Ἔργον
Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τοὺς Ψαλμούς
Ερμηνεία στους Ψαλμούς 10 έως 12
Ερμηνευτική ανάλυση των Ψαλμών 10, 11 και 12, επικεντρωμένη στην ελπίδα προς τον Θεό, τη θεία προστασία και την απομάκρυνση από την αλαζονεία.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Ερμηνεία στους Ψαλμούς 10 έως 12
Ερμηνευτική ανάλυση των Ψαλμών 10, 11 και 12, επικεντρωμένη στην ελπίδα προς τον Θεό, τη θεία προστασία και την απομάκρυνση από την αλαζονεία.
ΕΙΣ ΤΟΝ Ιʹ ΨΑΛΜΟΝ. Εἰς τὸ τέλος τῷ Δαυΐδ. Ἄλλος, Ἐπινίκιος τῷ Δαυΐδ. Ἄλλος, Τῷ νικοποιῷ. αʹ. Ἐπὶ τῷ Κυρίῳ πέποιθα· πῶς ἐρεῖτε τῇ ψυχῇ μου· Μεταναστεύου ἐπὶ τὰ ὄρη ὡς στρουθίον; Ἄλλος, Ἀναστατοῦ εἰς τὰ ὄρη ὡς στρουθίον Ἄλλος, Μετακινοῦ. Ὅτι ἰδοὺ οἱ ἁμαρτωλοὶ ἐνέτειναν τόξον, ἡτοίμασαν βέλη εἰς φαρέτραν, τοῦ κατατοξεῦσαι ἐν σκοτομήνῃ τοὺς εὐθεῖς τῇ καρδίᾳ.
Ἄλλος, Ὡς ἐν ζόφῳ. Ὅτι ἃ σὺ κατηρτίσω, αὐτοὶ καθεῖλον. Ἄλλος, Ὅτι οἱ θεσμοὶ κατελύθησαν. Ἄλλος, Ὅτι αἱ διδασκαλίαι συντριβήσονται. Μεγάλη τῆς ἐπὶ τὸν Κύριον ἐλπίδος ἡ δύναμις, φρούριον ἀχείρωτον, τεῖχος ἄμαχον, συμμαχία ἀκαταγώνιστος, λιμὴν εὔδιος, πύργος ἀκαταμάχητος, ὅπλον ἀήττητον, δύναμις ἄμαχος καὶ ἐκ τῶν ἀπόρων εὑρίσκουσα πόρον. Διὰ ταύτης ἄοπλοι τῶν ὡπλισμένων, καὶ γυναῖκες ἀνδρῶν περιεγένοντο, καὶ παῖδες τῶν τὰ πολεμικὰ μεμελετηκότων ἰσχυρότεροι μετὰ πολλῆς τῆς εὐκολίας ἀνεφάνησαν. Καὶ τί θαυμαστὸν εἰ πολεμίων ἐκράτησαν, ὅπου γε καὶ αὐτοῦ τοῦ κόσμου περιεγένοντο; Τὰ γὰρ στοιχεῖα τὴν οἰκείαν ἀγνοήσαντα φύσιν πρὸς τὸ χρήσιμον ἐκείνοις μετεβάλλοντο, καὶ τὰ θηρία οὐκ ἔτι θηρία ἦν, οὐδὲ ἡ κάμινος, κάμινος. Ἡ γὰρ εἰς τὸν Θεὸν ἐλπὶς πάντα μεταῤῥυθμίζει. Ὀδόντες τεθηγμένοι, καὶ δεσμωτήριον στενὸν, φύσεως ἀγριότης, καὶ λιμὸς ὁπλίζων τὴν φύσιν, διάφραγμα οὐδαμοῦ, καὶ στόματα τοῦ σώματος πλησίον τοῦ Προφήτου· ἀλλ᾽ ἡ εἰς τὸν Θεὸν ἐλπὶς χαλινοῦ παντὸς ἰσχυροτέρα, εἰς τὰ στόματα ἐμπεσοῦσα, εἰς τοὐπίσω ταῦτα ἀνεῖλκε.
Ταῦτα δὴ καὶ οὗτος φιλοσοφῶν, ἔλεγε πρὸς τοὺς κελεύοντας αὐτῷ φεύγειν καὶ δραπετεύειν, καὶ ἀπὸ τῆς τῶν τόπων ἀσφαλείας τὴν σωτηρίαν ἑαυτῷ πορίζεσθαι· Ἐπὶ τῷ Κυρίῳ πέποιθα· πῶς ἐρεῖτε τῇ ψυχῇ μου; Τί λέγεις; Τὸν τῆς οἰκουμένης Δεσπότην ἔχω σύμμαχον· τὸν πανταχοῦ εὐκόλως ἐργαζόμενον πάντα, ἐκεῖνον στρατηγοῦντα ἔχω καὶ παριστάμενον· καὶ πρὸς τὴν ἀοίκητόν με πέμπεις, καὶ ἀπὸ τῆς ἐρημίας μοι συνάγεις τὴν ἀσφάλειαν; Μὴ γὰρ μείζων ἡ τῆς ἐρημίας βοήθεια τοῦ πάντα δυναμένου μετ᾽ εὐκολίας ἁπάσης; Τί με τὸν ὡπλισμένον ἰσχυρῶς, καθάπερ γυμνὸν καὶ ἄοπλον, δραπετεύειν παρασκευάζεις, καὶ μετανάστην εἶναι κελεύεις; Εἶτα τὸν μὲν στρατόπεδον ἔχοντα, καὶ τείχεσι πεφραγμένον καὶ ὅπλοις, οὐκ ἂν ἐκέλευσας καταφυγεῖν ἐπὶ τὴν ἔρημον, ἀλλὰ καταγέλαστος ἂν ἐφάνης ταῦτα συμβουλεύων· τὸν δὲ ἔχοντα τὸν τῆς οἰκουμένης Δεσπότην μεθ᾽ ἑαυτοῦ ἐξορίζεις, καὶ φυγαδεύεις, καὶ μετανάστην ποιεῖς, διὰ τὸν παρὰ τῶν ἁμαρτωλῶν πόλεμον; Μετὰ γὰρ τῶν εἰρημένων, καὶ τοῦτο ἕτερον δικαίωμα ἔχω τοῦ μὴ φεύγειν. Ὅταν γὰρ καὶ ὁ Θεὸς βοηθῇ, καὶ ἁμαρτωλοὶ οἱ πολεμοῦντες, πῶς οὐ τὴν ἐσχάτην ὀφλισκάνει αἰσχύνην ὁ συμβουλεύων τῶν ὀρνίθων μιμεῖσθαι τὸ ψοφοδεές; Οὐκ ἐννοεῖς τὸ ἀντιπαραταττόμενόν μοι στρατόπεδον, πῶς ἀράχνης εὐτελέστερον;
Εἰ γὰρ ὁ τοῦ βασιλέως ἐχθρὸς τοῦ ἐπιγείου, ὅπου ἂν παραγένηται, ἐπισφαλῶς ζῇ καὶ δέδοικε, καὶ τρέμει· πολλῷ μᾶλλον ὁ τοῦ τῶν ὅλων Θεοῦ. Ὅπου γὰρ ἂν ἀφίκηται, πάντας ἔχει πολεμίους, καὶ αὐτὴν τὴν κτίσιν. Καθάπερ γὰρ τοὺς φίλους αὐτοῦ καὶ τὰ στοιχεῖα καὶ τὰ θηρία δέδοικε, καὶ πᾶσα ἡ κτίσις αἰδεῖται· οὕτω τὸν ἐχθρὸν καὶ πολέμιον καὶ τὰ ἀναίσθητα πολεμεῖ καὶ διαπτύει. Διά τοι τοῦτο τοὺς μὲν, πρὶν ἢ τοῦ ἐδάφους ἅψασθαι, διειργάσαντο τότε οἱ θῆρες, τοὺς δὲ τὸ πῦρ κατηνάλωσεν. Ἀλλὰ τόξα καὶ φαρέτραν ἔχουσι, καὶ παρεσκευασμένα αὐτοῖς ἅπαντα· Ἡτοίμασαν γὰρ αὐτὰ, φησὶν, εἰς φαρέτραν· ἀλλ᾽ οὐδεμία τούτων ἰσχὺς, οὐδὲν ἐντεῦθεν δεδιττόμεθα.
Οὐδὲ γὰρ εἴ τινα ἐκλελυμένον εἶδον τόξον ἔχοντα, ἔδεισα ἄν. Τί γὰρ ὄφελος ὅπλων, ἰσχύος οὐκ οὔσης; Οὐ τοίνυν οὐδὲ ἐνταῦθα, τῆς παρὰ τοῦ Θεοῦ εὐνοίας ἀπούσης. Ἀλλὰ δόλους ῥάπτουσι, καὶ οὐκ ἐξ εὐθείας προσέρχονται. Διὰ τοῦτο μάλιστα αὐτῶν καταγελῶ, ὅτι ἐν σκοτομήνῃ βάλλουσιν. Οὐδὲν γὰρ ἀσθενέστερον ἀνδρὸς ἐπιβουλεύοντος. Οὐ δεῖται τοῖς ἑτέρων ὅπλοις ἁλῶναι, ἀλλ᾽ ὑπὸ τῆς οἰκείας πίπτει χειρὸς, καὶ τῷ ἑαυτοῦ περιτρέπεται δόλῳ. Τί οὖν γένοιτ᾽ ἂν ἀσθενέστερον, ὅταν ὑπὸ τῶν οἰκείων μηχανημάτων αἱρῆται;
Μετὰ δὲ τούτων ἔστι καὶ ἕτερον εἰπεῖν· ὅτι οὐχ ἁμαρτωλοὶ μόνον τοὺς ὑπὸ Θεοῦ βοηθουμένους καὶ μετὰ δόλου πολεμοῦσιν, ἀλλ᾽ ὅτι καὶ πρὸς τοὺς ἀνευθύνους καὶ οὐδὲν αὐτοὺς ἠδικηκότας. Οὐχ ὡς ἔτυχε δὲ καὶ τοῦτο αὐτοὺς ἀσθενεῖς ἐργάζεται. Καθάπερ γὰρ οἱ πρὸς κέντρα λακτίζοντες, ἐκεῖνα μὲν οὐδὲν ἔβλαψαν, τοὺς δὲ ἑαυτῶν πόδας ᾕμαξαν· οὕτω δὴ καὶ οὗτοι. Μετὰ δὲ τούτων, καὶ ἑτέρα τις αἰτία καταλύουσα αὐτῶν τὴν ἰσχὺν τοῦ πολέμου ἐστί. Ποία δὴ αὕτη; Ὅτι ἃ σὺ κατηρτίσω, αὐτοὶ, φησὶ, καθεῖλον.
Ὃ δὲ λέγει τοιοῦτόν ἐστι· Σοὶ πολεμοῦσι καὶ μάχονται, τὸν νόμον σου καὶ τὰ προστάγματά σου καθαιροῦντες. Καὶ γὰρ τὰ σὰ προστάγματα καθελεῖν ἐπιχειροῦσι, καὶ ταῦτα κατηρτισμένα. Ἢ τοῦτό φησιν, ἢ ὅτι καὶ παραβάται τοῦ νόμου εἰσί. Καὶ αὕτη δὲ οὐ μικρὰ ἀσθενείας ὑπόθεσις, τὸ τὰ σὰ μὴ φυλάξαντας, οὕτως εἰς πόλεμον ἰέναι. Διὰ γὰρ τοῦτο καὶ εὐθέσι πολεμοῦσι, καὶ δόλους ῥάπτουσι, ἐπειδὴ τῶν σῶν οὐκ ἀκούουσι προσταγμάτων.
βʹ. Διηγησάμενος τοίνυν περὶ τῆς ἀσθενείας τῶν πολεμίων, καὶ ταύτην δείξας οὐκ ἀπὸ τούτων, ἀφ᾽ ὧν ἕτεροι, ἀλλ᾽ ἀφ᾽ ὧν αὐτῷ πρέπον ἦν (οὐ γὰρ εἶπε, Χρήματα οὐκ ἔχουσιν, οὐδὲ φρούρια, οὐδὲ συμμάχους, οὐδὲ πόλεις, οὐδ᾽ ὅτι πολέμων εἰσὶν ἄπειροι, ἀλλὰ πάντα ταῦτα παραδραμὼν καὶ διαπτύσας ὡς οὐδὲν ὄντα, καὶ εἰπὼν ὅτι παράνομοί εἰσιν, ὅτι πολεμοῦσι τοῖς οὐδὲν ἠδικηκόσιν, ὅτι τὰ τοῦ Θεοῦ καθαιροῦσι), λέγει λοιπὸν καὶ τὴν τῶν δικαίων παράταξιν, κἀντεῦθεν δεικνὺς τὸ ἐκείνων εὐχείρωτον.
Οὕτω καὶ ἡμεῖς τὸν ἰσχυρὸν καὶ τὸν ἀσθενῆ δοκιμάζωμεν, ἀλλὰ μὴ ἀφ᾽ ὧν οἱ καταγέλαστοι τῶν ἀνθρώπων φοβοῦνται, ἐκ τούτων μᾶλλον φοβώμεθα. Τί γάρ φασι; Δεινός ἐστι, πονηρός ἐστι, χρημάτων ὄγκον περιβέβληται καὶ δυναστείαν. Διὰ τοῦτο μάλιστα αὐτοῦ καταγελῶ. Ταῦτα γὰρ εἴδη ἀσθενείας ἐστίν. Ἀλλ᾽ οἶδεν ἐπιβουλεύειν, φησί. Πάλιν ἕτερον εἶδός μοι λέγεις ἀσθενείας.
Τί οὖν ὅτι πολλοὶ περιγίνονται τοιοῦτοι ὄντες; Ἐπειδὴ σὺ καλῶς πυκτεύειν οὐκ οἶδας· ἐπειδὴ καὶ σὺ ὑπὲρ τῶν αὐτῶν παγκρατιάζεις, ἀφ᾽ ὧν ἐκεῖνοι γίνονται ἀσθενέστεροι, περὶ δόξης καὶ δυναστείας. Φεῦγε τοῦ ἀγῶνος τὴν ὑπόθεσιν, καὶ ἑτέρωθεν βάλλε τοὺς ἐπιόντας, ἐπιεικείᾳ τὸν ἀλαζόνα, πενίᾳ τὸν πλεονέκτην, ἐγκρατείᾳ τὸν ἀκόλαστον, φιλοφροσύνῃ τὸν φθονερόν· καὶ οὕτως αὐτῶν περιέσῃ ῥᾳδίως. Ἀλλ᾽, ὅπερ ἔφθην εἰπὼν, διηγησάμενος τὴν ἀσθένειαν τῶν ἀντιδίκων, ὅρα πῶς καὶ τοῦ δικαίου λέγει τὴν πανοπλίαν.
Ἐπάγει γάρ· Ὁ δὲ δίκαιος τί ἐποίησε; τουτέστιν· Ἐκείνων οὕτω παραταττομένων, ζητεῖς πόθεν ὡπλίσατο ὁ δίκαιος; Ἄκουε· Κύριος ἐν ναῷ ἁγίῳ αὐτοῦ· Κύριος ἐν οὐρανῷ ὁ θρόνος αὐτοῦ. Εἶδες πῶς συντόμως τὴν συμμαχίαν αὐτοῦ διηγήσατο;
Τί ἐποίησεν, ἐρωτᾷς; Ἐπὶ τὸν Θεὸν κατέφυγε τὸν ἐν τῷ οὐρανῷ, τὸν πανταχοῦ παρόντα. Οὐ τόξα ἔτεινεν, οὐδὲ φαρέτραν ἡτοίμαζε, καθάπερ ἐκεῖνος, οὐδὲ ἐν σκοτομήνῃ παρετάξατο· ἀλλὰ πάντα ταῦτα ἀφεὶς, τὴν εἰς τὸν Θεὸν ἐλπίδα πᾶσιν ἐπετείχισε, καὶ τοῦτον αὐτοῖς ἀντέστησε τὸν οὐδενὸς τούτων δεόμενον, οὐ καιρῶν, οὐ τόπων, οὐχ ὅπλων, οὐ χρημάτων, ἀλλὰ νεύματι πάντα ἀνύοντα. Εἶδες συμμαχίαν ἄμαχόν τε καὶ εὔκολον, καὶ ῥᾳδίαν; Οἱ ὀφθαλμοὶ αὐτοῦ εἰς τὸν πένητα ἐπιβλέπουσι, τὰ βλέφαρα αὐτοῦ ἐξετάζει τοὺς υἱοὺς τῶν ἀνθρώπων. Κύριος ἐξετάζει τὸν δίκαιον καὶ τὸν ἀσεβῆ, ὁ δὲ ἀγαπῶν τὴν ἀδικίαν, μισεῖ τὴν ἑαυτοῦ ψυχήν. Ἄλλος, Τὰ βλέφαρα αὐτοῦ δοκιμάζει. Ἄλλος, Κύριος δίκαιος ἐξεταστής. Ἄλλος, Δίκαιον δοκιμάζει καὶ ἀσεβῆ, καὶ ἀγαπῶντα ἄδικα ἐμίσησεν ἡ ψυχὴ αὐτοῦ.
Ἄλλος, Ὁ ἀγαπῶν ἀδικίαν, μισεῖ τὴν ἑαυτοῦ ψυχήν. Εἶδες σύμμαχον παρεσκευασμένον, βοηθὸν εὐτρεπισμένον, πανταχοῦ παρόντα, πάντα ὁρῶντα, πάντα βλέποντα, τοῦτο ἔργον ἔχοντα μάλιστα, κἂν μηδεὶς ὁ παρακαλῶν ᾖ, προνοεῖν, κήδεσθαι, κωλύειν ἀδικοῦντας, βοηθεῖν ἀδικουμένοις, τοῖς μὲν ἀποδιδόναι τὰς ἀμοιβὰς τῶν κατορθωμάτων, τοῖς δὲ τιθέναι τὰς τιμωρίας τῶν ἁμαρτημάτων; Οὐδὲν οὖν ἀγνοεῖ· οἱ γὰρ ὀφθαλμοὶ αὐτοῦ ἐπιβλέπουσι τὴν οἰκουμένην.
Οὐκ ἐπίσταται δὲ μόνον, ἀλλὰ καὶ βούλεται αὐτὰ διορθοῦν. Διὸ καὶ ἕτερος τοῦτο αὐτὸ δηλῶν εἶπε, Δίκαιος. Εἰ γὰρ δίκαιος, οὐκ ἀνέξεται ταῦτα ἁπλῶς περιορᾷν γινόμενα. Ἀποστρέφεται τοὺς πονηροὺς, ἐπαινεῖ τοὺς δικαίους. Εἶτα ὅπερ ἐν τῷ προτέρῳ ψαλμῷ ἔλεγε, δεικνὺς ὅτι καὶ αὐτὴ ἡ κακία ἱκανὴ αὐτοὺς ἀναλῶσαι, τοῦτο καὶ ἐνταῦθα δηλῶν ἐπήγαγεν· Ὁ δὲ ἀγαπῶν τὴν ἀδικίαν, μισεῖ τὴν ἑαυτοῦ ψυχήν. Πολέμιον γὰρ τῇ ψυχῇ πονηρία, ἐχθρὸν καὶ ὀλέθριον, ὥστε καὶ πρὸ τῆς κολάσεως δίκην δίδωσιν ὁ πονηρός. Εἶδες πῶς εὐαλώτους πάντοθεν δείκνυσι τοὺς ἐναντιουμένους, ὅταν καὶ τοιοῦτον ἔχῃ σύμμαχον, καὶ ἐκεῖνοι ὑπὸ τῶν οἰκείων ὅπλων ἁλίσκωνται, δι᾽ ὧν φράττονται, διὰ τούτων δαπανώμενοι, καὶ ἑαυτοὺς βλάπτοντες; εἶδες τῆς συμμαχίας τὴν εὐκολίαν;
Οὐ γὰρ δεῖ βαδίσαι που, καὶ δραμεῖν, οὐδὲ χρήματα ἀναλῶσαι, τοῦ Θεοῦ πανταχοῦ παρόντος, καὶ πάντα ὁρῶντος. Ἐπιβρέξει ἐπὶ ἁμαρτωλοὺς παγίδας, πῦρ, καὶ θεῖον, καὶ πνεῦμα καταιγίδος, ἡ μερὶς τοῦ ποτηρίου αὐτῶν. Ὅτι δίκαιος Κύριος, καὶ δικαιοσύνας ἠγάπησεν, εὐθύτητας εἶδε τὸ πρόσωπον αὐτοῦ. Ἄλλος, Ὕσει ἐπὶ παρανόμους ἄνθρακας.
Ἄλλος, Εὐθύτητας ὄψεται τὸ πρόσωπον αὐτῶν, τουτέστι, τῶν δικαίων, ἢ αὐτοῦ τοῦ Θεοῦ. Εἰπὼν τὴν ἀπὸ τῆς κακίας δίκην, ἐπειδὴ ταύτης πολλοὶ καταφρονοῦσι, λοιπὸν κατασείει τὴν τῶν πονηρῶν διάνοιαν ἀπὸ τῆς ἄνωθεν φερομένης πληγῆς, ἐμφαντικῶς τῷ λόγῳ χρώμενος, καὶ διὰ φοβερῶν ὀνομάτων προϊών.
Πῦρ γὰρ, καὶ θεῖον, καὶ πνεῦμα καταιγίδος, καὶ ἄνθρακας αὐτοῖς ἄνωθεν λέγει ὕεσθαι, τῇ μεταφορᾷ τῶν λέξεων τὸ ἄφυκτον τῆς τιμωρίας, τὸ δαψιλὲς τῆς κολάσεως, τὸ εὔκολον τῆς πληγῆς, τὸ δαπανητικὸν παραστῆσαι βουλόμενος.
γʹ. Τί ἐστιν, Ἡ μερὶς τοῦ ποτηρίου αὐτῶν; Τοῦτο αὐτοῖς κλῆρος, φησὶ, τοῦτο κτῆμα, τούτῳ ἐνδιατρίψουσιν, ἐν τούτοις δαπανηθήσονται. Εἶτα καὶ ἡ αἰτία· ὅτι ὁ πάντα ἐφορῶν οὐκ ἀνέξεται ταῦτα ἀτιμωρητὶ παραδραμεῖν. Ὅπερ καὶ ἕτερος προφήτης φησί· Καθαρὸς ὁ ὀφθαλμός σου, τοῦ μὴ ὁρᾷν πονηρὰ, καὶ ἐπιβλέπειν ἐπὶ πόνους οὐ δυνήσῃ· τοῦτο καὶ οὗτος παρίστησι λέγων· Ὅτι δίκαιος Κύριος, καὶ δικαιοσύνας ἠγάπησε. Τοῦτο τοῦ Θεοῦ μάλιστα ἐξαίρετον, ἀποδέξασθαι τὰ δίκαια, τὴν ὀρθότητα· καὶ οὐκ ἂν ἀνάσχοιτο εἰς τέλος τῶν ἑτέρως γινομένων.
Διὰ δὴ τοῦτο ἀρχόμενος τοῦ ψαλμοῦ ἔλεγεν· Ἐπὶ τῷ Κυρίῳ πέποιθα· πῶς ἐρεῖτε τῇ ψυχῇ μου· Μεταναστεύου ἐπὶ τὰ ὄρη ὡς στρουθίον; Οἱ μὲν γὰρ ἐν τοῖς βιωτικοῖς πεποιθότες, οὐδὲν ἄμεινον τοῦ στρουθίου διάκεινται, ὃ τῇ ἐρημίᾳ θαῤῥοῦν, εὐχείρωτον ἅπασι γίνεται. Τοιοῦτος ὁ ἐπὶ χρήμασιν ἐλπίζων. Καθάπερ ὁ στρουθὸς καὶ ὑπὸ παιδίων ἁλίσκεται, καὶ ἰξοῦ, καὶ παγίδος, καὶ μυρίοις ἑτέροις· οὕτω καὶ ὁ πλουτῶν, καὶ ὑπὸ οἰκείων, καὶ ὑπὸ πολεμίων· καὶ ἐκείνου μᾶλλον ἐπισφαλέστερον ζῇ, πολλοὺς ἔχων τοὺς ἰξεύοντας, καὶ πρὸ ἐκείνων, πονηρὰς ἐπιθυμίας· καὶ μετανάστης ἐστὶν, ἀεὶ μετὰ τῶν καιρῶν ἱστάμενος, καὶ δημίων ὀργὰς δεδοικὼς, καὶ βασιλέως θυμὸν, καὶ κολάκων ἐπιβουλὰς, καὶ φίλων δόλους· καὶ πολεμίων ἐπιστάντων, μᾶλλον πάντων τρέμει, καὶ εἰρήνης οὔσης, ὑφορᾶται τοὺς ἐπιβούλους· οὐ γὰρ ἔχει πλοῦτον μόνιμον καὶ ἀναφαίρετον. Διὰ τοῦτο ἀεὶ πέτεται καὶ μετανίσταται, τὰς ἐρήμους διώκων καὶ τὰ ὄρη, ἐν σκοτομήνῃ διάγων, καὶ παχὺ σκότος ἐν μεσημβρίᾳ μέσῃ ἔχων, καὶ δόλους ῥάπτων. Ἀλλ᾽ οὐχ ὁ δίκαιος τοιοῦτος. Αἱ γὰρ τῶν δικαίων ὁδοὶ ὁμοίως φωτὶ λάμπουσιν. Οὔτε γὰρ ἐπιβουλεύειν αἱροῦνται, οὔτε ἀδικεῖν, ἀλλ᾽ ἀνειμένην ψυχὴν ἔχουσιν. Οὗτοι δὲ ἀεὶ δόλους ῥάπτοντες, ἀεὶ ἐν σκότῳ καὶ φόβῳ εἰσὶ, καθάπερ οἱ λῃσταὶ, καὶ οἱ τοιχωρύχοι, καὶ οἱ μοιχοί· καὶ ἐν ἡμέρᾳ σκότος ὁρῶσι, τῆς ψυχῆς αὐτῶν ὑπὸ δέους βαλλομένης.
Πῶς οὖν ἂν διασκεδασθείη τὸ σκότος τοῦτο; Εἰ πάντων τούτων ἑαυτὸν ἀποστήσας, ἐκκρεμασθείης τῆς ἐλπίδος τοῦ Θεοῦ, κἂν μυριάκις ἁμαρτωλὸς ᾖς. Ἐμβλέψατε γὰρ, φησὶν, εἰς ἀρχαίας γενεὰς, καὶ ἴδετε, τίς ἤλπισεν ἐπὶ Κύριον, καὶ κατῃσχύνθη; Οὐκ εἶπε, Δίκαιος, ἀλλὰ, Τίς; Κἂν ἁμαρτωλὸς, φησί. Τὸ γὰρ θαυμαστὸν τοῦτό ἐστιν, ὅτι καὶ ἁμαρτωλοὶ ταύτης ἐχόμενοι τῆς ἀγκύρας, πᾶσίν εἰσιν ἀχείρωτοι. Τοῦτο γὰρ μάλιστα διαθέσεως τῆς πρὸς τὸν Θεὸν, ὅταν τοσούτοις κακοῖς βεβαρημένος θαῤῥήσῃς αὐτοῦ τῇ φιλανθρωπίᾳ.
Ὥσπερ γὰρ ἐπικατάρατος ὁ ἐλπίζων ἐπὶ ἄνθρωπον, οὕτω μακάριος ὁ ἐλπίζων ἐπὶ Θεόν. Πάντων τοίνυν ἀποστήσας σαυτὸν, ταύτης ἔχου τῆς ἀγκύρας. Καὶ γὰρ ἐφορᾷ πάντα ὁ Θεὸς, καὶ κρίνει τὰ δίκαια, καὶ οὐ κρίνει μόνον, ἀλλὰ καὶ εἰς ἔργον ἐξάγει. Διὰ τοῦτο εἰπὼν αὐτοῦ περὶ τῆς δικαιοσύνης, ἔδειξε καὶ τὴν τιμωρίαν, διὰ τοῦ πυρὸς, διὰ τῆς καταιγίδος· καὶ τοῦτο δὲ ποιεῖ, κηδόμενος ἐκείνων, καὶ διὰ τῆς κολάσεως σωφρονεστέρους ποιῶν. Πάντων οὖν ἕνεκεν προσίωμεν αὐτῷ, καὶ διηνεκῶς μένωμεν πρὸς αὐτὸν ὁρῶντες. Οὕτω γὰρ καὶ πάντων ἐπιτευξόμεθα τῶν ἀγαθῶν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΕΙΣ ΤΟΝ ΙΑʹ ΨΑΛΜΟΝ. Εἰς τὸ τέλος ὑπὲρ τῆς ὀγδόης. Ἄλλος, Τῷ νικοποιῷ ὑπὲρ τῆς ὀγδόης Ὁ δὲ Ἑβραῖος, Ἀσεμινὶθ, φησί. Σῶσόν με, Κύριε, ὅτι ἐκλέλοιπεν ὅσιος, ὅτι ὠλιγώθησαν αἱ ἀλήθειαι ἀπὸ τῶν υἱῶν τῶν ἀνθρώπων.
Ἄλλος, Ὅτι ἐπεράνθησαν πιστοὶ ἀπὸ υἱῶν ἀνθρώπων. αʹ. Δύσκολον μὲν ἀρετὴ, καὶ δυσκατόρθωτον καὶ καθ᾽ ἑαυτὸ, μάλιστα δὲ, ὅταν ἐν σπάνει τῶν ἀγαθῶν ἀνδρῶν ὁ ἐργαζόμενος ᾖ. Καθάπερ γὰρ φέρει μὲν ὁδοιπορία πόνον, πολλῷ δὲ πλέον ὅταν μόνος ὁ ὁδοιπόρος ᾖ, καὶ μηδένα τὸν κοινωνοῦντα τῆς ὁδοιπορίας ἔχῃ· οὕτω δὴ καὶ ἐνταῦθα. Οὐδὲ γὰρ μικρὸν ἀδελφῶν κοινωνία καὶ παράκλησις. Διὸ καὶ Παῦλός φησι· Κατανοοῦντες ἑαυτοὺς εἰς παροξυσμὸν ἀγάπης καὶ καλῶν ἔργων. Διὰ δὴ τοῦτο μάλιστα τοὺς παλαιοὺς μακαρίζειν ἄξιον, οὐχ ὅτι κατώρθωσαν ἀρετὴν, ἀλλ᾽ ὅτι καὶ αὐχμοῦ πολλοῦ τῆς ἀρετῆς ὄντος, καὶ τῶν κατορθούντων οὐδαμοῦ φαινομένων. Τοῦτο γοῦν καὶ ἡ Γραφὴ αἰνιττομένη ἔλεγε· Νῶε δίκαιος, τέλειος ἐν τῇ γενεᾷ αὐτοῦ. Διὰ τοῦτο τὸν Ἀβραὰμ θαυμάζομεν, διὰ τοῦτο τὸν Λὼτ, διὰ τοῦτο τὸν Μωϋσέα, ὅτι καθάπερ ἐν βαθείᾳ νυκτὶ ἀστέρες ἐφαίνοντο, καὶ μεταξὺ τῶν ἀκανθῶν ῥόδα, καὶ ἐν μυρίοις λύκοις πρόβατα, τὴν ἐναντίαν πᾶσιν ὁδεύοντες ὁδὸν, καὶ μὴ διακοπτόμενοι. Εἰ γὰρ ἐπὶ πλήθους αὐτὸ τοῦτο δυσκολίαν φέρει, καὶ πολλῶν τὴν ἐναντίαν ποιουμένων, ὁ μόνος ἀπεναντίας τοῦ πλήθους βαδίζων πολλὰ ὑπομένει πράγματα, καὶ εἰ ἐν ναυτιλίᾳ δὲ χαλεπὸν, τοῦ ῥοθίου τὴν ἐναντίαν φερομένου, πρὸς τὴν ἐναντίαν τὸ πλοῖον ἰθύνειν· πολλῷ μᾶλλον ἐπὶ τῆς ἀρετῆς.
Διὰ δὴ τοῦτο καὶ ὁ δίκαιος οὗτος, ἅτε δὴ μόνος αὐτῆς ἐπειλημμένος, πάντων τὴν ἐναντίαν βαδιζόντων, ἐπὶ τὴν τοῦ Θεοῦ πρόνοιαν καταφεύγει, λέγων· Σῶσόν με, Κύριε. Οὐδὲν οὖν ἄλλο, ἢ τοῦτο ἐντεῦθεν δηλοῖ· Τῆς ἄνωθέν μοι χρεία χειρὸς, τῆς ῥοπῆς τῆς ἐκ τῶν οὐρανῶν, τῆς συμμαχίας ἐκείνης. Τὴν γὰρ ἐναντίαν πᾶσιν ὁδεύων ὁδὸν, πολλῆς δέομαι τῆς προνοίας.
Καὶ οὐκ εἶπε, Σῶσόν με, ὅτι οὐ γέγονεν ὅσιος, ἀλλ᾽, Ὅτι ἐκλέλοιπεν ὅσιος, δεικνὺς ὅτι καὶ οἱ ὄντες ἀπώλοντο, ἐπειδὴ ἐπεκράτησεν ἡ κακία, καὶ περιεγένετο ἡ νόσος. Τοῦτο καὶ Παῦλος φοβεῖται λέγων· Οὐκ οἴδατε ὅτι μικρὰ ζύμη ὅλον τὸ φύραμα ζυμοῖ; Καὶ πάλιν· Φθείρουσιν ἤθη χρηστὰ ὁμιλίαι κακαί. Τί ἐστιν, Ὠλιγώθησαν αἱ ἀλήθειαι;
Πολλαί εἰσιν αἱ ἀλήθειαι. Καθάπερ ἐπὶ τῶν χρωμάτων, καὶ τῶν ἄλλων εἰδῶν, τὰ μέν ἐστιν ἀληθῆ, τὰ δὲ ψευδῆ, καὶ ἔστι πορφύρα ἀληθὴς, καὶ πορφύρα ψευδὴς, καὶ ἐπὶ κρόκου, καὶ ἐπὶ τῶν λίθων, καὶ ἐπὶ ἀρωμάτων, καὶ ἐπὶ ἑτέρων τοιούτων· οὕτω δὴ καὶ ἐπὶ τῶν ἀρετῶν. Ἀλήθεια γὰρ τὸ ὄντως ὂν, ψεῦδος δὲ τὸ μὴ ὄν. Ἐπεὶ οὖν ταῦτα διέστραπτο καὶ ἠμαύρωτο, οὐ τὴν ὑπόστασιν ἀπολέσαντα ἐξ ἑαυτῶν, ἀλλ᾽ ὑπὸ τῶν ἀνθρώπων φυγαδευθέντα· διὰ τοῦτο οὐκ εἶπε μόνον, ὅτι Ὠλιγώθησαν αἱ ἀλήθειαι, ἀλλ᾽, Ἀπὸ τῶν υἱῶν τῶν ἀνθρώπων, προσέθηκε, τοῦτο αὐτὸ δηλῶσαι βουλόμενος. Σκόπει δέ· Ἔστι κόσμος ἀληθής· ἔστι καὶ ψευδής. Τίς οὖν ὁ ἀληθὴς κόσμος;
Ὁ περὶ ψυχήν. Τίς δὲ ψευδής; Ὁ περὶ σῶμα. Ἔστι πλοῦτος ἀληθής· ἔστι καὶ ψευδής. Ψευδὴς ὁ τῶν χρημάτων, ἀληθὴς ὁ τῶν κατορθωμάτων. Ἔστιν εὐφροσύνη, ἡ μὲν ψευδὴς, ἡ δὲ ἀληθὴς, καὶ κάλλη, καὶ δυναστεῖαι, καὶ δόξαι. Ἀλλ᾽ οἱ πλείους τῶν ἀνθρώπων, τὴν ἀλήθειαν τούτων ἀφέντες, τὰ ψευδῆ διώκουσιν. Ὥσπερ γὰρ ἔστιν ἄνθρωπος ἀληθὴς, καὶ ψευδής· ἀληθὴς μὲν ὁ ζῶν καὶ ἐνεργῶν, ψευδὴς δὲ ὁ γεγραμμένος· οὕτω δὴ καὶ ἐπὶ τῶν ἀρετῶν ἔστιν ἰδεῖν.
βʹ. Μάταια ἐλάλησεν ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ. Χείλη δόλια ἐν καρδίᾳ καὶ ἐν καρδίᾳ ἐλάλησαν κακά. Ἄλλος φησὶν, Ἐν καρδίᾳ ἄλλῃ καὶ ἄλλῃ λαλεῖ. Δύο κακίας λέγει ἐνταῦθα, καὶ ὅτι μάταια ἐλάλησαν, καὶ ὅτι πρὸς τὸν πλησίον· ἢ τὰ ψευδῆ μάταιά φησιν, ἢ τὰ περιττὰ καὶ ἀνόνητα.
Τοιοῦτόν τι καὶ ὁ Παῦλός φησι λέγων· Μὴ ψεύδεσθε εἰς ἀλλήλους. Καὶ τὸ δὴ χαλεπώτερον, ὅτι πάντες ἦσαν διεφθαρμένοι. Διὸ οὐκ εἶπεν, Ὁ δεῖνα, καὶ ὁ δεῖνα, ἀλλ᾽, Ἕκαστος. Οὐδὲ γὰρ ἦν ἁπλῶς ἐπιπόλαιος ἡ κακία, ἀλλὰ κάτωθεν, καὶ ἀπὸ καρδίας. Ἐν καρδίᾳ καὶ ἐν καρδίᾳ, ὅπερ ἕτερος ἑρμηνευτὴς, Ἐν καρδίᾳ ἄλλῃ καὶ ἄλλῃ, εἶπε, διδάσκων ὅτι πολλὴ διπλόη αὐτῶν ἐν καρδίᾳ. Τοῦτο πολεμίων πάντων πικρότερον. Οἱ μὲν γάρ εἰσι φανεροὶ καὶ δῆλοι, ὅθεν καὶ εὐφύλακτοι γίνονται· οὗτοι δὲ ἕτερον προσωπεῖον προβαλλόμενοι, καὶ ἕτερον ὄντες, δυσφώρατοι τοῖς ἐπιβουλευομένοις καθίστανται, τῶν τὰ ξίφη κρυπτόντων ὄντες πολλῷ χαλεπώτεροι. Ἐξολοθρεύσει Κύριος πάντα τὰ χείλη τὰ δόλια, καὶ γλῶσσαν μεγαλοῤῥήμονα, τοὺς εἰπόντας· Τὴν γλῶσσαν ἡμῶν μεγαλυνοῦμεν. Ἄλλος, Δυναστεύσομεν. Τὰ χείλη ἡμῶν παρ᾽ ἡμῖν ἐστιν. Ἄλλος, Σὺν ἡμῖν πάρεστι. Τίς ἡμῶν κύριός ἐστιν; Ἄλλος, Τίς κυριεύσει ἡμῶν; Εἶδες κηδεμονίαν Προφήτου, πῶς ὑπὲρ αὐτῶν εὔχεται; Οὐ γὰρ δὴ κατ᾽ αὐτῶν ἐστι τὸ εἰρημένον, ἀλλ᾽ ὑπὲρ αὐτῶν. Οὐ γὰρ εἶπεν αὐτοὺς ἀπολέσθαι, ἀλλὰ τὴν κακίαν ἀφανισθῆναι. Οὐ γὰρ εἶπεν, Ἐξολοθρεύσει Κύριος αὐτοὺς, ἀλλὰ, Τὰ χείλη τὰ δόλια.
γʹ. Καὶ πάλιν οὐχὶ τὴν οὐσίαν, ἀλλὰ τὴν γλῶτταν, τὴν ἀπόνοιαν, τὸν δόλον ἀναιρεθῆναι ἀξιοῖ, τὴν ὑπερηφανίαν ἐκκοπῆναι. Κωμῳδῶν δὲ αὐτῶν τὴν ἄνοιαν, φησί· Τὰ χείλη ἡμῶν παρ᾽ ἡμῖν ἐστι. Τίς ἡμῶν κύριός ἐστι; Μαινομένων καὶ παραφρόνων τὰ ῥήματα.
Διὰ δὴ τοῦτο ὁ Παῦλος ἀπεναντίας αὐτοῖς φθεγγόμενος παραινεῖ· Οὐκ ἐστὲ ἑαυτῶν, τιμῆς ἠγοράσθητε· καὶ κελεύει μηδὲ ἑαυτοῖς ζῇν. Οὐ σά ἐστι τὰ χείλη, φησὶν, ἀλλὰ τοῦ Δεσπότου. Αὐτὸς γὰρ ἐποίησεν αὐτὰ, αὐτὸς κατεσκεύασεν, αὐτὸς ζωὴν ἐνέπνευσεν.
Ἀλλὰ σὺ ἔχεις; Ἀλλ᾽ οὐ πάνθ᾽ ὅσα ἔχομεν, ταῦτα ἡμέτερα· ἐπεὶ καὶ χρήματα ἔχομεν, ἑτέρων παρακαταθεμένων· καὶ γῆν μισθούμεθα, ἑτέρων ἡμῖν δεδωκότων. Οὕτω δὴ καὶ σοὶ ταῦτα ἐμίσθωσεν ὁ Θεὸς, οὐχ ἵνα ἀκάνθας φέρῃς, ἀλλ᾽ ἵνα σπέρματα εἰς τὸ χρήσιμον μεταβάλῃς· οὐχ ἵνα ἀπόνοιαν, οὐχ ἵνα δόλον, ἀλλ᾽ ἵνα ταπεινοφροσύνην, ἀλλ᾽ ἵνα εὐφημίαν, ἀλλ᾽ ἵνα ἀγάπην ποιήσῃς δι᾽ αὐτῶν βλαστάνειν. Καὶ ὀφθαλμοὺς ἔδωκεν, οὐχ ἵνα ἀκόλαστα βλέπῃς, ἀλλ᾽ ἵνα σωφροσύνῃ αὐτοὺς καλλωπίζῃς· καὶ χεῖρας, οὐχ ἵνα πλήττῃς, ἀλλ᾽ ἵνα ἐλεῇς. Πῶς δὲ καὶ λέγεις, ὅτι Τὰ χείλη ἡμῶν παρ᾽ ἡμῖν ἐστιν, ὅταν τῆς ἁμαρτίας αὐτὰ ποιῇς δοῦλα, ὅταν τῆς πορνείας, ὅταν τῆς ἀκαθαρσίας; Τίς ἡμῶν κύριός ἐστιν;
Ὢ διαβολικοῦ ῥήματος! ὢ ψυχῆς δαιμονώδους! Ὁρᾷς, ἄνθρωπε, τὴν φύσιν ἅπασαν ἀνακηρύττουσαν τοῦ Δεσπότου σου τὴν ἰσχὺν, τὴν σοφίαν, τὴν κηδεμονίαν, τὴν πρόνοιαν· τὸ σῶμά σου, τὴν ψυχὴν, τὴν ζωὴν, τὰ ὁρώμενα, τὰ ἀόρατα, ἅπαντα σχεδὸν εἰπεῖν, φωνὴν ἀφιέντα καὶ ἀνακηρύττοντα τοῦ Δημιουργοῦ τὴν δύναμιν, καὶ λέγεις· Τίς ἡμῶν κύριός ἐστι; Τοῦτο μανίας, τοῦτο παραπληξίας, τοῦτο διεφθαρμένης ψυχῆς. Διὰ τοῦτο τὰ μυρία κακά.
Ἀλλ᾽ οὗτοι μὲν λέγουσι· Τίς ἡμῶν κύριός ἐστιν, Ἄλλοι δὲ τὸν μὲν Δεσπότην ὁμολογοῦσι, τὸν δὲ περὶ τῆς κρίσεως ἀναιροῦσι λόγον καὶ τῆς κολάσεως, βραχείας χάριτος μεγάλην ὠνούμενοι κόλασιν, καὶ βουλόμενοι τῷ μὴ μεμνῆσθαι γεέννης παραμυθεῖσθαι ἑαυτοὺς, λανθάνουσι διὰ τῆς ἀφοβίας ταύτης εἰς τὸ βάραθρον ἑαυτοὺς τῆς ἀπωλείας ἐμβάλλοντες.
Διὸ παρακαλῶ καὶ μεμνῆσθαι γεέννης, καὶ διαλέγεσθαι περὶ γεέννης· οὕτω διάπλαττε εὐμορφίᾳ τὴν ψυχήν. Πολὺ γὰρ τὸ χρήσιμον τῶν λόγων τούτων. Οὐδὲ γὰρ ἁπλῶς ἠπείλησεν αὐτὴν ὁ Θεὸς, καὶ ἐντεῦθεν ἤδη δήλην ἐποίησεν, ἀλλ᾽ ἵνα τῷ φόβῳ ποιήσῃ βελτίους. Διὰ τοῦτο καὶ ὁ διάβολος πάντα ποιεῖ καὶ πραγματεύεται, ἐξαιρεῖν αὐτῆς τὴν μνήμην βουλόμενος.
Μὴ τοίνυν ἔκβαλλε τὴν μνήμην, μηδὲ λέγε· Τί λυπῶ ἐμαυτὸν παρὰ καιρόν; Παρὰ καιρὸν λυπῇ; Ἐκεῖνό ἐστι παρὰ καιρὸν ἀλγεῖν, ὅταν ἐν τῇ γεέννῃ ἀλγῇς. Τοῦ λυπεῖσθαι καιρὸς οὗτος, οὐκ ἐκεῖνος. Καὶ τοῦτο δείκνυσιν ὁ πλούσιος ὁ ἐπὶ Λαζάρου, ὃς μυρία λυπηθεὶς οὐδὲν ὤνησεν. Εἰ δὲ εὐκαίρως ἤλγησεν, οὐκ ἂν ἔπαθεν ἅπερ ἔπαθεν. Ἕνεκεν τῆς ταλαιπωρίας τῶν πτωχῶν, καὶ τοῦ στεναγμοῦ τῶν πενήτων, νῦν ἀναστήσομαι, λέγει Κύριος. Θήσομαι ἐν σωτηρίῳ, παῤῥησιάσομαι ἐν αὐτῷ. Ἄλλος, Τάξω σωτήριον ἐμφανές.
Μάθε πόση τῆς ταπεινοφροσύνης ἡ ἰσχύς. Τῶν πενήτων ἡ δύναμις (πενήτων λέγω, τῶν τὴν διάνοιαν συντετριμμένων), τοῦ κακῶς πάσχειν ἐστὶν ἡ ἀντίληψις. Οὐδὲ γὰρ βίον ἐνταῦθά φησιν, οὐδὲ ἀρετὴν, ἀλλὰ τὸ πάσχειν κακῶς, φησὶ, τοῦτο ἀνίστησι τὸν Θεὸν, καὶ ἐκκαλεῖται πρὸς τιμωρίαν καὶ ἄμυναν. Τοσοῦτόν ἐστι τὸ ἀδικούμενον φέρειν γενναίως, τοσαύτη τῶν ἐπηρεαζομένων παρὰ τοῦ Θεοῦ ἡ πρόνοια, ἀντὶ μεγίστης συνηγορίας ἡ συμφορὰ καὶ τῷ πάσχειν κακῶς γινομένη. Μεγάλη τοῦ στεναγμοῦ ἡ ἰσχὺς, τὴν ἄνωθεν καλοῦσα ῥοπήν. Φοβήθητε ὅσοι τοὺς πένητας ἀδικεῖτε. Ἔχετε δύναμιν ὑμεῖς, καὶ πλοῦτον, καὶ χρήματα, καὶ δικαστῶν εὔνοιαν· ἀλλ᾽ ἔχουσιν ἐκεῖνοι πάντων ἰσχυρότερον ὅπλον, τοὺς στεναγμοὺς καὶ τοὺς θρήνους, καὶ αὐτὸ τὸ ἀδικεῖσθαι, ἅπερ τὴν ἐκ τῶν οὐρανῶν ἐπισπᾶται συμμαχίαν. Τοῦτο τὸ ὅπλον οἰκίας ἀνορύττει, τοῦτο θεμελίους κατέσκαψε, τοῦτο πόλεις ἀνεῖλε, τοῦτο ὁλόκληρα ἔθνη κατεπόντισε· στεναγμοὺς ἀδικουμένων ἀνθρώπων λέγω. Αἰδεῖται τὴν εὐγνωμοσύνην αὐτῶν ὁ Θεὸς, ὅταν κακῶς πάσχοντες μηδὲν πονηρὸν ἐκφέρωσι ῥῆμα, στενάζωσι δὲ μόνον, καὶ ἀποδύρωνται τὰ οἰκεῖα κακά. Τί δέ ἐστι, Θήσομαι ἐν σωτηρίῳ, παῤῥησιάσομαι ἐν αὐτῷ; Μετὰ παῤῥησίας, φησὶν, αὐτῶν προστήσομαι φανερῶς καὶ δήλως, ὥστε πάντας μαθεῖν. Καὶ πότε οὐ φανερῶς σώζει;
Ἔστιν ὅτε οὐ φανερῶς, ἀλλὰ λάθρα· οὐδὲ γὰρ δεῖται τῆς παρὰ ἀνθρώπων δόξης. Νυνὶ δὲ, ἐπειδὴ εἰκὸς ἦν τοὺς ἐχθροὺς τοὺς αὐτῶν ἐπεμβαίνειν, ἐνάλλεσθαι, ὀνειδίζειν αὐτοῖς, ὡς οὐκ ἔχουσι Θεὸν βοηθὸν, ὥστε κἀκείνους σωφρονισθῆναι, καὶ γενέσθαι βελτίους, τῇ πείρᾳ μαθόντας τοῦ Δεσπότου τὴν συμμαχίαν, Φανερῶς ποιήσομαι τὴν ὑπὲρ αὐτῶν σωτηρίαν, φησί. Τὰ λόγια Κυρίου, λόγια ἁγνά· ἀργύριον πεπυρωμένον, δοκίμιον τῇ γῇ. Καὶ ποία αὕτη ἀκολουθία πρὸς τὰ εἰρημένα; Πολλὴ καὶ συνεχής. Μὴ γὰρ δὴ νομίσητε ταῦτα, φησὶν, ἁπλῶς εἰρῆσθαι, μηδὲ ἀπειλὴν εἶναι περιττήν· καθαρὰ αὐτοῦ ἐστι τὰ ῥήματα, ἀπηλλαγμένα ψεύδους. Ὥσπερ γὰρ ὁ ἄργυρος ὁ πεπυρωμένος οὐδὲν ἀλλότριον ἔχει καὶ νόθον, οὕτω καὶ τοῦ Θεοῦ τὰ ῥήματα, ἅπερ ἂν εἴπῃ, πάντως ἐκβῆναι δεῖ.
Διό φησιν· Ἀργύριον πεπυρωμένον, δοκίμιον τῇ γῇ. Ἄλλος, Πεπυρωμένον, χωροῦν τῇ γῇ. Ὁ δὲ Ἑβραῖος ἀντὶ τοῦ, Χωροῦν τῇ γῇ, Βααλὶλ λάαρες εἶπε, τουτέστι, τὸ χωνευόμενον, τὸ ῥέον ἐν τῇ γῇ. Κεκαθαρισμένον ἑπταπλασίως.
δʹ. Εἶδες πῶς δείκνυσι τὸ ἀψευδὲς, τὸ ἀληθεῦον, τῇ εἰκόνι τῆς ὕλης; ὥσπερ γὰρ ἐκεῖνο τὸ χωνευθὲν, τὸ πυρωθὲν, τὸ πολλάκις τοῦτο παθὸν, ἀλλότριόν ἐστιν ἀλλοτρίας ὕλης, ἐκκεκαθαρμένον μετὰ ἀκριβείας· οὕτως ἡ ἀπόφασις τοῦ Θεοῦ. Σὺ, Κύριε, φυλάξεις ἡμᾶς, καὶ διατηρήσεις ἡμᾶς ἀπὸ τῆς γενεᾶς ταύτης, καὶ εἰς τὸν αἰῶνα. Ἄλλος, Φυλάξεις αὐτούς.
Ἄλλος, Φυλάξεις αὐτὰ, καὶ διατηρήσεις ἡμᾶς ἀπὸ τῆς γενεᾶς ταύτης, καὶ εἰς τὸν αἰῶνα. Ἄλλος, Ἅμα τῇ γενεᾷ τῇ αἰωνίᾳ. Κύκλῳ οἱ ἀσεβεῖς περιπατοῦσιν. Ἄλλος, Περιπατήσουσιν. Ἄλλος, Κύκλῳ ἀσεβῶν ἐμπεριπατήσουσι. Κατὰ τὸ ὕψος σου ἐπολυώρησας τοὺς υἱοὺς τῶν ἀνθρώπων. Ἄλλος, Ὅταν ὑψωθῶσιν οἱ εὐτελεῖς τῶν υἱῶν τῶν ἀνθρώπων.
Ἕτερος, Κατὰ τὸ ὕψος εὐωνισμένοι τοῖς υἱοῖς τῶν ἀνθρώπων. Ὁ δὲ Ἑβραῖος, Χὰρμ ζολλῶ, φησὶ, λεβνὴ Ἀδάμ. Σὺ, Κύριε, φυλάξεις ἡμᾶς, καὶ διατηρήσεις ἡμᾶς. Ὅρα συνεχῶς, μᾶλλον δὲ διηνεκῶς ἐπὶ τὸν Θεὸν καταφεύγοντα, κἀκεῖθεν ζητοῦντα τὴν συμμαχίαν· καὶ γὰρ παναλκὴς ἡ βοήθεια, οὐδενὶ διακοπτομένη χρόνῳ. Οὐδενὸς τῶν ἀνθρωπίνων δεόμεθα, φησί· σὺ γὰρ ὁ φυλάττων εἶ διηνεκῶς. Τί ἐστι, Κύκλῳ οἱ ἀσεβεῖς περιπατοῦσι;
Κατὰ μὲν τοὺς Ἑβδομήκοντα οὕτω λεκτέον, ὅτι Κἂν κυκλώσωσιν οἱ ἀσεβεῖς, οὐδὲν πεισόμεθα· καὶ γὰρ φυλάττεις ἡμᾶς, καὶ μετεωρίζεις, καὶ ἐνδόξους ποιεῖς. Κατὰ δὲ τὸν ἕτερον ἑρμηνευτὴν τοῦτο ῥητέον· Οἱ ἀσεβεῖς ἐξωσθήσονται, ὅταν τοὺς εὐτελεῖς τοὺς υἱοὺς τῶν ἀνθρώπων ὑψώσῃς· τουτέστιν, ὅταν ἡμᾶς τοὺς νομιζομένους εἶναι εὐκαταφρονήτους, τοὺς τεταπεινωμένους δοξάσῃς, ἀποστήσεις αὐτοὺς καὶ διακρούσῃ.
Τί δέ ἐστι, Κατὰ τὸ ὕψος σου; Ἀντὶ τοῦ, Ὁμοίους σου ἐποίησας, ὡς ἀνθρώπῳ δυνατὸν εἶναι ὅμοιον· Ποιήσωμεν γὰρ ἄνθρωπον κατ᾽ εἰκόνα, φησὶν, ἡμετέραν, καὶ καθ᾽ ὁμοίωσιν. Ὅπερ γάρ ἐστιν αὐτὸς ἐν οὐρανῷ, τοῦτο ἡμεῖς ἐπὶ τῆς γῆς· καὶ ὥσπερ οὐδεὶς αὐτοῦ ἀνώτερος ἄνω, οὕτως οὐδεὶς ἐπὶ τῆς γῆς τοῦ ζώου τούτου κατὰ ἀρετὴν ὅμοιος. Γίνεσθε, φησὶν, ὅμοιοι τοῦ Πατρὸς ὑμῶν τοῦ ἐν τοῖς οὐρανοῖς.
Καὶ τοῦ ὀνόματος δὲ ἡμῖν μετέδωκεν· Ἐγὼ εἶπα, Θεοί ἐστε, φησὶ, καὶ υἱοὶ Ὑψίστου πάντες. Καὶ πάλιν· Τέθεικά σε θεὸν Φαραώ. Καὶ δημιουργὸν εἶναι ἐποίησε καὶ σωματικῶν καὶ ἀσωμάτων. Καὶ νῦν μὲν τὴν κτίσιν ὁ Μωϋσῆς μεταβάλλει, νῦν δὲ ἕτεροι ἕτερα στοιχεῖα· ἡμῖν δὲ ἐπέταξε ναὸν αὐτῷ κτίζειν ἡμᾶς αὐτούς. Κἂν τοίνυν οὐ δημιουργῇς οὐρανὸν, ἀλλὰ δημιουργεῖς ναὸν Θεοῦ. Ἐπεὶ καὶ οὐρανὸς διὰ τοῦτο λαμπρὸς, ἐπειδὴ Θεὸν ἔχει κατοικοῦντα ἐν αὐτῷ· μᾶλλον δὲ διὰ Χριστοῦ καὶ ἡμᾶς. Συνήγειρε γὰρ, φησὶ, καὶ συνεκάθισεν ἡμᾶς ἐν δεξιᾷ ἐν τοῖς οὐρανοῖς· καὶ μείζονα ἔδωκε ποιεῖν ὧν αὐτὸς ἐποίησε.
Τὰ γὰρ σημεῖα, φησὶν, ἃ ἐγὼ ποιῶ, κἀκεῖνος ποιήσει, καὶ μείζονα τούτων ποιήσει. Καὶ ἐπὶ τῆς Παλαιᾶς ὁ μὲν τὴν θάλασσαν μετέβαλεν, ὁ δὲ τὸν ἥλιον ἐχαλίνου, ὁ δὲ τὴν σελήνην μένειν ἐκέλευσεν, ὁ δὲ πάλιν εἰς ἑαυτὸν τὰς ἀκτῖνας ἀπέστρεφεν· οἱ δὲ παῖδες ἐν τῇ καμίνῳ τοῦ στοιχείου τὴν ἐνέργειαν ἐπέδησαν, καὶ μαινομένη ἡ φλὸξ ἐσίγα, καὶ δεδεμένη ἐσύριζεν. Οἶδε καὶ θηρία αἰδεῖσθαι Θεοῦ φίλους· κἂν λιμὸς ἀναγκάζῃ, φιλοσοφώτερα γίνεται. Αἰδείσθωσαν οἱ γαστρίμαργοι τὴν ἐγκράτειαν τῶν θηρίων. Λέοντες εἶδον τὸν Δανιὴλ, καὶ ἐφιλοσόφησαν· ἡμεῖς τὸν Υἱὸν τοῦ Θεοῦ βλέποντες ἐρχόμενον πρὸς ἡμᾶς, οὐ φιλοσοφοῦμεν.
Εἵλοντο ἐκεῖνοι διαφθαρῆναι λιμῷ, καὶ μὴ ἅψασθαι τοῦ σώματος τοῦ ἁγίου· ἡμεῖς ὁρῶντες γυμνὸν τὸν Χριστὸν περιερχόμενον καὶ λιμῷ τηκόμενον, οὐδὲ τὰ περιττὰ προϊέμεθα, ἀλλ᾽ ἐν περιουσίᾳ ζῶντες, περιορῶμεν τοὺς ἁγίους. Ἡ γῆ πάλιν ἑτέρῳ Θεοῦ φίλῳ τοσαῦτα προσήνεγκε δῶρα ἐκ τῶν οἰκείων κόλπων, τοσαύτην φορὰν, ὅσην οὐδέποτε ἔμπροσθεν. Καὶ τί θαυμάζεις, εἰ αὐτοὶ αἰδέσιμοι ἦσαν, ὅπου γε καὶ τὰ ἱμάτια αὐτῶν, καὶ αἱ σκιαὶ δαίμοσιν ἦσαν φοβεραὶ, καὶ θανάτῳ, καὶ νοσήματι;
Καὶ ἄγγελοι ᾐδέσθησαν ἀνθρώπους, καὶ ἐτίμησαν μεθ᾽ ὑπερβολῆς. Πῶς γὰρ οὐκ ἔμελλον, οὓς ὁ Δεσπότης αὐτῶν ἐτίμα; Καὶ ἐν τῇ Παλαιᾷ καὶ ἐν τῇ Καινῇ τοῦτο ἔστιν ἰδεῖν. Διὰ τοῦτο λέγει· Κατὰ τὸ ὕψος σου ἐπολυώρησας τοὺς υἱοὺς τῶν ἀνθρώπων. Ἐννοήσαντες τοίνυν τὸ μέγεθος τῆς τιμῆς, ἀξίαν παράσχωμεν τὴν ὑπὲρ ταύτης ἀμοιβὴν, ἵνα μὴ τῆς τιμῆς ἡ ὑπερβολὴ ἐφόδιον ἡμῖν τιμωρίας γένηται· ἧς ῥυσθείημεν ἅπαντες οἵ τε διδάσκοντες ταῦτα καὶ οἱ μανθάνοντες, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΕΙΣ ΤΟΝ ΙΒʹ ΨΑΛΜΟΝ. Εἰς τὸ τέλος ψαλμὸς τῷ Δαυΐδ. Ἄλλος, Ἐπινίκιος ᾠδὴ τοῦ Δαυΐδ. Ἄλλος, Εἰς νῖκος. Ἕως πότε, Κύριε, ἐπιλήσῃ μου εἰς τέλος; Ἄλλος, Ἐκλανθάνῃ μου τέλεον. Ἕως πότε ἀποστρέφεις τὸ πρόσωπόν σου ἀπ᾽ ἐμοῦ; Ἄλλος, Κρύπτεις.
Ἕως τίνος θήσομαι βουλὰς ἐν ψυχῇ μου, Ἄλλος, Τάξω γνώμας. Ὀδύνας ἐν καρδίᾳ μου ἡμέρας καὶ νυκτός. Ἄλλος, Μέριμναν ἐν τῇ διανοίᾳ μου καθ᾽ ἡμέραν. αʹ. Οὐ μικρὸν καὶ τοῦτο ἀγαθὸν, τὸ λαμβάνειν αἴσθησιν τῆς τοῦ Θεοῦ λήθης. Λήθην δὲ μὴ πάθος εἶναι νόμιζε, ἀλλὰ τὴν ἐγκατάλειψιν. Πολλοὶ γοῦν τοῦτο παθόντες, οὐδὲ αὐτὸ τοῦτο ἴσασιν, οὐδὲ ὀδύρονται· οὗτος δὲ ὁ μακάριος οὐ μόνον αὐτὸ ᾔδει, ἀλλὰ καὶ τὸν χρόνον ἀνελογίζετο. Τὸ γὰρ, Ἕως πότε, δεικνύντος ἐστὶ μακρὸν ὄντα τὸν χρόνον· διὰ τοῦτο καὶ ὀδύρεται καὶ θρηνεῖ. Σὺ δέ μοι σκόπει πῶς οὐδαμοῦ βιωτικοῦ τινος ἕνεκεν ἀλγεῖ, οὐχ ὑπὲρ χρημάτων, οὐχ ὑπὲρ δόξης, ἀλλ᾽ ὑπὲρ τῆς εὐνοίας πανταχοῦ. Καὶ πόθεν, φησὶν, ἔγνω ὅτι ἐπελάθετο αὐτοῦ ὁ Θεός; Ἐπειδὴ ᾔδει καὶ πότε ἐμέμνητο, καὶ σαφῶς ἠπίστατο τί μὲν λήθη, τί δὲ μνήμη· οὐ καθάπερ οἱ πολλοὶ τῶν ἀνθρώπων ὅταν πλουτῶσιν, ὅταν εὐδοκιμῶσι παρὰ τοῖς ἀνθρώποις, ὅταν αὐτοῖς κατὰ ῥοῦν ἅπαντα φέρηται, ὅταν τῶν ἐχθρῶν κρατῶσι, τότε νομίζουσι μεμνῆσθαι αὐτῶν τὸν Θεόν· διὰ τοῦτο οὔτε πότε αὐτῶν ἐπιλανθάνεται ἴσασιν. Οἱ γὰρ τῆς μνήμης τὸ σημεῖον οὐκ εἰδότες, οὐδὲ τὸ τῆς λήθης ἐπίστανται. Εἰ γὰρ τὰ τῆς φιλίας σύμβολα οὐκ ἐπίστανται, οὐδὲ τὰ τῆς ἔχθρας γινώσκουσι. Πολλῶν γὰρ τῶν ταῦτα ἐχόντων ἐπιλανθάνεται ὁ Θεὸς, καὶ μάλιστα τούτων· τῶν δὲ ἐν τοῖς ἐναντίοις ὄντων μέμνηται πολλάκις.
Μνήμην γὰρ οὐδὲν οὕτω ποιεῖ παρὰ τῷ Θεῷ, ὡς τὸ ἀγαθόν τι ποιεῖν, τὸ νήφειν, τὸ ἐγρηγορέναι, τὸ ἀρετῆς ἐπιμελεῖσθαι· ὥσπερ οὖν λήθην οὐδὲν ἕτερον, ὡς τὸ ἐν ἁμαρτίαις εἶναι καὶ πλεονεξίαις καὶ ἁρπαγαῖς. Καὶ σὺ τοίνυν, ἀγαπητὲ, ὅταν ἐν συμφοραῖς ᾖς, μὴ λέγε, ὅτι Ἐπελάθετό μου ὁ Θεός· ἀλλ᾽ ὅταν ἐν ἁμαρτίαις ᾖς, καὶ πάντα σοι κατὰ ῥοῦν φέρηται. Ἂν γὰρ τοῦτο ᾖς εἰδὼς, ταχέως ἀποστήσῃ τῶν πονηρῶν πραγμάτων.
Ἕως πότε ἀποστρέφεις τὸ πρόσωπόν σου ἀπ᾽ ἐμοῦ; Τοῦτο ἐπιτεταμένη λήθη. Ἀπὸ γὰρ τῶν ἀνθρωπίνων σχημάτων τοῦ Θεοῦ τὰς ἐνεργείας δείκνυσι, καὶ τὴν ὀργὴν αὐτοῦ καὶ τὴν κόλασιν χαρακτηρίζει. Ἀποστρέφει δὲ πάλιν ὁ Θεὸς τὸ πρόσωπον αὐτοῦ, ὅταν ἀνάξια πράττωμεν τῶν ἐπιταγμάτων αὐτοῦ. Ὅταν γὰρ ἐκτείνητε, φησὶ, τὰς χεῖρας ὑμῶν, ἀποστρέψω τοὺς ὀφθαλμούς μου ἀφ᾽ ὑμῶν. Εἶτα καὶ ἡ αἰτία.
Αἱ γὰρ χεῖρες ὑμῶν αἵματος πλήρεις. Ἀλλὰ καὶ τοῦτο πάλιν κηδεμονίας πολλῆς, καὶ ἡ ἐγκατάλειψις, καὶ ἡ ἀποστροφὴ τοῦ προσώπου· ποιεῖ δὲ τοῦτο, ἵνα σφοδρότερον ἡμᾶς ἐπισπάσηται. Ἐπεὶ καὶ ἐραστὴς μανικὸς τὸν ἐρώμενον ὑπερορῶντα ἀφίησι καὶ ἐγκαταλιμπάνει, οὐκ ἐκβάλλων αὐτὸν τῆς διανοίας, ἀλλὰ ἐπιστρέψαι αὐτὸν βουλόμενος, καὶ ἑαυτῷ συνάψαι.
Εἰπὼν δὲ τὴν ἀποστροφὴν, λέγει καὶ τὴν λήθην, καὶ τὰ ἐξ αὐτῆς αὐτῷ προσγενόμενα. Τίνα δὴ ταῦτά ἐστιν; Ἃ ἐπάγει λέγων· Ἕως τίνος θήσομαι βουλὰς ἐν ψυχῇ μου; Ὥσπερ γὰρ ὁ τοῦ λιμένος ἐξελθὼν πανταχοῦ πλανᾶται, καὶ ὁ τοῦ φωτὸς ἀποστερηθεὶς πολλοῖς προσπταίει· οὕτω δὴ καὶ ὁ εἰς λήθην ἐμπεσὼν τοῦ Θεοῦ, φροντίσι, καὶ μερίμναις, καὶ ὀδύναις ἐκδίδοται διηνεκῶς. Οὐ μικρὸν δὲ καὶ τοῦτο εἰς τὸ τὸν Θεὸν ἐπιστρέψαι πρὸς ἑαυτὸν, τὸ μεριμνᾷν, τὸ φροντίζειν, τὸ τήκεσθαι, τὸ ὀδυνᾶσθαι, τὸ λόγον ποιεῖσθαι αὐτοῦ τῆς ἀποστροφῆς. Ὃ καὶ Παῦλος Κορινθίοις γράφων περὶ ἑαυτοῦ φησι· Καὶ τίς ἐστιν ὁ εὐφραίνων με, εἰ μὴ ὁ λυπούμενος ἐξ ἐμοῦ; Οὐ μικρὸν γὰρ τοῦτο, ἀγαπητὲ, κέρδος, τὸ αἰσθάνεσθαι τῆς ἀποστροφῆς τοῦ Θεοῦ, τὸ ἀλγεῖν, τὸ ὀδυνᾶσθαι. Οὕτω γὰρ αὐτὸν ταχέως πρὸς ἡμᾶς ἐπιστρέψομεν. Ἕως πότε ὑψωθήσεται ὁ ἐχθρός μου ἐπ᾽ ἐμέ; Ἐπίβλεψον, εἰσάκουσόν μου, Κύριε ὁ Θεός μου. Φώτισον τοὺς ὀφθαλμούς μου, μή ποτε ὑπνώσω εἰς θάνατον.
Ὥσπερ γὰρ ἀντεχομένου τοῦ Θεοῦ, καὶ μεθ᾽ ἡμῶν ὄντος, τὰ λυποῦντα ἐκποδὼν ἅπαντα γίνεται· οὕτως ἀποστάντος καὶ ἐπιλαθομένου, καὶ ψυχὴ διακόπτεται, καὶ καρδία ὀδυνᾶται, καὶ οἱ λυποῦντες ἐπεμβαίνουσι, καὶ πάντα κρημνοὶ καὶ σκόπελοι. Συγχωρεῖται δὲ ταῦτα συμφερόντως, ὥστε διὰ πάντων δακνομένους τοὺς ῥᾳθυμοτέρους σπουδαιότερον ἐπανελθεῖν, ὅθεν ἐξέπεσον. Παιδεύσει γάρ σε, φησὶν, ἡ ἀποστασία σου, καὶ ἡ κακία σου ἐλέγξει σε.
Ὥστε καὶ ἡ ἐγκατάλειψις τοῦ Θεοῦ προνοίας εἶδός ἐστιν. Ὅταν γὰρ προνοῶν καὶ κηδόμενος καταφρονῆται, ἀφίησι μικρὸν καὶ ἐγκαταλιμπάνει, ἵνα τότε τῆς ῥᾳθυμίας ἐκβληθείσης, σπουδαιότεροι οἱ ὀλίγωροι γένωνται. Ἐπίβλεψον, φησὶν, ἴδε τὸν ἐχθρὸν ὑψούμενον ἐπ᾽ ἐμέ· καὶ εἰ μὴ διὰ τὴν ἐμὴν ταλαιπωρίαν, ἀλλὰ διὰ τὴν ἐκείνου ἀλαζονείαν καὶ ἀπόνοιαν εἰσάκουσόν μου. Καὶ τί αἰτεῖς; Κρατῆσαι τῶν ἐχθρῶν;
Οὐ τοῦτό φησιν, ἀλλὰ, φωτισθῆναι τοὺς τῆς καρδίας ὀφθαλμοὺς, ἀποδιωχθῆναι τὸ σκότος τὸ ἐπιχυθέν μου τῷ διορατικῷ τῆς ψυχῆς, καὶ σκοτίσαν τὸν νοητὸν ὀφθαλμόν. Τοῦτο αἰτῶ, Φώτισον τοὺς ὀφθαλμούς μου. Μή ποτε εἴπῃ ὁ ἐχθρός μου, ἰδών με κατενεχθέντα εἰς τὸν τῆς ἁμαρτίας θάνατον· Οὕτως ἴσχυσα πρὸς αὐτόν. Κατεκράτησα αὐτοῦ, ὅπερ ἤθελον ἰδεῖν, γέγονέ μοι. Τί ἐστιν, Ἴσχυσα πρὸς αὐτόν;
Ὅτι εἰ καὶ μὴ ἁπλῶς ἰσχυρός ἐστιν, ἀλλὰ πρὸς ἐμὲ ἰσχυρὸς γέγονεν. Ἡ ἡμῶν ἧττα ἰσχὺν αὐτῷ περιτίθησιν, ἰσχυρὸν ἀποφαίνει, καὶ κραταιὸν, καὶ ἀκαταμάχητον. βʹ. Ὁρᾷς, ὅτι ὅταν ἁμαρτάνωμεν, οὐ μόνον ἑαυτοὺς καταισχύνομεν, ἀπόλλυμεν, εἰς θάνατον ἐμβάλλομεν, ἀλλὰ καὶ τοὺς ἐχθροὺς κραταιοὺς καὶ δυνατοὺς, δι᾽ ὧν ἡττήμεθα, ἀνακηρύττομεν· καὶ οὐ μόνον τοῦτο, ἀλλὰ καὶ ἐν ἀγαλλιάσει καὶ εὐφροσύνῃ αὐτοὺς καθιστῶμεν.
Βαβαὶ, πόσης ἀνοίας, πόσης παραπληξίας τὸ τοῖς πολεμίοις καθ᾽ ἑαυτῶν συμμαχεῖν, καὶ τοῖς λυποῦσι καὶ θλίβουσιν ἡμῶν τὴν ψυχὴν εὐφραίνεσθαι καὶ ἀγαλλιᾶσθαι παρασκευάζειν! Ὅρα πόσα ἄτοπα. Δέον νικᾷν τὸν ἐχθρὸν (Ἠσθένησαν γὰρ αἱ ῥομφαῖαι αὐτοῦ εἰς τέλος, καὶ ἀπώλετο ὁ ἀσεβὴς), δέον νικᾷν, ἡττώμεθα· καὶ οὐ μόνον τοῦτο, ἀλλὰ καὶ κραταιὸν καὶ ἰσχυρὸν ἀποφαινόμεθα· καὶ οὐδὲ μέχρι τούτου ἵσταται ἡμῖν καὶ τὰ τῆς μανίας, καὶ τὰ τῆς ἐσχάτης νόσου, ἀλλὰ καὶ τὰ εἰς εὐφροσύνην αὐτοῦ καὶ ἀγαλλίασιν παρασκευαζόμεθα. Ὄντως ἐσχάτη μέθη, καὶ κακὸν ἔσχατον ἡ ἁμαρτία. Ἀγαλλιάσονται ἐὰν σαλευθῶ. Τρία δικαιώματα προσάγει εἰς τὸ δυσωπῆσαι ὁ Προφήτης τὸν Δεσπότην, ὅπως ἐπιβλέψῃ, καὶ ἐπιστρέψῃ τὸ πρόσωπον αὐτοῦ ἐπ᾽ αὐτὸν, καὶ εἰσακούσῃ τῆς δεήσεως αὐτοῦ· τὸ κράτος καὶ τὴν ἰσχὺν τῶν ἐχθρῶν, καὶ πρὸ τούτου τὸ ὕψωμα καὶ τὴν ἔπαρσιν αὐτῶν, καὶ τρίτον, τὴν εὐφροσύνην καὶ ἀγαλλίασιν αὐτῶν, μονονουχὶ λέγων, ὡς Εἰ μὴ διὰ τὴν ἐμὴν δέησιν, διὰ τὴν ἐμὴν ταλαιπωρίαν ἐπιστρέφεις μοι τὸ πρόσωπόν σου, Κύριε, ἀλλ᾽ οὖν διὰ τὴν ἀλαζονείαν τῶν ἐχθρῶν, διότι ἐπὶ ἰσχύϊ φρονοῦσι μέγα· διότι ἐπιχαίρουσι τοῖς κακοῖς μου, ἐπιγελῶσί μου τῷ πτώματι.
Εἰσάκουσόν μου, φώτισον τοὺς ὀφθαλμούς μου. Ἄφελε τὸν βαθὺν ὕπνον ἐπὶ ταῖς ἐμαῖς ἁμαρτίαις, ὃν ὑπνώσας παρὰ βραχὺ πρὸς τὸν τῆς ψυχῆς ἀπενύσταξα θάνατον. Εἰ γὰρ μόνον ἀπὸ τῆς σῆς ἀσφαλείας σαλευθῶ, χαρὰ αὐτοῖς, καὶ μεγαλαυχία, καὶ ἰσχὺς τοῦτο νομίζεται· καὶ τούτῳ μέγα φρονοῦσι, καὶ εἰσὶν ἀνύποιστοι· ἂν δὲ εἰς θάνατον κατενεχθῶ, τί οὐκ ἂν οὗτοι ποιήσειαν; Ὁρᾷς τὸν Προφήτην, πῶς ἡγεῖται μεγίστην ζημίαν, καὶ οὐδὲν κολάσεως καὶ τιμωρίας ἔλαττον, τὸ εὐφρᾶναι τὸν κοινὸν ἐχθρὸν, τὸ ἰσχυρὸν αὐτὸν ὀφθῆναι, τὸ ὑψηλὸν δόξαι. Εἰ γὰρ μὴ καὶ μέγιστα καὶ ἀφόρητα ἡγεῖτο ταῦτα κακὰ, οὐκ ἂν αὐτὰ προὐβάλλετο εἰς παράκλησιν τοῦ Θεοῦ, καὶ πρὸς τὸ ἐπισπάσασθαι τὴν εὐμένειαν αὐτοῦ. Οὕτω ποιῶμεν καὶ ἡμεῖς, καὶ σκοπῶμεν, καὶ ἀγωνιζώμεθα, ὅπως μὴ ὑψώσωμεν τὸν ἐχθρὸν, ὅπως μὴ ἰσχυρὸν δείξωμεν, ὅπως μὴ εὐφράνωμεν, ἀλλὰ τοὐναντίον, καὶ ταπεινὸν, καὶ ἐξουθενημένον, καὶ ἀσθενῆ, καὶ κατηφῆ, καὶ σκυθρωπὸν ἐργασώμεθα. Ἂν γὰρ κατορθοῦντας ἴδοι τοὺς ἁμαρτάνοντας, πάντα ἅμα ταῦτα γίνεται. Ἐγὼ δὲ ἐπὶ τῷ ἐλέει σου ἤλπισα. Τί οὖν κατορθώσας, ταῦτα αἰτεῖς, ἐπιβλέψαι πάλιν εἰς σὲ, εἰσακοῦσαί σου τῆς δεήσεως, φωτισθῆναί σου τῆς διανοίας τοὺς ὀφθαλμούς; πόθεν δέ σοι ταῦτα;
Οἱ μὲν ἄλλοι, φησὶν, εἴ τι καὶ εἰπεῖν ἔχοιεν, λεγέτωσαν· ἐγὼ δὲ ἓν οἶδα, ἓν λέγω, ἐκεῖ μου πᾶσαν ἤρτησα τὴν ἐλπίδα, ἐκεῖνο προβάλλομαι, τὸ ἔλεός σου, τὴν φιλανθρωπίαν σου. Ἐγὼ δὲ, φησὶν, ἐπὶ τῷ ἐλέει σου ἤλπισα. Εἶδες ταπεινοφροσύνην Προφήτου; εἶδες εὐγνωμοσύνην ἀνδρός;
Καίτοι μυρία κατορθώματα ἔχων, καὶ δι᾽ αὐτῶν δυνάμενος δυσωπῆσαι τὸν Θεὸν, οὐδὲν τούτων λέγει, ἀλλ᾽ ἐπὶ μόνον τὸ ἔλεος τοῦ Θεοῦ καταφεύγει. Ὥστε δῆλον ὅτι καὶ ὅτε ταῦτα λέγει, ὡς τὸ, Εἰ ἐποίησα τοῦτο, Εἰ ἀνταπέδωκα, καὶ τὰ τοιαῦτα, εἰς πολλὴν ἀνάγκην τοῦ εἰπεῖν ἐμπεσὼν, ταῦτα λέγει· ἧς μὴ παρούσης οὐδὲν ἐκείνων φησὶν, ἀλλὰ τὸ ἔλεος καὶ τὴν φιλανθρωπίαν τοῦ Θεοῦ ἀντὶ πάσης ἱκετηρίας προβάλλεται. Εἶτα πεποιθὼς, ὅτι τῆς ἐλπίδος οὐ ψευσθήσεται, ἐπάγει· Ἀγαλλιάσεται ἡ καρδία μου ἐπὶ τῷ σωτηρίῳ σου.
Εἶδες εὐέλπιδα ψυχήν; ᾜτησε, καὶ πρὶν ἢ λάβῃ, ὡς λαβὼν εὐχαριστεῖ, καὶ ᾄδει τῷ Θεῷ, καὶ πάντα τὰ προειληφότα διαπράττεται. Πόθεν δὲ οὕτως ἦν εὔελπις; Ἀπὸ πολλῆς εὐγνωμοσύνης, ἀπὸ πολλῆς σπουδῆς τῆς περὶ τὴν αἴτησιν· ᾔδει ὅτι οὕτως αἰτουμένου Θεὸς εἰσακούει, ἀπὸ πολλῆς τῆς ἐν τῇ καρδίᾳ θέρμης καὶ κινήσεως. Ὥσπερ οὖν οἱ νωθρῶς καὶ παρειμένως αἰτούμενοι, καὶ λαβόντες, μόλις τῆς δωρεᾶς ἐπαισθάνονται· οὕτως οἱ συνεπιτεταμένῃ προθυμίᾳ καὶ σπουδῇ τὴν αἴτησιν ποιούμενοι, καὶ πρὸ τοῦ λαβεῖν, ἀπὸ τῆς κατ᾽ αὐτοὺς σφοδρᾶς καὶ καθαρᾶς διαθέσεως, ὡς λαβόντες, ἔχουσι τοῦ δώρου συναίσθησιν, τῆς θείας αὐτοῖς χάριτος τὴν εὐφροσύνην προεντιθείσης· καὶ εὐχαριστοῦσι διὰ τοῦτο, καὶ τοῦ λαβεῖν ἐγγὺς καθεστήκασιν. Ἀγαλλιάσεται ἡ καρδία μου ἐπὶ τῷ σωτηρίῳ σου. Τοῦτο, φησὶ, τὴν ἐμὴν εὐφραίνει ψυχὴν, τὸ παρὰ σοῦ τῆς σωτηρίας τυχεῖν· τὴν ψυχὴν εὐφραίνει, ὅτι ταύτης εἶ σὺ σωτηρία.
γʹ. Εἶδες ἀγαλλίασιν, καὶ ἀγαλλίασιν; ἀγαλλίασιν ἐχθρῶν ἐπὶ πτώματι, καὶ ἀγαλλίασιν ψυχῆς ἐπὶ οἰκείᾳ σωτηρίᾳ; Ἐκείνη τοῦ Πονηροῦ, αὕτη τῶν σωζομένων. Ἐκείνη λύμη καὶ τοῦ δοκοῦντος ἀγαλλιᾶσθαι, καὶ ἐφ᾽ ᾧ ἠγαλλιᾶτο· αὕτη σωτηρία καὶ ἀνάκλησις τοῦ ἀγαλλιωμένου. Ταύτην τὴν ἀγαλλίασιν καὶ εὐφροσύνην εὐφρανθῶμεν καὶ ἀγαλλιασώμεθα, ἐκείνην δὲ φύγωμεν, καὶ βδελυξώμεθα. ᾌσω τῷ Κυρίῳ τῷ εὐεργετήσαντί με, καὶ ψαλῶ τῷ ὀνόματι Κυρίου τοῦ ὑψίστου. Μνημόσυνον, φησὶ, τῆς εὐεργεσίας ταύτης ᾠδὴν ἀναθήσω τῷ Κυρίῳ, ὅτι εὐηργέτησέ με, ἐταπείνωσε τὸν ἐχθρὸν, αἰσχύνης ἐπλήρωσεν, ἀσθενῆ ἐπήλεγξεν, εἰσήκουσε τῆς δεήσεώς μου, ἐπέστρεψε τὸ πρόσωπον αὐτοῦ ἐπ᾽ ἐμὲ, τὴν ἀχλὺν καὶ τὸν ζόφον, δι᾽ ὧν πρὸς τὸν θάνατον ἐφερόμην, διασκεδάσας· καὶ ἐπὶ τῷ σωτηρίῳ αὐτοῦ ἀγαλλιώμενος, ὥσπερ τι μνημεῖον ἀνεξάλειπτον, τὴν ᾠδὴν ταύτην τῶν εἰς ἐμὲ εὐεργετημάτων ἀνατίθημι, οὐ νῦν μόνον ᾄδων αὐτὴν, καὶ ἀνελίσσων τοῖς λογισμοῖς τὰς εὐεργεσίας, ἀλλὰ καὶ εἰς τὸν ἑξῆς χρόνον ᾄσω καὶ ψαλῶ τῷ ὀνόματι Κυρίου, ἀνεπίληστον ἐν τῇ ψυχῇ περιφέρων τῆς εὐεργεσίας τὸ μέγεθος. Ἡ τοιαύτη τοίνυν ψυχὴ οὐ μόνον κακοῖς ἐμπαρεῖσα ῥύεται ῥᾳδίως τῶν κακῶν, ἀλλὰ καὶ ἀσφαλεστέρα γίνεται, εἰς τὸ μηκέτι τοῖς ὁμοίοις περιπεσεῖν. Ὅταν γὰρ ἐπὶ μνήμης ἀεὶ φέρῃ τὴν εὐεργεσίαν, δῆλον ὅτι καὶ τὰ δυσχερῆ ἐπὶ μνήμης ἔχει, ὧν ἀπαλλαγεῖσα ἔτυχε τῆς εὐεργεσίας.
Ἔχων δὲ καὶ τὴν μνήμην τῶν κακῶν, ἀναλογίζεται ἐπιμελῶς, πόθεν ταῦτα συνέπεσεν αὐτῷ, καὶ διὰ ποίαν αἰτίαν εἰς τὸ τοιοῦτον συνηνέχθη κακόν· καὶ ἀναλογιζόμενος λοιπὸν τειχίζει πανταχόθεν ἑαυτὸν, ἵνα μὴ ἐπὶ τὰς ὁμοίας περιενεχθῇ συμφοράς· οὕτω τε λοιπὸν τὸν ἑαυτοῦ βίον καλῶς ῥυθμίζων, καὶ παιδαγωγῶν, καὶ τῷ ῥυσαμένῳ πολλὴν ἀνομολογεῖ τὴν χάριν· ὥσπερ εὗρε ῥύστην, οὕτω καὶ φύλακα διὰ παντὸς ἔχειν ἐν τοῖς μέλλουσιν ἐξαιτούμενος. Ταύτην ζηλώσωμεν καὶ ἡμεῖς, κἄν τινι παρασυρῶμεν ἁμαρτήματι, ταχέως ἀνανήψωμεν, καὶ ποιησώμεθα τὸ πτῶμα πρόφασιν ἀσφαλείας, καὶ ἀφορμὴν τοῦ μηκέτι ἁμαρτάνειν. Πῶς οὖν ποιήσεις; Ἔχεις διδάσκαλον τὸν Δαυΐδ. Ἥμαρτες; Μὴ νυστάξῃς ἐπὶ τῇ ἁμαρτίᾳ, ἀλλὰ διανάστηθι· ἐννόησον αὐτίκα, ὅτι ἀπέστρεψεν ὁ Θεὸς τὸ πρόσωπον ἀπὸ σοῦ, ὅτι ἐπελάθετό σου· εἶτα κλαῦσον, στέναξον, λοῦσον καθ᾽ ἑκάστην νύκτα τὴν κλίνην σου δάκρυσι, ἀποπήδησον ἀπὸ τῶν ἐργαζομένων τὴν ἀνομίαν. Καὶ ταῦτα γὰρ μαθήματα τοῦ Δαυΐδ. Εἰπὲ μετ᾽ αὐτοῦ· Ἕως πότε, Κύριε, ἐπιλήσῃ μου εἰς τέλος; ἕως πότε ἀποστρέφεις τὸ πρόσωπόν σου ἀπ᾽ ἐμοῦ; Εἰπὲ μὴ τῇ γλώσσῃ, ἀλλὰ πολὺ πρότερον τῇ καρδίᾳ· εἰπὲ καὶ τὰ ἄλλα δικαιώματα τοῦ Δαυΐδ. Ὅταν εἴπῃς πάντα, ἔλπισον ἐπὶ τὸ ἔλεος αὐτοῦ, ἔλπισον, μὴ διακριθῇς. Ὁ γὰρ διακρινόμενος, φησὶν, ἔοικε κλύδωνι θαλάσσης ἀνεμιζομένῳ καὶ ῥιπιζομένῳ.
Μὴ γὰρ οἰέσθω, φησὶν, ὁ τοιοῦτος, ὅτι λήψεταί τι παρὰ Θεοῦ. Ἀνὴρ γὰρ δίψυχος, ἀκατάστατος ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ. Ἔλπισον οὖν ἐπὶ τὸ ἔλεος αὐτοῦ, μηδὲν διακριθεὶς, καὶ τεύξῃ πάντως τῆς αἰτήσεως· τυχὼν δὲ μὴ γένῃ ἀγνώμων περὶ τὸν εὐεργέτην, καὶ ἀχάριστος, ἀλλὰ ποίησον μνημεῖον τῆς εὐεργεσίας, καὶ ἀνάθες αὐτὸ εὐχάριστον τῷ Δεσπότῃ ᾠδήν. Ἴσως αὐτὸς οὐκ οἶδας συνθεῖναι· συγκάλεσον τοὺς πένητας, καὶ χρῆσαι τὰς γλώσσας αὐτῶν, καὶ σοὶ παρασκεύασον. Εὖ ἴσθι ὅτι ἡδίω τῆς Δαυϊδικῆς ᾠδῆς ταύτην ἀκούσεται, ἢν ὑπὲρ σοῦ ἐκεῖνοι μελῳδήσουσιν. Ὥσπερ γὰρ ἡ ἀπὸ διαφόρων χορδῶν τῆς μονήρους ἥδιον μέλος ἀποτελεῖ, οὕτω καὶ ἡ τῶν πενήτων ἐκ διαφόρων οὖσα, τῷ εἰσακούοντι τῆς φωνῆς τῶν πενήτων Θεῷ ἡδύ τι καὶ ἐράσμιον ἠχήσει. Στῆσον σεαυτῷ καὶ Θεῷ τοιοῦτον μνημεῖον, αὐτῷ μὲν ὑπόμνημα τῆς εὐεργεσίας, σαυτῷ δὲ ἀπόδειξιν τῆς εὐχαριστίας, τῆς εὐγνωμοσύνης, σύμβολον τῆς διηνεκοῦς μνήμης, ἣν ἐγκάρδιον ἔχων ἀεὶ, κατεύθυνέ σου τὸν βίον· μᾶλλον δὲ κατευθύνωμεν, ἵνα γενώμεθα καὶ τῆς ἐκεῖθεν ἄξιοι κληρουχίας τῶν ἀγαθῶν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.