Ἔργον
Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τοὺς Ψαλμούς
Ερμηνεία στους Ψαλμούς 41 και 43
Ανάλυση των Ψαλμών 41 και 43, αναδεικνύοντας τον πόθο της ψυχής για τον Θεό, την ελεημοσύνη και την ελπίδα στις θλίψεις.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Ερμηνεία στους Ψαλμούς 41 και 43
Ανάλυση των Ψαλμών 41 και 43, αναδεικνύοντας τον πόθο της ψυχής για τον Θεό, την ελεημοσύνη και την ελπίδα στις θλίψεις.
ΕΙΣ ΤΟΝ ΜΑʹ ΨΑΛΜΟΝ. «Ὃν τρόπον ἐπιποθεῖ ἡ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων.» Καὶ τίνος χάριν ὁ ψαλμὸς εἰς τὸν βίον εἰσενεχθεὶς μετ᾽ ᾠδῆς ψάλλεται. Καὶ περὶ τῆς τοῦ Θεοῦ μακροθυμίας. αʹ. Ὑμεῖς μὲν ἡμᾶς ἐθαυμάζετε πρώην, ὅτε τὸν περὶ τοῦ Μελχισεδὲκ ἐκινήσαμεν λόγον, ἐπὶ τῷ μήκει τῶν εἰρημένων· ἐγὼ δὲ ὑμᾶς ἐθαύμαζον ἐπὶ τῇ τῆς ἀκροάσεως προθυμίᾳ τε καὶ συνέσει, καὶ ὅτι μακροτέρου τοῦ λόγου προελθόντος, μέχρι τέλους παρηκολουθήσατε ἡμῖν· καίτοι γε οὐ μακρὸς ἦν ὁ λόγος μόνον, ἀλλὰ καὶ δυσχέρειαν εἶχε πολλήν. Ἀλλ᾽ οὔτε τὸ μῆκος, οὔτε ἡ δυσκολία τὴν ὑμετέραν ἤλεγξε προθυμίαν.
Φέρε οὖν ὑμῖν ἀμοιβὴν ἀποδῶμεν ἐκείνου τοῦ πόνου, σαφεστέραν πρὸς ὑμᾶς τήμερον ποιησάμενοι τὴν διάλεξιν. Οὐδὲ γὰρ ἐπιτείνειν ἀεὶ δεῖ τὴν διάνοιαν τῶν ἀκροατῶν (διαῤῥήγνυται γὰρ ταχέως), οὔτε χαλᾷν ἀεὶ καὶ ἀνιέναι· καὶ γὰρ ἐντεῦθεν ἀργοτέρα γίνεται πάλιν. Διὸ ποικίλλειν χρὴ τὸ τῆς διδασκαλίας εἶδος, καὶ νῦν μὲν πανηγυρικωτέρων, νῦν δὲ ἀγωνιστικωτέρων ἅπτεσθαι λόγων. Ὥσπερ οὖν τότε ἔλεγον, ὅτι οἱ ποιμένες, τῶν λύκων ἐπιόντων τῇ ποίμνῃ, τὴν σύριγγα ἀφέντες, τὴν σφενδόνην μεταχειρίζονται· οὕτω νῦν δὴ παρελθουσῶν τῶν ἑορτῶν τῶν Ἰουδαϊκῶν, οἳ λύκων ἁπάντων εἰσὶ χαλεπώτεροι, τὴν σφενδόνην πάλιν ἀφέντες, ἐπὶ τὴν σύριγγα ἐπανίωμεν· καὶ τοὺς ἀγωνιστικωτέρους ἀναπαύσαντες λόγους, ἑτέρων τινῶν σαφεστέρων ἁψώμεθα, τὴν κιθάραν αὐτὴν τοῦ Δαυῒδ μεταχειριζόμενοι, καὶ τὴν ὑπακοὴν εἰς μέσον ἄγοντες, ἣν ἅπαντες ὑπεψάλαμεν τήμερον.
Τίς οὖν ἐστιν ἡ ὑπακοή; Ὃν τρόπον ἐπιποθεῖ ἡ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων, οὕτως ἐπιποθεῖ ἡ ψυχή μου πρὸς σὲ, ὁ Θεός. Μᾶλλον δὲ ἀναγκαῖον εἰπεῖν πρῶτον, τίνος ἕνεκεν ὁ ψαλμὸς εἰς τὸν βίον εἰσενήνεκται τὸν ἡμέτερον, καὶ μετ᾽ ᾠδῆς μάλιστα αὕτη ἡ προφητεία λέγεται. Τίνος οὖν ἕνεκεν λέγεται μετ᾽ ᾠδῆς, ἄκουσον· Πολλοὺς τῶν ἀνθρώπων κατιδὼν ὁ Θεὸς ῥᾳθυμοτέρους ὄντας, καὶ πρὸς τὴν τῶν πνευματικῶν ἀνάγνωσιν δυσχερῶς ἔχοντας, καὶ τὸν ἐκεῖθεν οὐχ ἡδέως ὑπομένοντας κάματον, ποθεινότερον ποιῆσαι τὸν πόνον βουλόμενος, καὶ τοῦ καμάτου τὴν αἴσθησιν ὑποτεμέσθαι, μελῳδίαν ἀνέμιξε τῇ προφητείᾳ, ἵνα τῷ ῥυθμῷ τοῦ μέλους ψυχαγωγούμενοι πάντες, μετὰ πολλῆς τῆς προθυμίας τοὺς ἱεροὺς ἀναπέμπωσιν αὐτῷ ὕμνους. Οὐδὲν γὰρ, οὐδὲν οὕτως ἀνίστησι ψυχὴν, καὶ πτεροῖ, καὶ τῆς γῆς ἀπαλλάττει, καὶ τῶν τοῦ σώματος ἀπολύει δεσμῶν, καὶ φιλοσοφεῖν ποιεῖ, καὶ πάντων καταγελᾷν τῶν βιωτικῶν, ὡς μέλος συμφωνίας, καὶ ῥυθμῷ συγκείμενον θεῖον ᾆσμα. Οὕτω γοῦν ἡμῶν ἡ φύσις πρὸς τὰ ᾄσματα καὶ τὰ μέλη ἡδέως ἔχει καὶ οἰκείως, ὡς καὶ τὰ ὑπομάζια παιδία κλαυθμυριζόμενα καὶ δυσχεραίνοντα, οὕτω κατακοιμίζεσθαι. Αἱ γοῦν τίτθαι ἐν ταῖς ἀγκάλαις αὐτὰ βαστάζουσαι, πολλάκις ἀπιοῦσαί τε καὶ ἐπανιοῦσαι, καί τινα αὐτοῖς κατεπᾴδουσαι ᾄσματα παιδικὰ, οὕτως αὐτῶν τὰ βλέφαρα κατακοιμίζουσι.
Διὰ τοῦτο καὶ ὁδοιπόροι πολλάκις κατὰ μεσημβρίαν ἐλαύνοντες ὑποζύγια, ᾄδοντες τοῦτο ποιοῦσι, τὴν ἐκ τῆς ὁδοιπορίας ταλαιπωρίαν ταῖς ᾠδαῖς ἐκείναις παραμυθούμενοι. Οὐχ ὁδοιπόροι δὲ μόνον, ἀλλὰ καὶ γηπόνοι ληνοβατοῦντες, καὶ τρυγῶντες, καὶ ἀμπέλους θεραπεύοντες, καὶ ἄλλο ὁτιοῦν ἐργαζόμενοι, πολλάκις ᾄδουσι. Καὶ ναῦται κωπηλατοῦντες τοῦτο ποιοῦσιν. Ἤδη δὲ καὶ γυναῖκες ἱστουργοῦσαι, καὶ τῇ κερκίδι τοὺς στήμονας συγκεχυμένους διακρίνουσαι, πολλάκις μὲν καὶ καθ᾽ ἑαυτὴν ἑκάστη, πολλάκις δὲ καὶ συμφώνως ἅπασαι, μίαν τινὰ μελῳδίαν ᾄδουσι.
Ποιοῦσι δὲ τοῦτο καὶ γυναῖκες, καὶ ὁδοιπόροι, καὶ γηπόνοι, καὶ ναῦται, τῷ ᾄσματι τὸν ἐκ τῶν ἔργων πόνον παραμυθήσασθαι σπεύδοντες, ὡς τῆς ψυχῆς, εἰ μέλους ἀκούσειε καὶ ᾠδῆς, ῥᾷον ἅπαντα ἐνεγκεῖν δυναμένης τὰ ὀχληρὰ καὶ ἐπίπονα. Ἐπεὶ οὖν οἰκείως ἡμῖν πρὸς τοῦτο ἔχει τὸ εἶδος τῆς τέρψεως ἡ ψυχὴ, ἵνα μὴ πορνικὰ ᾄσματα οἱ δαίμονες εἰσάγοντες, ἅπαντα ἀνατρέπωσι, τοὺς ψαλμοὺς ἐπετείχισεν ὁ Θεὸς, ὥστε ὁμοῦ καὶ ἡδονὴν τὸ πρᾶγμα καὶ ὠφέλειαν εἶναι. Ἀπὸ μὲν γὰρ τῶν ἔξωθεν ᾀσμάτων βλάβη, καὶ ὄλεθρος, καὶ πολλὰ ἂν εἰσαχθείη δεινά· τὰ γὰρ ἀσελγέστερα καὶ παρανομώτερα τῶν ᾀσμάτων τούτων τοῖς τῆς ψυχῆς μέρεσιν ἐγγινόμενα, ἀσθενεστέραν αὐτὴν καὶ μαλακωτέραν ποιοῦσιν· ἀπὸ δὲ τῶν ψαλμῶν τῶν πνευματικῶν πολὺ μὲν τὸ κέρδος, πολλὴ δὲ ἡ ὠφέλεια, πολὺς δὲ ὁ ἁγιασμὸς, καὶ πάσης φιλοσοφίας ὑπόθεσις γένοιτ᾽ ἂν, τῶν τε ῥημάτων τὴν ψυχὴν ἐκκαθαιρόντων, τοῦ τε ἁγίου Πνεύματος τῇ τὰ τοιαῦτα ψαλλούσῃ ταχέως ἐφιπταμένου ψυχῇ. Ὅτι γὰρ οἱ μετὰ συνέσεως ψάλλοντες τὴν τοῦ Πνεύματος καλοῦσι χάριν, ἄκουσον τί φησιν ὁ Παῦλος· Μὴ μεθύσκεσθε οἴνῳ, ἐν ᾧ ἐστιν ἀσωτία, ἀλλὰ πληροῦσθε ἐν Πνεύματι. Ἐπήγαγε δὲ καὶ τὸν τρόπον τῆς πληρώσεως. ᾌδοντες καὶ ψάλλοντες ἐν ταῖς καρδίαις ὑμῶν τῷ Κυρίῳ. Τί ἐστιν, Ἐν ταῖς καρδίαις ὑμῶν;
Μετὰ συνέσεως, φησίν· ἵνα μὴ τὸ στόμα μὲν λαλῇ τὰ ῥήματα, ἡ διάνοια δὲ ἔξω διατρίβῃ πανταχοῦ πλανωμένη, ἀλλ᾽ ἵνα ἀκούῃ ἡ ψυχὴ τῆς γλώττης. βʹ. Καὶ καθάπερ ἔνθα μὲν βόρβορος, χοῖροι τρέχουσιν· ἔνθα δὲ ἀρώματα καὶ θυμιάματα, μέλιτται κατασκηνοῦσιν· οὕτως ἔνθα μὲν ᾄσματα πορνικὰ, δαίμονες ἐπισωρεύονται· ἔνθα δὲ μέλη πνευματικὰ, ἡ τοῦ Πνεύματος ἐφίπταται χάρις, καὶ τὸ στόμα καὶ τὴν ψυχὴν ἁγιάζει. Ταῦτα λέγω, οὐχ ἵνα ἐπαινῆτε μόνον, ἀλλ᾽ ἵνα καὶ παῖδας καὶ γυναῖκας τὰ τοιαῦτα διδάσκητε ᾄσματα ᾄδειν, οὐκ ἐν ἱστοῖς μόνον, οὐδὲ ἐν τοῖς ἄλλοις ἔργοις, ἀλλὰ μάλιστα ἐν τραπέζῃ. Ἐπειδὴ γὰρ ὡς τὰ πολλὰ ἐν συμποσίοις ὁ διάβολος ἐφεδρεύει μέθην καὶ ἀδηφαγίαν ἔχων αὐτῷ συμμαχοῦσαν, καὶ γέλωτα ἄτακτον, καὶ ψυχὴν ἀνειμένην, μάλιστα τότε δεῖ καὶ πρὸ τραπέζης, καὶ μετὰ τράπεζαν, ἐπιτειχίζειν αὐτῷ τὴν ἀπὸ τῶν ψαλμῶν ἀσφάλειαν, καὶ κοινῇ μετὰ τῆς γυναικὸς καὶ τῶν παίδων ἀναστάντας ἀπὸ τοῦ συμποσίου, τοὺς ἱεροὺς ᾄδειν ὕμνους τῷ Θεῷ.
Εἰ γὰρ ὁ Παῦλος μάστιγας ἔχων ἀφορήτους ἐπικειμένας, καὶ ξύλῳ προσδεδεμένος, καὶ δεσμωτήριον οἰκῶν, ἐν μέσῃ νυκτὶ, ὅτε μάλιστα γλυκὺς ὁ ὕπνος ἐφίσταται πᾶσι, μετὰ τοῦ Σίλα διετέλει τὸν Θεὸν ὑμνῶν, καὶ οὔτε ἀπὸ τοῦ τόπου, οὔτε ἀπὸ τοῦ καιροῦ, οὔτε ἀπὸ τῆς φροντίδος, οὔτε ἀπὸ τῆς τυραννίδος τοῦ ὕπνου, οὔτε ἀπὸ τῆς ἀλγηδόνος τῶν πόνων ἐκείνων, οὔτε ἄλλοθεν οὐδαμόθεν ἠναγκάσθη καθυφεῖναι τῆς μελῳδίας· πολλῷ μᾶλλον ἡμᾶς εὐφραινομένους, καὶ τῶν ἀγαθῶν ἀπολαύοντας τοῦ Θεοῦ, εὐχαριστηρίους ὕμνους ἀναπέμπειν αὐτῷ χρὴ, ἵνα κἄν τι γένηται παρὰ τῆς μέθης καὶ τῆς ἀδηφαγίας ἄτοπον εἰς τὴν ψυχὴν τὴν ἡμετέραν, τῆς ψαλμῳδίας ἐπεισελθούσης, ἀποπηδήσῃ πάντα ἐκεῖνα τὰ ἄτοπα καὶ πονηρὰ βουλεύματα. Καὶ καθάπερ πολλοὶ τῶν πλουτούντων τὴν σπογγίαν βαλσάμου πλήσαντες οὕτω τὰς τραπέζας ἀπομάσσουσιν, ἵνα εἴ τις ἀπὸ τῶν ἐδεσμάτων γένηται κηλὶς, παρασυρεῖσα καθαρὰν δείξῃ τὴν τράπεζαν· οὕτω δὴ καὶ ἡμεῖς ποιῶμεν, ἀντὶ βαλσάμου τὸ στόμα ἐμπλήσαντες μελῳδίας πνευματικῆς, ἵνα εἴ τις ἐγένετο κηλὶς ἀπὸ τῆς ἀδηφαγίας ἐν τῇ ψυχῇ, διὰ τῆς μελῳδίας ἀποσμήξωμεν ἐκείνης, καὶ λέγωμεν κοινῇ στάντες· Εὔφρανας ἡμᾶς, Κύριε, ἐν τῷ ποιήματί σου, καὶ ἐν τοῖς ἔργοις τῶν χειρῶν σου ἀγαλλιασόμεθα. Καὶ εὐχὴ μετὰ τὴν ψαλμῳδίαν προσκείσθω, ἵνα μετὰ τῆς ψυχῆς καὶ τὴν οἰκίαν αὐτὴν ἁγιάζωμεν.
Ὥσπερ γὰρ οἱ μίμους, καὶ ὀρχηστὰς, καὶ πόρνας γυναῖκας εἰς τὰ συμπόσια εἰσάγοντες, δαίμονας καὶ τὸν διάβολον ἐκεῖ καλοῦσι, καὶ μυρίων πολέμων τὰς αὑτῶν ἐμπιπλῶσιν οἰκίας (ἐντεῦθεν γοῦν ζηλοτυπίαι καὶ μοιχεῖαι καὶ πορνεῖαι καὶ τὰ μυρία δεινά)· οὕτως οἱ τὸν Δαυῒδ καλοῦντες μετὰ τῆς κιθάρας, ἔνδον τὸν Χριστὸν δι᾽ αὐτοῦ καλοῦσιν.
Ὅπου δὲ ὁ Χριστὸς, δαίμων μὲν οὐδεὶς ἐπεισελθεῖν, μᾶλλον δὲ οὐδὲ παρακύψαι τολμήσειέ ποτε· εἰρήνη δὲ, καὶ ἀγάπη, καὶ πάντα ὥσπερ ἐκ πηγῶν ἥξει τὰ ἀγαθά. Ἐκεῖνοι ποιοῦσι θέατρον τὴν οἰκίαν αὐτῶν· σὺ ποίησον ἐκκλησίαν τὸ δωμάτιόν σου. Ἔνθα γὰρ ψαλμὸς, καὶ εὐχὴ, καὶ προφητῶν χορεία, καὶ διάνοια τῶν ᾀδόντων θεοφιλὴς, οὐκ ἄν τις ἁμάρτοι τὴν σύνοδον ταύτην προσειπὼν ἐκκλησίαν. Κἂν μὴ εἰδῇς τὴν δύναμιν τῶν ῥημάτων, αὐτὸ τέως τὸ στόμα παίδευσον τὰ ῥήματα λέγειν. Ἁγιάζεται γὰρ καὶ διὰ ῥημάτων ἡ γλῶττα, ὅταν μετὰ προθυμίας ταῦτα λέγηται.
Ἐὰν εἰς ταύτην ἑαυτοὺς καταστήσωμεν τὴν συνήθειαν, οὐδὲ ἑκόντες, οὐδὲ ῥᾳθυμοῦντές ποτε προησόμεθα τὴν καλὴν ταύτην λειτουργίαν, τοῦ ἔθους καὶ ἄκοντας ἡμᾶς ἀναγκάζοντος καθ᾽ ἑκάστην ἡμέραν τὴν καλὴν ταύτην ἐπιτελεῖν λατρείαν. Ἐπὶ τῆς μελῳδίας ταύτης, κἂν γεγηρακώς τις ᾖ, κἂν νέος, κἂν δασύφωνος, κἂν ῥυθμοῦ παντὸς ἄπειρος, οὐδὲν ἔγκλημα γίνεται. Τὸ γὰρ ζητούμενον ἐνταῦθα, ψυχὴ νήφουσα, διεγηγερμένη διάνοια, καρδία κατανενυγμένη, λογισμὸς ἐῤῥωμένος, συνειδὸς ἐκκεκαθαρμένον.
Ἐὰν ταῦτα ἔχων εἰσέλθῃς εἰς τὸν ἅγιον τοῦ Θεοῦ χορὸν, παρ᾽ αὐτὸν δυνήσῃ στῆναι τὸν Δαυΐδ. Ἐνταῦθα οὐ χρεία κιθάρας, οὐδὲ νεύρων τεταμένων, οὔτε πλήκτρου καὶ τέχνης, οὐδὲ ὀργάνων τινῶν· ἀλλ᾽ ἐὰν θέλῃς, σὺ σαυτὸν ἐργάσῃ κιθάραν, νεκρώσας τὰ μέλη τῆς σαρκὸς, καὶ πολλὴν τῷ σώματι πρὸς τὴν ψυχὴν ποιήσας τὴν συμφωνίαν. Ὅταν γὰρ μὴ ἐπιθυμῇ κατὰ τοῦ πνεύματος ἡ σὰρξ, ἀλλ᾽ εἴκῃ τοῖς ἐπιτάγμασι τοῖς ἐκείνου, καὶ εἰς πέρας ἄγῃ ταύτην ἐπὶ τὴν ἀρίστην καὶ θαυμαστὴν ὁδὸν, οὕτως ἐργάσῃ μελῳδίαν πνευματικήν. Οὐ χρεία τέχνης ἐνταῦθα χρόνῳ μακρῷ κατορθουμένης, ἀλλὰ προαιρέσεως δεῖ γενναίας μόνον, καὶ δεξόμεθα τὴν ἐμπειρίαν ἐν βραχείᾳ καιροῦ ῥοπῇ.
Οὐ χρεία τόπου, οὐ χρεία χρόνου, ἀλλὰ καὶ ἐν παντὶ τόπῳ, καὶ ἐν παντὶ καιρῷ ψάλλειν ἔξεστι κατὰ διάνοιαν. Κἂν γὰρ ἐν ἀγορᾷ βαδίζῃς, κἂν ἐν ὁδοῖς ᾖς, κἂν φίλοις συνεδρεύῃς, ἔξεστι διεγεῖραι τὴν ψυχὴν, ἔξεστι σιγῶντα βοᾷν. Οὕτω καὶ ὁ Μωϋσῆς ἐβόα, καὶ ὁ Θεὸς ἤκουσε. Κἂν χειροτέχνης ᾖς, ἐν ἐργαστηρίῳ καθήμενος καὶ ἐργαζόμενος, δυνήσῃ ψάλλειν. Κἂν στρατιώτης ᾖς, ἐν δικαστηρίῳ προσεδρεύων, δυνήσῃ τὸ αὐτὸ τοῦτο ποιεῖν.
γʹ. Ἔξεστι καὶ χωρὶς φωνῆς ψάλλειν, τῆς διανοίας ἔνδον ἠχούσης. Οὐ γὰρ ἀνθρώποις ψάλλομεν, ἀλλὰ Θεῷ τῷ δυναμένῳ καὶ καρδίας ἀκοῦσαι, καὶ εἰς τὰ ἀπόῤῥητα τῆς διανοίας ἡμῶν εἰσελθεῖν. Καὶ ταῦτα Παῦλος ἐνδεικνύμενος βοᾷ, λέγων· Αὐτὸ τὸ Πνεῦμα ἐντυγχάνει ὑπὲρ ἡμῶν στεναγμοῖς ἀλαλήτοις. Ὁ δὲ ἐρευνῶν τὰς καρδίας, εἶδε τί τὸ φρόνημα τοῦ Πνεύματος, ὅτι κατὰ Θεὸν ἐντυγχάνει ὑπὲρ ἁγίων.
Τοῦτο δὲ ἔλεγεν, οὐκ ἐπειδὴ τὸ Πνεῦμα ἐστέναζεν, ἀλλ᾽ ἐπειδὴ οἱ πνευματικοὶ ἄνδρες, οἱ τὰ χαρίσματα τοῦ Πνεύματος ἔχοντες, ὑπὲρ τῶν πλησίον εὐχόμενοι, καὶ τὰς ἱκετηρίας ἀναφέροντες, μετὰ κατανύξεως καὶ στεναγμῶν τοῦτο ἐποίουν. Τοῦτο καὶ ἡμεῖς ποιῶμεν, καὶ καθ᾽ ἑκάστην ἡμέραν ἐντυγχάνωμεν τῷ Θεῷ διά τε ψαλμῶν καὶ εὐχῶν. Ἵνα δὲ μὴ τὰ ῥήματα μόνον προσφέρωμεν, ἀλλὰ τὴν δύναμιν αὐτὴν εἰδῶμεν τῶν ῥήσεων, φέρε, τὸ προοίμιον αὐτὸ τοῦ ψαλμοῦ εἰς μέσον ἀγάγωμεν. Τί οὖν ἐστι τὸ προοίμιον; Ὃν τρόπον ἐπιποθεῖ ἡ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων, οὕτως ἐπιποθεῖ ἡ ψυχή μου πρὸς σὲ, ὁ Θεός. Τοιοῦτον τῶν ἐρώντων τὸ ἔθος, μὴ κατέχειν σιγῇ τὸν ἔρωτα, ἀλλ᾽ εἰς τοὺς πλησίον ἐκφέρειν, καὶ λέγειν ὅτι φιλοῦσι.
Θερμὸν γάρ τι πρᾶγμα τῆς ἀγάπης ἡ φύσις, καὶ σιγῇ στέγειν αὐτὴν οὐκ ἂν ἀνέχοιτο ἡ ψυχή. Διὰ τοῦτο καὶ Παῦλος ἔλεγε Κορινθίοις φιλῶν· Τὸ στόμα ἡμῶν ἀνέῳγε πρὸς ὑμᾶς, Κορίνθιοι· τουτέστι, Στέγειν καὶ σιγῇ κατέχειν τὴν ἀγάπην οὐ δύναμαι, ἀλλὰ διὰ παντὸς ὑμᾶς, καὶ πανταχοῦ, καὶ ἐπὶ τῆς διανοίας, καὶ ἐπὶ τῆς γλώττης περιφέρω. Οὕτω καὶ ὁ μακάριος οὗτος φιλῶν τὸν Θεὸν, καὶ καιόμενος ἐν τῷ φιλεῖν, οὐκ ἀνέχεται σιγᾷν, ἀλλὰ ποτὲ μέν φησιν· Ὃν τρόπον ἐπιποθεῖ ἡ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων, οὕτως ἐπιποθεῖ ἡ ψυχή μου πρὸς σὲ, ὁ Θεός· ποτὲ δέ· Ὁ Θεὸς, ὁ Θεός μου, πρὸς σὲ ὀρθρίζω.
Ἐδίψησέ σε ἡ ψυχή μου, ὡς γῆ ἄβατος καὶ ἄνυδρος καὶ ἔρημος. Οὕτω γὰρ ἕτερος τῶν ἑρμηνευτῶν εἶπεν. Ἐπειδὴ γὰρ λόγῳ παραστῆσαι τὸν ἔρωτα οὐκ ἰσχύει, περιέρχεται ζητῶν ὑπόδειγμα, ἵνα κἂν οὕτω τὸ φίλτρον ἡμῖν ἐνδείξηται, καὶ κοινωνοὺς ποιήσῃ τοῦ ἔρωτος. Πειθώμεθα τοίνυν αὐτῷ, καὶ μάθωμεν οὕτως ἐρᾷν.
Καὶ μή μοι λεγέτω τις· Καὶ πῶς δύναμαι φιλεῖν τὸν Θεὸν ὃν οὐ βλέπω; Καὶ γὰρ πολλοὺς οὐχ ὁρῶντες φιλοῦμεν, οἷον τοὺς ἐν ἀποδημίᾳ φίλους ὄντας ἡμῖν, ἢ παῖδας καὶ πατέρας, ἢ συγγενεῖς καὶ οἰκείους· καὶ οὐδὲν γίνεται κώλυμα ἐκ τοῦ μὴ ὁρᾷν, ἀλλ᾽ αὐτὸ δὴ τοῦτο μάλιστα ἐκκαίει τὸ φίλτρον, αὔξει τὸν πόθον.
Διὰ τοῦτο καὶ περὶ Μωϋσέως λέγων ὁ Παῦλος, ὅτι καταλιπὼν θησαυροὺς, καὶ πλοῦτον, καὶ βασιλείας περιφάνειαν, καὶ τὴν ἄλλην ἅπασαν λαμπρότητα τὴν ἐν Αἰγύπτῳ, εἵλετο μετὰ τῶν Ἰουδαίων κακουχεῖσθαι· εἶτα τὴν αἰτίαν ἡμᾶς διδάσκων, ὅτι δὴ ταῦτα πάντα ἐποίει διὰ τὸν Θεὸν, προσέθηκε· Τὸν γὰρ ἀόρατον ὡς ὁρῶν ἐκαρτέρει. Οὐχ ὁρᾷς τὸν Θεὸν, ἀλλ᾽ ὁρᾷς τὰ δημιουργήματα, ὁρᾷς αὐτοῦ τὰ ἔργα, οὐρανὸν, καὶ γῆν, καὶ θάλατταν. Ὁ δὲ φιλῶν, κἂν ἔργον ἴδῃ τοῦ φιλουμένου, κἂν ὑπόδημα, κἂν ἱμάτιον, κἂν ὁτιοῦν ἕτερον, διαθερμαίνεται. Οὐχ ὁρᾷς τὸν Θεὸν, ἀλλ᾽ ὁρᾷς αὐτοῦ τοὺς οἰκέτας, τοὺς φίλους, τοὺς ἁγίους ἄνδρας λέγω καὶ παῤῥησίαν ἔχοντας. Θεράπευσον ἐκείνους νῦν, καὶ ἕξεις τοῦ πόθου παραμυθίαν οὐ τὴν τυχοῦσαν. Καὶ γὰρ ἐπ᾽ ἀνθρώπων, οὐχὶ τοὺς φίλους ἡμῶν μόνον, ἀλλὰ καὶ τοὺς ὑπ᾽ ἐκείνων φιλουμένους φιλεῖν εἰώθαμεν. Κἂν εἴπῃ τις τῶν ἐρωμένων τῶν ἡμετέρων, ὅτι Τὸν δεῖνα φιλῶ, κἂν ἐκεῖνός τι πάθῃ χρηστὸν, ἐγὼ τῆς εὐεργεσίας ἀπολαύειν νομίζω· πάντα ποιοῦμεν καὶ πραγματευόμεθα, ὥσπερ αὐτὸν τὸν ἐρώμενον ὁρῶντες, οὕτω πᾶσαν περὶ ἐκεῖνον ἐπιδείξασθαι σπουδήν. Ἔξεστι τοῦτο καὶ ἐπὶ τοῦ Χριστοῦ κατορθῶσαι νῦν. Εἶπεν, ὅτι Τοὺς πένητας φιλῶ· κἂν οὗτοί τι πάθωσιν ἀγαθὸν, ὡς αὐτὸς ἀπολελαυκὼς, οὕτως ἀποδίδωμι τὴν ἀμοιβήν.
Πάντα ποιήσωμεν ὑπὲρ τῆς εἰς αὐτοὺς θεραπείας· μᾶλλον δὲ πάντα τὰ ὄντα κενώσωμεν εἰς αὐτοὺς, πιστεύοντες διὰ τούτων τὸν Θεὸν τρέφειν. Ὅτι γὰρ αὐτὸς τρέφεται τούτων τρεφομένων, ἄκουσον τοῦ Χριστοῦ τί φησι· Πεινῶντα με γὰρ εἴδετε, φησὶ, καὶ ἐθρέψατε· διψῶντα, καὶ ἐποτίσατε· γυμνὸν, καὶ περιεβάλετε· καὶ πολλὰς ἡμῖν ἔδωκεν ἀφορμὰς τοῦ παραμυθεῖσθαι τὸν πόθον τὸν ἡμέτερον.
Ἄλλως δὲ τὸν ἔρωτα τὸν παρ᾽ ἡμῖν τρία ταῦτα ποιεῖν εἴωθεν, ἢ εὐμορφία σώματος, ἢ εὐεργεσίας μέγεθος, ἢ τὸ φιλεῖσθαι παρ᾽ αὐτοῦ. Τούτων γὰρ ἕκαστον αὐτὸ καθ᾽ ἑαυτὸ δύναται ἐμποιεῖν φίλτρον ἡμῖν. Κἂν γὰρ μηδὲν ὦμεν εὖ παθόντες παρά τινος, ἀκούωμεν δὲ, ὅτι φιλῶν ἡμᾶς διατελεῖ, ἐπαινῶν ἡμᾶς, καὶ θαυμάζων, εὐθέως αὐτῷ συγκολλώμεθα, καὶ στέργομεν ὡς εὐεργέτην· ἐπὶ τοῦ Θεοῦ δὲ οὐχὶ ταῦτα μόνον, ἀλλὰ καὶ τὰ τρία ταῦτα ἔστιν ἰδεῖν μεθ᾽ ὑπερβολῆς τοσαύτης, ὅσην οὐδὲ λόγος παραστῆσαι δυνήσεται. Καὶ πρῶτον, τὸ κάλλος τῆς μακαρίας ἐκείνης καὶ ἀκηράτου φύσεως, ὅτι ἀμήχανον οὕτω πώς ἐστι καὶ ἄμαχον, καὶ πάντα ὑπερβαῖνον λόγον, καὶ πᾶσαν ἐκφεῦγον διάνοιαν. Κάλλος δὲ ὅταν ἀκούσῃς, μηδὲν σωματικὸν ὑποπτεύσῃς, ἀγαπητὲ, ἀλλὰ ἀσώματόν τινα δόξαν καὶ μεγαλοπρέπειαν ἄφραστον.
δʹ. Ταύτην οὖν ὁ προφήτης ἐκφαίνων ἔλεγε· Καὶ τὰ Σεραφεὶμ εἱστήκεισαν κύκλῳ αὐτοῦ, καὶ ταῖς μὲν δυσὶ πτέρυξι κατεκάλυπτον τὸ πρόσωπον, ταῖς δὲ δυσὶ κατεκάλυπτον τοὺς πόδας, ταῖς δὲ δυσὶν ἐπέτοντο, καὶ ἔκραζον, Ἅγιος, ἅγιος, ἅγιος, ἀπὸ τῆς ἐκπλήξεως, ἀπὸ τοῦ θαύματος, ἀπὸ τῆς εὐπρεπείας ἐκείνης, ἀπὸ τῆς δόξης. Καὶ πάλιν ὁ Δαυῒδ κατανοήσας αὐτὸ τοῦτο τὸ κάλλος, καὶ τὴν δόξαν ἐκπλαγεὶς τῆς μακαρίας ἐκείνης φύσεως, ἔλεγε· Περίζωσαι τὴν ῥομφαίαν σου ἐπὶ τὸν μηρόν σου, δυνατὲ, τῇ ὡραιότητί σου καὶ τῷ κάλλει σου. Διὰ τοῦτο καὶ Μωϋσῆς ἐπεθύμει πολλάκις αὐτὸν ἰδεῖν, τῷ φίλτρῳ τρωθεὶς τούτῳ, καὶ τῆς δόξης ἐκείνης ἐρῶν. Διὰ τοῦτο καὶ Φίλιππος ἔλεγε· Δεῖξον ἡμῖν τὸν Πατέρα, καὶ ἀρκεῖ ἡμῖν. Μᾶλλον δὲ ὅσα ἂν εἴπωμεν, οὐδὲ μικρὸν, οὐδὲ ἀμυδρὸν ἴχνος τι τῆς εὐπρεπείας ἐκείνης παραστῆσαι δυνησόμεθα. Ἀλλὰ τὰς εὐεργεσίας βούλῃ καταλέξωμεν; Ἀλλ᾽ οὐδὲ ταύτας λόγος παραστῆσαι δυνήσεται. Διὰ τοῦτο ὁ Παῦλος ἔλεγε· Χάρις δὲ τῷ Κυρίῳ ἐπὶ τῇ ἀνεκδιηγήτῳ αὐτοῦ δωρεᾷ. Καὶ πάλιν· Ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν τοῦ ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν. Καὶ πάλιν· Ὦ βάθος πλούτου, καὶ σοφίας, καὶ γνώσεως Θεοῦ! ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ, καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ! Ἀλλὰ τὸ φίλτρον ὃ περὶ ἡμᾶς ἐπεδείξατο ποῖος παραστήσει λόγος;
Τοῦτο γοῦν ἐκπληττόμενος ὁ Ἰωάννης ἔλεγεν· Οὕτω γὰρ ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον, ὅτι τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ ἔδωκεν. Εἰ δὲ βούλει καὶ ἀκοῦσαι αὐτοῦ τῶν ῥημάτων, καὶ τὸν πόθον μαθεῖν, ἄκουσον τί φησι διὰ τοῦ προφήτου· Μὴ ἐπιλήσεται γυνὴ τοῦ ἐλεῆσαι τὰ ἔκγονα τῆς κοιλίας αὐτῆς; Εἰ δὲ καὶ ἐπιλάθοιτο ταῦτα γυνὴ, ἀλλ᾽ ἐγὼ οὐκ ἐπιλήσομαί σου. Καὶ καθάπερ οὗτος ἔλεγεν· Ὃν τρόπον ἐπιποθεῖ ἡ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων, οὕτως ἐπιποθεῖ ἡ ψυχή μου πρὸς σὲ, ὁ Θεός· οὕτω καὶ ὁ Χριστός φησι· Ὃν τρόπον ἐπισυνάγει ὄρνις τὰ ἑαυτῆς νεοσσία, οὕτως ἐθέλησα ἐπισυνάξαι τὰ τέκνα ὑμῶν, καὶ οὐκ ἐθελήσατε. Καὶ πάλιν, Καθὼς οἰκτείρει πατὴρ υἱοὺς, οὕτως ᾠκτείρησε Κύριος τοὺς φοβουμένους αὐτόν· καὶ πάλιν, Ὅτι κατὰ τὸ ὕψος τοῦ οὐρανοῦ ἀπὸ τῆς γῆς ἐκραταίωσε Κύριος τὸ ἔλεος αὐτοῦ ἐπὶ τοὺς φοβουμένους αὐτόν.
Καὶ καθάπερ ὁ προφήτης ὑπόδειγμα ζητεῖ, ἵνα τὸν πόθον ἐνδείξηται τὸν ἑαυτοῦ· οὕτω καὶ ὁ Θεὸς ὑποδείγμασί τισι κέχρηται, ἵνα ἡμῖν δηλώσῃ τὸν ἔρωτα, ὃν περὶ τῆς ἡμετέρας σωτηρίας ἔχει. Καὶ ὁ μὲν προφήτης ἔλαφον εἶπε διψῶσαν, καὶ γῆν ἐκκεκαυμένην· ὁ δὲ Θεὸς ὀρνίθων περὶ νεοττοὺς φιλοστοργίαν, καὶ πατέρων κηδεμονίαν, καὶ ὕψος οὐρανοῦ ἀπὸ γῆς, καὶ εὐσπλαγχνίαν μητέρων, οὐκ ἐπειδὴ τοσοῦτον φιλεῖ μόνον, ὅσον μήτηρ παῖδα, ἀλλ᾽ ἐπειδὴ τούτων τῶν ὅρων, καὶ τῶν κανόνων καὶ ὑποδειγμάτων οὐκ ἔστι παρ᾽ ἡμῖν ἕτερα μείζονα φιλίας τεκμήρια. Ἐπεὶ οὐ τοσοῦτον φιλεῖ ἡμᾶς μόνον, ὅσον παιδία μήτηρ φιλόστοργος, ἀλλὰ πολλῷ πλέον, ἄκουσον τί φησιν· Εἰ γὰρ καὶ ἐπιλάθοιτο, φησὶ, γυνὴ τῶν ἐκγόνων αὐτῆς, ἀλλ᾽ ἐγὼ οὐκ ἐπιλήσομαί σου. Τοῦτο δὲ ἔλεγε δεικνὺς, ὅτι πάσης φιλοστοργίας θερμότερος ὁ περὶ ἡμᾶς αὐτοῦ πόθος ἐστίν. Ταῦτα δὲ πάντα συλλέγων ἀναλογίζου πρὸς ἑαυτὸν, καὶ θερμὸν ἐργάσῃ τὸν ἔρωτα, καὶ λαμπρὰν ἀνάψεις τὴν φλόγα. Ἐπεὶ οὖν τὰς φιλίας καὶ ἐφ᾽ ἡμῶν τῶν ἀνθρώπων οὐδὲν οὕτως ἐκκαίειν εἴωθεν, ὡς τὸ μεμνῆσθαι τῶν εὐεργεσιῶν, ὧν ἀπελαύσαμεν· καὶ ἐπὶ τοῦ Θεοῦ τοῦτο ποιῶμεν.
Ἀναλογισώμεθα πόσα δι᾽ ἡμᾶς ἐποίησεν, αὐτὸν τὸν οὐρανὸν, τὴν γῆν, τὴν θάλατταν, τὸν ἀέρα, τὰ ἐν τῇ γῇ φυτὰ, καὶ ἄνθη τὰ ποικίλα, καὶ κτήνη, καὶ ἑρπετὰ, τὰ ἐν τῇ θαλάττῃ, τὰ ἐν ἀέρι μέσῳ, τὰ ἄστρα τὰ ἐν οὐρανῷ, τὸν ἥλιον, τὴν σελήνην, τὰ ὁρώμενα ἁπλῶς ἅπαντα, τὰς ἀστραπὰς, τῶν ὡρῶν τὴν εὐταξίαν, ἡμέρας καὶ νυκτὸς διαδοχὴν, τὰς ἐτησίους τροπάς. Ψυχὴν ἐνέπνευσε, λόγον ἐχαρίσατο, ἀρχῇ τετίμηκε μεγίστῃ. Ἀγγέλους ἀπέστειλε, προφήτας ἔπεμψεν, ὕστερον τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ. Καὶ μετ᾽ ἐκεῖνα πάλιν καὶ οὗτος παρακαλεῖ καὶ δι᾽ ἑαυτοῦ καὶ διὰ τοῦ μονογενοῦς Παιδὸς, ἵνα σὺ σωθῇς· καὶ οὐ παύεται Παῦλος πρεσβεύων, Ὡς τοῦ Θεοῦ παρακαλοῦντος δι᾽ ἡμῶν, δεόμεθα ὑπὲρ Χριστοῦ, καταλλάγητε τῷ Θεῷ. Καὶ οὐδὲ ἐνταῦθα ἔστη, ἀλλὰ καὶ ἀπὸ τῆς φύσεως τῆς σῆς λαβὼν ἀπαρχὴν, Ἐκάθισεν ἄνω πάσης ἀρχῆς καὶ ἐξουσίας καὶ δυνάμεως, καὶ παντὸς ὀνόματος ὀνομαζομένου οὐ μόνον ἐν τῷ αἰῶνι τούτῳ, ἀλλὰ καὶ ἐν τῷ μέλλοντι. Ἀληθῶς εὔκαιρον νῦν εἰπεῖν· Τίς λαλήσει τὰς δυναστείας τοῦ Κυρίου, ἀκουστὰς ποιήσει πάσας τὰς αἰνέσεις αὐτοῦ; Κἀκεῖνο πάλιν· Τί ἀνταποδώσω τῷ Κυρίῳ περὶ πάντων, ὧν ἀνταπέδωκέ μοι; Τί γὰρ ταύτης ἴσον γένοιτ᾽ ἂν τῆς τιμῆς, ἀλλ᾽ ἢ ὅταν ἡ ἀπαρχὴ τοῦ γένους ἡμῶν τοῦ τοσαῦτα προσκεκρουκότος, τοῦ ἠτιμωμένου, ἐν ὕψει τοσούτῳ κάθηται, καὶ τοσαύτης ἀπολαύῃ τιμῆς;
Μὴ τὰς κοινὰς δὲ μόνον εὐεργεσίας, ἀλλὰ καὶ τὰς ἰδίας ἀνάλεγε, οἷον εἴ ποτε συκοφαντίᾳ περιπεσὼν ἀπηλλάγης τῆς κατηγορίας· εἴ ποτε ἀωρίᾳ καὶ μεσονυκτίῳ λῃσταῖς περιτυχὼν, διέφυγες ἐκείνων τὰς ἐπιβουλάς· εἴ ποτε ζημίαν ἐπενεχθεῖσαν ἀπεδύσω· εἰ νοσήματι περιπεσὼν χαλεπῷ παραμυθίας ἔτυχες.
εʹ. Πάντα ἀνάλεγε τὰ παρὰ πᾶσάν σου τὴν ζωὴν γινόμενα εὐεργετήματα τοῦ Θεοῦ, καὶ πολλὰ πάντως εὑρήσεις, οὐ παρὰ πᾶσαν τὴν ζωὴν μόνον, ἀλλὰ καὶ ἐν ἡμέρᾳ μιᾷ· καὶ εἰ ἐβούλετο ὁ Θεὸς πάσας τὰς καθ᾽ ἑκάστην ἡμέραν εὐεργεσίας, ἃς ἡμᾶς εὐεργετεῖ, ἀγνοούντων ἡμῶν καὶ οὐκ εἰδότων, εἰς μέσον τιθέναι, οὐδ᾽ ἂν ἀριθμῆσαι αὐτὰς δυνηθείημεν. Πόσοι δαίμονες εἰς τὸν ἀέρα φέρονται τοῦτον; πόσαι ἐναντίαι δυνάμεις; Εἰ μόνον ἐπέτρεψεν αὐτοῖς τὴν ὄψιν τὴν ἑαυτῶν δεῖξαι τὴν φοβερὰν ἐκείνην καὶ ἀτερπῆ, οὐκ ἂν ἐξέστημεν; οὐκ ἂν ἀπωλόμεθα; οὐκ ἂν διεφθάρημεν;
Ταῦτα δὴ πάντα ἀναλογιζόμενοι, καὶ τὰ ἁμαρτήματα ἑαυτῶν, ὅσα ἑκόντες, ὅσα ἀγνοοῦντες σφαλλόμεθα (καὶ γὰρ καὶ τοῦτο οὐ μικρὸν εἰς εὐεργεσίας λόγον, μὴ καθ᾽ ἑκάστην ἡμέραν ἐπεξιέναι τὸν Θεὸν τοῖς πλημμελήμασι τοῖς ἡμετέροις), δυνησόμεθα φιλεῖν τὸν Θεόν. Ὅταν γὰρ ἐννοήσῃς, ὅσα καθ᾽ ἑκάστην ἁμαρτάνεις τὴν ἡμέραν, ὅσα καθ᾽ ἑκάστην εὐεργετῇ τὴν ἡμέραν, ὅσης ἀπολαύεις μακροθυμίας, ὅσης ἀνέσεως, καὶ ὅτι εἰ καθ᾽ ἑκάστην ὁ Θεὸς ἐπεξῄει, οὐδὲ βραχὺν ἂν ἔζησας χρόνον (κατὰ τὸν Προφήτην τὸν λέγοντα· Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε, Κύριε, τίς ὑποστήσεται;)· αὐτῷ χάριτας εἴσῃ, καὶ ἐπ᾽ οὐδενὶ δυσχερανεῖς τῶν προσπιπτόντων· ἀλλ᾽ ὄψει, ὅτι κἂν μυρία πάθῃς, οὐδέπω τὴν ἀξίαν ἀπέδωκας δίκην, καὶ οὕτω διακείμενος πολὺν τὸν πόθον ἀνάψεις, καὶ δυνήσῃ κατὰ τὸν προφήτην λέγειν· Ὃν τρόπον ἐπιποθεῖ ἡ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων, οὕτως ἐπιποθεῖ ἡ ψυχή μου πρὸς σὲ, ὁ Θεός. Ἄξιον δὲ ἐξετάσαι, τί δήποτε τοῦτο τὸ ζῶον εἰς μέσον παρήγαγε. Διψαλέον πώς ἐστιν ἡ ἔλαφος, καὶ διὰ τοῦτο συνεχῶς τρέχει ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων. Διψαλέον δὲ γίνεται καὶ ἀπὸ τῆς φύσεως καὶ ἀπὸ τοῦ τοὺς ὄφεις κατεσθίειν, καὶ τοῖς ἐκείνων τρέφεσθαι σώμασι. Καὶ σὺ τοίνυν τοῦτο ποίησον· τὸν νοητὸν ὄφιν κατάφαγε· ἐδάφισον τὴν ἁμαρτίαν, καὶ δυνήσῃ διψᾷν τὸν τοῦ Θεοῦ πόθον.
Καθάπερ γὰρ τὸ πονηρὸν συνειδὸς ῥυπαροὺς ἡμᾶς ἐργάζεται, καὶ εἰς ἀπόγνωσιν ἡμᾶς ἐμβάλλει· οὕτως, ἂν ἐδαφίσωμεν ἡμῶν τὰς ἁμαρτίας, ἂν ἐκκαθάρωμεν τὴν πονηρίαν δυνησόμεθα διαβλέψαι εἰς τὸν πνευματικὸν πόθον, καὶ μετὰ πολλῆς τῆς προθυμίας καλεῖν τὸν Θεὸν, καὶ τὸ φίλτρον σφοδρότερον ἀνάπτειν, καὶ μὴ διὰ ῥημάτων μόνον, ἀλλὰ καὶ δι᾽ αὐτῶν τῶν ἔργων ταύτην ὑποψάλλειν τὴν ὑπακοήν. Καὶ γὰρ διὰ τοῦτο τοὺς ψαλμοὺς ἡμῖν ᾖσεν ὁ μακάριος ἐκεῖνος, μᾶλλον δὲ ἡ τοῦ Πνεύματος χάρις, οὐχ ἵνα τὰ ῥήματα λέγωμεν μόνον, ἀλλ᾽ ἵνα καὶ δι᾽ αὐτῶν τῶν ἔργων αὐτοὺς μελετῶμεν.
Μὴ τοίνυν οἰηθῇς διὰ τοῦτο ἐνταῦθα εἰσιέναι, ἵνα τὰ ῥήματα εἴπῃς μόνον, ἀλλ᾽ ἵνα ὅταν ὑποψάλλῃς, συνθήκας εἶναι νομίσῃς τὴν ὑπακοήν. Ὅταν γὰρ εἴπῃς Ὃν τρόπον ἐπιποθεῖ ἡ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων, οὕτως ἐπιποθεῖ ἡ ψυχή μου πρὸς σὲ, ὁ Θεός· συνέθου τῷ Θεῷ, γραμματεῖον ἔγραψας ἄνευ χάρτου καὶ μέλανος, διὰ τῆς φωνῆς ὡμολόγησας πάντων αὐτὸν μᾶλλον φιλεῖν, καὶ οὐδὲν αὐτοῦ προκρίνεσθαι, καὶ καίεσθαι τῷ περὶ αὐτὸν ἔρωτι.
Ἂν τοίνυν ἐξελθὼν ἴδῃς γυναῖκα εὔμορφόν τινα καὶ ἀκόλαστον δελεάζουσάν σε καὶ πρὸς τὸν ἔρωτα τὸν ἑαυτῆς καλοῦσαν, εἰπὲ πρὸς αὐτήν· Οὐ δύναμαί σοι ἀκολουθῆσαι, συνθήκας ἐθέμην πρὸς τὸν Θεὸν, παρόντων τῶν ἀδελφῶν, τῶν ἱερέων, τῶν διδασκάλων, ὡμολόγησα καὶ ὑπεσχόμην διὰ τῆς ὑπακοῆς οὕτως αὐτὸν φιλεῖν, Ὃν τρόπον ἐπιποθεῖ ἡ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων. Δέδοικα παραβῆναι τὰς συνθήκας, ἐκείνου λοιπὸν μελετῶ τὸν ἔρωτα. Ἐὰν ἴδῃς ἀργύριον ἐπὶ τῆς ἀγορᾶς κείμενον, ἢ ἱμάτια χρυσᾶ, ἑτέρους σοβοῦντας, οἰκέτας ἔχοντας καὶ ἵππους χρυσοχαλίνους, μηδὲν πάθῃς ὑπὸ τῆς φαντασίας ἐκείνης, ἀλλὰ πάλιν ἔπᾳδε σεαυτῷ, καὶ εἰπὲ πρὸς τὴν ψυχὴν τὴν σήν· Πρὸ μικροῦ ὑπεψάλαμεν, Ὃν τρόπον ἐπιποθεῖ ἡ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων, οὕτως ἐπιποθεῖ ἡ ψυχή μου πρὸς σὲ, ὁ Θεός· καὶ ᾠκειωσάμεθα τὸ γράμμα, καὶ ἡμῶν αὐτὸ ἐποιήσαμεν εἶναι. Μηδὲν οὖν φιλῶμεν τῶν βιωτικῶν τούτων, ἵνα ἄκρατος ἡμῖν ὁ ἔρως ἐκεῖνος μείνῃ, καὶ μὴ σχιζόμενος ἀσθενέστερος γένηται.
Οὗτος ὁ πλοῦτος ἅπαντα πλοῦτον, ἅπαντα θησαυρὸν, πᾶσαν εὐδοκίμησιν, πᾶσαν δόξαν, πᾶσαν περιφάνειαν ἡμῖν χαρίσασθαι δυνήσεται. Τοῦτον κατέχωμεν, καὶ οὐδενὸς ἑτέρου δεησόμεθα. Εἰ γὰρ οἱ τὸν αἰσχρὸν τοῦτον ἔρωτα φιλοῦντες, καὶ κόρης περικαιόμενοι πολλάκις εὐμόρφου τινὸς, καὶ πατέρων ἀπειλούντων, καὶ φίλων ὀνειδιζόντων, καὶ ἑτέρων πολλῶν διαβαλλόντων, οὐδὲ ἐπιστρέφονται, ἀλλὰ πρὸς ἐκείνην εἰσὶ τετραμμένοι, καὶ οἰκίας καταφρονοῦσι, καὶ κλήρου πατρῴου, καὶ δόξης, καὶ εὐδοκιμήσεως, καὶ φίλων παραινέσεως, μεγάλην νομίζοντες ἔχειν παραμυθίαν τούτων ἁπάντων, ἂν εὐδοκιμῶσι παρὰ τῇ ἐρωμένῃ μόνῃ, κἂν εὐτελὴς ᾖ, κἂν ἄτιμος, κἂν ἡτισοῦν ἐκείνη· οἱ τὸν Θεὸν φιλοῦντες, ὡς χρὴ, πότε αἰσθήσονται τῶν ἀνθρωπίνων, ἢ τῶν λαμπρῶν, ἢ τῶν λυπηρῶν; Οὐδὲ ὄψονται μὲν οὖν τὰς φαντασίας τοῦ παρόντος βίου, πρὸς ἐκεῖνον τεταμένοι τὸν ἔρωτα, ἀλλὰ πάσης μὲν καταγελάσουσι τῆς εὐημερίας, πάσης δὲ ὑπερόψονται δυσπραγίας, προσδεδεμένοι τῷ πόθῳ τοῦ Θεοῦ, καὶ οὐδὲν ἄλλο ὁρῶντες, ἀλλ᾽ ἢ ἐκεῖνον μόνον, καὶ πανταχοῦ αὐτὸν φανταζόμενοι, καὶ πάντων μακαριωτέρους ἑαυτοὺς εἶναι νομίζοντες.
Κἂν ἐν πενίᾳ, κἂν ἐν ἀτιμίᾳ, κἂν ἐν δεσμοῖς, κἂν ἐν θλίψεσι, κἂν ἐν τοῖς ἐσχάτοις ὦσι κακοῖς, τῶν βασιλευόντων αὐτῶν ἄμεινον ἡγήσονται διακεῖσθαι, ἐν πᾶσιν οἷς ἂν πάσχωσι θαυμαστήν τινα παραμυθίαν ἔχοντες, τὸ διὰ τὸν ποθούμενον ταῦτα πάσχειν.
ϛʹ. Διὰ τοῦτο καὶ Παῦλος ἐν καθημερινοῖς θανάτοις ὢν, ἐν δεσμωτηρίοις, ἐν ναυαγίοις, ἐν ἐρημίαις, ἐν μάστιξιν, ἐν μυρίαις ἑτέραις κολάσεσιν, ἔχαιρε καὶ ἠγαλλιᾶτο, καὶ ἐσκίρτα καὶ ἐκαυχᾶτο· καὶ νῦν μὲν ἔλεγεν, ὅτι Οὐ μόνον δὲ ἐπ᾽ ἐλπίδι τῆς δόξης τοῦ Θεοῦ, ἀλλὰ καὶ ἐν ταῖς θλίψεσι καυχώμεθα· νῦν δὲ πάλιν, ὅτι Χαίρω ἐν τοῖς παθήμασι, καὶ ἀνταναπληρῶ τὰ ὑστερήματα τῶν θλίψεων τοῦ Χριστοῦ ἐν τῇ σαρκί μου· καὶ χάριν τὸ πρᾶγμα καλεῖ, ὁμολογῶν οὕτω καὶ λέγων, ὅτι Ἡμῖν οὕτως ἐχαρίσθη ἀπὸ τοῦ Χριστοῦ, οὐ μόνον τὸ εἰς αὐτὸν πιστεύειν, ἀλλὰ καὶ τὸ ὑπὲρ αὐτοῦ πάσχειν.
Τοιαύτην οὖν καὶ ἡμεῖς σπουδάσωμεν γνώμην ἔχειν, καὶ μεθ᾽ ἡδονῆς πάντα φέρωμεν τὰ προσπίπτοντα λυπηρά. Δυνησόμεθα δὲ φέρειν, ἂν τὸν Θεὸν φιλήσωμεν, ὡς ὁ προφήτης ἐφίλησεν. Οὐ γὰρ δὴ μόνον ἀπὸ τῆς ὑπακοῆς ταύτης ἔστιν ἰδεῖν αὐτοῦ τὸ φίλτρον, ἀλλὰ καὶ ἀπὸ τῶν ἑξῆς ῥημάτων. Εἰπὼν γὰρ, Ὃν τρόπον ἐπιποθεῖ ἡ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων, οὕτως ἐπιποθεῖ ἡ ψυχή μου πρὸς σὲ, ὁ Θεός μου, ἐπήγαγε λέγων· Ἐδίψησεν ἡ ψυχή μου πρὸς τὸν Θεὸν τὸν ἰσχυρὸν, τὸν ζῶντα· πότε ἥξω καὶ ὀφθήσομαι τῷ προσώπῳ τοῦ Θεοῦ; Οὐκ εἶπεν, Ἐφίλησεν ἡ ψυχή μου τὸν Θεὸν τὸν ζῶντα, οὐδ᾽, Ἠγάπησεν ἡ ψυχή μου τὸν Θεὸν τὸν ζῶντα, ἀλλ᾽ ἵνα τὴν διάθεσιν ἐνδείξηται, δίψος ἐκάλεσε τὸ φίλτρον, ἀμφότερα ἡμῖν δηλῶν, τό τε διακαὲς τῆς ἀγάπης, καὶ τὸ διηνεκὲς τοῦ ἔρωτος. Καθάπερ γὰρ οἱ διψῶντες οὐκ ἐν μιᾷ τοῦτο πάσχουσιν ἡμέρᾳ καὶ δύο καὶ τρισὶν, ἀλλὰ καὶ διὰ παντὸς τοῦ βίου, τῆς φύσεως ἐπὶ τοῦτο αὐτοὺς ἀγούσης· οὕτω δὴ καὶ ὁ μακάριος ἐκεῖνος, καὶ πάντες οἱ ἅγιοι, οὐκ ἐν μιᾷ μόνον ἡμέρᾳ ἐν κατανύξει ἐγένοντο, καθάπερ πολλοὶ τῶν ἀνθρώπων, οὐδὲ ἐν δυσὶ καὶ τρισὶ (τοῦτο γὰρ οὐδὲν θαυμαστὸν), ἀλλὰ καὶ διηνεκῶς καὶ καθ᾽ ἑκάστην ἡμέραν ἐρῶντες διετέλουν μετ᾽ εὐλαβείας, καὶ τὴν ἀγάπην ἐπέτεινον.
Ἅπερ οὖν καὶ αὐτὸς ἐμφαίνων ἔλεγεν· Ἐδίψησεν ἡ ψυχή μου πρὸς τὸν Θεὸν τὸν ἰσχυρὸν, τὸν ζῶντα, ὁμοῦ καὶ τὴν αἰτίαν θέλων εἰπεῖν, καὶ διὰ σὲ βουλόμενος δεῖξαι, πῶς ἄν τις τὸν Θεὸν οὕτως φιλήσειε. Διὰ γὰρ τῶν ἑξῆς τοῦτο ἐδήλωσεν, εἰπὼν, ὅτι Ἐδίψησεν ἡ ψυχή μου πρὸς τὸν Θεὸν, καὶ ἐπαγαγὼν, Τὸν ζῶντα· μονονουχὶ παραινῶν καὶ ἐμβοῶν πᾶσι τοῖς πρὸς τὰ βιωτικὰ πράγματα κεχηνόσι· Τί περὶ σώματα μαίνεσθε; τί δόξης ἐπιθυμεῖτε; τί τρυφῆς ἐφίεσθε; Οὐδὲν τούτων μένει καὶ ζῇ διηνεκῶς, ἀλλὰ διαῤῥεῖ καὶ παρέρχεται, καὶ σκιᾶς εἰσιν οὐδαμινώτερα, καὶ ὀνείρων ἀπατηλότερα, καὶ τῶν ἐαρινῶν ἀνθῶν εὐφθαρτότερα, τὰ μὲν μετὰ τῆς παρούσης καταλιμπάνοντα ζωῆς, τὰ δὲ καὶ πρὸ τῶν ἐνταῦθα καταλυόμενα. Ἄπιστος αὐτῶν ἡ κτῆσις, ἀβέβαιος ἡ ἀπόλαυσις, ὀξύῤῥοπος ἡ μεταβολή· ἐπὶ τοῦ Θεοῦ δὲ οὐδὲν τοιοῦτόν ἐστιν, ἀλλὰ ζῇ καὶ μένει διηνεκῶς ἐκεῖνος, οὔτε ἀλλοίωσιν, οὔτε τροπήν τινα δεχόμενος. Ἀφέντες τοίνυν τὰ πρόσκαιρα καὶ ἐφήμερα, τὸν αἰώνιον καὶ διηνεκῆ φιλῶμεν. Οὐ γὰρ ἔστιν ἐκεῖνον φιλοῦντα καταισχυνθῆναί ποτε· οὐκ ἔστιν ἐκπεσεῖν· οὐκ ἔστιν ἔρημον γενέσθαι τοῦ φιλουμένου.
Χρήματα μὲν ὁ φιλῶν, ἢ τελευτῆς ἐπελθούσης, ἢ καὶ πρὸ τῆς τελευτῆς γυμνοῦται τῶν ποθουμένων· καὶ δόξης τις ἐρῶν τῆς παρούσης τὸ αὐτὸ πάσχει· πολλάκις δὲ καὶ τὸ τῶν σωμάτων κάλλος πολὺ τῶν εἰρημένων κατασβέννυται θᾶττον, καὶ πάντα ἁπλῶς τὰ βιωτικὰ, πρόσκαιρα καὶ ἐφήμερα, καὶ πρὶν ἢ παραγενέσθαι καὶ φανῆναι, εὐθέως ἀποπηδᾷ. Ὁ δὲ τῶν πνευματικῶν ἔρως τοὐναντίον ἅπαν, ἀκμάζει διηνεκῶς καὶ ἀνθεῖ, καὶ γῆρας οὐκ οἶδεν, οὐδὲ παλαιότητα δέχεται, οὐδὲ μεταβολῇ τινι καὶ τροπῇ καὶ ἀδηλίᾳ τοῦ μέλλοντός ἐστιν ὑπεύθυνος· ἀλλὰ καὶ ἐνταῦθα τοὺς κεκτημένους ὠφελεῖ, καὶ περιβάλλει πάντοθεν, καὶ ἀπελθόντας ἐντεῦθεν οὐκ ἀφίησιν, ἀλλὰ καὶ συναποδημεῖ καὶ συμμεθίσταται τούτοις, καὶ τῶν φωστήρων αὐτῶν λαμπροτέρους αὐτοὺς ἀποφαίνει κατὰ τὴν ἡμέραν ἐκείνην. Ἅπερ οὖν εἰδὼς καὶ ὁ μακάριος Δαυΐδ, φιλῶν διετέλει, καὶ τὸν ἔρωτα οὐκ ἠνέσχετο κατέχειν ἔνδον, ἀλλὰ παντὶ τρόπῳ δεῖξαι τοῖς ἀκούουσιν ἠπείγετο τὸ πῦρ, ὅπερ ἔνδον αὐτὸν συνεῖχεν. Εἰπὼν γὰρ, Ἐδίψησεν ἡ ψυχή μου πρὸς τὸν Θεὸν τὸν ἰσχυρὸν, τὸν ζῶντα, ἐπήγαγε, Πότε ἥξω καὶ ὀφθήσομαι τῷ προσώπῳ τοῦ Θεοῦ; Ὅρα καιόμενον τὸν ἄνθρωπον· ὅρα ἐμπιπράμενον. Εἰδὼς ὅτι ἐντεῦθεν ἀπελθὼν αὐτὸν ὄψεται, οὐδὲ τὴν ἀναβολὴν ἀναμένει· οὐ στέγει τὴν ὑπέρθεσιν, ἀλλὰ ἀποστολικὸν ἡμῖν ἐνταῦθα δείκνυσι φρόνημα.
Καὶ γὰρ ἐκεῖνος ἔστενεν ἐπὶ τῇ μελλήσει τῆς ἐντεῦθεν ἀποδημίας· καὶ οὗτος τὸ αὐτὸ τοῦτο ἔπασχε. Διὰ τοῦτο ἔλεγε, Πότε ἥξω καὶ ὀφθήσομαι τῷ προσώπῳ τοῦ Θεοῦ; Καὶ εἰ μὲν ἰδιώτης τις ἦν καὶ εὐτελὴς, καὶ ταπεινὸς, καὶ ἐν πενίᾳ ζῶν, μέγα μὲν καὶ οὕτως τὸ τῆς παρούσης καταφρονῆσαι ζωῆς· πλὴν οὐχ οὕτω μέγα καθάπερ νῦν τὸν βασιλεύοντα καὶ τοσαύτης ἀπολαύοντα τρυφῆς, τοσαύτης μετέχοντα δόξης, νίκας ἀνῃρημένον μυρίας, καὶ πολλοὺς νικήσαντα πολέμους, καὶ λαμπρὸν ὄντα καὶ ἐπίδοξον πανταχοῦ, πάντων μὲν καταγελᾷν τούτων, καὶ πλούτου καὶ δόξης καὶ τρυφῆς ἁπάσης, κεχηνέναι δὲ πρὸς τὰ μέλλοντα· τοῦτο μεγαλοψύχου τινός ἐστι διανοίας, τοῦτο φιλοσόφου ψυχῆς καὶ πρὸς τὸν οὐράνιον ἐπτερωμένης ἔρωτα.
ζʹ. Τοῦτον δὴ καὶ ἡμεῖς μιμησώμεθα, καὶ μὴ θαυμάσωμεν τὰ παρόντα, ἵνα θαυμάσωμεν τὰ μέλλοντα· μᾶλλον δὲ θαυμάσωμεν τὰ μέλλοντα, ἵνα μὴ θαυμάσωμεν τὰ παρόντα. Ἂν γὰρ διηνεκῶς ταῖς περὶ ἐκείνων ἐννοίαις ἐνδιατρίβωμεν, καὶ τὴν βασιλείαν τῶν οὐρανῶν, τὴν ἀθανασίαν, τὴν ζωὴν τὴν ἀτελεύτητον, τὴν μετὰ ἀγγέλων χορείαν, τὴν μετὰ Χριστοῦ διατριβὴν, τὴν ἀκήρατον δόξαν ἐκείνην, τὴν πάσης ἀπηλλαγμένην ὀδύνης ζωὴν ἀναλογισώμεθα πρὸς ἑαυτοὺς, καὶ ἐνορῶμεν, ὅτι καὶ δάκρυα, καὶ ὀνείδη, καὶ λοιδορίαι, καὶ θάνατος, καὶ ἀθυμίαι, καὶ πόνος, καὶ γῆρας, καὶ νόσος, καὶ ἀῤῥωστία, καὶ πενία, καὶ συκοφαντία, καὶ χηρεία, καὶ ἁμαρτία, καὶ κατάγνωσις, καὶ κόλασις, καὶ τιμωρία, καὶ εἴ τι ἕτερον κατὰ τὸν παρόντα βίον ἐστὶ λυπηρὸν καὶ ἀηδὲς, ταῦτα πάντα ἀπελήλαται, ἀντεισενήνεκται δὲ ἀντὶ τούτων εἰρήνη, πραότης, ἐπιείκεια, ἀγάπη, χαρὰ, δόξα, τιμὴ, λαμπρότης, τὰ ἄλλα, ὅσα οὐδὲ λόγος παραστῆσαι δυνήσεται, οὐδὲν ἡμᾶς τῶν παρόντων αἱρήσεται, ἀλλὰ καὶ ἡμεῖς δυνησόμεθα λέγειν κατὰ τὸν Προφήτην· Πότε ἥξω καὶ ὀφθήσομαι τῷ προσώπῳ τοῦ Θεοῦ; καὶ οὕτω διακείμενοι, οὔτε εἰς ἀπόνοιαν ἀπὸ τῶν τοῦ βίου λαμπρῶν, οὔτε εἰς ἀθυμίαν ἀπὸ τῶν λυπηρῶν ἐμπεσούμεθα, οὐ φθόνος, οὐ κενοδοξία, οὐκ ἄλλο τι τῶν τοιούτων ἡμᾶς αἱρήσεταί ποτε.
Μὴ τοίνυν ἁπλῶς ἐνταῦθα εἰσίωμεν, μηδὲ τὰς ὑπακοὰς ἀφωσιωμένοι ὑπακούωμεν, ἀλλὰ ἀντὶ βακτηρίας αὐτὰς λαβόντες ἐξέλθωμεν. Ἀρκεῖ δὲ ἕκαστος στίχος πολλὴν ἡμῖν ἐνθεῖναι φιλοσοφίαν, καὶ εἰς τὸ τὰ δόγματα διορθῶσαι, καὶ εἰς τὸ βίον ὠφελῆσαι τὰ μέγιστα· κἂν μετὰ ἀκριβείας ἑκάστην διερευνήσωμεν ῥῆσιν, μεγάλα καρπωσόμεθα ἀγαθά. Οὔτε γὰρ πενίαν, οὔτε ἀσχολίαν, οὔτε ὀκνηρίαν δεῖ ἐνταῦθα προβάλλεσθαι.
Κἂν γὰρ πένης ᾖς, καὶ διὰ τὴν πενίαν ἀπορῇς βιβλίων, ἢ βιβλία μὲν ἔχῃς, σχολῆς δὲ μὴ ἀπολαύσῃς, τὰς ὑπακοὰς μόνον διατήρησόν μοι τῶν ψαλμῶν, ἃς ἐνταῦθα ὑποψάλλεις οὐχ ἅπαξ, οὐ δὶς, οὐ τρὶς, ἀλλὰ καὶ πολλάκις, καὶ μεγάλην ἀπελθὼν λήψῃ τὴν παραμυθίαν. Ὅρα γοῦν, ἡ ὑπακοὴ αὕτη πόσον ἡμῖν ἠνέῳξε θησαυρόν. Καὶ μή μοι λεγέτω τις, ὅτι πρὸ τῆς ἑρμηνείας οὐκ εἶδεν αὐτῆς τὴν δύναμιν. Καὶ γὰρ πρὸ τῆς ἑρμηνείας παντὶ τῷ ἀκούοντι καὶ ὁπωσοῦν βουλομένῳ προσέχειν εὐσύνοπτος ἡ ὑπακοή. Εἰ γὰρ μόνον ἐπαίδευσας σαυτὸν λέγειν· Ὃν τρόπον ἐπιποθεῖ ἡ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων, οὕτως ἐπιποθεῖ ἡ ψυχή μου πρὸς σὲ, ὁ Θεός· ἐδίψησεν ἡ ψυχή μου πρὸς τὸν Θεὸν τὸν ἰσχυρὸν, τὸν ζῶντα· πότε ἥξω καὶ ὀφθήσομαι τῷ προσώπῳ τοῦ Θεοῦ; καὶ πρὸ τῆς ἑρμηνείας δύνασαι πᾶσαν φιλοσοφίαν ἐνθεῖναι.
Οὐχ αὕτη δὲ μόνον, ἀλλὰ καὶ ἑκάστη ὑπακοὴ τὸν αὐτὸν ἡμῖν παρέξεται πλοῦτον. Κἂν εἴπῃς πάλιν· Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, καὶ δυνηθῇς ἰδεῖν τί ἐστιν ὃ λέγεις· οὐ τὸν πλουτοῦντα, οὐ τὸν ἄρχοντα, οὐ τὸν εὔμορφον, οὐ τὸν ῥώμῃ κεκοσμημένον, οὐ τὸν οἰκίας ἔχοντα λαμπρὰς, οὐ τὸν ἐν δυναστείαις ὄντα, οὐ τὸν ἐν βασιλείοις τρεφόμενον, οὐκ ἄλλον οὐδένα· ἀλλὰ τὸν ἐν εὐλαβείᾳ, τὸν ἐν φιλοσοφίᾳ, τὸν ἐν φόβῳ Θεοῦ ζῶντα ζηλώσεις, οὐ μόνον διὰ τὰ μέλλοντα, ἀλλὰ καὶ δι᾽ αὐτὰ τὰ παρόντα. Καὶ γὰρ καὶ ἐνταῦθα οὗτος ἐκείνου δυνατώτερος. Εἰ γὰρ δή ποτε νόσος ἐπιστῇ, ὁ μὲν τὴν ἁλουργίδα ἔχων οὐδὲν ἀπὸ τῶν δορυφόρων καὶ τῆς πολλῆς φαντασίας εἰς τὴν παραμυθίαν ὠφελεῖται τῆς ἀῤῥωστίας, ἀλλὰ καὶ οἰκείων, καὶ πατέρων, καὶ πάντων παρόντων, καὶ χρυσῶν ἱματίων ἐπικειμένων καὶ ὑποκειμένων, ὥσπερ ἐν καμίνῳ κεῖται καιόμενος· ὁ δὲ ἐν εὐλαβείᾳ ζῶν, καὶ τὸν Θεὸν φοβούμενος, οὐ πατέρος, οὐκ οἰκέτου, οὐκ ἄλλου τινὸς παρόντος, ἀναβλέψας εἰς τὸν οὐρανὸν οὐ πολλάκις, ἀλλὰ καὶ δὶς καὶ τρὶς, πᾶσαν τὴν κάμινον ἐκείνην ἔσβεσε. Τοῦτο δὲ καὶ ἐν ταῖς περιστάσεσι καὶ ἐν τοῖς ἀδοκήτοις πᾶσι συμβαῖνον ἴδοι τις ἂν, τοὺς ἐν πλούτῳ καὶ περιφανείᾳ θορυβουμένους, τοὺς δὲ ἐν εὐλαβείᾳ καὶ φιλοσοφίᾳ ἀταράχως ἅπαντα φέροντας.
Καὶ πρὸ τούτων δὲ πάντων, κἂν μηδὲν συμπέσῃ δεινὸν, πλείονος τὸ συνειδὸς τοῦ φοβουμένου τὸν Θεὸν καὶ καθαρωτέρας ἡδονῆς γέμει τῆς τοῦ πλουτοῦντος ψυχῆς. Ἐκεῖνος μὲν γὰρ, εἰ καὶ τῆς ἔξωθεν ἀπολαύει τροφῆς, τῶν ἐν λιμῷ ζώντων ἁπάντων χαλεπώτερον διακείσεται, τὰ οἰκεῖα ἑαυτὸν ἀναμιμνήσκων κακὰ καὶ πονηρῷ συζῶν συνειδότι· οὗτος δὲ, κἂν τῆς ἀναγκαίας ἀπορῇ τροφῆς, τῶν πάσης ἀπολαυόντων τρυφῆς εὐθυμότερος ἔσται, ἐλπίσι χρησταῖς συντρεφόμενος, καὶ τὰς ἀμοιβὰς τῶν οἰκείων κατορθωμάτων καθ᾽ ἑκάστην προσδοκᾷ τὴν ἡμέραν. Ἵνα δὲ μὴ μακρύνων τὸν λόγον δόξω ἐνοχλεῖν, τοῖς φιλοπονωτέροις καταλιπὼν ἑκάστην ἐκλέγειν ὑπακοὴν, καὶ τὴν ἐναποκειμένην αὐτῇ δύναμιν διερευνᾶσθαι, ἐνταῦθα καταλύσω τὸν λόγον, ἐκεῖνα παραινέσας ὑμῶν τῇ ἀγάπῃ, μὴ ἁπλῶς ἐνταῦθα εἰσιέναι, ἀλλ᾽ ὥσπερ μαργαρίτας τὰς ὑπακοὰς λαμβάνοντας διατηρεῖν, καὶ μελετᾷν οἴκοι διηνεκῶς, καὶ πρὸς φίλους καὶ πρὸς γυναῖκας ἅπαντα ταῦτα λέγειν· κἂν πάθος διενοχλῇ, κἂν ἐπιθυμία διαναστῇ, κἂν θυμὸς, κἂν ἄλλο ὁτιοῦν ἕτερον πάθος ἀλογώτατον, αὐτὰς ἐπᾴδειν συνεχῶς· ἵνα καὶ κατὰ τὸν παρόντα βίον γαλήνης πολλῆς ἀπολαύσωμεν, καὶ εἰς τὴν μέλλουσαν ζωὴν τῶν αἰωνίων ἀγαθῶν ἐπιτύχωμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι᾽ οὗ καὶ μεθ᾽ οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.
ΕΙΣ ΤΟΝ ΜΓʹ ΨΑΛΜΟΝ. Τῷ νικοποιῷ τοῖς υἱοῖς Κορέ. Ὁ Θεὸς ἡμῶν, ἐν τοῖς ὠσὶν ἡμῶν ἠκούσαμεν, οἱ πατέρες ἡμῶν ἀνήγγειλαν ἡμῖν ἔργον ὃ εἰργάσω ἐν ταῖς ἡμέραις αὐτῶν, ἐν ἡμέραις ἀρχαίαις. Ἄλλος ἑρμηνευτής φησιν, Ἐν ἡμέραις ταῖς πρίν.
Ἄλλος, Ταῖς ἀρχῆθεν. αʹ. Τὸν ψαλμὸν τοῦτον λέγει μὲν ὁ Προφήτης· λέγει δὲ οὐκ ἐκ προσώπου οἰκείου, ἀλλ᾽ ἐκ προσώπου τῶν Μακκαβαίων, τὰ ἐν ἐκείνῳ τῷ χρόνῳ ἐσόμενα διηγούμενος καὶ προαναφωνῶν. Τοιοῦτοι γὰρ οἱ προφῆται· ἅπαντας περιτρέχουσι τοὺς χρόνους, τοὺς παρελθόντας, τοὺς παρόντας, τοὺς μέλλοντας. Τίνες δὲ οὗτοι οἱ Μακκαβαῖοι, καὶ τί πεπόνθασι, καὶ τί κατώρθωσαν, ἀναγκαῖον πρῶτον εἰπεῖν, ὥστε καὶ τῆς ὑποθέσεως τὰ λεγόμενα γενέσθαι σαφέστερα. Οὗτοι γὰρ, ἐπελθόντος Ἀντιόχου τοῦ λεγομένου Ἐπιφανοῦς, καὶ πάντα διαφθείραντος, καὶ πολλοὺς τῶν τότε βιασαμένου τὴν πολιτείαν ἐξορχήσασθαι τὴν πατρῴαν, διέμειναν οὐδὲν ὑπὸ τῶν πειρασμῶν παραβλαβέντες ἐκείνων· καὶ ὅτε μὲν βαρὺς ὁ πόλεμος ἔπνει, καὶ οὐδὲν πλέον ἐργάσασθαι ἠδύναντο, ἔκρυπτον ἑαυτούς. Ἐπεὶ καὶ οἱ ἀπόστολοι τοῦτο ἐποίουν. Οὐ γὰρ ἀεὶ φαινόμενοι ἐν τῷ μέσῳ ἐπεπήδων τοῖς κινδύνοις, ἀλλ᾽ ἔστιν ὅτε καὶ φεύγοντες καὶ λανθάνοντες ὑπεχώρουν.
Ἐπειδὴ δὲ μικρὸν ἀνέπνευσαν, καθάπερ τινὲς σκύλακες γενναῖοι, ἐκπηδήσαντες ἐκ τῶν σπηλαίων καὶ προκύψαντες ἐκ τῶν καταδύσεων, ἔγνωσαν μηκέτι μόνους ἑαυτοὺς διασώζειν, ἀλλὰ καὶ ἑτέρους, ὅσους οἷοί τ᾽ ἂν ὦσι· καὶ τὴν πόλιν καὶ τὴν χώραν περιιόντες ἅπασαν, ἀνελέγοντο πάντας, ὅσους ηὕρισκον ὑγιῶς διακειμένους· πολλοὺς δὲ καὶ τῶν κεκμηκότων καὶ διεφθαρμένων ἀνεκτῶντο πάλιν, πείθοντες ἐπὶ τὸν πατρῷον νόμον ἐπαναδραμεῖν. Τὸν γὰρ Θεὸν φιλάνθρωπον εἶναι ἔφασκον, καὶ μηδέποτε τὴν ἐκ τῆς μετανοίας ἀναιρεῖν σωτηρίαν. Ταῦτα δὲ λέγοντες, στρατόπεδα κατέλεγον ἀνδρῶν γενναίων. Οὐδὲ γὰρ ὑπὲρ γυναικῶν, καὶ παίδων, καὶ παιδισκῶν, καὶ ἀπαναστάσεως καὶ ἀνδραποδισμοῦ τῆς πατρίδος, ἀλλ᾽ ὑπὲρ νόμου καὶ πολιτείας ἐμάχοντο πατρῴας· ἐστρατήγει δὲ αὐτοῖς ὁ Θεός. Παραταξάμενοι τοίνυν, καὶ τὰς ψυχὰς αὐτῶν ἐπιδιδόντες, κατέλυον τοὺς ἐναντίους, οὐχ ὅπλοις θαῤῥοῦντες, ἀλλ᾽ ἀντὶ πάσης παντευχίας ἀρκοῦσαν ἔχοντες τὴν τῆς μάχης ὑπόθεσιν. Ἰόντες τοίνυν εἰς τὸν πόλεμον, οὐκ ἐτραγῴδουν, οὐ παιᾶνας ᾖδον, καθάπερ τινὲς ποιοῦσιν, οὐδὲ τοὺς αὐλοῦντας προσκαθίεσαν, καθάπερ ἐν ἄλλοις στρατοπέδοις· ἀλλὰ τὸν Θεὸν ἄνωθεν ἐκάλουν παρεῖναι καὶ συμμαχεῖν, καὶ χεῖρα ὀρέγειν, δι᾽ ὃν ἐπολεμοῦντο, ὑπὲρ οὗ τῆς δόξης ἠγωνίζοντο.
Ἴδωμεν τοίνυν τί φθέγγεται τὸ τοῦ Θεοῦ τοῦτο στρατόπεδον, τὸ τῇ πνευματικῇ φραττόμενον βοηθείᾳ, μέλλον ἐπιέναι τοῖς πολεμίοις. Ὁ Θεὸς, ἐν τοῖς ὠσὶν ἡμῶν ἠκούσαμεν. Ἐπειδὴ γάρ τινες τῶν συντεταγμένων αὐτοῖς, τό τε πλῆθος καὶ τὴν παράταξιν ὁρῶντες τὴν Ἀντιόχου, καὶ τὴν νίκην, καὶ ὅτι πάντα ἐξ ἐπιδρομῆς ἐλάμβανον, τήν τε οἰκείαν ἀσθένειαν καὶ ὀλιγότητα λογιζόμενοι, μαλακώτεροι ἦσαν καὶ ἀσθενέστεροι, διεγείρων αὐτῶν τὸ φρόνημα, καὶ δεικνὺς, ὅτι τὸ πᾶν ἐπὶ τῇ στρατηγίᾳ κεῖται τοῦ Θεοῦ, καὶ χωρὶς στρατοπέδων, συμμαχοῦντος αὐτοῦ, δυνατὸν περιγενέσθαι, ἐν εὐχῆς τάξει τινὰ παραίνεσιν καὶ συμβουλὴν ποιεῖται πρὸς τοὺς στρατιώτας, καὶ τῷ Θεῷ διαλεγόμενος προθυμοτέρους ἐκείνους ἐργάζεται.
Οὐ μικρὸν δὲ τοῦτο παρακλήσεως μέρος. Οὐδὲ γὰρ ἂν ἴσχυσεν ὁμοίως ὁ λόγος πρὸς ἐκείνους τετραμμένος, καὶ πρὸς τὸν Θεὸν ἀποτεινόμενος. Διὸ δὴ καὶ τοῦτο προϊὼν ἔλεγεν· Οὐκ ἐπὶ τῇ ῥομφαίᾳ αὐτῶν ἐκληρονόμησαν γῆν, καὶ ἡ δεξιὰ αὐτῶν οὐκ ἔσωσεν αὐτούς. Τοῦτο γὰρ τοὺς ἀσθενέστερον πρὸς τοὺς πόνους διακειμένους ἦν ἀνακτωμένου, τοὺς κατὰ ἀνθρωπίνην ἀκολουθίαν ζητοῦντας τὴν νίκην. Πᾶσα τοίνυν ἡ εὐχὴ αὕτη προτροπὴ τοῖς στρατοπέδοις ἐστὶ, τὸ πᾶν ἐπὶ τὸν Θεὸν ῥῖψαι κελεύουσα, καὶ ἐξαρτῆσαι τῆς ἐκεῖθεν ἐλπίδος τὴν νίκην. Διὰ τί δὲ οὐκ εἶπεν, Ἠκούσαμεν, ἁπλῶς, ἀλλ᾽, Ἐν τοῖς ὠσὶν ἡμῶν ἠκούσαμεν;
Ποίῳ γὰρ ἑτέρῳ μέρει τις ἀκούει τοῦ σώματος; Ἆρα μὴ περιττολογία τὰ λεγόμενα; Μὴ γένοιτο· ἀλλὰ κοινὸν ἔθος τῶν ἀνθρώπων ἐστὶν, ὅταν τινὰ διηγῶνται, ὑπὲρ ὧν εἰσι πεπληροφορημένοι, καὶ περὶ μεγάλων τινῶν καὶ ὑπερόγκων ποιῶνται τὴν διήγησιν, πρὸς τοὺς οὔπω μὴ σφόδρα πεπληροφορημένους, προστιθέασιν ἀεὶ τὰ ὦτα, φάσκοντες τοῖς ὠσὶν ἀκηκοέναι. Οὐκ ἐπὶ ταυτησὶ δὲ τῆς ἐνεργείας μόνον, ἀλλὰ καὶ ἐπὶ τῶν ἄλλων τὸ αὐτὸ ποιεῖν εἰώθαμεν, μάρτυρας καλοῦντες αὐτὰς τὰς αἰσθήσεις. Πιστουμένων τοίνυν ἐστὶ τὸν ἀκροατὴν, τὸ τῶν ὤτων τὴν προσθήκην ποιεῖν.
Ἐπεὶ καὶ ἐπὶ ὀφθαλμῶν καὶ χειρῶν τὸ αὐτὸ ποιοῦμεν, ὡς ὅταν λέγωμεν. Ταῖς χερσὶν ἡμῶν ἐψηλαφήσαμεν. Καὶ οἱ ἀπόστολοι δὲ ἔλεγον, Ἃ ἑωράκασιν οἱ ὀφθαλμοὶ ἡμῶν· ἃ αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν. Ὅρα δὲ αὐτῶν ἐκ προοιμίων κἀντεῦθεν τὴν ἀρετήν· τοσαῦτα καὶ τηλικαῦτα παθόντες δεινὰ διὰ τὸν Θεὸν, πατρίδος ἐκπεσόντες, ἐλευθερίας, κινδύνοις περιπεπτωκότες, ἄλλοι δὲ καὶ φυγάδες γενόμενοι, τὰ ὄρη καὶ τὰς ἐρημίας διώκοντες, οὐδὲν τούτων φασὶ τέως, ὅτι Τὸ καὶ τὸ ἐπάθομεν διὰ σὲ, βοήθησον ἡμῖν· ἀλλ᾽ ὡς ἔρημοι τῶν δικαιολογιῶν τούτων, καὶ οὐκ ἔχοντες ἐξ οἰκείων κατορθωμάτων παῤῥησίαν, οὕτως εἰς τὰ τοῖς προγόνοις ὑπηργμένα παρὰ τοῦ Θεοῦ καταφεύγουσι.
Τὸ μὲν γὰρ τοὺς οὐκ ἔχοντας παῤῥησίαν ταῦτα ποιεῖν, θαυμαστὸν οὐδὲν, τῆς ἀνάγκης αὐτοὺς εἰς τοῦτο ἑλκούσης· τὸ δὲ ἐκείνους τοὺς δυναμένους μεγάλα φθέγξασθαι ἀπὸ τῶν ἑαυτῶν κατορθωμάτων, μὴ ἀπὸ τούτων ἀξιοῦν σώζεσθαι, ἀλλ᾽ ἀπὸ τῆς τοῦ Θεοῦ φιλανθρωπίας, ἧς καὶ οἱ πατέρες ἀπέλαυσαν, τοῦτό ἐστι τῆς πολλῆς ταπεινοφροσύνης αὐτῶν σημεῖον· οὐ μικρὰν δὲ κἀντεῦθεν ἑαυτοῖς προθυμίας κατασκευάζουσιν ὑπόθεσιν. Ἀρκεῖ γὰρ τοῦ Θεοῦ καὶ ἡ προσηγορία μόνη μυρίους καταλῦσαι πολέμους.
βʹ. Οἱ πατέρες ἡμῶν διηγήσαντο ἡμῖν. Ἀκούσατε ὅσοι τῶν παίδων ἀμελεῖτε τῶν ὑμετέρων, ὅσοι διαβολικὰ μελίσματα ᾄδοντας περιορᾶτε, τῶν δὲ θείων διηγημάτων ἀμελεῖτε. Ἀλλ᾽ οὐχ οὗτοι τοιοῦτοι, ἀλλὰ διηνεκῶς ἐν τοῖς διηγήμασι τῶν τοῦ Θεοῦ κατορθωμάτων τὸν βίον ἀνήλισκον· καὶ διπλοῦν ἐποίουν τὸ κέρδος.
Οἵ τε γὰρ εὖ παθόντες, ἐν μνήμῃ τῶν εὐεργεσιῶν ὄντες, βελτίους ἐγίνοντο· οἵ τε ἐκείνων ἔκγονοι οὐ μικρὰν θεογνωσίας ὑπόθεσιν ἐκ τῶν διηγημάτων ἐλάμβανον τούτων, καὶ πρὸς ἀρετῆς ζῆλον ἐνήγοντο. Βιβλία γὰρ ἦν αὐτοῖς τὰ στόματα τῶν γεγεννηκότων, καὶ πᾶσα σχολὴ, καὶ πᾶσα διατριβὴ ταῦτα εἶχε τὰ διηγήματα, ὧν οὐδὲν τερπνότερον, οὔτε κερδαλεώτερον ἦν. Εἰ γὰρ ἁπλῶς διηγήματα πραγμάτων, καὶ μῦθοι, καὶ πλάσματα ψυχαγωγεῖν εἰώθασι πολλάκις τοὺς ἀκροατάς· πολλῷ μᾶλλον ταῦτα πολλὴν ἐδείκνυτο τὴν εὐεργεσίαν, τὴν δύναμιν, τὴν σοφίαν, τὴν κηδεμονίαν, καὶ μετὰ τῆς ἡδονῆς ἀνίστα τὸν ἀκροατὴν, καὶ σπουδαιότερον ἐποίει. Οἱ γὰρ παρόντες τοῖς γινομένοις, καὶ ὄψει παραλαβόντες, ἀκοῇ παρέδωκαν, καὶ ἦν ἡ ἀκοὴ τῆς ὄψεως ὁμοίως πρὸς πίστιν ἴση. Τῶν γὰρ παρόντων καὶ θεωμένων οὐχ ἧττον ἐπίστευον οἱ μὴ παρόντες καὶ θεώμενοι. Οὐ μικρὸν δὲ αὐτοῖς καὶ τοῦτο εἰς πίστιν ἄλειμμα ἦν. Ἴδωμεν δὲ τί διηγήσαντο, καὶ εἰ ὑποθέσεως ὁμοίας μέμνηνται. Καὶ γὰρ τὸν μέλλοντά τινος δεῖσθαι, καὶ τῆς αἰτήσεως ἐπιτυγχάνειν, ἐκ τῆς ἑτέροις δοθείσης χάριτος ὅμοια αἰτεῖν ἐκείνῳ χρή. Ὃ δὲ λέγω, τοιοῦτόν ἐστιν· οἷον, αἰτεῖ τις ἡμᾶς οἰκέτης δωρεάν· ἂν δείξῃ καὶ ἕτερον εἰληφότα τὴν αὐτὴν, μέγιστον δικαίωμα τὴν αὐτὴν τοῦ λαβεῖν προβάλλεται, πλὴν ἐὰν μὴ τῇ διαφορᾷ τὸ παράδειγμα βλάπτηται.
Διαφορὰν δὲ λέγω προσώπου ἢ πράγματος. Ἐὰν μὲν γὰρ ὁ εἰληφὼς ᾖ τοιοῦτος, οἷος ὁ αἰτῶν, καὶ τὸ αἰτούμενον ὅμοιον, ἕστηκε τὸ ὑπόδειγμα· ἂν δὲ ἐκεῖνος δίκαιος μὲν λαβεῖν, οὗτος δὲ οὐκ ἔτι, μείζονος χρεία τῆς παρακλήσεως. Ἀναγκαῖον δὲ καὶ ἐκ τῶν Γραφῶν ὃ λέγω ποιῆσαι σαφές· Ἡ Χαναναία, ἐπειδὴ ἤκουσεν, Οὐκ ἔστι καλὸν λαβεῖν τὸν ἄρτον τῶν τέκνων, καὶ δοῦναι τοῖς κυναρίοις, φησὶ, Ναὶ, Κύριε· καὶ γὰρ τὰ κυνάρια ἐσθίει ἐκ τῶν ψιχίων τῆς τραπέζης τῶν κυρίων αὐτῶν. Καὶ Παῦλος πάλιν γράφων ἔλεγεν· Εἰ ἄλλοι τῆς ἐξουσίας ὑμῶν μετέχουσι, πολλῷ μᾶλλον ἡμεῖς· ἐνταῦθα μεῖζον τὸ δικαίωμα ἀπὸ τῆς τοῦ προσώπου διαφορᾶς ποιῶν. Καὶ πάλιν Φιλήμονι γράφων ἔλεγεν· Ὅτι τὰ σπλάγχνα τῶν ἁγίων ἀναπέπαυται διὰ σοῦ, ἀδελφέ· δὼ πολλὴν ἐν Χριστῷ παῤῥησίαν ἔχων ἐπιτάσσειν σοι τὸ ἀνῆκον, διὰ τὴν ἀγάπην μᾶλλον παρακαλῶ. Ἐνταῦθα ἐκ τοῦ ἴσου τὸ παράδειγμα. Ὅταν γὰρ πρῶτος ᾖ τις εἰληφὼς, ὥσπερ τινὰ τῷ δευτέρῳ θύραν ἀνοίγνυσιν, ἂν ᾖ ὅμοιος ὁ μέλλων αἰτεῖν, ἢ τὰ αὐτὰ αἰτοίη. Οὐ μόνον δὲ ἐκ τῶν ἑτέροις δεδομένων, ἀλλὰ καὶ ἐκ τῶν ἡμῖν αὐτοῖς ἤδη ὑπαρξάντων ἡ παράκλησις πολλάκις ἰσχυρὰ γίνεται· ὃ καὶ Παῦλος ἐποίει Φιλιππησίοις γράφων καὶ λέγων· Ὅτι καὶ ἐν Θεσσαλονίκῃ καὶ ἅπαξ καὶ δὶς τὰ εἰς τὴν χρείαν μοι ἐπέμψατε.
Διά τοι τοῦτο πολλοὶ πολλοῖς διδόντες τοῦτο παρεγγυῶσι, μὴ ἐξειπεῖν ἑτέροις, ἵνα μὴ ἡ εἰς τὸν ἕνα γενομένη χάρις πολλοὺς ἐπεγείρῃ τῷ δεδωκότι τοὺς αἰτοῦντας, ὥσπερ οὖν οὐκ ἔχοντος καταφυγεῖν εἴς τινα ἀναχώρησιν τοῦ δόντος ἅπαξ, εἰ μὴ καὶ ἑτέροις δοίη. Ἀλλ᾽ ἄνθρωποι μὲν εἰκότως, ἅτε ἐκ τοῦ διδόναι γενόμενοι πενέστεροι, τοῦτο κελεύουσιν· ὁ δὲ Θεὸς τοὐναντίον καὶ ἀνακηρύττει καὶ βοᾷ τὰ ἑτέροις διδόμενα, εἰς τὸ καὶ ἑτέροις παρασχεῖν πρόφασιν τοῦ πάλιν αὐτὸν αἰτῆσαι. Τῷ γὰρ διδόναι μείζων αὐτοῦ ὁ πλοῦτος δείκνυται. Διό φησιν ὁ Παῦλος· Ὁ πλουτῶν εἰς πάντας, καὶ ἐπὶ πάντας τοὺς ἐπικαλουμένους αὐτόν. Εἶδες καινήν τινα φύσιν πλούτου; Ταύτην καὶ σὺ μιμοῦ τὴν φιλοτιμίαν. Ὅταν γὰρ ἀναλώσῃς τὸν ἀποκείμενον πλοῦτον, τότε μᾶλλον αὐτὸν αὐξήσεις· ἂν δὲ κατορύξῃς, τότε μᾶλλον ἠλάττωσας.
Καὶ τί θαυμαστὸν, εἰ ἐπὶ τῶν πνευματικῶν τοῦτο συμβαίνει, ὅπου γε καὶ ἐπὶ τῶν σαρκικῶν οὕτω γίνεται; Καὶ γὰρ ἂν φειδόμενός τις τὸν σῖτον οἴκοι κείμενον μὴ δαπανήσῃ, μηδὲ εἰς τὰς ἀρούρας ἐκβάλῃ, τῷ στόματι τῶν σκωλήκων αὐτὸν παρέδωκεν· ἂν δὲ σκορπίσῃ, πλείονα τὸν ἀμητὸν ἐργάζεται.
γʹ. Ἀκούσατε ὅσοι πρὸς τὴν ἐλεημοσύνην ἐστὲ ὀκνηροί. Ἀκούσατε οἱ τὸν πλοῦτον ὑμῖν ἐλαττοῦντες τῇ φυλακῇ. Ἀκούσατε οἱ τῶν ὄναρ πλουτούντων οὐδὲν διακείμενοι ἄμεινον. Ὀνείρατος γὰρ οὐδὲν ἄμεινον τὰ παρόντα· ἀλλ᾽ ὥσπερ οἱ καθ᾽ ὕπνους φανταζόμενοι χρήματα ἔχειν, κἂν τῶν ταμιείων γένωνται τῶν βασιλικῶν κύριοι, πάντων εἰσὶ πενέστεροι, γενομένης ἡμέρας· οὕτω καὶ ἐπὶ τοῦ βίου τοῦ παρόντος, ὁ μηδὲν ἀγαγεῖν ἐκεῖ δυνηθεὶς, πάντων ἔσται πενέστερος κἂν τὰ πάντων ᾖ κεκτημένος· ὄναρ γὰρ ἐπλούτησε μόνον. Εἰ τοίνυν βούλει μοι δεῖξαι τὸν εὔπορον, τότε μοι δεῖξον, ὅταν ἡμέρα γένηται, ὅταν εἰς τὴν πατρίδα ἀπέλθωμεν ἐκείνην· νῦν δὲ οὐκ ἀνέξομαι τὸν πλούσιον διαγινώσκειν καὶ τὸν πένητα. Οὐ γάρ ἐστιν ἀλήθεια πραγμάτων, ἀλλ᾽ ὀνομάτων χάρις καὶ εὐφημία μᾶλλον. Καθάπερ γὰρ τοὺς τυφλοὺς καλοῦσιν οἱ πολλοὶ πολυβλέποντας, ἀλλ᾽ οὐκ ἀκολουθεῖ τῷ ὀνόματι τὸ πρᾶγμα, ἀλλ᾽ οὗτοι μάλιστά εἰσιν οἱ μὴ ὁρῶντες· οὕτω δὴ καὶ τὸ τῶν πλουσίων ὄνομα περιφέρεσθαι ἐνταῦθά φημι τῶν οὐδὲν ἐκεῖ κεκτημένων.
Ὅταν γὰρ ἐνταῦθα πλουτῇ, τότε μάλιστα οἶδα ὅτι πένης ἐστίν. Εἰ γὰρ μὴ σφόδρα πένης ἦν, οὐκ ἂν σφόδρα ἐπλούτει. Ὥσπερ γὰρ τὸν πηρὸν, εἰ μὴ καθόλου τετύφλωται, οὐκ ἂν αὐτὸν πολυβλέποντα ἐκάλεσαν· οὕτω δὴ καὶ ἐνταῦθα λογιστέον. Ἀποθέμενοι οὖν τῶν ὀνομάτων τὴν ἀπάτην, ἀντιλάβωμεν τῶν πραγμάτων τὴν ἀλήθειαν. Οὐ γὰρ ἐν ὀνόμασι τὰ πράγματα ἕστηκεν, ἀλλ᾽ αἱ τῶν πραγμάτων φύσεις τὰ ὀνόματα κατὰ τὴν οἰκείαν ὑπόστασιν πλάττουσιν.
Ὁ δεῖνα πλούσιος καλεῖται, ἀλλ᾽ οὐκ ἔστι. Καὶ πῶς οὐκ ἔστιν, ὅταν πολὺς μὲν ἄργυρος, πολὺ δὲ χρυσίον, καὶ λίθοι τίμιοι, καὶ ἱμάτια χρυσᾶ, καὶ τὰ ἄλλα πάντα αὐτῷ περιῤῥέῃ; Ὅτι οὐ χρυσίον, οὐδὲ ἱμάτια, οὐδὲ χρήματα, ἀλλ᾽ ἐλεημοσύνη ποιεῖ πλούσιον Ταῦτα γὰρ χόρτος, ταῦτα ξύλα καὶ καλάμη. Ἐπεὶ ποῖον ἱμάτιον, εἰπέ μοι, τότε τὸν γυμνὸν ἑστῶτα ἐπὶ τοῦ φοβεροῦ βήματος ἐκείνου περιβαλεῖν δυνήσεται;
Ὅπερ καὶ Παῦλος δεδοικὼς ἔλεγεν· Εἴπερ καὶ ἐνδυσάμενοι, οὐ γυμνοὶ εὑρεθησόμεθα. Ποῖα χρήματα τὸν κινδυνεύοντα ἐξελέσθαι δυνήσεται; ποῖοι οἰκέται μαστιζομένῳ παραστήσεσθαι τῷ δεσπότῃ; ποῖαι οἰκίαι; ποῖοι λίθοι πολύτιμοι; ποῖα βαλανεῖα τὸν ῥύπον ἀποσμῆξαι δυνήσεται τὸν ἐκ τῶν ἁμαρτημάτων;
Μέχρι τίνος ἑαυτοὺς ἀπατᾶτε; μέχρι τίνος οὐ διαβλέπετε τῶν πραγμάτων τὴν ἀλήθειαν, ἀλλ᾽ ἐπὶ τὰ ὀνείρατα κεχήνατε, ἐγγὺς καὶ ἐπὶ θύραις τῆς κρίσεως οὔσης; Ἀλλ᾽ ἐπὶ τὰ προκείμενα ἐπανίωμεν. Οἱ πατέρες ἡμῶν ἀνήγγειλαν ἡμῖν ἔργον ὃ εἰργάσω ἐν ταῖς ἡμέραις αὐτῶν, ἐν ἡμέραις ἀρχαίαις.
Ἔξεστι καὶ ἡμῖν τοῦτο εἰπεῖν κατὰ ἀναγωγὴν τὸ ῥῆμα. Εἰ μὲν καὶ ἐκείνοις οἱ πατέρες διηγήσαντο, ἀλλὰ καὶ ἡμῖν ἡ τοῦ Θεοῦ χάρις ἔδωκε διὰ τῆς ἐπιφοιτήσεως τοῦ Πνεύματος μαθεῖν τὰ ἐκείνων. Πῶς δὲ ἄν τις κατὰ ἀναγωγὴν αὐτὰ ἐκλάβοι; Εἰς τὰ τῆς καινῆς χάριτος ἕλκων κατορθώματα, ὅτι πρὸς τὸν οὐρανὸν ἀνενέχθημεν, ὅτι βασιλείας ἠξιώθημεν, ὅτι Θεὸς ἄνθρωπος γέγονε, τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας. Ἀλλ᾽ ἴωμεν ἐπὶ τὴν ἱστορίαν λοιπόν.
Ἔργον ὃ εἰργάσω ἐν ταῖς ἡμέραις αὐτῶν, ἐν ἡμέραις ἀρχαίαις. Παλαιοῦ τινος διηγήματος μέμνηται, καὶ ἀρχαῖα παράγει κατορθώματα. Καὶ τίνος ἕνεκεν οὐ νέου τινὸς μέμνηται καὶ προσφάτου; Ὅτι παρὰ μὲν ἀνθρώποις εἰκότως τῶν προσφάτων ποιούμεθα τὴν διήγησιν, καὶ ἀπὸ τούτων αὐτοὺς ἐπισπώμεθα, ἅτε τῆς μνήμης αὐτοῖς ἐξασθενούσης· παρὰ δὲ Θεῷ πάντα γνωστὰ, ὁμοίως καὶ τὰ παλαιὰ καὶ τὰ νέα. Ἰδοὺ γὰρ, φησὶ, σὺ ἔγνως πάντα, τὰ ἔσχατα καὶ τὰ ἀρχαῖα. Οὐδὲν διαφέρει ἄν τε παλαιόν τις, ἄν τε νέον εἴπῃ διήγημα, μόνον οἰκεῖον τῷ ὑποκειμένῳ ἔστω. Ποῖον οὖν, φησὶ, διήγημα ἀρχαῖον λέγειν βούλεται; Ἀκούσωμεν· Ἡ χείρ σου ἔθνη ἐξωλόθρευσε, φησὶ, καὶ κατεφύτευσας αὐτούς· ἐκάκωσας λαοὺς, καὶ ἐξέβαλες αὐτούς. Ἆρα ἐπέγνωτε ποῖον λέγει πόλεμον, ποίαν νίκην, ποῖον τρόπαιον, ἢ τῆς παρ᾽ ἡμῶν ἔτι δεῖσθε σαφηνείας;
Ἤδη μὲν οἶμαι πολλοὺς συνεωρακέναι τὸ λεγόμενον· διὰ δὲ τοὺς ἀγνοοῦντας ἀναγκαῖον καὶ τὰ παρ᾽ ἡμῶν προσθεῖναι. Ποίων οὖν τροπαίων μέμνηται; ποίων κατορθωμάτων; Τῶν ἐν Αἰγύπτῳ, τῶν ἐν τῇ ἐρήμῳ, τῶν ἐν τῇ γῇ τῆς ἐπαγγελίας· μᾶλλον δὲ τῶν ἐν τῇ ἐπαγγελίᾳ. Οὐ γὰρ οἱ ἐξ Αἰγύπτου ἐξελθόντες, οὗτοι καὶ τῆς Παλαιστίνης ἐπέτυχον, ἀλλὰ πάντες ἔπεσον ἐν τῇ ἐρήμῳ. Ὅτε γοῦν οἱ ἐξ ἐκείνων τεχθέντες, καὶ οἱ ἐν τῇ ἐρήμῳ τραφέντες, εἰσῄεσαν εἰς Παλαιστίνην, φησὶν, οὐκ ἐδέησεν αὐτοῖς ὅπλων· ἀλλ᾽ αὐτοβοεὶ τὰς πόλεις εἷλον, καὶ διαβάντες τὸν Ἰορδάνην, τὴν πρώτην αὐτοῖς ἀπαντήσασαν πόλιν τὴν Ἱεριχὼ, καθάπερ χορεύοντες μᾶλλον ἢ πολεμοῦντες κατήνεγκαν. Κεκοσμημένοι γὰρ ὅπλοις οὐχ ὡς ἐν μάχαις, ἀλλ᾽ ὡς ἐν πανηγύρει καὶ χορείᾳ ἐξῄεσαν, ἀντὶ καλλωπισμοῦ μᾶλλον ἢ ἀσφαλείας τὰ ὅπλα περιθέμενοι, καὶ τὰς ἱερὰς στολὰς περικείμενοι, καὶ προηγουμένους ἔχοντες τοῦ στρατοπέδου τοὺς Λευΐτας, ἐκύκλουν τὸ τεῖχος. Καὶ ἦν ἰδεῖν θέαμα θαυμαστὸν καὶ παράδοξον, χιλιάδας τοσαύτας στρατοπέδων ἐν τάξει καὶ ῥυθμῷ βαινόντων, ἐν ἡσυχίᾳ καὶ κόσμῳ πολλῷ, ὡς οὐδενὸς παρόντος, μετὰ τῆς ἁρμονίας ἐκείνης τῶν σαλπίγγων τὸ πᾶν κατορθούντων. Αἰσχυνέσθωσαν οἱ θορυβοῦντες ἐν ἐκκλησίᾳ.
Εἰ γὰρ ἔνθα σάλπιγγες ἤχουν, τοσαύτη ἦν εὐταξία, ἔνθα αὐτὸς ὁ Θεὸς φθέγγεται, τίνος τεύξονται συγγνώμης οἱ διὰ τῶν οἰκείων θορύβων τῆς ἐκείνων ἀκοῆς τὴν ἀκρίβειαν ἐκκρούοντες; Ἀλλὰ τίνος ἕνεκεν, φησὶν, οὐκ ἐμνημόνευσε τῶν ἐξ Αἰγύπτου;
Ἐπειδὴ πάντες ἔπεσον, ἐπειδὴ δίκην ἔδοσαν. Τίνος δὲ ἕνεκεν πάντες ἀπώλοντο; Ἐπειδὴ τὰ μεγάλα ἥμαρτον. Ἐντεῦθεν δὲ καὶ ἕτερον ᾠκονόμει, τὸ τοὺς μέλλοντας τὴν Παλαιστίνην ἀπολαμβάνειν ἀθεάτους εἶναι τῶν ἐν Αἰγύπτῳ κακῶν, τῆς δεισιδαιμονίας, τῆς ἀσεβείας ἁπάσης, καὶ μηδένα διδάσκαλον ἔχειν τῆς τοσαύτης πονηρίας. Οὕτω γὰρ προκατείχοντο τῇ τῶν Αἰγυπτίων συνηθείᾳ, οὕτως ἦσαν ἁλόντες, ὡς μετὰ τοσαῦτα θαύματα μηδὲ ἐν τῇ ἐρήμῳ ἀποτρίψασθαι καθαρῶς τῆς πλάνης τὰ λείψανα. Εἰ δὲ καὶ Χαναναίους ἔλαβον διδασκάλους τῶν προτέρων χαλεπωτέρους, ποῦ οὐκ ἂν ἐξώκειλε τὰ τῆς ἀσεβείας αὐτοῖς; Διὰ δὴ τοῦτο κατεῖχεν αὐτοὺς ἐπὶ τῆς ἐρήμου τοὺς τεχθέντας, ἕως εἰς ἀνδρῶν ἡλικίαν ἦλθε τὰ ἔγγονα τὰ ἐκείνων.
δʹ. Καὶ ταῦτα οὐκ οἴκοθεν φθεγγόμενοι λέγομεν, ἀλλ᾽ ἀπὸ τῶν Γραφῶν ἀποδεικνύοντες. Διὰ γὰρ τοῦ Ἰεζεκιὴλ τοῦτο αὐτὸ ὁ Θεὸς ὀνειδίζει αὐτοῖς, ὅτι εἰς τὴν ἔρημον αὐτοὺς ἀγαγὼν καὶ πολλὰ διαλεχθεὶς οὐκ ἠκούετο. Ἀλλὰ τίνος ἕνεκεν ὅπλα αὐτοὺς περικεῖσθαι ἐκέλευσε μέλλοντας προσιέναι τῇ Ἱεριχῷ; Θαυμαστότερον γὰρ ἦν, εἰ χωρὶς ὅπλων τοῦτο ἐποίουν.
Μάλιστα μὲν οὖν κἂν κελεύῃ τι ποιεῖν ἀνθρώπινον, καὶ προσλαμβάνειν τινὰ συμμαχίαν αἰσθητὴν, συγκατιὼν αὐτῶν τῇ ἀσθενείᾳ τοῦτο ποιεῖ. Τί γὰρ ἠδύνατο ὅπλων περιβολὴ πρὸς τείχους καταβολήν; τί δὲ σαλπίγγων ἠχή; Εἰ μὲν γὰρ πρὸς ἀνθρώπους ὁ πόλεμος ἦν, εἶχέ τίς τινα ῥοπὴν καὶ τοῖς ὅπλοις λογίζεσθαι· εἰ δὲ τεῖχος ἔμελλε καταπίπτειν, τίνος ἕνεκεν ὅπλα περίκεινται; Καὶ ἐπὶ τοῦ Γεδεὼν δὲ πάλιν οἱ εἰλημμένοι τῶν μὴ εἰλημμένων ἦσαν ἴσοι· πάντες γὰρ ἦσαν δῆλοι. Τίνος οὖν ἕνεκεν ταῦτα γίνεται; Ὥστε εἰς πίστιν αὐτοὺς ἄγεσθαι τοὺς ταῦτα κελευομένους. Ἡ γὰρ ψυχὴ συντραφεῖσα σώματι, καὶ οὐδὲν ἀσώματον ἰδοῦσά ποτε, καὶ πρὸς τὰ αἰσθητὰ κεχηνυῖα, ἀπὸ τῶν ὁρωμένων ἐπὶ τὰ νοητὰ χειραγωγηθῆναι ἐδεῖτο. Ὅθεν καὶ τοῖς προφήταις περὶ Θεοῦ διαλεγομένοις ἐγένετο χρεία ἀνθρωπίνων μνησθῆναι μελῶν, οὐχ ἵνα τὴν ἀκήρατον ἐκείνην φύσιν εἰς μελῶν σχήματα συμπλάσωσιν, ἀλλ᾽ ἵνα τὴν αἰσθητοῖς συντραφεῖσαν ψυχὴν ἐκ τῶν ἀνθρωπίνων τὰ ὑπὲρ ἄνθρωπον παιδεύσωσι δόγματα.
Ἐπεὶ οὖν καὶ ἡ ἐνέργεια τοῦ Θεοῦ νοητόν τί ἐστιν, ἵνα μὴ ἀπιστήσωσιν οἱ τότε, τίθησί τι αἰσθητόν. Εἰ γὰρ εἶπεν, ὅτι Ἐν ἑπτὰ ἡμέραις καταστραφήσεται ἡ πόλις, ἡσυχαζόντων ὑμῶν, καὶ μηδὲν ἐργαζομένων, ἴσως ἂν πολλοὶ ἠπίστησαν· νυνὶ δὲ καθάπερ ὑποβάθραν τινὰ τῇ διανοίᾳ τῇ ἀνθρωπίνῃ τὰ ἐπιτάγματα ταῦτα ὑποτίθησι. Καὶ ἵνα μὴ νομίσητε στοχασμόν τινα εἶναι τὸ λεγόμενον, ἱστορίαν τινὰ ὑμῖν παλαιὰν πιστουμένην τὸν λόγον διηγήσασθαι βούλομαι. Νεαιμάν τις ἦν Σύρος. Οὗτος ὑπὸ λέπρας ἁλοὺς, καὶ αἰσχυνόμενος τῷ πάθει, ὡς ὑπὲρ μεγίστων κινδυνεύων, ἔρχεται εἰς τὴν Παλαιστίνην (δεῖ γὰρ ἐπιτεμεῖν τὸν λόγον), λύσιν βουλόμενος εὑρεῖν τοῦ κακοῦ παρὰ τοῦ προφήτου. Ἐλθὼν τοίνυν, καὶ πρὸς τῇ θύρᾳ τοῦ ἀνδρὸς στὰς, ἐκάλει τὸν ἰατρόν. Ὁ δὲ ὑπήκουσε μὲν, οὐ μὴν ἐξῆλθεν, ἀλλ᾽ ἀπέστειλε πρὸς αὐτὸν κελεύων βαπτίζεσθαι ἐν τῷ Ἰορδάνῃ ποταμῷ.
Ὁ δὲ ἐπειδὴ τὸ πρόσταγμα ἦν κοῦφον, πολὺ τὸ αἰσθητὸν ἔχον, καὶ οὐχ ὑψηλῆς δεόμενον διανοίας, οὐκ ἐπείσθη. Ἀλλὰ τί φησιν; Ἐγὼ ἔλεγον, ὅτι ἐξελεύσεται καὶ ἐπιθήσει αὐτοῦ τὴν χεῖρα, καὶ ἐπικαλέσεται τὸν Θεὸν αὐτοῦ, καὶ ἀποσυνάξει τὴν λέπραν.
Ὁρᾷς τὴν ψυχὴν, πῶς αἰσθητοῦ τινος ἐδεήθη σχήματος; Τὸ γὰρ μὴ νομίσαι τοῦ ἰατροῦ τὸ πρόσταγμα ἀρκεῖν, ἀλλὰ δεηθῆναι χειρὸς, τῆς ἀσθενείας ἦν τοῦ θεραπευομένου. Πολλὰ δὲ καὶ ἕτερα ἐντεῦθεν ἡμῖν λύεται. Διὰ τοῦτο καὶ ὁ Χριστὸς οὐ πανταχοῦ λόγῳ ἰᾶται, ἀλλὰ καὶ τῇ χειρί· καὶ γὰρ ἔβαλε τὴν χεῖρα εἰς τὸ στόμα καὶ εἰς τὴν γλῶτταν· καὶ ἀλλαχοῦ μὲν λόγῳ μόνῳ, ἀλλαχοῦ δὲ θελήματι πάντα ποιῶν, τοὺς προσιόντας ἰᾶτο. Τίνος οὖν ἕνεκεν τοῦτο ἐποίει; Διὰ τὴν ἀσθένειαν τῶν προσιόντων. Καὶ ἵνα μάθῃς, ὅτι διὰ τὴν ἀσθένειαν αὐτῶν τοῦτο ἐγίνετο, τοὺς μὴ δεομένους τῶν τοιούτων ἐπῄνει. Ἀμὴν γὰρ λέγω ὑμῖν, φησὶν, ὅτι οὐδὲ ἐν τῷ Ἰσραὴλ τοσαύτην πίστιν εὗρον· ἐπειδήπερ αὐτὸν οὐχ εἵλκυσεν εἰς τὴν οἰκίαν ὁ ἑκατόνταρχος, ἀλλ᾽ ἔφησεν ἀρκεῖν αὐτοῦ τὸ πρόσταγμα. Ἐπὶ οὖν Ἐζεκίου οὐδὲν τοιοῦτον γίνεται, ἀλλὰ πόῤῥησις μόνη, καὶ οὐδὲν ἀνθρώπινον παρελαμβάνετο· διά τοι τοῦτο καὶ ἐπὶ τοῦ τὴν γυναῖκα ζηλοτυποῦντος παχύτερόν τι πρᾶγμα ἐπετάττετο. Εἰ δὲ βούλει κατὰ ἀναγωγὴν ἐκλαβεῖν τοῦτο (Πάντα γὰρ ταῦτα τύποι συνέβαινον ἐκείνοις, φησίν· ἐγράφη δὲ πρὸς νουθεσίαν ἡμῶν, εἰς οὓς τὰ τέλη τῶν αἰώνων κατήντησεν), ἐννόει τοὺς ἀρίστους τῶν διδασκάλων τῆς Ἐκκλησίας ἀντὶ σάλπιγγος τῷ λόγῳ χρωμένους, καὶ τὰ τῶν ἐναντίων τείχη καταβάλλοντας, καὶ τοὺς λαοὺς ὡπλισμένους τῇ τοῦ Ἰησοῦ παντευχίᾳ.
Ὁ δὲ τῶν ἑπτὰ ἡμερῶν ἀριθμὸς τὸ σάββατον ἡμῖν προδιαλύει.
Οὐ γὰρ προηγουμένως ἐδόθησαν αἱ τοιαῦται τοῦ νόμου ἐντολαί. Διὰ τοῦτο περὶ μὲν τῶν θυσιῶν φησι· Τίς γὰρ ἐξεζήτησε ταῦτα ἐκ τῶν χειρῶν ὑμῶν; Καὶ πάλιν· Μὴ εὐχαὶ καὶ κρέα ἅγια ἀφαιροῦσι τὰς ἁμαρτίας σου; Καὶ πάλιν· Μὴ σφάγια καὶ θυσίας προσηνέγκατέ μοι ἐν τῇ ἐρήμῳ ἔτη τεσσαράκοντα;
Καὶ πάλιν· Ἵνα τί μοι λίβανον ἐκ Σαβὰ φέρεις, καὶ κινάμωμον ἐκ γῆς μακρόθεν; Καὶ πάλιν· Θυσίαν καὶ προσφορὰν οὐκ ἐθέλησας. Καὶ πάλιν· Μὴ ὁλοκαυτώματα καὶ θυσίας θέλει ὁ Θεὸς, ἢ τὸ ὑπακούειν αὐτῷ; Καὶ, Εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν. Καὶ πάλιν· Ἀκοὴ ἀγαθὴ ὑπὲρ θυσίαν. Καὶ τὰς ἑορτὰς ἐκβάλλων φησί· Μεμίσηκα, ἀπῶσμαι τὰς ἑορτὰς ὑμῶν. Ἀπόστησον ἀπ᾽ ἐμοῦ ἦχον ᾠδῶν σου, καὶ ψαλμῶν ὀργάνων σου οὐκ ἀκούσομαι. Καὶ, Ἡμέραν μεγάλην οὐκ ἀνέχομαι, καὶ νηστείαν καὶ ἀργίαν μισεῖ ἡ ψυχή μου. Καὶ πάλιν· Οὐχ αὕτη ἡ νηστεία, ἣν ἐξελεξάμην. Καὶ ὁ Ἰεζεκιὴλ πάλιν ἔλεγε· Δώσω ὑμῖν προστάγματα οὐ καλὰ, ἐν οἷς οὐ ζήσεσθε ἐν αὐτοῖς. Οὕτω καὶ τὸ σάββατον ἐνταῦθα λύεται. Ἀλλὰ διὰ τί λέγει· Τίς ἐξεζήτησε ταῦτα ἐκ τῶν χειρῶν ὑμῶν· Τοῦτο ὑμῖν καταλιμπάνω λῦσαι δυνήσεσθε δὲ τὰ τοιαῦτα εὑρίσκειν, ἂν βίον ἐπιδείξησθε καθαρόν.
εʹ. Εἰ γὰρ τὸν Κορνήλιον διὰ βίον ἄριστον ἐκάλεσεν ἐπὶ τὴν τῶν ἀποῤῥήτων γνῶσιν, καὶ τὸν εὐνοῦχον διὰ τὸ ἀναγινώσκειν σπουδαίως ἐποίησε καὶ γνῶναι· πολλῷ μᾶλλον ὑμᾶς τοὺς ἤδη τῆς πίστεως ἀπολαύσαντας, βίον ὀρθὸν ἐπιδειξαμένους, διδάξει τὰ σαφέστερα.
Ὥσπερ γὰρ ὁ ἀκάθαρτος βίος ἐμποδίζει τὴν τούτων γνῶσιν (καθάπερ ὁ Παῦλός φησιν· Οὐκ ἠδυνήθην ὑμῖν λαλῆσαι ὡς πνευματικοῖς, ἐπειδὴ ἔρεις ἐν ὑμῖν εἰσι καὶ ζῆλοι· καὶ ὁ Ἡσαΐας πάλιν· Γνῶναι μου τὰς ὁδοὺς ἐπιθυμήσουσιν, ὡς λαὸς δικαιοσύνην πεποιηκὼς), οὕτως ὁ καθαρὸς βίος ὁδηγεῖ καὶ ἡ σπουδὴ ἡ περὶ τὸ ζητεῖν. Ζητεῖτε γὰρ, φησὶ, καὶ εὑρήσετε. Καὶ ἡ παραβολὴ δὲ ἡ τοῦ τοὺς ἄρτους αἰτοῦντος παρὰ τοῦ καθευδήσαντος ἤδη φίλου, τοῦτο δείκνυσι. Διὰ τοῦτο καὶ ὁ Σολομὼν, ἐπειδὴ πνευματικὰ ᾔτησε, καὶ ἅπερ οὐκ ᾔτησεν ἔλαβεν. Ὅταν δὲ καὶ προσεδρία, καὶ πνευματικὴ αἴτησις, καὶ βίος καθαρὸς παρῇ, ἐννόησον πόση ἔσται εὐκολία πρὸς τὸ λαβεῖν· καίτοι γε προσεδρία καὶ καθ᾽ ἑαυτὴν ἴσχυσε μόνον· Λέγω γὰρ ὑμῖν, φησὶν, εἰ καὶ μὴ διὰ τὸ εἶναι αὐτοῦ φίλον μὴ δώσει αὐτῷ, διά γε τὴν ἀναίδειαν αὐτοῦ δώσει αὐτῷ. Ἀλλ᾽ ἐπανίωμεν ἐπὶ τὸ προκείμενον. Ἔργον ὃ εἰργάσω ἐν ταῖς ἡμέραις αὐτῶν, ἐν ἡμέραις ἀρχαίαις. Ἡ χείρ σου ἔθνη ἐξωλόθρευσε καὶ κατεφύτευσας αὐτούς.
Ὅρα πῶς τῇ λέξει κυρίως κέχρηται. Οὐ γὰρ μέχρι νίκης καὶ ἥττης τὰ πράγματα, φησὶν, ἔστησας τότε· ἀλλὰ περαιτέρω πάντα προῄει· καίτοι γε πρὸ τούτου οὐκ ἴσα τὰ τῆς παρατάξεως ἦν. Οἱ μὲν γὰρ κατεῖχον, οἱ δὲ ἐπήλυδες ἦσαν· ἀλλ᾽ ὅμως τοσαύτη γέγονεν ἡ μεταβολὴ, ὡς τοὺς μὲν προῤῥίζους ἀνασπασθῆναι, τοὺς δὲ γενέσθαι πολίτας καὶ οἰκήτορας. Διὰ τοῦτο ἐπ᾽ ἐκείνων μέν φησιν· Ἡ χείρ σου ἔθνη ἐξωλόθρευσεν· ἐπὶ δὲ τῶν Ἰουδαίων, Κατεφύτευσε.
Χεῖρα δὲ τὴν δύναμιν αὐτοῦ φησιν. Εἰ δὲ ἐκείνους ἔξωθεν ἐπιόντας, καὶ οὐ πόλιν, οὐκ οἰκίαν ἔχοντας, οὐχ ὅπου ὁρμήσωσι καὶ στῶσιν, οὕτω ταχέως ἀπέδειξε τῶν ἔνδον οἰκούντων δυνατωτέρους, πολλῷ μᾶλλον ἡμᾶς τῶν πατρῴων ἐκβεβλημένους οὐ περιόψεται, φησί. Τί δέ ἐστι τὸ, Ἐφύτευσας; Ἔπηξας.
Τὸ γὰρ πεφυτευμένον μόνιμον καὶ πεπηγὸς γίνεται. Τί οὖν; οὐ μετέστησαν, εἰπέ μοι; οὐκ ἀπήχθησαν εἰς ἀλλοτρίους τόπους; Ναὶ, ἀπήχθησαν, ἀλλ᾽ οὐ παρὰ τὴν ἀσθένειαν τοῦ καταθέντος, ἀλλὰ παρὰ τὴν κακίαν τῶν φυτευθέντων. Εἰ γὰρ μὴ τὰ παρ᾽ αὐτῶν ἐνεπόδισεν, οὐδὲν ἂν ἐκώλυσε μεῖναι ἐπὶ τῆς οἰκίας, Ἐκάκωσας λαοὺς, καὶ ἐξέβαλες αὐτούς. Τινὲς περὶ τῶν Αἰγυπτίων τοῦτό φασι λέγεσθαι· ἐμοὶ δὲ δοκεῖ καὶ περὶ τῶν ἐθνῶν τοῦτο εἰρῆσθαι. Καὶ γὰρ κἀκείνους τιμωρίας ἀπῄτησεν ἐν ἑκατέρῳ τὴν ἑαυτοῦ δύναμιν ἐπιδεικνύμενος, καὶ ἐν τῷ τοὺς πολεμίους ἀναιρεῖν, καὶ ἐν τῷ τοὺς οἰκείους συγκροτεῖν.
Οὐ γὰρ ἐν τῇ ῥομφαίᾳ αὐτῶν ἐκληρονόμησαν γῆν. Ἄλλος φησὶν, Οὐ γὰρ ἐν τῇ μαχαίρᾳ αὐτῶν ἐκληρονόμησαν τὴν γῆν. Οὐδὲ ὁ βραχίων αὐτῶν ἔσωσεν αὐτούς· ἀλλ᾽ ἡ δεξιά σου, καὶ ὁ βραχίων σου, καὶ ὁ φωτισμὸς τοῦ προσώπου σου.
Ἄλλος φησί· Τὸ φῶς. Ὅτι ηὐδόκησας ἐν αὐτοῖς. Καὶ μὴν ὡπλισμένοι πάντες ἐκράτουν ἐν τοῖς πολέμοις· ὡπλισμένοι μὲν, ἀλλ᾽ οὐκ ἦν ὅπλων τὸ ἔργον, ἀλλὰ τοῦ στρατηγοῦντος Θεοῦ. Ὁρᾷς πῶς ἐν τάξει εὐχῆς φαίνει τὴν συμβουλὴν, παραινῶν τὸ πᾶν ἐπὶ τὸν Θεὸν ῥίπτειν; Πῶς δὲ τὸ πρᾶγμα κληρονομίαν καλεῖ, τῶν πατέρων, καὶ τῶν πάππων, καὶ τῶν ἐπιπάππων οὐ κατεσχηκότων τὴν γῆν, ἀλλ᾽ ἐν ἑτέρῳ δαπανηθέντων καιρῷ; Ὅτι πρὸς τοὺς πατέρας ἦν ἡ ὑπόσχεσις. Δεῦρο γὰρ, φησὶν, εἰς τὴν γῆν, ἣν ἄν σοι δείξω· καὶ, Σοὶ δώσω τὴν γῆν, καὶ τῷ σπέρματί σου. Εἰπὼν δὲ δεξιὰν καὶ βραχίονα, ἐπειδὴ παχυτέρων ἐμνήσθη λέξεων, ὅρα πῶς ἀνάγει τὸν λόγον, πάλιν ἐπάγων, καὶ λέγων· Καὶ ὁ φωτισμὸς τοῦ προσώπου σου, τουτέστιν, ἡ ἀντίληψις, ἡ πρόνοια. Τὸ γὰρ βουληθῆναι, τὸ παρεῖναι ἤρκεσε μόνον αὐτοῖς. Εἶτα καὶ ἡ αἰτία· Ὅτι ηὐδόκησας ἐν αὐτοῖς· τουτέστιν, ὅτι ἠγάπησας αὐτοὺς, ὅτι ἐβουλήθης. Ὥστε χάριτος ἦν, οὐ κατορθωμάτων τὰ πράγματα, οὐδὲ ἐξ οἰκείας ἀρετῆς ἐπέτυχον, ἀλλ᾽ ἐκ τῆς τοῦ Θεοῦ φιλανθρωπίας. Σὺ εἶ αὐτὸς ὁ βασιλεύς μου καὶ ὁ Θεός μου, ὁ ἐντελλόμενος τὰς σωτηρίας Ἰακώβ. Ἄλλος, Ἔντειλαι περὶ τῆς σωτηρίας τοῦ Ἰακώβ. Καὶ ποία αὕτη ἡ ἀκολουθία; Πολλὴ μὲν πρὸς τὰ εἰρημένα.
Ὃ γὰρ λέγει, τοῦτό ἐστιν· Ἡμεῖς ἐκείνων ἔγγονοι, καὶ σὺ ὁ Θεὸς ὁ αὐτὸς, ὁ καὶ τότε καὶ νῦν ἐκεῖνα ἐργασάμενος. Πόθεν οὖν ἡ τοσαύτη μεταβολή; Οὐ γὰρ δὴ ἄλλος μὲν ἐκεῖνος ὁ Θεὸς, ἄλλος δὲ σὺ, ἀλλὰ σὺ εἶ ὁ αὐτός.
ϛʹ. Οὐδὲ αὖ πάλιν σὺ μὲν εἶ ὁ αὐτὸς, ἐγὼ δὲ ἄλλον ἐπιγράφομαι Θεόν· ἀλλὰ Σὺ εἶ ὁ βασιλεύς μου καὶ ὁ Θεός μου. Οὐκ ἀπεπηδήσαμέν σου τῆς ἀρχῆς, οὐκ ἐπεγραψάμεθα προστάτην ἕτερον. Ὁ ἐντελλόμενος τὰς σωτηρίας Ἰακώβ· τουτέστι, καὶ ὁ Θεὸς ὁ αὐτὸς, καὶ ἡ πρόνοια ἡ αὐτή. Πόθεν οὖν ἡ μεταβολὴ τῶν πραγμάτων; Τί δέ ἐστιν, Ὁ ἐντελλόμενος;
Ὁ κελεύων, ὁ παραγγέλλων σώζεσθαι τὸν Ἰακώβ. Ἐνταῦθα πάλιν τὴν εὐκολίαν τῆς συμμαχίας παρίστησι, καὶ τὴν ἐξουσίαν τὴν πολλὴν, καὶ οὐδὲ ἁπλῶς τοῦ προγόνου μέμνηται, ἀλλ᾽ ἀντὶ δικαιώματος τὴν ἀρετὴν αὐτοῦ προβάλλεται, δυσωπῆσαι τὸν Θεὸν βουλόμενος.
Ἐν σοὶ τοὺς ἐχθροὺς ἡμῶν κερατιοῦμεν. Καὶ σὺ ὁ αὐτὸς, φησὶ, καὶ ἡ πρόνοια ἡ αὐτὴ, καὶ ἡμεῖς σὲ ἐπιγραφόμεθα, καὶ τοῖς αὐτοῖς ὅπλοις κεχρήμεθα. Τοῦτο γάρ ἐστιν, Ἐν σοὶ τοὺς ἐχθροὺς ἡμῶν κερατιοῦμεν. Ἄλλος δέ φησι, Τοὺς θλίβοντας ἡμᾶς κερατιοῦμεν. Καὶ ἐν τῷ ὀνόματί σου ἐξουδενώσομεν τοὺς ἐπανισταμένους ἡμῖν. Ἄλλος φησὶ, Συμπατήσομεν.
Τί λέγω, φησὶν, Ἐν σοί; Ἀρκεῖ τὸ ὄνομά σου καλέσαι μόνον, καὶ πάντα ἀνύσαι μεθ᾽ ὑπερβολῆς. Οὐδὲ γὰρ εἶπε, Κρατήσομεν, ἢ, Περιεσόμεθα, ἀλλ᾽, Ἐξουδενώσομεν, οὐδὲ ἡγησόμεθα αὐτούς τι εἶναι, φησὶν, οὐδὲ φοβηθησόμεθα, ἀλλ᾽ ὡς οὐδὲν ὄντας διώξομεν. Ὅπερ δηλῶν ἕτερος ἑρμηνευτὴς ἔλεγε· Καταπατήσομεν· τὴν κατὰ κράτος νίκην, τὴν χωρὶς ἀγωνίας παράταξιν, τὴν χωρὶς φόβου μάχην δεικνύς. Οὐ γὰρ ἐπὶ τῷ τόξῳ μου ἐλπιῶ.
Ἄλλος φησὶ, Πέποιθα. Καὶ ἡ ῥομφαία μου οὐ σώσει με. Καὶ τίνος ἕνεκεν κέχρησαι τούτοις; τί δὲ καθοπλίζῃ, καὶ τόξον καὶ μάχαιραν μεταχειρίζῃ; Ὅτι οὕτως ἐκέλευσεν ὁ Θεός· διὰ δὴ τοῦτο κέχρημαι μὲν αὐτοῖς, τὸ δὲ πᾶν ἐπ᾽ αὐτὸν ῥίπτω. Οὕτω πολεμεῖν τοῖς αἰσθητοῖς ἐχθροῖς ἐπαιδεύοντο ἀπὸ τῆς ἄνωθεν ῥοπῆς φραττόμενοι, οὕτω τοῖς νοητοῖς Καὶ σὺ τοίνυν, ὅταν τῷ διαβόλῳ πολεμῇς, λέγε. Οὐ τοῖς ὅπλοις μου θαῤῥῶ· τουτέστιν, οὐ τῇ ἐμῇ ἰσχύϊ, οὐδὲ ταῖς ἐμαῖς δικαιοσύναις, ἀλλὰ τῷ ἐλέει τοῦ Θεοῦ. Οὕτω καὶ Δανιὴλ ἔλεγεν· Οὐκ ἐν ταῖς δικαιοσύναις ἡμῶν ἐπιῤῥίπτομεν ἡμεῖς τὸν ἔλεον ἡμῶν ἔμπροσθέν σου. Ἔσωσας γὰρ ἡμᾶς ἐκ τῶν θλιβόντων ἡμᾶς, καὶ τοὺς μισοῦντας ἡμᾶς κατῄσχυνας.
Ἄλλος, Ὅτι ἔσωσας ἡμᾶς. Τί δεῖ λέγειν τὰ παλαιὰ, φησὶ, καὶ τὰ τῶν προγόνων; Ἡμεῖς αὐτοὶ πολλὰ τῆς σῆς προνοίας ἐνέχυρα ἔχομεν, καὶ τρόπαια λαμπρὰ ἀπαριθμεῖν, καὶ νίκας ἐπαλλήλους καὶ θαυμαστὰς καὶ παραδόξους δυνάμεθα. Διὰ γὰρ τοῦτο εἶπε, Κατῄσχυνας, ἐμφαίνων ὅτι οὐχ ἁπλῶς ἡμᾶς ἐξείλου, οὐδὲ ἁπλῶς ἐξήρπασας, ἀλλὰ μετὰ τῆς αἰσχύνης τῶν ἐπιόντων ἡμῖν. Ἐν τῷ Θεῷ ἐπαινεθησόμεθα ὅλην τὴν ἡμέραν· καὶ ἐν τῷ ὀνόματί σου ἐξομολογησόμεθα εἰς τὸν αἰῶνα.
Ἄλλος φησί· Τὸν Θεὸν ὑμνοῦμεν κατὰ πᾶσαν ἡμέραν. Τὰ μὲν γὰρ τῆς νίκης, φησὶ, παρελήλυθε, τὰ δὲ τῆς εὐχαριστίας ἡμῖν μένει. Ὅλην γὰρ τὴν ἡμέραν, πᾶσαν λέγει τὴν ζωήν. Οὐ γὰρ παυόμεθα ὑμνοῦντες καὶ ἐγκαλλωπιζόμενοί σου ταῖς συμμαχίαις.
Τοῦτο γὰρ ἡμῶν δόξα, τοῦτο καύχημα, ἐν τούτῳ πρὸς ἅπαντας φιλοτιμούμεθα· οὐχ ὅτι πόλιν ἔχομεν μεγάλην καὶ θαυμαστὴν, οὐδ᾽ ὅτι πρῶτοι νικῶμεν, οὐδ᾽ ὅτι ῥώμῃ σώματος περιγινόμεθα· ἀλλ᾽ ὅτι Θεὸν ἔχομεν ἀληθῆ, ἐν τούτῳ καυχώμεθα· οὐχ ὅταν βοηθῇς ἡμῖν μόνον, ἀλλὰ καὶ ὅταν ἐγκαταλιμπάνῃς. Τοῦτο γάρ ἐστιν, Ὅλην τὴν ἡμέραν· καθάπερ καὶ Παῦλός φησιν· Ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι, εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ Χριστοῦ. Οὐ γάρ ἐστιν, οὐκ ἔστιν ἑτέρα δόξα τοιαύτη. Διὸ καὶ πάλιν ἔλεγεν, Οὐ μόνον δὲ, ἀλλὰ καὶ καυχώμενοι ἐν τῷ Θεῷ. Οὐδὲν γὰρ ἴσον τούτου τοῦ καυχήματος. Μηδεὶς τοίνυν ἐπὶ πλούτῳ μεγαλοφρονείτω· μηδεὶς ἐπί τινι τῶν βιωτικῶν, ἀλλ᾽ ἐπὶ τούτῳ μόνον, ἐπὶ τῷ τὸν Θεὸν ἔχειν Δεσπότην. Τοῦτο πάσης ἐλευθερίας ἄμεινον, τοῦτο τῶν οὐρανῶν αὐτῶν βέλτιον. Εἰ γὰρ τὸ ἀκούειν τοῦ δεῖνος καὶ τοῦ δεῖνος καύχημα πολλάκις ἤνεγκε παρ᾽ ἀνθρώποις, ἐννόησον τὸ ἀκούειν τοῦ Θεοῦ ἡλίκην φέρει δόξαν. Διὸ καὶ ὁ Παῦλος ἀντὶ μεγάλου ἀξιώματος τέθεικε τοῦτο λέγων· Οἱ δὲ τοῦ Χριστοῦ, τὴν σάρκα ἐσταύρωσαν. Διάψαλμα. Ἄλλος, Ἀεί. Ὁ δὲ Ἑβραῖος τοῦτο Σὲλ λέγει. Νυνὶ δὲ ἀπώσω καὶ κατῄσχυνας ἡμᾶς. Ἄλλος φησὶ, Καίπερ ἀπώσω.
Ἄλλος, Καί γε ἀπώσω. Ἄλλος, Ἀλλὰ πρὸς τούτοις ἀπεβάλου. Καὶ οὐκ ἐξελεύσῃ ὁ Θεὸς ἐν ταῖς δυνάμεσιν ἡμῶν. Ἄλλος, Καὶ οὐ προέρχῃ ἐν ταῖς στρατεύσεσιν ἡμῶν. Τῷ γὰρ ἀπωσμῷ αἰσχύνη εὐθέως ἕπεται, καὶ τὸ πᾶσι προκεῖσθαι πρὸς τὸ πάσχειν κακῶς. Δυνάμεις δὲ ἐνταῦθα τὰ στρατόπεδα αὐτῶν καλεῖ, ἐπειδὴ ἐν αὐταῖς ἡ τοῦ βασιλέως δύναμις, καὶ τοῦτο καλῶς τοῦ Θεοῦ οἰκονομήσαντος, ὥστε σύνδεσμον εἶναι τῷ ἄρχοντι καὶ τοῖς ἀρχομένοις.
Ὅ τε γὰρ βασιλεὺς δεῖται τῶν ὑπηκόων, καὶ οὗτοι τοῦ προστάτου, καὶ ἀλλήλων ἐν χρείᾳ καθεστήκασι πολλῇ. Ὥστε γὰρ μὴ εἶναί τινα ἀπόνοιαν, τὰ μεγάλα πολλάκις τῶν μικρῶν δεῖσθαι ὁ Θεὸς παρεσκεύασεν. Τοῦτο καὶ ἐπὶ τῶν ἀψύχων ἐποίησε. Πολλάκις γοῦν κίονα σαλευόμενον ψηφὶς ὑποτεθεῖσα ἔστησε, καὶ μυριαγωγὸν πλοῖον μικρὸν πηδάλιον ἰθύνει, καὶ κινδύνων ἀπαλλάττει. Τί δέ ἐστι, Καίπερ ἀπώσω ἡμᾶς; Ὅτι καὶ τοιαῦτα, φησὶ, παθόντες, οὐκ ἀφιστάμεθά σου, δοξολογοῦντες, ὑμνοῦντες, ἐν σοὶ καλλωπιζόμενοι.
Ἀπέστρεψας ἡμᾶς εἰς τὰ ὀπίσω παρὰ τοὺς ἐχθροὺς ἡμῶν. Καὶ οἱ μισοῦντες ἡμᾶς διήρπαζον ἑαυτοῖς. Ἄλλος φησὶν, Ἔταξας ἡμᾶς ἐσχάτους παντὸς ἐναντίου. Ὅρα πῶς ἐπαίρει τὰ δεινὰ τῷ λόγῳ, καὶ ἐκτραγῳδεῖ τὴν συμφορὰν, δεικνὺς, ὅτι εἰ καὶ ἁμαρτωλοὶ σφόδρα ἦσαν, ὅμως δίκην δεδώκασιν ἱκανήν.
ζʹ. Τοῦτο καὶ οἱ παῖδες ἐκ περιουσίας ποιοῦσιν ἐν τῇ καμίνῳ τότε ᾄδοντες καὶ λέγοντες· Παρέδωκας ἡμᾶς εἰς χεῖρας ἐχθρῶν ἀνόμων, ἐχθίστων, ἀποστατῶν, καὶ βασιλεῖ ἀδίκῳ καὶ πονηροτάτῳ παρὰ πᾶσαν τὴν γῆν. Καὶ πάλιν· Ἐσμικρύνθημεν παρὰ πάντα τὰ ἔθνη, καὶ ἐσμὲν ταπεινοὶ ἐν πάσῃ τῇ γῇ.
Τοῦτο καὶ ἐνταῦθα δηλοῖ, μονονουχὶ λέγων· Πάντων γεγόναμεν ἀτιμότεροι, ἐπειδὴ τῆς σῆς ἐγυμνώθημεν προνοίας· καὶ οὐδὲ μέχρι τούτων ἔστη τὰ δεινὰ, ἀλλὰ καὶ νομὴ γεγόναμεν τοῖς πολεμίοις, κατ᾽ ἐξουσίαν ἡμᾶς διανεμομένοις. Τοῦτο γάρ ἐστι· Διήρπαζον ἑαυτοῖς, τουτέστιν, οὐδενὸς ὄντος τοῦ κωλύοντος.
Ἔδωκας ἡμᾶς ὡς πρόβατα βρώσεως, καὶ ἐν τοῖς ἔθνεσι διέσπειρας ἡμᾶς. Ἄλλος φησὶν, Ἐλίκμησας ἡμᾶς. Τί ἐστιν, Ὡς πρόβατα βρώσεως; Εὐεπιχειρήτους ποιήσας, εὐτελεῖς δείξας. Ἔστι γὰρ καὶ πρόβατα κτήσεως, τὰ πρὸς γονὴν ἐπιτήδεια· τὰ δὲ, διὰ τὸ γῆρας ἢ τὸ ἄγονον, εἰς βρῶσιν μόνον ἐστὶ χρήσιμα. Καὶ τὸ δὴ χαλεπώτερον, τὸ καὶ εἰς τὰ ἔθνη διαιρεθῆναι, ὃ πάντων αὐτοῖς βαρύτερον ἦν, τὸ μηδὲ τὸν νόμον δύνασθαι μετὰ ἀκριβείας φυλάττειν ἐκεῖ, καὶ τῆς πατρῴας ἐκπεπτωκέναι πολιτείας. Καὶ οὐδὲ εἰς ἓν ἔθνος, ἀλλὰ πανταχοῦ, φησὶ, καὶ πρὸς ἓν μόνον ἐσμὲν ἕτοιμοι, τὸ πάσχειν κακῶς, ἀμύνεσθαι δὲ ἢ ἀνταίρειν χεῖρας οὐδὲ ἰσχύομεν. Τοῦτο γὰρ ἡ τῶν προβάτων εἰκὼν δηλοῖ. Ἀπέδου τὸν λαόν σου ἄνευ τιμῆς. Ἄλλος φησὶν, Ἐν οὐχ ὑπάρξει. Ἄλλος, Οὐχ ὑπάρξεως. Καὶ οὐκ ἦν πλῆθος ἐν τοῖς ἀλλάγμασιν ἡμῶν. Ἄλλος φησί· Καὶ οὐ πολλὴν ἐποίησας τὴν τιμὴν αὐτῶν. Ὃ δὲ λέγει τοιοῦτόν ἐστι· καὶ γὰρ σφόδρα ἀσαφὲς εἶναι δοκεῖ τὸ ῥητὸν, ἀλλὰ προσέχετε, ἵνα μετὰ συνέσεως ψάλλητε. Τί οὖν ἐστι τὸ λεγόμενον; Τὸ εὐτελὲς αὐτῶν καὶ οὐδαμινὸν παρίστησιν. Ὡς οὐδενὸς ὄντας ἀξίους, ὡς εὐώνους καὶ εὐκαταφρονήτους, οὕτως ἡμᾶς εἴασας. Καὶ τοῦτο ἀπὸ τῆς συνηθείας τῆς ἀνθρωπίνης φησίν.
Ἔθος γὰρ ἡμῖν τὰ ἄτιμα καὶ τὰ εὐτελῆ καὶ ἄνευ τιμῆς διδόναι· ὧν δὲ πολὺς ἡμῖν ὁ λόγος, κἂν ἀποδώμεθα, πολλῆς ἀποδιδόμεθα τιμῆς· ὧν δὲ οὐ πολὺς λόγος ἡμῖν, ταῦτα καὶ δωρεὰν παρέχομεν. Τῶν γοῦν οἰκετῶν τοὺς ἀγνώμονας οἱ μὲν τὰς ἡμισείας τῆς τιμῆς, οἱ δὲ τούτους ἀπέδοντο μὴ λαβόντες μηδέν. Εἰ δὲ τὸ ἐλάττονος παραχωρῆσαι τιμῆς δείκνυσι τὴν εὐτέλειαν τοῦ πιπρασκομένου· τὸ μηδὲ τιμῆς λαβεῖν, ἀλλ᾽ ἄνευ τιμῆς, πολλῷ μᾶλλον. Τοῦτο οὖν φησιν· Ὥσπερ ἂν εἴ τις ἄνθρωπος ἄνευ τιμῆς ἐκσταίη τῶν αὑτοῦ, οὕτω καὶ αὐτὸς ὡς ἀτίμους ἡμᾶς εἴασας, κατεφρόνησας ἡμῶν σφόδρα. Τοῦτο γοῦν καὶ ἐν τῇ ἐπαγωγῇ δηλοῖ εἰπών· Καὶ οὐκ ἦν πλῆθος ἐν τοῖς ἀλλάγμασιν ἡμῶν· τουτέστιν, ἐν τῇ ὠνῇ ἡμῶν. Διὸ καὶ ἕτερός φησιν, Ἐν τῇ τιμήσει ἡμῶν· τουτέστιν, ἐν τῇ πράσει ἡμῶν. Ἡ γὰρ τιμὴ ἄλλαγμά ἐστι· δίδομεν γὰρ οἰκέτην πολλάκις, καὶ λαμβάνομεν ἀργύριον ἢ χρυσίον. Ἔθου ἡμᾶς ὀνειδισμὸν τοῖς γείτοσιν ἡμῶν, μυκτηρισμὸν καὶ χλευασμὸν τοῖς κύκλῳ ἡμῶν. Ἄλλος λέγει, Πομπὴν τοῖς κύκλῳ ἡμῶν.
Ἔθου ἡμᾶς εἰς παραβολὴν ἐν τοῖς ἔθνεσι. Χαλεπὴ αὕτη τιμωρία καὶ ἀφόρητος, μάλιστα τὸ παρὰ τῶν ἀσεβῶν ὀνειδίζεσθαι, τὸ παρ᾽ ἐχθρῶν ταῦτα πάσχειν, καὶ κύκλῳ περικεῖσθαι τοὺς ἐπεμβαίνοντας αὐτοῖς, καὶ πανταχόθεν αὐτοὺς περιβεβλῆσθαι ὑπὸ τῶν ὀνειδιζόντων. Τί δέ ἐστι παραβολή; Διήγημα, ὄνειδος. Καὶ γὰρ μιαροί τινες καὶ ἀναίσθητοι ἦσαν οἱ κύκλῳ, οὐ μόνον οὐκ ἐλεοῦντες, ἀλλὰ καὶ ὀνειδίζοντες, ὃ δὴ μάλιστα αὐτοὺς ἔδακνεν. Ἐνταῦθα δέ μοι τοὺς Ἄραβας λέγειν δοκεῖ, τοὺς ἐκ γειτόνων αὐτοῖς οἰκοῦντας.
Κίνησιν κεφαλῆς ἐν τοῖς λαοῖς. Ἄλλος φησὶ, Μετακίνημα. Ὁ δὲ Ἑβραῖος, Μανούδ. Ἢ τοῦτό φησιν, ὅτι Μετεκίνησας ἡμᾶς, ἢ διὰ τοῦ σχήματος τῆς κινήσεως τῆς κεφαλῆς τοῦ σφόδρα ἐφηδομένου τὴν παροινίαν ἐνδείκνυται. Ὅλην τὴν ἡμέραν ἡ ἐντροπή μου κατεναντίον μου ἐστί. Ἄλλος φησίν· Ἡ ἀσχημοσύνη μου. Καὶ ἡ αἰσχύνη τοῦ προσώπου μου ἐκάλυψέ με, ἀπὸ φωνῆς ὀνειδίζοντος καὶ καταλαλοῦντος. Ἄλλος φησὶ, Καὶ βλασφημοῦντος.
Ἀπὸ προσώπου ἐχθροῦ καὶ ἐκδιώκοντος. Ταῦτα τῶν τιμωριῶν μᾶλλον αὐτοὺς ἔδακνεν. Ἐπειδὴ γὰρ ἀεὶ καὶ συνεχῶς εὐημερίας ἀπήλαυον, καὶ τῶν πολεμίων ἐκράτουν, τὰ πάντων τότε ἠνοίχθη στόματα, πεσόντων αὐτῶν καὶ ὑποσκελισθέντων, καὶ οὐδὲ ἀνακῦψαι εἶχον, ἀλλὰ διηνεκῆ τιμωρίαν ὑπέμενον. Ταῦτα πάντα ἦλθεν ἐφ᾽ ἡμᾶς, καὶ οὐκ ἐπελαθόμεθά σου, καὶ οὐκ ἠδικήσαμεν ἐν διαθήκῃ σου. Ἄλλος, Οὐδὲ παρελογισάμεθα τὴν συνθήκην σου. Ἀπεναντίας τοῖς ἄλλοις, φησὶν, ἡμεῖς ἤλθομεν. Ἐκεῖνοι μὲν γὰρ καὶ πρὸ τῶν δεινῶν ὑπεσκελίσθησαν· ἡμεῖς δὲ, φησὶ, καὶ μετὰ τὰ δεινὰ ἑστήκαμεν ἀπερίτρεπτον τὴν γνώμην ἔχοντες. Ταῦτα δὲ λέγουσιν εὐέλπιδας ποιοῦντες τοὺς ὄντας μετ᾽ αὐτῶν. Διὸ δὴ τοῦ Δανιὴλ καὶ τῶν τριῶν παίδων λεγόντων· Ἡμάρτομεν, ἠνομήσαμεν· οὗτοι λέγουσιν· Οὐκ ἠδικήσαμεν ἐν διαθήκῃ σου· ἐπαίροντες τὰ φρονήματα τῶν συστρατιωτῶν. Εἰ γὰρ τὰ μέγιστα πεπόνθαμεν, φησὶ, καὶ ἔγγονοι τῶν τὰ μεγάλα εὐηργετημένων ἐσμὲν, καὶ ἐν ταῖς συμφοραῖς οὐκ ἐξεκλίναμεν, πολλῆς σωτηρίας ἡμῖν ἔσται ἐλπίς.
ηʹ. Ὅπερ οὖν ἐξ ἀρχῆς ἔλεγον, τοῦτο καὶ νῦν φημι, ὅτι ἐν εὐχῆς τάξει τὰ φρονήματα αὐτῶν ἀλείφουσιν, ὡσανεὶ πρὸς αὐτοὺς ἔλεγον· Τίνος ἕνεκεν ἀπεγνώκατε τῆς σωτηρίας; Θεὸν ἔχομεν τὸν προϊστάμενον ἡμῶν· εἰ καί τι ἡμῖν ἡμάρτηται, δίκην ἔδομεν ἱκανήν· ἐν τοῖς πειρασμοῖς ἑστήκαμεν γενναίως· τὸν ἀεὶ καὶ ἁμαρτωλῶν προϊστάμενον ὁδηγὸν ἔχομεν· διὸ πάντοθεν δεῖ τὸ τέλος προσδοκᾷν χρηστόν. Τί δέ ἐστιν, Οὐκ ἠδικήσαμεν ἐν διαθήκῃ σου; Τουτέστιν, Οὐκ ἠδικήσαμεν περὶ ταῦτα, ἃ ἐπιστεύθημεν, ἀλλ᾽ ἐφυλάξαμεν μετὰ ἀκριβείας. Καὶ γὰρ μεγίστη ἀδικία ἐστὶν, ὅταν τὸν νόμον τις παραβαίνῃ τὸν ἀμύνοντα, τὸν οὐκ ἐῶντα οὐδὲ παρὰ τῶν πλησίον ἀδικεῖσθαι, καὶ τὴν κακίαν κωλύοντα· ὅταν περὶ τὸν τοσαῦτα παρέχοντα ἀγαθὰ ἀγνωμονῇ. Καὶ οὐκ ἀπέστη εἰς τὰ ὀπίσω ἡ καρδία ἡμῶν. Ἄλλος φησὶν, Οὐκ ἀπεχώρησε.
Καὶ οὐκ ἐξέκλινας τὰς τρίβους ἡμῶν ἀπὸ τῆς ὁδοῦ σου. Ἄλλος φησὶν, Οὐδὲ μετεκλίθη τὰ ὑπορθοῦντα ἡμᾶς. Ἄλλος, Καὶ οὐκ ἀπεστράφη εἰς τὰ ὀπίσω ἡ καρδία ἡμῶν, καὶ οὐκ ἔκλινε βήματα ἡμῶν. Ὅπερ ἔμπροσθεν εἴρηκε, τοῦτο καὶ ἐνταῦθα λέγει, ὅτι ἐν τοσούτῳ κλύδωνι κακῶν οὐδὲ μικρὸν παρεσαλεύθησαν. Καλῶς δὲ οὕτως εἶπεν.
Ὥσπερ γὰρ ὁ νόμος εἰς τὰ ἔμπροσθεν ἄγει, οὕτως ἡ παρανομία εἰς τὰ ὀπίσω μεθίστησι· καὶ ὥσπερ ὁ νόμος τὴν ὀρθὴν ὁδὸν βαδίζειν κελεύει, οὕτως ἡ παρανομία πρὸς τὴν ἔρημον καὶ ἄβατον τὸν ἄνθρωπον μεθίστησιν. Ὁδὸν οὖν τὸν νόμον φησὶν ἐνταῦθα. Τὸ δὲ, Ἐξέκλινας, ὅπερ οἱ ἄλλοι λέγουσιν· Οὐδὲ μετεκλίθη τὰ ὑπορθοῦντα ἡμᾶς ἀπὸ τῆς ὁδοῦ σου· ὁ Ἑβραῖός φησιν· Οὐαθὲτ ἀσουρενοῦ μενὶ ὄραχ· εἰ δὲ κατὰ τοὺς Ἑβδομήκοντα βουληθείη τις ἑρμηνεῦσαι, καὶ οὐ κατὰ τοὺς ἄλλους, τὸ, Ἐξέκλινας τὰς τρίβους ἡμῶν ἀπὸ τῆς ὁδοῦ σου, τοῦτό ἐστιν, ὅτι Ἀπῴκισας τοῦ ναοῦ σου, καὶ ἐν ἀλλοτρίᾳ εἶναι πεποίηκας· ὅπερ οὐκ εἴα τὰς λατρείας ἐπιτελεῖσθαι.
Ὅτι ἐταπείνωσας ἡμᾶς ἐν τόπῳ κακώσεως. Ἄλλος φησὶν, Ἀοικήτῳ. Ἄλλος, Ἐν τόπῳ Σειρήνων. Καὶ ἐπεκάλυψεν ἡμᾶς σκιὰ θανάτου. Ἄλλος λέγει, Ἐπώμασας ἡμᾶς. Αὕτη μοι δοκεῖ ἡ ἀνταπόδοσις πρὸς τὰ ἄνω εἶναι, ἐν οἷς τὰ κακὰ διηγοῦνται λέγοντες, Ἡ αἰσχύνη τοῦ προσώπου μου ἐκάλυψέ με, ἀπὸ φωνῆς ὀνειδίζοντος καὶ καταλαλοῦντος· Ὅτι ἐταπείνωσας ἡμᾶς.
Εἰ μέντοι πρὸς τὸ, Ἐξέκλινας τὰς τρίβους ἡμῶν ἀπὸ τῆς ὁδοῦ σου, λάβοι τις αὐτὸ, ἐνταῦθα ἀκολουθίαν ἔχει κατὰ τὴν ἔννοιαν, ἣν εἰρήκαμεν. Δηλοῖ γὰρ πῶς ἐκ τῶν τρίβων αὐτῶν ἀπώσατο αὐτοὺς, τῆς πολιτείας λέγω καὶ τῶν νομίμων, τὸ εἰς τόπους ἐρήμους ἀπαγαγεῖν, καὶ μεταξὺ πολεμίων ἀφεῖναι.
Τοῦτο γάρ ἐστι τὸ, Ἐκάλυψεν ἡμᾶς σκιὰ θανάτου· τοὺς κινδύνους λέγων τοὺς θάνατον τίκτοντας, καὶ ὧν πλησίον οἱ θάνατοι, ὥσπερ καὶ ὠδῖνας θανάτου καὶ πύλας ᾅδου ἡ Γραφὴ καλεῖ. Καὶ τὸ ἄφυκτον τῶν δεινῶν διά τε τῆς σκιᾶς καὶ τῆς ἐπικαλύψεως ἐνταῦθα παρίστησιν, οὐδὲ ἥντινα διάλυσιν εὑρεῖν, οὐδὲ ἀναπνοὴν μικρὰν δυνάμενα. Εἰ ἐπελαθόμεθα τοῦ ὀνόματος τοῦ Θεοῦ ἡμῶν, καὶ εἰ διεπετάσαμεν τὰς χεῖρας ἡμῶν πρὸς Θεὸν ἀλλότριον, οὐχὶ ὁ Θεὸς ἐκζητήσει ταῦτα; Αὐτὸς γὰρ γινώσκει τὰ κρύφια τῆς καρδίας. Τοῦτο οἰκετῶν εὐγνωμόνων, τὸ κακῶς πάσχοντας μένειν τὸν δεσπότην θεραπεύοντας· ταῦτα φιλοσοφίας διδάγματα. Ἐνταῦθα καὶ τοὺς ἀκούοντας παιδεύουσι, μὴ ὑποκρίνεσθαι, ἀλλ᾽ ἐν ὅλῃ καρδίᾳ τὸν Θεὸν θεραπεύειν. Οἶδε γὰρ, φησὶ, τὰ ἀπόῤῥητα τῆς διανοίας. Ταῦτα δὲ λέγουσι φοβοῦντες αὐτοὺς, ὥστε μηδὲν λογίσασθαι ἀνάξιον Θεοῦ. Ὅρα καὶ τὴν ἐπίδοσιν ἀρετῆς πολλήν· ἐπάγει γὰρ λέγων· Ὅτι ἕνεκεν σοῦ θανατούμεθα ὅλην τὴν ἡμέραν· ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς. Μέγα μὲν γὰρ καὶ τὸ μένειν θεραπεύοντας τὸν Θεὸν, καὶ μὴ πρὸς ἕτερον ἀποπηδῆσαι· τὸ δὲ πολλῷ μεῖζον, τὸ συνεχῶν θανάτων καὶ καθημερινῶν κινδύνων ἐπικειμένων διατηρεῖν τὴν τοιαύτην ἀγάπην. Καὶ ἐννόησον ὅσον φιλοσοφίας εἶδός ἐστιν, ὅπου γε καὶ ὁ Παῦλος αὐτῷ κέχρηται, τὰς νιφάδας τῶν ἀποστολικῶν κινδύνων ἀπαριθμούμενος ἐν τῇ πρὸς Ῥωμαίους ἐπιστολῇ.
Πόσων οὖν ἂν εἶεν ἄξιοι στεφάνων οὗτοι, ὅταν ἐν τῇ Παλαιᾷ φαίνωνται πρὸς τὸ μέτρον φθάσαντες τῶν ἐν τῇ Καινῇ ἀγωνισμάτων; Ὃ γάρ φησιν ὁ Παῦλος, Καθ᾽ ἡμέραν ἀποθνήσκω, τοῦτο καὶ οὗτοι, οὐχὶ τῇ πείρᾳ, οὔτε τῷ τέλει, ἀλλὰ τῇ γνώμῃ. Διὰ τί δέ φησιν, Ἕνεκεν σοῦ; Ὅτι ἐξῆν ἡμῖν, φησὶ, μετατάξασθαι, καὶ ἀφεῖναι τὴν πατρῴαν πολιτείαν, καὶ εἶναι ἐν ἀσφαλείᾳ· ἀλλ᾽ αἱρούμεθα πάσχειν κακῶς μᾶλλον, καὶ τὰ πατρῷα φυλάττειν, ἢ εἰρήνης ἀπολαύειν μετὰ τὸ τῶν πατρῴων ἐκπεσεῖν. Ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς. Οὕτως ἡμᾶς εὐκόλως, φησὶν, ἀναιροῦσιν.
Ἐνταῦθα δὲ καὶ τὴν ἐπιείκειαν αὐτῶν ἐνδείκνυται. Ἀλλ᾽ ὅμως οὕτως εὐκόλως προκείμενοι, μένομεν ἀπερίτρεπτον τὴν γνώμην ἔχοντες. Ἐνταῦθα καὶ τοῦ Θεοῦ τὴν δύναμιν ἄξιον ἐκπλαγῆναι, ὅτι τοὺς οὕτω προκειμένους ὡς πρόβατα σφαγῆς διετήρησε, καὶ καθ᾽ ἡμέραν ἀποθνήσκοντας οὐκ ἀφῆκεν ἐμπεσεῖν εἰς θάνατον. Ἐξεγέρθητι, ἵνα τί ὑπνοῖς, Κύριε;
Ἄλλος φησὶν, Ἵνα τί ὡς ὑπνῶν εἶ; Ἄλλος, Ἐξυπνίσθητι. Ἄλλος, Ἐξύπνισον. Ἀνάστηθι, καὶ μὴ ἀπώσῃ εἰς τέλος. Ἵνα τί τὸ πρόσωπόν σου ἀποστρέφεις; Ἕτερος, Κρύπτεις. Ἐπιλανθάνῃ τῆς πτωχείας ἡμῶν καὶ τῆς θλίψεως ἡμῶν;
Ἄλλος, Τῆς κακίας ἡμῶν; Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· Δύνασαι λῦσαι τὰ κακά· οὐδὲ γὰρ παρὰ ἀσθένειαν σὴν ταῦτα γίνεται, ἀλλὰ παρὰ τὴν συγχώρησιν. Ὕπνον γὰρ ἐνταῦθα τὴν ἡσυχίαν φησὶ, καὶ ἀνάστασιν τὴν ἀνταπόδοσιν, καὶ πρόσωπον τὴν ἀντίληψιν, τὴν πρόνοιαν, τὴν κηδεμονίαν, τὴν συμμαχίαν.
θʹ. Ἵνα τί ἐπιλανθάνῃ τῆς πτωχείας ἡμῶν; Ὅρα πάλιν εὐγνωμοσύνην. Οὐκ εἶπε, Τῶν κατορθωμάτων· οὐκ εἶπε, Τῆς ἀπεριτρέπτου γνώμης· οὐκ εἶπε, Τῆς ἐν πειρασμοῖς δοκιμασθείσης ψυχῆς· ἀλλ᾽ ὅτε μὲν ὑπὲρ ἑαυτῶν ἀπολογοῦνται, ἐκεῖνα τιθέασιν· ὅταν δὲ τὴν συμμαχίαν ζητῶσιν, ἀφ᾽ ὧν οἱ κατάδικοι, ἀπὸ τούτων ἀξιοῦσι σώζεσθαι. Ἐπειδὴ δίκην ἔδοσαν, φησὶν, ἐπειδὴ τὰ ἔσχατα πεπόνθασι. Τοῦτο καὶ Παῦλος ποιεῖ πολλάκις, καὶ ἕτεροι τῶν προφητῶν. Καὶ ταῦτα ἔλεγον οὗτοι, οὐδέπω περὶ γεέννης εἰδότες οὐδὲν, οὐδὲ περὶ βασιλείας, οὐδὲ τοιαῦτα διδαχθέντες φιλοσοφεῖν, καὶ πάντα ἔφερον ῥᾳδίως. Ὅτι ἐταπεινώθη εἰς χοῦν ἡ ψυχὴ ἡμῶν· ἐκολλήθη εἰς γῆν ἡ γαστὴρ ἡμῶν. Ἐπειδὴ γὰρ εἶπεν· Ἐπιλανθάνῃ τῆς πτωχείας ἡμῶν· τουτέστι, τῆς κακώσεως, λέγει λοιπὸν τὴν κάκωσιν. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Ἀπολώλαμεν, κατωρύγημεν, τῶν νεκρῶν οὐδὲν ἄμεινον διακείμεθα.
Δικαίως δ᾽ ἄν τις εἴποι καὶ τῶν τοῖς παροῦσι προστετηκότων τὴν ψυχὴν, εἰς χοῦν τεταπεινῶσθαι, καὶ τῶν γαστριμάργων εἰς τὴν γῆν τὴν γαστέρα κεκολλῆσθαι. Καὶ γὰρ ὁ ἔρωτι προσδεδεμένος, καὶ πρὸς τὸν πηλὸν κεχηνὼς, καὶ τὴν ἀσώματον δύναμιν τὴν ἐν αὐτῷ καταδουλῶν τῇ σποδῷ, εἰκότως ἂν ταῦτα λέγοιτο πάσχειν.
Τί γάρ ἐστιν ἄλλο κάλλος σώματος, ἀλλ᾽ ἢ χοῦς καὶ πηλὸς, μᾶλλον δὲ καὶ τούτων εἰδεχθέστερον; Εἰ δὲ ἀπιστεῖς, περιεργάζου τοὺς τάφους τῶν ἀνθρώπων, καὶ ὄψει τὸν πηλὸν καὶ τὴν κόνιν. Ὅταν γὰρ ἀποθῆται τὸ πρόσωπον τὴν παροῦσαν ζωὴν, τότε φαίνεται ὅπερ ἐστί· μᾶλλον δὲ καὶ πρὸ τῆς τελευτῆς.
Ὅταν γὰρ τὸ γῆρας ἐπέλθῃ, ὅταν ἡ νόσος ἐπισκήψῃ, τότε ὄψει τὸ φαινόμενον· πηλὸς γάρ ἐστιν· ἀλλ᾽ ὡς σοφὸς δημιουργὸς, καὶ ἐξ εὐτελοῦς ὕλης κάλλος ἀμήχανον ἐποίησεν ἐπιγενέσθαι, οὐχ ἵνα πορνεύσῃς, ἀλλ᾽ ἵνα τῆς οἰκείας σοφίας ἀπόδειξίν σοι παράσχηται. Μὴ τοίνυν ὑβρίσῃς τὸν τεχνίτην, μηδὲ τὸ ἔργον αὐτοῦ τῆς σοφίας, ἀσελγείας καὶ πορνείας ὑπόθεσιν ποιοῦ.
Μέχρι τοσούτου θαύμαζε τὴν ὥραν, μέχρι τοῦ δοξάσαι τὸν τεχνίτην, περαιτέρω δὲ μὴ προέλθῃς, τὸ πάθος ἀλείφων. Καλὸν τὸ ἔργον· οὐκοῦν τὸν ἐργασάμενον προσκυνεῖν, ἀλλ᾽ οὐχ ὑβρίζειν χρή. Εἴ τις, εἰπέ μοι, χρυσοῦν ἀνδριάντα τινὸς καὶ εἰκόνα βασιλικὴν λαβὼν, κατῄσχυνε βορβόρῳ καὶ ἑτέροις τοιούτοις, οὐκ ἂν τὴν ἐσχάτην ἔδωκε δίκην; Εἰ δὲ ὁ ἐν τοῖς ἀνθρωπίνοις ἀγνώμων τοσαύτης ὑπεύθυνός ἐστι τιμωρίας, ὁ τὸ ἔργον τοῦ Θεοῦ τοσαύτῃ περιβαλὼν ἀτιμίᾳ, τί πείσεται, καὶ μάλιστα ὅταν καὶ γυναῖκα ἔχων φαίνηται ὁ ταῦτα ποιῶν; Μὴ γάρ μοι λέγε τῆς φύσεως τὴν ἐπιθυμίαν. Διὰ τοῦτο γὰρ γάμος ἐπετράπη, ἵνα μὴ πέρα τῶν οἰκείων ὅρων προβαίνῃς. Θέα γὰρ ὅσης ἄξιος ἔσῃ τιμωρίας. Ὁ μὲν γὰρ Θεὸς καὶ τῆς ἀναπαύσεώς σου καὶ τῆς δόξης προενόησεν, ἵνα καὶ ἐκλύσῃς τὴν λύτταν τῆς φύσεως διὰ τῆς γυναικὸς, καὶ ἀκινδύνως τοῦτο ποιῇς, καὶ πάσης ἀπαλλαγῇς ἀσχημοσύνης. Σὺ δὲ τὸν οὕτω σου προνοοῦντα ἐκ περιουσίας ὑβρίζεις; Εἰπὲ γάρ μοι, εἰ μὴ ἐβουλήθη νομοθετῆσαι γάμον, πόσην ἂν ὑπέστης βίαν; πόσην κόλασιν; Δέον οὖν σε εὐχαριστεῖν καὶ δοξάζειν, ὅτι τὸ πλέον ὑπετέμετό σοι τῶν πόνων, παραμυθίαν οὐ τὴν τυχοῦσαν ἐπινοήσας, σὺ δὲ ἐνυβρίζεις ἀγνωμόνως, καὶ ἀναισχυντεῖς, καὶ τοὺς κειμένους ὑπερβαίνεις ὅρους, καὶ τὴν ἑαυτοῦ καταισχύνεις δόξαν;
Οὐκ ἀκούεις Παύλου λέγοντος καὶ νῦν, καὶ ἐν τῷ μέσῳ βοῶντος, Φεύγετε τὴν πορνείαν, μᾶλλον δὲ τοῦ Χριστοῦ τοῦ τὴν ἐκείνου ψυχὴν κινοῦντος;
Τί καταμανθάνεις κάλλος ἀλλότριον; τί περιεργάζῃ πρόσωπον οὐ σόν; τί φέρῃ κατὰ κρημνῶν; τί τοῖς δικτύοις ἐμβάλλεις σαυτόν; Τείχισόν σου τοὺς ὀφθαλμοὺς, περίφραξόν σου τὸ ὄμμα, τίθει νόμον τοῖς ὀφθαλμοῖς. Ἄκουσον ἀπειλοῦντος τοῦ Χριστοῦ, καὶ τὴν ἀκόλαστον ὄψιν ἐν ἴσῳ μοιχείας κρίνοντος. Τί τῆς ἡδονῆς ὄφελος, ὅταν σκώληκα τίκτῃ; ὅταν διηνεκῆ φόβον; ὅταν ἀθάνατον τῷ δράσαντι τιμωρίαν; Πόσῳ βέλτιον μικρὸν ἀνασχόμενον τῆς βίας τῆς ἀπὸ τῶν ἡμετέρων λογισμῶν, διαπαντὸς ἐν ἀνέσει εἶναι, ἢ ὀλίγα χαρισάμενον ταῖς ἀτόποις ἐπιθυμίαις ἀθάνατα τιμωρεῖσθαι;
Μὴ τέκνα, μὴ ποιεῖτε οὕτως· οὐκ ἀγαθὴ ἡ ἀκοὴ, ἣν ἐγὼ ἀκούω περὶ ὑμῶν. Οἶδα πρὸς τίνας ὁ λόγος ἀποτείνεται, οὐ πρὸς ἅπαντας· ἀλλ᾽ ἔνθα ἂν εὕρῃ τὸ τραῦμα, ἐκεῖ ἐπάγει τὸ φάρμακον. Τί τὸν γάμον ὑβρίζεις; τί τὴν εὐνὴν ἀδικεῖς; τί τὸ μέλος τὸ σὸν ἐπηρεάζεις; τί τὴν δόξαν σου καταισχύνεις;
Ἔκκοψον τὸ πάθος, ἄνελε τὰς τρυφάς. Τρυφὴ καὶ μέθη πηγαὶ πορνείας. Ἂν τῇ ἀνέσει μὴ χρήσῃ εἰς δέον, ἐπάγει σοι θλίψιν. Ἄκουσον τί ἔπαθον οἱ Ἰουδαῖοι πορνεύσαντες, οἱ μὴ μεταλαβόντες σώματος Χριστοῦ, οἱ τραπέζης μὴ ἀπολαύσαντες πνευματικῆς, Μηδὲ πορνεύωμεν, φησὶ, καθώς τινες αὐτῶν ἐπόρνευσαν, καὶ ἔπεσον ἐν μιᾷ ἡμέρᾳ εἴκοσι τρεῖς χιλιάδες. Ἀνάστα, Κύριε, βοήθησον ἡμῖν, καὶ λύτρωσαι ἡμᾶς ἕνεκεν τοῦ ὀνόματός σου. Ἄλλος, Στῆθι ἀντιλαμβανόμενος ἡμῶν, καὶ ῥῦσαι ἡμᾶς διὰ τὸ ἔλεός σου. Ὅρα ποῦ τὸν λόγον κατέκλεισαν· μετὰ μυρία αὐτῶν κατορθώματα, πόθεν ἀξιοῦσι σώζεσθαι;
Ἀπὸ ἐλέους, ἀπὸ φιλανθρωπίας, διὰ τὸ ὄνομα τοῦ Θεοῦ. Τί ἐστιν, Ἕνεκεν τοῦ ὀνόματός σου; Ἵνα μὴ αὐτὸ βεβηλωθῇ, ὃ καὶ αὐτὸς πολλάκις λέγει, ὅτι Ποιῶ ἕνεκεν τοῦ ὀνόματός μου. Εἶδες ταπεινοφροσύνην καὶ συντετριμμένην διάνοιαν; Καὶ πόθεν ἀξιοῦσι σωθῆναι; Ἀπὸ φιλανθρωπίας, ἀπὸ ἐλέους· ὡς οἱ ἔρημοι κατορθωμάτων, ὡς οἱ μηδέ τι ἔχοντες δικαίωμα σωτηρίας, καίτοι τοσούτοις κομῶντες πόνοις καὶ κινδύνοις, εἰς τὸν Θεὸν τὸ πᾶν ἀνέφερον.
Τούτους δὴ καὶ ἡμεῖς οἱ ἐν τῇ χάριτι μιμησώμεθα, καὶ δόξαν ἀναπέμψωμεν τῷ Θεῷ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.