᾳ τινὶ τὴν τούτων πλεονεξίαν περιίδῃς;

Οὕτω πανταχόθεν νηφούσης χρεία διανοίας. Ἀλλ᾽ ὥσπερ ῥᾳθυμῶν μεγίστην ἐντεῦθεν ὑποστήσῃ βλάβην, οὕτω νήφων καὶ ἐγρηγορὼς οὐ τὴν τυχοῦσαν καρπώσῃ πάλιν ὠφέλειαν· τὸ γὰρ πᾶν ἐπὶ τῇ σῇ κεῖται γνώμῃ. Ὅπερ οὖν ἐστι χιὼν ἐν τῷ παντὶ, καὶ πῦρ καὶ πνεῦμα, τοῦτο καὶ ἐν τῷ σώματι φλέγμα, καὶ αἷμα, καὶ χολή. Καὶ δεῖ μετὰ ἀρίστου λόγου ταῦτα οἰκονομεῖν, ὡς καρποῦσθαί τι παρ᾽ αὐτῶν ὄφελος, ἀλλὰ μὴ βλάπτεσθαι. Καὶ τί λέγω περὶ τοῦ σώματος, ὅπου γε καὶ ἡ ψυχὴ ἔχει τινὰ, ἅπερ ἐὰν ἀφῇς εἰς ἀμετρίαν ἐξελθεῖν, νοσήματα γίνεται, κολαζόμενα δὲ, βοηθήματα; Καὶ γὰρ ὁ θυμὸς, ἂν μὲν εἰς δέον χρήσῃ, γέγονέ σοι φάρμακον σωτηρίας· ἂν δὲ ἀμέτρως, γέγονεν ἀπωλείας ὑπόθεσις. Καὶ ἡ ἐπιθυμία, μετὰ μέτρου μὲν οἰκονομουμένη, πατέρα σε ποιεῖ· καὶ μὴν εἰς παιδοποιίαν γέγονε χρήσιμος· ἀφιεμένη δὲ, εἰς πορνείαν καὶ μοιχείαν σε καταβάλλει πολλάκις. Μὴ δὴ τὰ πράγματα αἰτιῶ, ἀλλὰ πανταχοῦ τὴν σὴν γνώμην, ἂν γὰρ ταύτης ἀμελῇς, καὶ ὑπὸ σαυτοῦ βλαβήσῃ, καὶ ὑπὸ τοῦ οἰκείου σώματος ἀπολῇ· ἂν δὲ ταύτης ἐπιμελῇ, οὐδὲ ὑπὸ τῶν δαιμόνων, οὐδὲ ὑπὸ τοῦ διαβόλου, μήτι γε ὑπὸ θηρίων, πείσῃ τι δεινὸν καὶ ἀηδές.

Βασιλεῖς τῆς γῆς, καὶ πάντες λαοί. Ἄλλος, Πάντα φῦλα. Ἄρχοντες καὶ πάντες κριταὶ γῆς. Νεανίσκοι καὶ παρθένοι. Ἄλλος, Ἐκλεκτοί. Πρεσβύτεροι μετὰ νεωτέρων, Ἄλλος, Μετὰ νέων. Αἰνεσάτωσαν τὸ ὄνομα Κυρίου. Πάλιν ἕτερον ἐνταῦθα κινεῖ προνοίας εἶδος, τὸ τῶν ἀρχόντων· ὃ καὶ Παῦλος ἐν τῇ πρὸς Ῥωμαίους τίθησι, μετὰ πολλῆς τῆς συνέσεως δεικνὺς, ὅτι τῆς τοῦ Θεοῦ σοφίας ἔργον ἐστὶ, τὸ εἰς ἄρχοντας καὶ εἰς ἀρχομένους τόδε τὸ πᾶν διατάξαι. Θεοῦ γὰρ διάκονός ἐστί σοι, φησὶν, εἰς τὸ ἀγαθόν. Ἂν δὲ τοῦτο ἀνέλῃς, τὸ πᾶν οἴχεται. Εἰ γὰρ νῦν ὄντων ἀρχόντων καὶ πολλῶν ἐν αὐτοῖς διεφθαρμένων, τοσαύτη τοῦ πράγματός ἐστιν ἡ χρεία, ὡς καὶ κακῶς διακειμένων πολλὴν γίνεσθαι τὴν ὠφέλειαν, ἐννόησον εἰ καλῶς μετεχείριζον οἱ τὰς ἀρχὰς ἐγχειριζόμενοι, πόσης ἂν τὸ γένος ἀπήλαυσεν εὐημερίας. Ἀλλὰ τὸ μὲν τυπῶσαι τὰς ἀρχὰς, τοῦ Θεοῦ γέγονεν ἔργον· τὸ δὲ πονηροὺς ἐπὶ τοῦτο ἄγεσθαι, καὶ μὴ εἰς δέον αὐταῖς κεχρῆσθαι, τῆς τῶν ἀνθρώπων πονηρίας.

εʹ. Λέγει τοίνυν, ὅτι καὶ ὑπὲρ τοῦ βασιλέας εἶναι, καὶ ὑπὲρ τοῦ δικαστὰς εἶναι, δεῖ μεγάλας εὐχαριστίας ἀναφέρειν τῷ Θεῷ. Τῆς γὰρ εὐταξίας τῆς τῶν ἀνθρώπων ἐπιμελούμενος, καὶ τοῦ μὴ θηρίων ἀλογώτερον διακεῖσθαι τοὺς πολλοὺς, ὥσπερ ἡνιοχείαν καὶ κυβερνητικὴν, οὕτως ἀρχὰς καὶ βασιλείας ἐχαρίσατο. Κἂν ἄρχων τοίνυν ᾖς, εὐχαρίστει τῷ φιλανθρώπῳ Θεῷ, ὅτι ἔλαβες ἀφορμὴν τοσαύτης ἐπιμελείας· κἂν ἀρχόμενος, πάλιν εὐχαρίστει, ὅτι ἔχεις τὸν ἐπιμελούμενον, καὶ οὐκ ἀφιέντα σε ὑπὸ τῶν πονηρῶν ἐπιβουλεύεσθαι.

Κἂν εἰς γῆρας ἔλθῃς, κἂν νέος ᾖς, εὐχαρίστει τῷ Θεῷ. Τοῦτο γὰρ μάλιστα διὰ πάντων ὁ ψαλμὸς οὗτος κατασκευάζει, ὅτι δεῖ ὑπὲρ ἁπάντων αἰνεῖν αὐτὸν, κἂν ἄρχων ᾖς, κἂν τοῦ λαοῦ ᾖς. Διὸ καὶ τοῦτο δηλῶν, Καὶ πάντες, εἶπε, λαοί. Κἂν νέος, φησὶν, ᾖς, κἂν γεγηρακὼς, κἂν γυνὴ, κἂν ἀνήρ. Ὅτι ὑψώθη τὸ ὄνομα αὐτοῦ μόνου. Ἄλλος, Ὅτι ὑπερέχον.

Ἡ ἐξομολόγησις αὐτοῦ ἐπὶ γῆς καὶ οὐρανοῦ. Ἄλλος, Καὶ ὁ ὕμνος αὐτοῦ. Καὶ ὑψώσει κέρας λαοῦ αὐτοῦ. Ὕμνος πᾶσι τοῖς ὁσίοις αὐτοῦ, τοῖς υἱοῖς Ἰσραὴλ, λαῷ ἐγγίζοντι αὐτῷ. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Ἔδειξα μὲν καὶ ἀπὸ τῶν ὁρωμένων ἁπάντων αὐτοῦ τὴν κηδεμονίαν, τὴν δόξαν, τὴν μεγαλωσύνην· δεῖ δὲ αὐτὸν αἰνεῖν οὐ διὰ ταῦτα μόνον, ἀλλὰ καὶ τούτων χωρίς. Καὶ γὰρ καὶ πρὸ τούτων, καὶ τούτων ἄνευ, συγκεκλήρωται αὐτῷ τὸ ὕψος καὶ ἡ δόξα καὶ ἡ παρὰ πάντων εὐχαριστία. Τὸ καὶ, Αὐτοῦ μόνου, πρὸς ἀντιδιαστολὴν τῶν οὐκ ὄντως θεῶν εἶπεν.

Εἶτα ἀνάγων ἐπὶ μείζονα τὸν ἀκροατὴν ἔννοιαν, πάλιν ἀπὸ τῆς γῆς ἐπὶ τὸν οὐρανὸν αὐτὸν μετατίθησιν. Ὥσπερ γὰρ ἀρχόμενος ἀπὸ τοῦ οὐρανοῦ πρὸς τὴν γῆν κατέβη, οὕτως ἀπὸ τῶν ὁρωμένων ἁπάντων ἀνάγει πάλιν αὐτὸν ὑπὲρ τὸν οὐρανὸν, λέγων· Ἡ ἐξομολόγησις αὐτοῦ ἐπὶ γῆς καὶ οὐρανοῦ. Τουτέστιν, εἰ καὶ αἱ ἄνω δυνάμεις αἱ ἀόρατοι καὶ νοεραὶ οὐ παύονται εὐχαριστοῦσαι καὶ ἀνυμνοῦσαι, ἀλλ᾽ ὅμως ὁ τοσοῦτος καὶ τηλικοῦτος Θεὸς κατηξίωσε λαὸν αὐτοῦ καὶ ἡμᾶς ὀνομάσαι, καὶ οὐκ ὀνομάσαι μόνον, ἀλλὰ καὶ ἐπᾶραι καὶ ὑψῶσαι. Διὸ καὶ ἐπήγαγε· Καὶ ὑψώσει κέρας λαοῦ αὐτοῦ, ταύτῃ πάλιν αὐτοὺς ἐπισπώμενος πρὸς μείζονα αὐτοῦ θεραπείαν, δεικνὺς ὅτι οὐ τῆς παρ᾽ αὐτῶν δεόμενος θεραπείας, (πῶς γὰρ ὁ φύσει συγκεκληρωμένην ἔχων τὴν δόξαν καὶ τοσαύτην κτίσιν ὑποτεταγμένην;) ἀλλὰ δι᾽ ἀγαθότητα μόνην ᾠκειώσατο αὐτοὺς ἑαυτῷ, καὶ περιφανεῖς ἐποίησε καὶ λαμπροὺς πανταχοῦ τῆς οἰκουμένης. Ὅπερ οὖν καὶ δηλῶν ἔλεγεν· Ὕμνος πᾶσι τοῖς ὁσίοις αὐτοῦ, τοῖς υἱοῖς Ἰσραὴλ, λαῷ ἐγγίζοντι αὐτῷ. Ἵνα γὰρ μὴ ταύτῃ πάλιν ῥᾳθυμοτέρους ποιήσῃ καὶ ὑπτιωτέρους τῷ λέγειν, καὶ λαὸς αὐτοῦ, καὶ τούτῳ μόνῳ θαῤῥοῦντες τῆς κατὰ ψυχὴν ἀμελῶσι τῆς ἀρετῆς· εἰπὼν, Ὕμνος πᾶσιν, οὐχ ἁπλῶς εἶπε, Τοῖς ἀνθρώποις, ἀλλὰ, Τοῖς ὁσίοις αὐτοῦ· καὶ πάλιν εἰπὼν, Τοῖς υἱοῖς Ἰσραὴλ, προσέθηκε, Λαῷ ἐγγίζοντι αὐτῷ. Ἕτερος δὲ ἑρμηνευτὴς, ἀντὶ τοῦ Ὕμνος, Ἔπαινος εἶπεν.

Ὃ τοίνυν λέγει, τοιοῦτόν ἐστιν· ἐὰν ἦτε ὅσιοι, Ἐὰν ἐγγίζητε αὐτῷ, πολλῆς ἀπολαύσεσθε δόξης. Τὰ μὲν γὰρ αὐτοῦ πάντα διαρκῆ ἐστιν, οὕτω πλουτοῦντος καὶ τοσαύτην δόξαν ἔχοντος. Δεῖ δὲ καὶ τὰ παρ᾽ ἡμῶν λοιπὸν ἀκολουθεῖν, καὶ πολλῆς ἀπολαύσομεν καὶ ἡμεῖς τῆς περιφανείας, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΕΙΣ ΤΟΝ ΡΜΘʹ ΨΑΛΜΟΝ. ᾌσατε τῷ Κυρίῳ ᾆσμα καινόν. αʹ. Κατὰ μὲν ἀναγωγὴν τὸ τῆς Καινῆς Διαθήκης ᾆσμα καινὸν εἴρηται. Πάντα γὰρ τότε γέγονε καινά. Διαθήκη· Διαθήσομαι ὑμῖν διαθήκην, φησὶ, καινήν. Κτίσις· Εἴ τις ἐν Χριστῷ, φησὶ, καινὴ κτίσις. Ἄνθρωπος· Ἀπεκδυσάμενοι, φησὶ, τὸν παλαιὸν ἄνθρωπον, καὶ ἐνδυσάμενοι τὸν νέον, τὸν ἀνακαινούμενον εἰς ἐπίγνωσιν κατ᾽ εἰκόνα τοῦ κτίσαντος αὐτόν. Διὰ τὴν καινὴν τοίνυν ζωὴν, καὶ τὰ ἄλλα πάντα, Διαθήκη Καινὴ λέγεται, καὶ ᾆσμα καινὸν τὸ ταύτης ᾄδειν νῦν ὁ προφήτης προτρέπει. Κατὰ δὲ ἱστορίαν, ὃ ἐπὶ νίκαις, ὃ ἐπὶ κατορθώμασιν, ὃ ἐπὶ τροπαίοις ἔμελλον ᾄδειν, λαμπρὸν καὶ ἐπίσημον. Ἡ αἴνεσις αὐτοῦ ἐν Ἐκκλησίᾳ ὁσίων.

Ὁρᾷς πῶς πρὸ τῶν ῥημάτων τὴν διὰ τοῦ βίου καὶ τῶν ἔργων εὐχαριστίαν ἐπιζητεῖ, καὶ τούτους εἰς τὸν χορὸν ἄγει τῶν ὑμνούντων; Οὐ γὰρ ἀρκεῖ τὸ διὰ ῥημάτων εὐχαριστεῖν μόνον, ἂν μὴ καὶ ἡ διὰ τῆς πράξεως ἀρετὴ συμβαίνῃ. Ἡ αἴνεσις αὐτοῦ ἐν Ἐκκλησίᾳ ὁσίων. Καὶ ἕτερόν τι ἐνταῦθα παιδεύει. Δείκνυσι γὰρ, ὅτι ὁμοῦ καὶ μετὰ συμφωνίας ἁπάσης δεῖ τὰς εὐφημίας ἀναφέρειν. Ἐκκλησία γὰρ συστήματος καὶ συνόδου ἐστὶν ὄνομα. Εὐφρανθήτω Ἰσραὴλ ἐπὶ τῷ ποιήσαντι αὐτόν. Πρὸ τῶν ἰδικῶν εὐεργεσιῶν τίθησι τὴν καθολικὴν, μονονουχὶ τοῦτο, δι᾽ ὧν ἐπήγαγε, παραινῶν καὶ λέγων· Εὐχαρίστει τῷ Θεῷ, ὅτι οὐκ ὄντα σε παρήγαγε, καὶ ψυχὴν ἐνέπνευσεν. Οὐ μικρὸν γὰρ καὶ τοῦτο εὐεργεσίας μέρος. Ἐνταῦθα δὲ καὶ πλέον τι δείκνυσιν. Οὐ γὰρ ἁπλῶς τὴν δημιουργίαν, ἀλλὰ τὴν οἰκειότητα ἐμφαίνει τῷ οὕτως εἰπεῖν· καὶ εὐχαριστεῖν παρακελεύεται, οὐχ ὅτι ἐποίησεν αὐτὸν, ἀλλ᾽ ὅτι καὶ οἰκεῖον λαόν. Ὁρᾷς πῶς ἑνῶν αὐτὸν τῷ Θεῷ καὶ συνάπτων οὐχ ἁπλῶς εὐχαριστεῖν βούλεται, ἀλλὰ μετὰ ἡδονῆς, μετὰ εὐφροσύνης, καὶ διαθερμαινόμενον τὴν διάνοιαν; Ταῦτα γὰρ πάντα διὰ τοῦ, Εὐφρανθήτω, ᾐνίξατο.

Τὴν διάθεσιν οὖν ζητεῖ τοῦ εὐχαριστοῦντος, ἵνα ἐκκαίηται τῷ πόθῳ, ἵνα διεγείρηται τῷ φίλτρῳ, ἵνα ὅλος ἀνακέηται τῷ ὑμνουμένῳ Θεῷ· καθάπερ καὶ ἀλλαχοῦ τὸ αὐτὸ δηλῶν ἔλεγεν, Ὃν τρόπον ἐπιποθεῖ ἡ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων, οὕτως ἐπιποθεῖ ἡ ψυχή μου πρὸς σὲ, ὁ Θεός. Καὶ πάλιν, Ἐδίψησεν ἡ ψυχή μου πρὸς τὸν Θεὸν τὸν ἰσχυρὸν, τὸν ζῶντα. Καὶ πάλιν, Ἐδίψησέ σε ἡ ψυχή μου, ποσαπλῶς σοι ἡ σάρξ μου, ἐν γῇ ἐρήμῳ, καὶ ἀβάτῳ, καὶ ἀνύδρῳ· ὅπερ ἕτερος ἑρμηνευτὴς, Ὡς ἐν γῇ διψάδι, εἶπε. Βουλόμενος γὰρ τὴν διάθεσιν τῆς ἑαυτοῦ παραστῆσαι ψυχῆς καὶ τὸν πόθον, γῇ παραβάλλει διψάδι, ἐλάφῳ διψώσῃ. Καὶ διὰ ῥημάτων δὲ πάλιν τὸν αὐτὸν πόθον ἐνδείκνυται, λέγων· Πότε ἥξω καὶ ὀφθήσομαι τῷ προσώπῳ τοῦ Θεοῦ;

Τοιαῦται γὰρ αἱ τῶν ἁγίων ψυχαὶ, ὥσπερ καὶ ἡ Παύλου στενάζουσα ἐποίει τῇ μελλήσει τῆς ἐντεῦθεν ἀποδημίας. Καὶ υἱοὶ Σιὼν ἀγαλλιάσθωσαν ἐπὶ τῷ βασιλεῖ αὐτῶν. Ὁρᾷς ὅτι τοῦτο, ὅπερ ἔφθην εἰπὼν, ἐνταῦθα αἰνίττεται, τὴν οἰκείωσιν, τὸ ἐξαίρετον αὐτοῦ εἶναι λαόν; Διὰ δὴ τοῦτο καὶ ἐπήγαγε τὸ, Ἐπὶ τῷ βασιλεῖ αὐτῶν, τοῦτο δηλῶν. Οὐ γὰρ δὴ κατὰ τὸν τῆς δημιουργίας λόγον μόνον ἦν βασιλεὺς, ἀλλὰ καὶ κατὰ τὸν τῆς οἰκειώσεως. Αἰνεσάτωσαν τὸ ὄνομα αὐτοῦ ἐν χορῷ. Ὅρα πάλιν καὶ ταύτην τὴν συμφωνίαν διαλάμπουσαν. Διὰ γὰρ τοῦτο χοροὶ, ἵνα κοινῇ πάντες καὶ ὁμοθυμαδὸν ἀναφέρωσι τὰς εὐφημίας.

Τοῦτο καὶ Παῦλος δηλοῖ λέγων, Μὴ καταλιμπάνοντες τὴν ἐπισυναγωγὴν ἑαυτῶν. Καὶ αὐτὴ δὲ ἡ εὐχὴ τοῦτο αἰνίττεται, ἀπὸ τοῦ κοινοῦ πάντων ἀναφερομένη· Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς· καὶ, Ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν· καὶ, Μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν· καὶ, Ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ· τῷ πληθυντικῷ ὀνόματι κεχρημένους.

Οὕτω καὶ τὸ παλαιὸν ἐπαιδεύοντο μετὰ συμφωνίας ψάλλειν καὶ ᾄδειν τῷ Θεῷ, πανταχόθεν εἰς ἀγάπην ἀλειφόμενοι καὶ ὁμόνοιαν· Ἐν τυμπάνῳ καὶ ψαλτηρίῳ ψαλάτωσαν αὐτῷ. βʹ. Τινὲς μὲν καὶ τούτων τῶν ὀργάνων τὸν λόγον κατὰ ἀναγωγὴν ἐκλαμβάνοντες, λέγουσιν ὅτι τὸ μὲν τύμπανον τὴν νέκρωσιν τῆς σαρκὸς ἡμῶν ἐπιζητεῖ, τὸ δὲ ψαλτήριον τὸ πρὸς τὸν οὐρανὸν βλέπειν. Καὶ γὰρ ἄνωθεν τὸ ὄργανον τοῦτο κινεῖται, οὐ κάτωθεν, ὥσπερ ἡ κιθάρα. Ἐγὼ δὲ ἐκεῖνο ἂν εἴποιμι, ὅτι τὸ παλαιὸν οὕτως ἤγοντο διὰ τῶν ὀργάνων τούτων, διὰ τὴν παχύτητα τῆς διανοίας αὐτῶν, καὶ τὸ ἄρτι ἀπεσπάσθαι ἀπὸ τῶν εἰδώλων. Ὥσπερ οὖν τὰς θυσίας συνεχώρησεν, οὕτω καὶ ταῦτα ἐπέτρεψε, συγκαταβαίνων αὐτῶν τῇ ἀσθενείᾳ. Ἀπαιτεῖ τοίνυν ἐνταῦθα τὸ μεθ᾽ ἡδονῆς ᾄδειν· τοῦτο γάρ ἐστι τὸ, Αἰνεσάτωσαν τὸ ὄνομα αὐτοῦ ἐν χορῷ, τὸ μετὰ συμφωνίας, τὸ μετὰ βίου καθαροῦ. Εἶτα πάλιν εἰς πλείονα προθυμίαν αὐτοὺς διεγείρων, λέγει καὶ τοῦ ὑμνουμένου τὴν εὔνοιαν τὴν περὶ αὐτούς. Ἐπάγει γάρ· Ὅτι εὐδοκεῖ Κύριος ἐν τῷ λαῷ αὐτοῦ. Τί ταύτης ἴσον γένοιτ᾽ ἂν τῆς εὐημερίας, ὅταν ὁ Θεὸς ἵλεως ᾖ; Καὶ ὑψώσει πραεῖς ἐν σωτηρίᾳ. Ὅρα πάλιν πῶς καὶ τὰ τοῦ Θεοῦ τίθησι, καὶ τὰ τῶν ἀνθρώπων.

Ὥσπερ οὖν ἄνω τὴν εὐχαριστίαν παρ᾽ αὐτῶν ἀπαιτῶν, καὶ τὰ τοῦ Θεοῦ εἰσῆγε, λέγων· Ὅτι εὐδοκεῖ Κύριος ἐν τῷ λαῷ αὐτοῦ· οὕτω καὶ ἐνταῦθα πάλιν ἐπαγγελλόμενος τὰ παρὰ τοῦ Θεοῦ, ἀπαιτεῖ καὶ τὰ παρὰ ἀνθρώπων, λέγων· Καὶ ὑψώσει πραεῖς ἐν σωτηρίᾳ. Τὸ μὲν γὰρ ὑψῶσαι, τοῦ Θεοῦ· τὸ δὲ πρᾶον εἶναι, τῶν ἀνθρώπων. Οὐ γὰρ γίνεται τὰ παρὰ τοῦ Θεοῦ, ἐὰν μὴ τὰ παρὰ ἀνθρώπων προηγήσηται. Καὶ ὅρα τῆς δωρεᾶς τὸ μέγεθος. Οὐκ εἶπε, Σώσει, ἁπλῶς, ἀλλ᾽, Ὑψώσει ἐν σωτηρίᾳ Τουτέστιν, Οὐκ ἀπαλλάξει τῶν δεινῶν μόνον, ἀλλὰ καὶ περιβλέπτους ποιήσει καὶ περιφανεῖς, μετὰ τῆς σωτηρίας καὶ τὴν δόξαν αὐτοῖς παρέχων. Τοῦτο γοῦν καὶ διασαφῶν ἐπήγαγε πάλιν, λέγων· Καυχήσονται ὅσιοι ἐν δόξῃ. Ὥσπερ ἐκεῖ πραεῖς ἐπιζητεῖ, οὕτως ἐνταῦθα ὁσίους. Πανταχοῦ γὰρ ὁ Θεὸς μετὰ θαυμάτων τὰ ἑαυτοῦ πάντα ἐπιδείκνυται. Οὕτως αὐτοὺς ἀπήλλαξεν Αἰγύπτου, οὕτως ἐπανήγαγεν ἀπὸ Βαβυλῶνος, οὐκ ἐν τῇ τῶν δεινῶν ἀπαλλαγῇ, ἀλλὰ καὶ ἐν τῷ θαύματι τῶν γινομένων λαμπροτέρους αὐτοὺς ἐργασάμενος. Καὶ ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν. Πολλὴν δείκνυσι τὴν ἄδειαν, ἐξ ὧν οὕτως ἐπήγαγε, πολλὴν τὴν ἄνεσιν, πολλὴν τὴν εὐφροσύνην, πολλὴν τὴν ἡδονήν. Ταῦτα δὲ λέγει, ὥστε εἰδέναι αὐτοὺς, ὅτι οὐκ οἰκείοις ὅπλοις, οὐδὲ οἰκείᾳ δυνάμει, ἀλλὰ τῇ τοῦ Θεοῦ ῥοπῇ τὸ πᾶν γέγονε, καὶ ὅτι ταύτην ἐπισπᾶσθαι δεῖ διὰ ταπεινοφροσύνης καὶ πραότητος.

Αἱ ὑψώσεις τοῦ Θεοῦ ἐν τῷ λάρυγγι αὐτῶν, καὶ αἱ ῥομφαῖαι δίστομοι ἐν ταῖς χερσὶν αὐτῶν· τοῦ ποιῆσαι ἐκδίκησιν ἐν τοῖς ἔθνεσιν, ἐλεγμοὺς ἐν τοῖς λαοῖς. Ἐνταῦθα τὸν μετὰ χορείας πόλεμον δηλοῖ, καὶ ὅτι ᾄδοντες καὶ ὑμνοῦντες οὕτω περιέσονται.

Ὑψώσεις γὰρ τὰς ὑμνολογίας, τὰς ψαλμῳδίας, τὰς εὐχαριστίας λέγει. Διὸ καὶ ἕτερος τὰς Ὑψώσεις, Ὑμνολογίας εἶπε. Τοῦ ποιῆσαι ἐκδίκησιν ἐν τοῖς ἔθνεσιν, ἐλεγμοὺς ἐν τοῖς λαοῖς. Τί ἐστι τοῦτο; Ἐπειδὴ τὸν πάντα χρόνον κρατήσαντες ὠνείδιζον, ἐλέγξαι αὐτοὺς διὰ τῶν ἔργων ἐπαγγέλλεται, καὶ δεῖξαι διὰ τῶν ἔργων αὐτῶν, ὅτι οὐχ ἡ τοῦ Θεοῦ ἀσθένεια, ἀλλ᾽ αἱ αὐτῶν ἁμαρτίαι ἔδωκαν αὐτοῖς κρατῆσαι.

Ὅτε γοῦν δίκην ἔδοσαν ἱκανὴν, ἔνευσε μόνον ὁ φιλάνθρωπος Θεὸς, καὶ τὰ πράγματα εἰς θαυμαστὴν ἦλθε μεταβολήν. Καὶ ὅρα τῆς νίκης τὴν ὑπερβολήν. Ἐπάγει γὰρ καὶ λέγει· Τοῦ δῆσαι τοὺς βασιλεῖς αὐτῶν ἐν πέδαις, καὶ τοὺς ἐνδόξους αὐτῶν ἐν χειροπέδαις σιδηραῖς. Εἶδες περιουσίαν ἰσχύος; Οὐ γὰρ ἀπήλασαν τοὺς πολεμίους μόνον, οὐδὲ ἀπώσαντο. ἀλλὰ καὶ δεσμώτας λαβόντες ἐπανῆλθον, πᾶσιν ἐπιδεικνύμενοι τοῦ Θεοῦ τὴν ἰσχύν. Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον. Τί ἐστι, Κρῖμα ἔγγραπτον;

Φανερὸν, ὡμολογημένον, οὐ δυνάμενον λήθῃ παραδοθῆναι. Τὰ γὰρ τοῦ Θεοῦ τοιαῦτα· καὶ τῷ μεγέθει τῶν κατορθωμάτων, καὶ τῇ τῆς θαυματουργίας ὑπερβολῇ εἰς πάντα διατείνεται τὸν χρόνον. Τοιαύτη οὖν ἔσται ἡ νίκη, φησὶ, καὶ τοιοῦτον τὸ τρόπαιον, ὡς ἅπασιν εἶναι δῆλον, οὕτω σαφὲς, καθάπερ ἐν στήλῃ γεγραμμένον, καὶ μηδέποτε ἐξαλειφόμενον. Δόξα αὕτη ἐστὶ πᾶσι τοῖς ὁσίοις αὐτοῦ. Ποία αὕτη; Τὸ νικῆσαι, μᾶλλον δὲ οὐ τὸ νικῆσαι ἁπλῶς, ἀλλὰ τὸ οὕτω νικῆσαι, διὰ τῆς τοῦ Θεοῦ συμμαχίας, διὰ τῆς ἄνωθεν ῥοπῆς. Ὅρα δὲ πῶς τῶν ὁσίων μέμνηται, διεγείρων αὐτοὺς εἰς τὴν τοῦ βίου καὶ τῆς ἀρετῆς ἐπιμέλειαν.

Ἐμοὶ δὲ δοκεῖ, οὐχὶ τὴν νίκην μόνον λέγει δόξαν, ἀλλὰ καὶ τὸν αἶνον, καὶ τὰς μελῳδίας, καὶ τοὺς ὕμνους, παιδεύων διὰ πάντων, ὅτι Θεὸν ἀνυμνοῦντες, μεγάλην ἑαυτοῖς περιθήσουσι δόξαν, καὶ λαμπροτέρους ἑαυτοὺς ἀποφανοῦσι, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΕΙΣ ΤΟΝ ΡΝʹ ΨΑΛΜΟΝ. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς ἁγίοις αὐτοῦ. Ἄλλος, Ἐν τῷ ἁγίῳ αὐτοῦ. Ἄλλος, Ἐν τῷ ἡγιασμένῳ αὐτοῦ. Ἢ περὶ τοῦ λαοῦ ἐνταῦθα τοῦτο λέγει, ἢ περὶ βίου ἁγίου καὶ ἀνδρῶν ἁγίων. Ὅρα δὲ πῶς τὸ βιβλίον κατέκλεισε πάλιν εἰς εὐχαριστίαν, παιδεύων ἡμᾶς ὅτι τοῦτο καὶ ἀρχὴν καὶ τέλος εἶναι δεῖ καὶ τῶν πραγμάτων καὶ τῶν ῥημάτων ἡμῶν. Διὸ καὶ Παῦλός φησι· Πᾶν ὅ τι ἂν ποιῆτε ἐν λόγῳ καὶ ἔργῳ, πάντοτε εὐχαριστεῖτε τῷ Θεῷ καὶ Πατρὶ δι᾽ αὐτοῦ. Οὕτω καὶ τῆς εὐχῆς ἡμῶν τὸ προοίμιον ἐντεῦθεν ἔχει τὴν ἀρχήν. Τὸ γὰρ λέγειν, Πάτερ ἡμῶν, εὐχαριστούντων ἐστὶν ἐπὶ ταῖς γεγενημέναις δωρεαῖς, καὶ πάσας αὐτὰς διὰ τοῦ ὀνόματος τούτου δεικνύντων. Ὁ γὰρ εἰπὼν Πατέρα, τὴν υἱοθεσίαν ὡμολόγησεν· ὁ δὲ τὴν υἱοθεσίαν ὁμολογήσας, τὴν δικαιοσύνην, τὸν ἁγιασμὸν, τὴν ἀπολύτρωσιν, τὴν τῶν ἁμαρτημάτων ἄφεσιν, τοῦ Πνεύματος τὴν χορηγίαν ἀνεκήρυξε. Δεῖ γὰρ ταῦτα πάντα προϋπάρξαι, ὥστε τῆς υἱοθεσίας ἡμᾶς οὕτως ἀπολαῦσαι, καὶ καλέσαι Πατέρα ἀξιωθῆναι. Ἐμοὶ δὲ ἕτερον δοκεῖ αἰνίττεσθαι λέγων· τὸ γὰρ, Ἐν τοῖς ἁγίοις αὐτοῦ, τοῦτό ἐστι, διὰ τοὺς ἁγίους αὐτοῦ.

Εὐχαριστεῖτε οὖν, ὅτι τοιαύτην πολιτείαν εἰς τὸν βίον εἰσήγαγεν, ἢ τοὺς ἀνθρώπους ἀγγέλους ἐποίησε. Διὸ πρότερον, Ἐν τοῖς ἁγίοις εἰπὼν, τότε ἐπήγαγεν· Αἰνεῖτε αὐτὸν ἐν στερεώματι δυνάμεως αὐτοῦ· ἐμφαίνων ὅπερ ἔφθην εἰπών. Τοῦτο γὰρ μᾶλλον τῷ Θεῷ περισπούδαστον, ἢ ἐκεῖνο. Καὶ γὰρ οὐρανὸς διὰ τὸν ἄνθρωπον γέγονεν, οὐκ ἄνθρωπος διὰ τὸν οὐρανόν.

Ἕτερος δὲ ἀντὶ τοῦ, Ἐν στερεώματι, Τῷ ἀκαθαιρέτῳ εἶπε. Καὶ ἄλλος, Ἐν στερεώματι κράτους αὐτοῦ. Καὶ ἕτερον δέ μοι δοκεῖ αἰνίττεσθαι πάλιν, ὡς ἐν τῷ προτέρῳ ψαλμῷ. Ὡς γὰρ ἐκεῖ εἶπεν, Αἰνεῖτε αὐτὸν οἱ ἄγγελοι αὐτοῦ· οὕτω καὶ ἐνταῦθα, Αἰνεῖτε αὐτὸν ἐν στερεώματι αὐτοῦ· τουτέστιν, οἱ ὄντες ἐν στερεώματι αὐτοῦ. Οὐ γὰρ παύεται συνεχῶς κοινωνοὺς λαμβάνων τῆς εὐφημίας τὰς ἄνω δυνάμεις. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ. Ἄλλος, Διὰ τῶν δυναστειῶν αὐτοῦ. Ὁ δὲ Ἑβραῖός φησιν, Βεγεβουροθαῦ. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Αἰνεῖτε αὐτὸν διὰ τὰς δυναστείας αὐτοῦ, διὰ τὴν δύναμιν αὐτοῦ, διὰ τὰ θαύματα αὐτοῦ, διὰ τὴν ἰσχὺν, ἣν διὰ πάντων ἐπιδείκνυται, τῶν ἄνω, τῶν κάτω, τῶν κοινῇ, τῶν ἰδίᾳ, τῶν καθ᾽ ἕκαστον, τῶν διηνεκῶς. Αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ. Καὶ πῶς τοῦτο δυνατὸν, ἀντίῤῥοπον τοῦ πλήθους τῆς μεγαλωσύνης αὐτοῦ αἶνον ἀναγαγεῖν; Οὐ τοῦτο λέγει, ὅτι ἀντίῤῥοπον, ἀλλ᾽ ὅσον, φησὶ, δυνατὸν ἐκτείνειν, ἐννοῶν τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ, τοιοῦτον ὡς ἐγχωρεῖ σοι ἀνάφερε, καὶ οἷον εἰκὸς τοιούτῳ μεγάλῳ Θεῷ καὶ μεθ᾽ ὑπερβολῆς μεγάλῳ ἀναφέρειν ὕμνον ἄνθρωπον ὄντα· καὶ γὰρ ἄξιον οὐδεὶς ἀνενεγκεῖν δύναται. Εἶδες πόθον ψυχῆς;

εἶδες ἐκκαιομένην διάνοιαν, βιαζομένην, φιλονεικοῦσαν καὶ τὴν οἰκείαν ἀσθένειαν ὑπερβῆναι, καὶ ἀναπτῆναι λοιπὸν πρὸς αὐτὸν τὸν οὐρανὸν, συνδεδεμένην τῷ Θεῷ, ἀνακειμένην αὐτῷ πολλῷ τῷ πόθῳ; Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος.

Ἄλλος, Δι᾽ ἤχου κερατίνης. Αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ. Ἄλλος, Διὰ νάβλας καὶ λύρας. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ· αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ. Ἄλλος, Διὰ χορδῶν καὶ κιθάρας. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις· αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ.

Ἄλλος, Ἐν κυμβάλοις σημασίας. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Ἄλλος, Ἀναπνοή. Πάντα ἀνακινεῖ τὰ ὄργανα, καὶ διὰ πάντων τὴν μελῳδίαν ἀναφέρεσθαι παρακελεύεται, διαθερμαίνων τὴν διάνοιαν αὐτῶν καὶ ἀνεγείρων.

Ὥσπερ οὖν Ἰουδαίοις διὰ πάντων τῶν ὀργάνων, οὕτως ἡμῖν παρακελεύεται διὰ πάντων τῶν μελῶν ἀνυμνεῖν τὸν Θεὸν, δι᾽ ὀφθαλμοῦ, διὰ γλώττης, δι᾽ ἀκοῆς, καὶ διὰ χειρός. Ὅπερ οὖν καὶ ὁ Παῦλος δηλοῖ λέγων· Παραστήσατε τὰ σώματα ὑμῶν θυσίαν ζῶσαν, ἁγίαν, εὐάρεστον τῷ Θεῷ, τὴν λογικὴν λατρείαν ὑμῶν. Αἰνεῖ γὰρ καὶ ὀφθαλμὸς, ὅταν μὴ ἀκόλαστα βλέπῃ· καὶ γλῶττα, ὅταν ψάλλῃ· καὶ ἀκοὴ, ὅταν μὴ δέχηται πονηρὰ ᾄσματα, μηδὲ κατηγορίας τοῦ πλησίον· καὶ διάνοια, ὅταν μὴ δόλους ῥάπτῃ, ἀλλὰ ἀγάπην βρύῃ· καὶ πόδες, ὅταν μὴ ἐπὶ πονηρίαν τρέχωσιν, ἀλλ᾽ ἐπὶ ἀγαθῶν ἔργων οἰκονομίαν· καὶ χεῖρες, ὅταν μὴ ἐπὶ ἁρπαγὴν καὶ πλεονεξίαν καὶ πληγὰς, ἀλλ᾽ ἐπὶ ἐλεημοσύνην καὶ τὴν τῶν ἀδικουμένων προστασίαν ἐκτείνωνται. Τότε γίνεται κιθάρα ἐμμελὴς ὁ ἄνθρωπος, παναρμόνιόν τινα μελῳδίαν καὶ πνευματικὴν ἀναφέρων τῷ Θεῷ. Καὶ τὰ ὄργανα δὲ ἐκεῖνα διὰ τοῦτο ἐπετέτραπτο τότε, διά τε τὴν ἀσθένειαν αὐτῶν, καὶ διὰ τὸ κιρνᾷν αὐτοὺς εἰς ἀγάπην καὶ συμφωνίαν, καὶ ἐγείρειν αὐτῶν τὴν διάνοιαν μεθ᾽ ἡδονῆς ποιεῖν τὰ τὴν ὠφέλειαν παρεχόμενα, καὶ εἰς πολλὴν βούλεσθαι αὐτοὺς ἄγειν σπουδὴν διὰ τῆς τοιαύτης ψυχαγωγίας. Τὸ γὰρ βάναυσον αὐτῶν καὶ ῥᾴθυμον καὶ ἀναπεπτωκὸς σοφιζόμενος ὁ Θεὸς, ἀφυπνίζειν αὐτοὺς ταύτῃ μεθώδευσε τῇ σοφίᾳ, ἀνακεράσας τῷ πόνῳ τῆς προσεδρίας τὸ ἡδὺ τῆς μελῳδίας.

Τί δέ ἐστιν, Ἐν κυμβάλῳ σημασίας; Τοὺς ψαλμοὺς οὕτω φησίν. Οὐ γὰρ ἁπλῶς ἐκυμβάλιζον, οὐδὲ ἁπλῶς ἐκιθάριζον, ἀλλ᾽ ὡς οἷόν τε ἦν, καὶ διὰ τῶν κυμβάλων, καὶ διὰ τῶν σαλπίγγων, καὶ διὰ τῶν τῆς κιθάρας ψαλμῶν τὰς σημασίας ἐνδεικνύμενοι· καὶ ἦν αὐτοῖς εἰς ταῦτα σπουδὴ καὶ πόνος πολὺ τὸ κέρδος φέρων. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Ἐπειδὴ γὰρ ἐκάλεσε τοὺς ἐξ οὐρανοῦ, ἐπειδὴ διήγειρε τὸν δῆμον, ἐπειδὴ τὰ ὄργανα ἅπαντα ἐκίνησεν, εἰς τὴν φύσιν πᾶσαν ἐκβαίνει λοιπὸν, πᾶσαν ἡλικίαν εἰς τὴν μελῳδίαν καλῶν, πρεσβύτας, ἄνδρας, νέους, ἐφήβους, γυναῖκας, ἅπαντας τοὺς τὴν οἰκουμένην οἰκοῦντας, καὶ ἐντεῦθεν ἤδη προκαταβαλλόμενος τῆς Καινῆς Διαθήκης τὰ σπέρματα τοῖς πανταχοῦ γῆς ἐκτεταμένοις.

Αἰνῶμεν τοίνυν τὸν Θεὸν διηνεκῶς, μὴ διαλείπωμεν ὑπὲρ ἁπάντων εὐχαριστοῦντες, καὶ διὰ ῥημάτων, καὶ διὰ τῶν πραγμάτων. Αὕτη γὰρ ἡμῶν θυσία καὶ προσφορὰ, αὕτη λειτουργία ἀρίστη καὶ ταῖς ἀγγελικαῖς πολιτείαις ἐοικυῖα. Κἂν διαμείνωμεν οὕτως αὐτὸν ἀνυμνοῦντες, καὶ τὸν παρόντα βίον ἀπροσκόπως ἀνύσομεν, καὶ τῶν μελλόντων ἀπολαυσόμεθα ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ᾽ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.