Ὄντως μυρίων ὀδυρμῶν ἄξιοί ἐσμεν, μυρίων θρήνων, ἐὰν πᾶσα ἡ οἰκουμένη λαβοῦσα φωνὴν, καὶ λίθοι καὶ ξύλα καὶ δένδρα καὶ θηρία καὶ ὄρνεις καὶ ἰχθύες, καὶ ἁπλῶς πᾶσα ἡ οἰκουμένη, ἐὰν λαβοῦσα φωνὴν, ἡμᾶς ὀδύρηται τοὺς ἐκπεπτωκότας τῶν ἀγαθῶν ἐκείνων, οὐδὲν κατ᾽ ἀξίαν ὀδυρεῖται, οὐδὲ θρηνήσει. Ποῖος γὰρ λόγος παραστῆσαι δυνήσεται, ποῖος νοῦς ἐκείνην τὴν μακαριότητα, καὶ τὴν ἀρετὴν ἐκείνην, τὴν ἠδονὴν, τὴν δόξαν, τὴν εὐφροσύνην, τὴν λαμπρότητα; Ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη; Οὐκ εἶπεν, ὅτι ὑπερβαίνει ἁπλῶς, ἀλλ᾽ οὐδὲ ἐνενόησέ ποτέ τις, Ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν. Ὧν γὰρ ἑτοιμαστὴς καὶ παρασκευαστὴς ὁ Θεὸς ἀγαθῶν, ποῖα εἰκὸς εἶναι ταῦτα; Εἰ γὰρ ποιήσας ἡμᾶς εὐθέως, οὐδενὸς παρ᾽ ἡμῶν προϋπηργμένου, τοσαῦτα ἐχαρίσατο, παράδεισον, ὁμιλίαν τὴν μετ᾽ αὐτοῦ, ἀθανασίαν ὑπέσχετο, βίον μακάριον καὶ φροντίδων ἀπηλλαγμένον· τοῖς τοσαῦτα πεπονηκόσι καὶ ἠθληκόσι καὶ ὑπὲρ αὐτοῦ ὑπομείνασι τί οὐ χαριεῖται; Τοῦ Μονογενοῦς οὐκ ἐφείσατο δι᾽ ἡμᾶς, τὸν Υἱὸν τὸν γνήσιον εἰς θάνατον ἔδωκε δι᾽ ἡμᾶς ἐχθροὺς ὄντας τίνος οὐ καταξιώσει γενομένους φίλους; τίνος οὐ μεταδώσει, καταλλάξας ἑαυτῷ; Καὶ πλούσιός ἐστι σφόδρα καὶ ἄπειρος, καὶ ἐπιθυμεῖ καὶ σπουδάζει τῆς ἡμετέρας φιλίας τυχεῖν· ἡμεῖς δὲ οὐ σπουδάζομεν οὕτως, ἀγαπητοὶ, ἐπιτυχεῖν.