Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Ἐκλογαὶ ἐκ διαφόρων ὁμιλιῶν

Ἰωάννης ὁ Χρυσόστομος

Λόγοι Ζ'-Θ': Περί ταπεινοφροσύνης, ψυχής και συμμετοχής στις συνάξεις

Η αξία της ταπεινοφροσύνης και η θεραπεία της ψυχής, σε συνδυασμό με την αναγκαιότητα της τακτικής και ευλαβούς συμμετοχής των πιστών στις εκκλησιαστικές συνάξεις και τα μυστήρια.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 3 από 18

ΛΟΓΟΣ Ζʹ. Περὶ ταπεινοφροσύνης. Ὅταν ἁμαρτία συμβεβλημένη ᾖ τῇ ταπεινοφροσύνῃ, οὕτω τρέχει μετ᾽ εὐκολίας, ὡς δικαιοσύνην μετὰ ἀπονοίας οὖσαν ὑπερβῆναι καὶ προλαβεῖν· ἂν δὲ μετὰ δικαιοσύνης αὐτὴν συνάψῃς, ποῦ οὐκ ἂν ἀφίξεται; πόσους οὐ διαβήσεται οὐρανούς; παρ᾽ αὐτὸν πάντως στήσεται τοῦ Θεοῦ τὸν θρόνον ἀνὰ μέσον τῶν ἀγγέλων μετὰ παῤῥησίας πολλῆς. Εἰ γὰρ οἱ τὰ οἰκεῖα ὁμολογοῦντες ἁμαρτήματα, τοσαύτην ἑαυτοῖς προξενοῦσι τὴν παῤῥησίαν, οἱ τὰ πολλὰ μὲν ἑαυτοῖς συνειδότες ἀγαθὰ, ταπεινοῦντες δὲ ἑαυτῶν τὴν ψυχὴν, πόσων οὐκ ἐπιτεύξονται στεφάνων; Ὥστε, κἂν μυρία ἄνωθεν οἰκοδομήσῃς, κἂν ἐλεημοσύνην, κἂν εὐχὰς, κἂν νηστείας, κἂν πᾶσαν ἀρετὴν, ταύτης μὴ προκαταβληθείσης, πάντα εἰκῇ καὶ μάτην ἐποικοδομηθήσεται.

Οὐδὲν γάρ ἐστιν, οὐδὲν τῶν ἡμετέρων κατορθωμάτων, ὃ χωρὶς αὐτῆς στῆναι δυνήσεται· ἀλλὰ κἂν σωφροσύνην εἴπῃς, κἂν παρθενίαν, κἂν χρημάτων ὑπεροψίαν, κἂν ὁτιοῦν, πάντα ἀκάθαρτα καὶ ἐναγῆ καὶ βδελυρὰ, ταπεινοφροσύνης ἀπούσης. Διὰ γὰρ τοῦτο ἐκ δύο οὐσιῶν κατεσκεύασεν ἡμᾶς ὁ Θεὸς, ἵν᾽, ὅταν μὲν εἰς ἀπόνοιαν ἐπαρθῇς, καταστείλῃ σε τὸ εὐτελὲς τῆς σαρκός· ὅταν δὲ ἀνάξιόν τι καὶ ἀγεννὲς τῆς δοθείσης σοι παρὰ Θεοῦ τιμῆς ἐννοήσῃς, ἀναγάγῃ πρὸς τὸν τῶν οὐρανίων δυνάμεων ζῆλον ἡ τῆς ψυχῆς εὐγένεια. Μέγα γὰρ ἀγαθὸν τὴν οἰκείαν ἐπισκέπτεσθαι συγγένειαν, καὶ εἰδέναι πόθεν συνεστήκαμεν.

Καὶ γὰρ αὕτη ἀρκοῦσα διδασκαλία, ἡ τῆς φύσεως ἐπίσκεψις, πάντα τὰ πάθη καταστεῖλαι δυναμένη, καὶ ποιῆσαι γαλήνην ἐν διανοίᾳ. Ἀναλόγισαι τὴν φύσιν σου καὶ τὴν κατασκευὴν, καὶ ἀρκεῖ σοι τοῦτο πρὸς τὸ κατεστάλθαι διηνεκῶς. Ἐπλάσθη ὁ Ἀδὰμ ἀπὸ [τῆς] γῆς, ἀλλ᾽ οὐκ εἶδεν ὅπως ἐπλάσθη· οὐ γὰρ ἐχρῆν αὐτὸν μάρτυρα παρεῖναι τῶν γινομένων, ἵνα μὴ ἐπαίρηται κατὰ τοῦ Θεοῦ. Εἰ γὰρ τοσαύτῃ ταπεινώσει περιβεβλημένος ἐπαίρεται, καὶ ἀγνοεῖ τὸν κτίσαντα, καὶ ἀθετεῖ τὸν πλάσαντα· εἰ ἔλαβε τὸ ὑπὲρ τὴν φύσιν, τίς ἂν ἐχώρησεν αὐτοῦ τῆς ὑπερηφανίας τὴν ἀμετρίαν; Διὰ τοῦτο ὁ Θεὸς πλάσας τὸν ἄνθρωπον, καὶ δυνάμεις μεγάλας ἐνέθηκε τῷ πλάσματι καὶ ταπεινώσεις πολλὰς, ἵνα διὰ μὲν τῆς ἐγκειμένης δυνάμεως ἡ χάρις τοῦ τεχνίτου θαυμάζηται, διὰ δὲ τῆς ταπεινώσεως τὸ φρόνημα τὸ ἀνθρώπινον καταστέλληται.

Ἔδωκεν αὐτῷ γλῶσσαν φθεγγομένην, Θεὸν ὑμνοῦσαν, τὰ θεῖα ᾄδουσαν, ἑρμηνεύουσαν τὰ κάλλη τῆς κτίσεως. Διαλέγεται περὶ οὐρανοῦ καὶ γῆς μικρὸν σαρκίον ἡ γλῶττα, οὐδὲ δύο δακτύλων ἔχουσα μέτρον· καὶ τί λέγω δακτύλων; οὐδὲ ἄκρου ὄνυχος· ἀλλὰ τὸ ἄκρον ἐκεῖνο τὸ μικρὸν φθέγγεται περὶ οὐρανοῦ καὶ γῆς. Καὶ ἵνα μὴ νομίσῃ ὅτι μεγάλη τίς ἐστι, καὶ ὑπὲρ τὴν ἑαυτῆς φύσιν ἐπαίρηται, πολλάκις καὶ φύματα καὶ τραύματα αὐτῇ περιπλέκεται, ἵνα μάθῃ ὅτι θνητὴ οὖσα περὶ ἀθανάτων λαλεῖ, καὶ ὀφείλει γνωρίζειν, τίς μὲν ἡ τοῦ κηρυττομένου δύναμις, καὶ τίς ἡ ἀσθένεια τοῦ κηρύττοντος. Ἔδωκεν αὐτῷ ὀφθαλμὸν, τὴν μικρὰν ἐκείνην κέγχρον, καὶ δι᾽ αὐτῆς καθορᾷ πᾶσαν τὴν κτίσιν. Καὶ ἵνα μὴ περιλαμβάνων πᾶσαν τῇ ὄψει τὴν κτίσιν ἐπαίρηται, πολλάκις καὶ ὀφθαλμίαι καὶ λῆμαι καὶ δάκρυα καὶ ὅσα θολοῖ τὴν ὄψιν ἐπιγεννᾶται· ἵνα ἀπὸ μὲν τῆς ἀσθενείας ἑαυτὸν γνωρίζῃ, ἀπὸ δὲ τῆς δημιουργίας τὸν τεχνίτην ἐκθειάζῃ.

Εἰ οὖν τοιαύτην ἀσθένειαν περιφέρων ὁ ἄνθρωπος, οὕτω τῆς ἰδίας εὐτελείας ἐπιλανθάνεται, ὡς καὶ κατὰ Δημιουργοῦ θρασύνεσθαι· εἰ ταύτης παντελῶς ἀπήλλακτο τῆς ἀσθενείας, τίς ἂν αὐτὸν ἤνεγκεν ἐπαιρόμενον; Ἐννόησον τίνι κοινωνεῖς, ἄνθρωπε, φυσώμενος καὶ πρὸς ἀλαζονείαν ἐπαιρόμενος, καὶ τοῦ ξένου τὴν θεραπείαν ἐπαισχυνόμενος. Καὶ πῶς τοῦτο γένοιτ᾽ ἂν, φησί; Εἰ γὰρ εὐγενής τις εἴη καὶ περιφανὴς καὶ λαμπρὸς καὶ ἐπίσημος, αὐτὸς τοῦ ξένου νίψει τοὺς πόδας; καὶ πῶς οὐκ αἰσχρόν; Αἰσχρὸν μὲν οὖν τὸ μὴ νίπτειν μᾶλλόν ἐστι. Κἂν γὰρ μυριάκις αὐτοῦ τὴν εὐγένειαν ἐπάρῃς καὶ τὴν περιφάνειαν καὶ τὴν λαμπρότητα, τῆς αὐτῆς μετέχει τῷ νιπτομένῳ φύσεως, καὶ σύνδουλός ἐστι τοῦ θεραπευομένου καὶ ὁμότιμος. Ἐννόησον τίς τῶν μαθητῶν τοὺς πόδας ἔνιψε, καὶ παῦσαι περὶ εὐγενείας διαλεγόμενος. Τὸ γὰρ μὴ μέγα φρονεῖν ἐπὶ τοῖς οὖσιν, οὐ πρὸς τὰ μέλλοντα μόνον, ἀλλὰ καὶ πρὸς τὰ παρόντα ἐπιτήδειον.

Οὐδὲν γὰρ οὕτως ἐπίφθονον, ὡς ἄνθρωπος πλουτῶν· ὅταν δὲ καὶ ἀπόνοια προσῇ τούτῳ, διπλοῦς ὁ κρημνὸς γίνεται. Ὁ δὲ μετριάζειν εἰδὼς ὑποτέμνει τῇ ταπεινοφροσύνῃ τῆς βασκανίας τὴν τυραννίδα, καὶ μετὰ ἀσφαλείας ἔχει ἅπερ ἔχει· τοιοῦτον τὸ μέγεθος τούτου.

Οὐ γὰρ πρὸς τὰ μέλλοντα ἡμᾶς ὠφελεῖ μόνον, ἀλλὰ καὶ ἐντεῦθεν ἤδη δίδωσι τὰς ἀμοιβάς. Μὴ τοίνυν μέγα φρονῶμεν ἐπὶ πλούτῳ, ἀλλὰ μηδὲ ἐφ᾽ ἑτέρῳ μηδενί. Εἰ γὰρ ὁ ἐπὶ τοῖς πνευματικοῖς μέγα φρονῶν οἴχεται καὶ ἀπόλωλε, πολλῷ μᾶλλον ὁ ἐπὶ τοῖς σαρκικοῖς. Ἐννοήσωμεν ἡμῶν τὴν φύσιν, ἀναλογισώμεθα τὰ ἁμαρτήματα, μάθωμεν τίνες ἐσμὲν, καὶ ἀρκεῖ τοῦτο εἰς πάσης ταπεινοφροσύνης ἡμῖν ὑπόθεσιν. Οὗτος γὰρ μάλιστά ἐστιν ὁ ἑαυτὸν εἰδὼς, ὁ μηδὲν ἑαυτὸν εἶναι νομίζων. Οὐδὲν γὰρ οὕτως τῷ Θεῷ φίλον, ὡς τὸ μετὰ τῶν ἐσχάτων ἑαυτὸν ἀριθμῆσαι.

Δεῦτε γὰρ, φησὶ, μάθετε ἀπ᾽ ἐμοῦ, ὅτι πρᾶός εἰμι, καὶ ταπεινὸς τῇ καρδίᾳ. Εἰ γὰρ μὴ ἤμην πρᾶος, τοῦ βασιλέως ὢν υἱὸς, δούλην ἐπελεγόμην μητέρα; εἰ μὴ ἤμην πρᾶος, ὁ τῆς ἀφανοῦς καὶ φαινομένης οὐσίας δημιουργὸς πρὸς ὑμᾶς ἐπεδήμουν; εἰ μὴ ἤμην πρᾶος, φάτνης ἐδεχόμην πενίαν, ὁ τῆς κτίσεως ὅλης κεκτημένος τὸν πλοῦτον; εἰ μὴ ἤμην πρᾶος, τὸν νῶτόν μου παρεῖχον ὑπὲρ αἰχμαλώτων εἰς μάστιγας; Τί δέ; τὸ μεῖζον οὐ λέγω· εἰ μὴ πρᾶος ἤμην, ἄλλων τὸ παθεῖν χρεωστούντων, ὁ μηδὲν ὀφείλων ἐγὼ, τὸ τοῦ θανάτου χρέος ὑπὲρ ἐκείνων κατέβαλον, Οὕτως εἰμὶ πρᾶος, ὅτι ἥμαρτες σὺ, καὶ ἐμαστιγώθην ἐγώ· οὕτως εἰμὶ ταπεινὸς, ὅτι ἱκετεύειν τοὺς ἐμοὺς οὐκ αἰσχύνομαι δούλους, ἀλλ᾽ αἱροῦμαι παρακαλεῖν, ἵνα μὴ κολάζειν ἀναγκασθῶ. Ὅταν οὖν εἰς ἔννοιαν ἔλθῃς θαύμασαι σαυτὸν ἐπὶ ταπεινοφροσύνῃ, ἐννόησον τὸν Δεσπότην σου ποῦ κατῆλθεν, καὶ οὐκέτι θαυμάσεις σαυτὸν οὐδὲ ἐπαινέσεις, ἀλλὰ καὶ καταγελάσεις σαυτοῦ, ὡς οὐδὲν πεποιηκότος. Ταπεινὸς εἶ, καὶ πάντων ἀνθρώπων ταπεινότερος, μὴ διὰ τοῦτο μέγα φρόνει, μηδὲ ἑτέροις ὀνείδιζε, καὶ ἀπολέσεις τὸ καύχημα. Διὰ τοῦτο ταπεινοφρονεῖς, ἵνα ἀπονοίας ἀπαλλαγῇς· ἂν τοίνυν δι᾽ αὐτῆς εἰς ἀπόνοιαν ἐμπέσῃς, κρεῖττον μὴ ταπεινοφρονεῖν.

Εἰ δέ τις λέγοι βέλτιον εἶναι κατορθοῦντας ἐπαίρεσθαι, ἢ ταπεινωθῆναι πεσόντας, πολὺ καὶ τῆς ἀλαζονείας ἀγνοεῖ τὴν ζημίαν, καὶ τῆς ταπεινοφροσύνης τὸ κέρδος. Εὖ γὰρ ἴσθι σαφῶς, ὅτι ἄνθρωπος μετὰ ἀπονοίας κατορθῶν, εἴ γε ὅλως τοῦτό ἐστι κατορθοῦν, ταχέως ἐμπεσεῖται εἰς τὴν ἐσχάτην ἀπώλειαν. Καὶ ὁ μὲν ὀλισθῆσαι συγχωρηθεὶς, καὶ μετριάζειν μαθὼν ἀπὸ τοῦ πτώματος, καὶ ἀναστήσεται καὶ ἀνακτήσεται ἑαυτὸν θᾶττον, εἴ γε βούλοιτο· ὁ δὲ δοκῶν μὲν εὖ πράττειν μετὰ ἀλαζονείας, μηδὲν δὲ πάσχων δεινὸν, οὔτε αἴσθησιν τῆς οἰκείας παρανομίας λήψεταί ποτε, ἀλλὰ καὶ αὐξήσει τὸ δεινὸν, καὶ λήσεται τῶν ἐνθένδε κενὸς ἀπερχόμενος. Καὶ τί δήποτε, φησὶν, οἱ τὰ ὀρθὰ βαδίζοντες πρὸ τῶν πειρασμῶν, μετὰ τοὺς πειρασμοὺς πολλάκις κατέπεσον; Τίς οὖν ὁ καλῶς τοὺς τὰ ὀρθὰ βαδίζοντας ἐπιστάμενος, πλὴν τοῦ πλάσαντος καταμόνας τὰς καρδίας ἡμῶν, καὶ συνιέντος εἰς πάντα τὰ ἔργα ἡμῶν; Πολλοὶ γὰρ πολλάκις τῶν δοκούντων ἡμῖν εἶναι χρηστῶν, πάντων εἰσὶ πονηρότεροι. Ἵνα δὲ τοὺς τοιούτους ἀφέντες, ἐπὶ τοὺς ὄντως βιοῦντας ὀρθῶς ἔλθωμεν τῷ λόγῳ, τίς οἶδεν εἰ τὰ μὲν ἄλλα αὐτοῖς κατώρθωται, τὸ δὲ κεφάλαιον ἠμέληται τῶν ἀγαθῶν, ἡ ταπεινοφροσύνη; Καὶ διὰ τοῦτο αὐτοὺς ἀφῆκεν ὁ Θεὸς, ἵνα μάθωσιν, ὅτι οὐ τῇ οἰκείᾳ δυνάμει κατώρθουν ἐκεῖνα, ἀλλὰ τῇ χάριτι τοῦ Θεοῦ.

Ἐπιείκεια γὰρ λέγεται, οὐχ ὅταν τις παρὰ τῶν ἐν δυναστείᾳ ἀδικούμενος φέρῃ πράως, ἀλλ᾽ ὅταν καὶ ὑπὸ τῶν νομιζομένων ὑποδεεστέρων εἶναι ἐπηρεαζόμενος παραχωρῇ.

Ὅρα γὰρ τὴν τοῦ Θεοῦ φιλανθρωπίαν, καὶ οἵαν εἰς τοὺς οἰκείους αὐτοῦ δούλους ἐπιδείκνυται θεραπείαν. Ἡνίκα γὰρ Ἰσαὰκ παρὰ τοῦ βασιλέως Γεράρων καὶ τῶν ἐγχωρίων ἀδίκως ἀπηλαύνετο τῶν ἰδίων πόνων, οὐκ ἐδυσχέραινεν, οὐδὲ μικρόψυχον ἐπεδείξατο, οὐδὲ ἀνεβόησε πρὸς ἑαυτὸν, οὐδὲ εἶπεν, ὅτι Οὐδὲ ἀπολαύειν φρεάτων εἰμὶ κύριος; ἆρα μὴ ἔρημος γέγονα τῆς ἄνωθεν ῥοπῆς; ἆρα μὴ τῆς προνοίας ἀπεστέρημαι τῆς παρὰ τοῦ Δεσπότου;

Οὐδὲν τοιοῦτον οὐκ ἐνενόησεν, οὐκ ἐλογίσατο, ἀλλὰ μετ᾽ ἐπιεικείας πάντα ἔφερε. Διὰ τοῦτο καὶ πλείονος ἀπέλαυσε τῆς τιμῆς, καὶ τῆς ἄνωθεν συμμαχίας. Ὤφθη γὰρ αὐτῷ Κύριος ἐν τῇ νυκτὶ ἐκείνῃ, καὶ εἶπεν· Ἐγώ εἰμι ὁ Θεὸς Ἀβραὰμ τοῦ πατρός σου· μὴ φοβοῦ, μετὰ σοῦ γάρ εἰμι καὶ εὐλογήσω σε.

Θέλων γὰρ τὸν δίκαιον ἀνακτήσασθαι καὶ θαῤῥεῖν παρασκευάσαι, ἐπιφαίνεται αὐτῷ, καί φησιν· Ἐγώ εἰμι ὁ Θεὸς ὁ τὸν πατέρα τὸν σὸν ἐπίδοξον ποιήσας, καὶ ἐν τοσαύτῃ περιφανείᾳ καταστήσας, καὶ ξένον ὄντα τῶν ἐγχωρίων λαμπρότερον ἀπεργασάμενος· ἐγώ εἰμι ἐκεῖνος, ὁ ἐκεῖνον οὕτως αὐξηθῆναι παρασκευάσας.

Μὴ τοίνυν φοβοῦ, μετὰ σοῦ γάρ εἰμι, καὶ πληθυνῶ τὸ σπέρμα σου δι᾽ Ἀβραὰμ τὸν πατέρα σου· πολλὰς γὰρ ὀφείλω τὰς ἀμοιβὰς ἐκείνῳ τῆς εἰς ἐμὲ ὑπακοῆς. Ταῦτα ἀκούσας ὁ δίκαιος, ἐν ἀδείᾳ λοιπὸν γίνεται· ὁ γὰρ εἰπὼν, Μετὰ σοῦ εἰμι, καὶ, Εὐλογήσω σε καὶ πληθυνῶ τὸ σπέρμα σου· οὗτος καὶ τὴν περιφάνειαν ἐχαρίσατο. Ὅρα πόση τῆς ταπεινώσεως ἡ ἰσχύς· οἱ γὰρ πρῴην ἐλάσαντες, νῦν παραγενόμενοι πρὸς τὸν δίκαιον, οὐ μόνον ἀπολογοῦνται ὑπὲρ τῶν ἤδη γεγενημένων καὶ συγγνώμην αἰτοῦσιν, ἀλλὰ καὶ ἀνακηρύττουσι. Τίς γὰρ ἂν εἴη τούτου ἰσχυρότερος, τοῦ μεθ᾽ ἑαυτοῦ τὸν Θεὸν ἔχοντος; Ἰδόντες γὰρ, φασὶν, ἑωράκαμεν ὅτι Κύριος μετὰ σοῦ. Ἴδωμεν δὲ πῶς καὶ ὁ τούτου υἱὸς Ἰακὼβ τὴν ἀποδημίαν ποιεῖται διωκόμενος· οὐ μικρὰν γὰρ κἀντεῦθεν καρπωσόμεθα τὴν ὠφέλειαν. Πορευόμενος γὰρ εἰς Χαῤῥὰν, ἔδυ ὁ ἥλιος, καὶ ἔλαβεν ἀπὸ τῶν λίθων τοῦ τόπου, καὶ ἔθηκε πρὸς κεφαλῆς αὐτοῦ, καὶ ἐκοιμήθη.

Εἶδες ἄφατον φιλοσοφίαν; εἶδες πῶς οἱ παλαιοὶ τὰς ὁδοιπορίας ἐποιοῦντο; Ἀνὴρ ἐν οἰκίᾳ τραφεὶς, πολλῆς ἀπολαύσας θεραπείας, λαβὼν λίθον, ἔθηκε πρὸς κεφαλῆς αὐτοῦ. Ὅρα τοῦ παιδὸς τὴν ἀνδρείαν, τῷ λίθῳ ἀντὶ προσκεφαλαίου ἐχρήσατο, καὶ ἐπὶ τοῦ ἐδάφους ἐκάθευδε· διὰ τοῦτο καὶ τῆς τοῦ Δεσπότου ὄψεως καταξιοῦται. Καί φησιν· Ἐγώ εἰμι ὁ Θεὸς Ἀβραὰμ, καὶ ὁ Θεὸς Ἰσαὰκ τοῦ πατρός σου· ἐγὼ καὶ τὸν πατριάρχην, καὶ τὸν πατέρα τὸν σὸν εἰς τοσαύτην περιφάνειαν αὐξηθῆναι πεποίηκα. Μὴ τοίνυν φοβοῦ, ἀλλὰ πίστευε ὅτι ἐγὼ ὁ κἀκείνοις τὰς ὑποσχέσεις πληρώσας, καὶ σὲ τῆς ἐμῆς ἀξιώσω προνοίας.

Ἀλλὰ καὶ νῦν μετὰ σοῦ εἰμι, διαφυλάττων σε ἐν τῇ ὁδῷ, οὗ ἐὰν πορευθῇς. Μὴ νομίσῃς, φησὶ, μόνος τὴν ὁδοιπορίαν ποιεῖσθαι· ἐμὲ ἕξεις συνοδοιπόρον, ἐμὲ ἕξεις φύλακα ἐν πάσῃ ὁδῷ· μετὰ σοῦ γάρ εἰμι. Εἰ τοίνυν βούλει μεγάλα σου ποιῆσαι τὰ κατορθώματα, μὴ νόμιζε αὐτὰ εἶναι μεγάλα, ἀλλὰ χάριτι ὁμολόγει σώζεσθαι, ἵνα ὀφειλέτην ἑαυτῷ τὸν Θεὸν καταστήσῃς, οὐχὶ τῶν κατορθωμάτων μόνον, ἀλλὰ καὶ τῆς τοιαύτης εὐγνωμοσύνης. Ὅταν μὲν γὰρ κατορθῶμεν, τῶν κατορθωμάτων ὀφειλέτην ἔχομεν μόνον· ὅταν δὲ μηδὲ ἡγώμεθά τι κατωρθωκέναι, καὶ αὐτοῦ τοῦ οὕτω διακεῖσθαι, καὶ μειζόνως ἢ ἐκείνων.

Εἰ οὖν ταπεινοφρονεῖν βούλει, μὴ ἐν ῥήμασι μηδὲ ἐν σχήμασι μόνον, ἀλλὰ καὶ ἐν πράγμασι καὶ ἐν φθέγμασι τὴν ἀρετὴν ἐπιδείκνυσο· καὶ μὴ πρὸς τοῦτον μὲν ταπεινὸς, πρὸς δὲ ἐκεῖνον θρασὺς, ἀλλὰ πρὸς πάντας ἔσο ταπεινὸς, κἂν φίλος ᾖ κἂν ἐχθρὸς, κἂν μέγας κἂν μικρός· τοῦτο γὰρ ταπεινοφροσύνη. Ἔστι γὰρ ταπεινὸν μὲν εἶναι, ὀξὺν δὲ καὶ ὀργίλον, ἀλλ᾽ οὐδὲν ὄφελος· πολλάκις γὰρ ὑπὸ τῆς ὀργῆς κατεχόμενος πάντα ἀπώλεσε. Τὴν γὰρ ἀληθῆ ταπεινοφροσύνην ἐντεῦθεν μάλιστα ἔστι διδάσκεσθαι τοὺς προσέχοντας. Ἐλθόντος τοῦ Ἰησοῦ εἰς Καπερναοὺμ, προσῆλθον οἱ τὰ δίδραχμα λαμβάνοντες τῷ Πέτρῳ, καὶ εἶπον, Ὁ διδάσκαλος ὑμῶν οὐ τελεῖ τὰ δίδραχμα; Καὶ ὅρα, αὐτῷ μὲν τῷ Χριστῷ οὐκ ἐτόλμησαν προσελθεῖν, τῷ Πέτρῳ δέ· καὶ οὐδὲ τούτῳ μετὰ πολλῆς τῆς σφοδρότητος, ἀλλ᾽ ἐπιεικέστερον.

Οὐδὲ γὰρ ἐγκαλοῦντες, ἀλλ᾽ ἐρωτῶντες ἔλεγον, Ὁ διδάσκαλος ὑμῶν οὐ τελεῖ τὰ δίδραχμα; Τὴν μὲν γὰρ προσήκουσαν περὶ αὐτοῦ δόξαν οὐδέπω εἶχον, ἀλλ᾽ ὡς περὶ ἀνθρώπου οὕτω διέκειντο· πλὴν ἀπένεμόν τινα αἰδῶ καὶ τιμὴν διὰ τὰ προλαβόντα σημεῖα. Τί οὖν ὁ Πέτρος; Ναὶ, φησί. Καὶ τούτοις μὲν εἶπεν ὅτι τελεῖ, αὐτῷ δὲ οὐκ εἶπεν, ἴσως ἐρυθριῶν ὑπὲρ τούτων αὐτῷ διαλεχθῆναι. Τί οὖν ὁ τὰ πάντα σαφῶς εἰδὼς Θεός; Προλαβὼν αὐτόν φησι· Τί σοι δοκεῖ, Σίμων; οἱ βασιλεῖς τῆς γῆς ἀπὸ τίνων λαμβάνουσι τέλη ἢ κῆνσον; ἀπὸ τῶν υἱῶν αὐτῶν, ἢ ἀπὸ τῶν ἀλλοτρίων; Ἔφη, Ἀπὸ τῶν ἀλλοτρίων.

Λέγει αὐτῷ ὁ Ἰησοῦς· Ἄρα γε ἐλεύθεροί εἰσιν οἱ υἱοί. Ἵνα γὰρ μὴ νομίσῃ ὁ Πέτρος, ὅτι παρ᾽ ἐκείνων ἀκηκοὼς λέγῃ, προλαμβάνει αὐτὸν, τοῦτό τε αὐτὸ δηλῶν, καὶ παῤῥησίαν αὐτῷ παρέχων ὀκνοῦντι προτέρῳ περὶ τούτων εἰπεῖν. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Ἐλεύθερος μέν εἰμι τοῦ δοῦναι κῆνσον· εἰ γὰρ οἱ τῆς γῆς βασιλεῖς παρὰ τῶν υἱῶν αὐτῶν οὐ λαμβάνουσιν, ἀλλὰ παρὰ τῶν ἀρχομένων, πολλῷ μᾶλλον ἐμὲ ἀπηλλάχθαι δεῖ τῆς ἀπαιτήσεως ταύτης, οὐκ ἐπιγείου βασιλέως, ἀλλὰ τοῦ τῶν οὐρανῶν ὄντα με υἱὸν καὶ βασιλέα. Καὶ ταῦτα εἰπών φησιν· Ἵνα δὲ μὴ σκανδαλίσωμεν αὐτοὺς, πορευθεὶς εἰς τὴν θάλασσαν βάλε ἄγκιστρον, καὶ τὸν ἀναβάντα πρῶτον ἰχθὺν ἆρον, καὶ εὑρήσεις ἐν αὐτῷ στατῆρα· ἐκεῖνον λαβὼν, δὸς αὐτοῖς ἀντὶ ἐμοῦ καὶ σοῦ. Ὅρα πῶς οὐ παραιτεῖται τὸν φόρον, οὔτε ἁπλῶς κελεύει δοῦναι, ἀλλὰ πρότερον δείξας οὐκ ὄντα ὑπεύθυνον, τότε δίδωσι· τὸ μὲν, ἵνα ἐκεῖνοι μὴ σκανδαλισθῶσι· τὸ δὲ, ἵνα μὴ οὗτοι. Οὐδὲ γὰρ ὡς ὀφείλων δίδωσιν, ἀλλ᾽ ὡς τὴν ἐκείνων ἀσθένειαν διορθούμενος. Καὶ τίνος ἕνεκεν οὐκ ἐξ ἀποκειμένων κελεύει δοῦναι; Ἵνα καὶ ἐν τούτῳ δείξῃ Θεὸν ἑαυτὸν ὄντα τῶν ὅλων, καὶ ὅτι τῆς θαλάσσης κρατεῖ.

Οὐδὲ γὰρ μικρὸν ἦν ἀπὸ τῶν βυθῶν ἐκείνων προειπεῖν, ὅτι πρῶτος ἐμπεσεῖται ὁ τὸν φόρον τελῶν ἰχθὺς, καὶ ὥσπερ ἀμφίβληστρον εἰς τὴν ἄβυσσον ἐκείνην ἀφέντα αὐτοῦ τὸ πρόσταγμα, ἀναγαγεῖν τὸν κομίζοντα τὸν στατῆρα, καὶ τὴν θάλατταν οὕτω ποιῆσαι δωροφορεῖν, καὶ πάντοθεν τὴν ὑποταγὴν αὐτῆς ἐπιδείκνυσθαι. Εἰ τοίνυν βούλει μέγα δεῖξαί σου τὸ κατόρθωμα, μὴ μέγα φρόνει, καὶ τότε τοῦτο μεῖζον ἀπέφηνας. Εἰ γὰρ, ὅταν ἁμαρτωλοὶ ὦμεν, ἂν νομίσωμεν, τοῦτο εἶναι ὅπερ ἐσμὲν, δίκαιοι γινόμεθα, ὡσπεροῦν καὶ ὁ τελώνης· ὅταν δίκαιοι ὄντες ἁμαρτωλοὺς ἑαυτοὺς εἶναι νομίζωμεν, πόσῳ μᾶλλον; Ἂν μὲν γὰρ εἴπῃς σαυτὸν εὐδόκιμον, γέγονας ἄχρηστος, κἂν εὐδόκιμος ᾖς· ἂν δὲ ἀχρεῖον ὀνομάσῃς, γέγονας εὔχρηστος, κἂν ἀδόκιμος ᾖς. Ὡς γὰρ ὑπερηφάνοις οἶδεν ὁ Θεὸς ἀντιτάσσεσθαι, οὕτω διδόναι χάριν τοῖς ταπεινοῖς· ὅτι αὐτῷ πρέπει δόξα καὶ κράτος, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΛΟΓΟΣ Ηʹ. Περὶ ψυχῆς. Ἐοίκασιν οἱ ἔργοις κομῶντες ἀγαθοῖς, καὶ τὴν πρὸς τὸν Θεὸν πίστιν ἀγνοήσαντες, λειψάνοις νεκρῶν, καλὰ μὲν ἐνδεδυμένοις, αἴσθησιν δὲ τῶν καλῶν οὐκ ἔχουσι. Τί γὰρ ὄφελος ἀνθρώπῳ ψυχὴν μὲν ἔχειν νεκρὰν, τοῖς δὲ ἀγαθοῖς ἔργοις περιβεβλημένην; Τὰ ἔργα ἐπ᾽ ἐλπίδι γίνεται ἀμοιβῆς καὶ στεφάνων· εἰ δὲ τὸν ἀγωνοθέτην ἀγνοεῖς, ὑπὲρ τίνος ἀθλεῖς; Ὥσπερ γὰρ τοῖς ἀνθρώποις προηγεῖται τὸ ζῇν, καὶ οὕτω τὸ τρέφεσθαι· οὕτω δεῖ προηγεῖσθαι ἡμῶν τῆς ζωῆς τὴν εἰς Χριστὸν ἐλπίδα, τρέφεσθαι δὲ καὶ τοῖς ἔργοις τοῖς ἀγαθοῖς. Τὸν γὰρ μὴ τρεφόμενον ἐγχωρεῖ ζῇν πολλάκις· τὸν δὲ μὴ ζῶντα οὐκ ἐγχωρεῖ τρέφεσθαι. Καὶ ἄνευ μὲν πίστεως τὸν ἐργαζόμενον ἔργα δικαιοσύνης, οὐ δυνήσῃ παραστῆσαι ζήσαντα· ἄνευ δὲ ἔργων τὸν πιστὸν δύναμαι δεῖξαι καὶ ζήσαντα καὶ βασιλείας ἀξιωθέντα. Οὐδεὶς ἄνευ πίστεως ἔζησεν· ὁ δὲ λῃστὴς πιστεύσας μόνον ἐδικαιώθη. Μὴ γάρ μοι λέγε, Οὐκ ἔσχε καιρὸν πολιτεύσασθαι· εἰ γὰρ ἐπέζησε τῇ πίστει καὶ ἔργων ἠμέλησεν, ἐξέπιπτε τῆς σωτηρίας.

Μεμαρτύρητο καὶ Κορνήλιος ἐπὶ ἐλεημοσύναις καὶ προσευχαῖς, ἀλλὰ Χριστὸν ἠγνόει· καὶ ἐπεὶ εἶδεν ὁ τῆς ἀληθείας ὀφθαλμὸς, ὁ μέγας κριτὴς, ὅτι καλὰ μὲν τὰ ἔργα, νεκρὰ δέ ἐστιν οὐκ ἔχοντα πίστιν, ἀποστέλλει βραβεύοντα τοῖς ἔργοις ἄγγελον, ὥστε τὸν καλῶς ἀθλοῦντα στεφανῶσαι τῇ πίστει, ὅς φησι πρὸς αὐτόν· Κορνήλιε, αἱ προσευχαί σου καὶ αἱ ἐλεημοσύναι σου ἀνέβησαν εἰς μνημοσύνην ἐνώπιον τοῦ Θεοῦ.

Εἰ τοίνυν εἰσηκούσθη ἡ δέησις, καὶ αἱ ἐλεημοσύναι ἐδέχθησαν, τί μοι τὸ λεῖπον εἰς δικαιοσύνην; Ἀλλὰ πέμψον, φησὶ, εἰς Ἰόππην, καὶ μετακάλεσαι Σίμωνα τὸν ἐπικαλούμενον Πέτρον, ὃς ἐλθὼν λαλήσει σοι τὰ ῥήματα, ἐν οἷς σωθήσῃ σὺ καὶ ὅλος ὁ οἶκός σου. Εἰ οὖν ἐξ ὧν λέγει Πέτρος, σώζεται καὶ ὁ οἶκος αὐτοῦ, οὐκ εἶχεν οὐδέπω ἐκ τῶν ἔργων τὴν σωτηρίαν, ἕως αὐτὴν τοῖς ἔργοις ἐβράβευσεν ἡ πίστις. Λέγεταί τις καὶ τῶν ἔξωθεν φιλοσόφων εἰς οἰκίαν λαμπρὰν εἰσελθὼν, πολλῷ μὲν καταλαμπομένην χρυσίῳ, πολλῷ δὲ ἀστράπτουσαν τῷ τῶν μαρμάρων καὶ τῶν κιόνων κάλλει· ἐπειδὴ δὲ τὸ ἔδαφος εἶδε πανταχοῦ τάπητας ἔχον ἐστρωμένους, εἰς τὴν ὄψιν ἐμπτύσαι τοῦ τῆς οἰκίας δεσπότου· εἶτα ἐγκαλούμενος εἰπεῖν, διὰ τὸ μηδαμοῦ τῆς οἰκίας ἑτέρωθι τοῦτο ἐξεῖναι ποιῆσαι, εἰς τὴν ὄψιν ἀναγκασθῆναι ὑβρίσαι τὴν ἐκείνου.

Ὁρᾷς ὡς καταγέλαστος ὁ τὰ ἔξωθεν καλλωπίζων ἐστὶ, καὶ παρὰ πᾶσιν εὐκαταφρόνητος τοῖς νοῦν ἔχουσι; καὶ μάλα εἰκότως. Ὅταν γὰρ τοὺς μὲν τοίχους καὶ τὸ ἔδαφος καὶ τὰ ἄλλα πάντα καλλωπίζῃς, τὴν δὲ ψυχὴν περιορᾷς ῥακοδυτοῦσαν, αὐχμῶσαν, πεινῶσαν, τραυμάτων γέμουσαν, ὑπὸ μυρίων σπασσομένην κυνῶν, ποίαν οὐκ ἂν, εἰπέ μοι, ὑποστήσῃ τιμωρίαν;

Χρήματα μὲν γὰρ ἂν ἀπολέσῃς, δυνήσῃ δοῦναι χρήματα, κἂν οἰκίαν, κἂν ἀνδράποδα, κἂν ὁτιοῦν ἕτερον τῶν κτημάτων· ψυχὴν δὲ ἂν ἀπολέσῃς, ἑτέραν ἐπιδοῦναι ψυχὴν οὐ δυνήσῃ, ἀλλὰ κἂν τὸν κόσμον ἔχῃς ἅπαντα, κἂν βασιλεὺς τῆς οἰκουμένης ᾖς, οὐχ οἷός τε ἔσῃ τὰ τῆς οἰκουμένης ἅπαντα καταβαλὼν μετὰ τῆς οἰκουμένης αὐτῆς ψυχὴν ἀγοράσαι μίαν. Εἰ γὰρ ἐπὶ σώματος, κἂν μυρία διαδήματα περικείμενος ᾖς, σῶμα δὲ ἔχῃς ἐπίνοσον φύσει καὶ ἀνιάτως ἔχον, οὐ δυνήσῃ κἂν τὴν βασιλείαν ἅπασαν ἐπιδῷς, τὸ σῶμα διορθῶσαι τοῦτο, κἂν μυρία σώματα προσθῇς καὶ πόλεις καὶ χρήματα· ἐπὶ τῆς ψυχῆς πόσῳ μᾶλλον;

Πάντα διπλᾶ δέδωκεν ἡμῶν ὁ Θεὸς τῇ φύσει· δύο ὀφθαλμοὺς, δύο ὦτα, δύο χεῖρας, δύο πόδας· ἵνα ἐὰν τὸ ἕτερον τούτων βλαβῇ, διὰ τοῦ ἑτέρου τὴν χρείαν παραμυθώμεθα· ψυχὴν δὲ μίαν δέδωκεν ἡμῖν· ἂν ταύτην ἀπολέσωμεν, μετὰ τίνος ἐμβιοτεύσομεν; Ψυχὴ γὰρ καθάπαξ ὑπὸ φιλοχρηματίας ἁλοῦσα, οὐ ῥᾳδίως οὐδὲ εὐκόλως παραιτήσεται καὶ πρᾶξαι καὶ εἰπεῖν τι τῶν παροξυνόντων Θεὸν, ἅτε καὶ ἑτέρου γενομένη δεσπότου δούλη, καὶ πάντα ἀπεναντίας ἐπιτάττοντος τῷ Θεῷ. Ψυχὴ καθάπαξ τῆς οἰκείας ἀπογνοῦσα σωτηρίας, οὐδαμοῦ τῆς μανίας ἀφίσταται, ἀλλὰ τὰς ἡνίας τῆς σωτηρίας αὐτῆς ἐνδοῦσα ταῖς ἀλόγοις ἐπιθυμίαις, πανταχοῦ φέρεται, καὶ τοῖς ἀπαντῶσίν ἐστιν ἀφόρητος, ὑποφευγόντων μὲν ἁπάντων, κατασχεῖν δὲ τολμῶντος οὐδενὸς, ἀλλὰ πάντα τῆς κακίας κατατρέχει τὰ χωρία, ἕως ἂν εἰς αὐτὰ τῆς ἀπωλείας τὰ βάραθρα φέρουσα, κατακρημνίσῃ τὴν ἑαυτῆς σωτηρίαν. Ψυχὴ καθάπαξ ἁμαρτίᾳ σπεισαμένη, καὶ ἀναλγήτως διατεθεῖσα, πολλὴν παρέχει τῷ νοσήματι τὴν προσθήκην.

Ὥσπερ γὰρ ὗς ἐγκυλινδούμενος βορβόρῳ ἥδεται, οὕτω καὶ ψυχὴ ὑπὸ κακῆς συνηθείας καταχωσθεῖσα, οὐδὲ αἴσθησιν λαμβάνει τῆς τῶν ἁμαρτημάτων δυσωδίας· καὶ ὥσπερ γῆν μὴ βρεχομένην οὐκ ἔστι, κἂν μυρία τις βάλῃ σπέρματα, στάχυας ἐξενεγκεῖν, οὕτω ψυχὴν οὐκ ἔστι μὴ ταῖς θείαις Γραφαῖς φωτισθεῖσαν πρότερον, κἂν μυρία τις ἐκχέῃ ῥήματα, καρπόν τινα ἐπιδείξασθαι.

Καὶ καθάπερ ἡ γῆ, ὅταν μὴ σπείρηται μηδὲ φυτεύηται, βοτάνην ἀναδίδωσιν ἁπλῶς· οὕτω καὶ ἡ ψυχὴ, ὅταν μὴ ἔχῃ τι πρᾶξαι τῶν ἀναγκαίων, ἐπειδὴ ἀργεῖν οὐ δύναται, πάντως τοῦ πράττειν ἐπιθυμοῦσα, πονηροῖς ἑαυτὴν ἐκδίδωσι πράγμασιν. Ὥσπερ γὰρ ἐπὶ τῶν σωμάτων φλεγμονὴ, οὕτω καὶ ἐπὶ τῆς ψυχῆς ἀπόνοια· εἶτα ἐξ ἀπονοίας ἐπιθυμία τῶν οὐ προσηκόντων ἐπακολουθεῖν εἴωθεν. Καὶ ὥσπερ ἐν τοῖς σώμασιν οἱ τῶν τραυμάτων καταφρονήσαντες, πυρετοὺς ἔτεκον καὶ σηπεδόνας καὶ θάνατον· οὕτω καὶ ἐπὶ τῶν ψυχῶν οἱ τῶν μικρῶν ὑπερορῶντες ἁμαρτημάτων, τὰ μείζονα ἐπεισάγουσι. Διὰ τοῦτο τὸ σῶμα ἡμῖν ἔδωκεν ἀπὸ τῆς γῆς ὁ Θεὸς, ἵνα καὶ αὐτὸ εἰς οὐρανὸν ἀναγάγωμεν, οὐχ ἵνα δι᾽ αὐτοῦ καὶ τὴν ψυχὴν εἰς τὴν γῆν κατασπάσωμεν. Ὢ τοῦ θαύματος! πῶς πάντες εἰς τὰ παρόντα κεχήνασι πράγματα, καὶ τῶν μελλόντων οὐδέποτε λαμβάνουσιν ἔννοιαν· ἀλλ᾽ εἰς μὲν τὰς σωματικὰς ἀπολαύσεις ἀδιαλείπτως ἐπείγονται, τὰς δὲ ψυχὰς ἐῶσιν ἐν λιμῷ τήκεσθαι· καὶ μυρία καθ᾽ ἑκάστην ἡμέραν λαμβάνοντες τραύματα, οὐδέποτε αἴσθησιν λαμβάνουσι τῶν ἐν οἷς εἰσι κακῶν, ἀλλὰ τὴν μὲν τοῦ σώματος θεραπείαν ἑαυτοῖς περιποιοῦνται, τῆς δὲ ψυχῆς ὑπερορῶσιν αὐχμώσης τε καὶ ῥυπώσης καὶ ὑπὸ μυρίων ἐνοχλουμένης κακῶν.

Καὶ τὸ δὴ χαλεπώτερον, ὅτι μετὰ τοὺς πολλοὺς ἱδρῶτάς τε καὶ πόνους οὐδὲ τὸ θνητὸν σῶμα θανάτου κρεῖττον ἐργάζονται, ἀλλὰ καὶ τὴν ἀθάνατον μετὰ τοῦ θνητοῦ ταῖς ἀθανάτοις ὑποβάλλουσι τιμωρίαις. Διὰ τοῦτο λίαν ὀλοφυρόμενος τὴν περικεχυμένην ἄνοιαν ταῖς τῶν ἀνθρώπων ψυχαῖς, καὶ τῆς ἐπικειμένης αὐτοῖς ἀχλύος τὴν παχύτητα, ἐβουλόμην εὑρεῖν σκοπιάν τινα ὑψηλὴν, ὑποδεικνύουσάν μοι πάντα τὰ τῶν ἀνθρώπων γένη· ἠβουλόμην δὲ καὶ φωνῆς τυχεῖν πάντα περιηχούσης τὰ πέρατα, καὶ πᾶσιν ἀρκούσης τοῖς ἐπὶ γῆς, καὶ στῆναι καὶ βοῆσαι, καὶ Δαυϊδικὴν ἐκείνην ἀνακηρῦξαι φωνήν· Υἱοὶ ἀνθρώπων, ἕως πότε βαρυκάρδιοι; Πῶς γὰρ οὐκ ἄτοπον, ἐπὶ μὲν τοῦ σώματος, κἂν τὸ τυχὸν καταλάβῃ πάθος, καὶ ἰατροὺς καλεῖν, καὶ χρήματα ἀναλίσκειν, καὶ καρτερίαν ἐπιδείκνυσθαι, καὶ οὐ πρότερον ἀφίστασθαι ἅπαντα πράττοντας, ἕως ἂν ἀποθώμεθα τὸ λυποῦν· τῆς δὲ ψυχῆς καθ᾽ ἑκάστην ἡμέραν κεντουμένης, κρημνιζομένης, καὶ πάντα τρόπον ἀπολλυούσης ἑαυτὴν, οὐδὲ βραχὺν ἔχειν λόγον; Οὐ γὰρ τὸν ἔχοντα σηπεδόνα θρηνεῖν ἁπλῶς δεῖ, ἀλλὰ τὸν ἔχοντα καὶ εἰκῇ κείμενον, καὶ μὴ τυγχάνοντα ἰατρικῶν χειρῶν· τὸν δὲ τεμνόμενον καὶ καιόμενον, τοῦτον μάλιστα φαίημεν ἂν πρὸς ὑγίειαν ὁδεύειν, οὐ τὴν ἀπὸ τῆς τομῆς ὀδύνην βλέποντες, ἀλλὰ τὴν ἀπὸ τῆς ὀδύνης ὑγίειαν.

Οὕτω καὶ ἐπὶ τῆς ψυχῆς διακεῖσθαι χρὴ, οὐχὶ τοὺς κολαζομένους, οὗτοι γὰρ πρὸς ὑγίειαν ἕλκονται, ἀλλὰ τοὺς ἁμαρτάνοντας ἀτιμωρητὶ πενθεῖν καὶ ὀδύρεσθαι. Ὁ γὰρ χρησταῖς συστρεφόμενος ἐλπίσι καὶ περὶ τῶν μελλόντων θαῤῥῶν, ἀπεντεῦθεν ἤδη τῆς βασιλείας ἐγεύσατο· οὐδὲν γὰρ οὕτω ψυχὴν εἴωθεν ἀνακτᾶσθαι καὶ ἀμείνω ποιεῖν, ὡς ἡ χρηστὴ τῶν μελλόντων ἐλπίς.

Οἱ μὲν γὰρ ἅπασαν τὴν σπουδὴν εἰς τὸν καλλωπισμὸν κενοῦντες τῆς ἑαυτῶν οἰκίας, ἐν τοῖς ἔξω πλουτοῦντες, ἀμελοῦσι τῶν ἔνδον, καὶ ἔρημον καὶ αὐχμῶσαν καὶ ἀραχνίων γέμουσαν περιορῶσι τὴν ἑαυτῶν ψυχήν· ἂν δὲ τῶν ἔξωθεν ἀμελήσαντες εἰς τὴν ἑαυτῶν διάνοιαν τὴν προθυμίαν καταναλώσωσιν ἅπασαν, πανταχόθεν αὐτὴν καλλωπίζοντες, καταγώγιον ἔσται τῷ Χριστῷ τῶν τοιούτων ἀνθρώπων ἡ ψυχή· τοῦ δὲ τὸν Χριστὸν ἔχοντος ἔνοικον, τί γένοιτ᾽ ἂν μακαριώτερον;

Τίνα οὖν ἕξομεν ἀπολογίαν, ποίαν συγγνώμην, ὅταν μὲν τοῦ σώματος νοσοῦντος, ἔνθα καὶ ἀργύριόν ἐστι καταβαλεῖν, καὶ ἰατροὺς παρακαλέσαι, καὶ ὀδύνην ὑπομεῖναι πολλὴν, τοσαύτην ποιώμεθα πρόνοιαν· ψυχῆς δὲ καταφρονῶμεν; καὶ ταῦτα μήτε ἀργύριον καταβαλεῖν μέλλοντες, μήτε ἑτέρους διενοχλεῖν, μήτι ὀδύνας ὑφίστασθαι· ἀλλὰ, χωρὶς τούτων πάντων, διὰ τοῦ προελέσθαι καὶ βουληθῆναι μόνον πᾶσιν αὐτοῖς δυνάμενοι ποιήσασθαι τὴν διόρθωσιν, καὶ ἀκριβῶς εἰδότες, ὡς, εἰ μὴ τοῦτο ποιήσαιμεν, τὴν ἐσχάτην ὑποστησόμεθα δίκην, καὶ τὰς ἀπαραιτήτους κολάσεις καὶ τιμωρίας; Καὶ καθάπερ οἱ τὸ δεσμωτήριον οἰκοῦντες ἀεὶ μὲν ἐν κατηφείᾳ καὶ ὀδύναις εἰσὶ, μάλιστα δὲ κατὰ τὴν ἡμέραν ἐκείνην, καθ᾽ ἣν ἂν μέλλωσιν ἐξάγεσθαι, καὶ παρ᾽ αὐτὰς τὰς τοῦ δικάζοντος ἄγεσθαι θύρας, καὶ πρὸ τῶν κιγκλίδων ἑστῶτες, καὶ τῆς τοῦ κρίνοντος φωνῆς ἔνδοθεν ἀκούοντες, ἀποπήγνυνται τῷ φόβῳ, καὶ τῶν νεκρῶν οὐδὲν ἄμεινον διάκεινται· οὕτω καὶ ἡ ψυχὴ μάλιστα μὲν ἐν αὐτῷ τῆς ἁμαρτίας καιρῷ ὀδυνᾶται καὶ στενοχωρεῖται, πολλῷ δὲ πλέον, ὅταν ἐντεῦθεν ἀποσπασθεῖσα πρὸς τὰς εὐθύνας τὰς ἐκεῖ καὶ τὸ φοβερὸν ἀπάγεσθαι μέλλῃ δικαστήριον. Διὰ τοῦτο πολλάκις ἀναδύεται καὶ πρὸς τὸ βάθος κάτω χωρεῖ, καὶ δέδοικε καὶ φρίττει, μέλλουσα τῆς σαρκὸς ἀφίπτασθαι.

Τότε γὰρ, εἴτε ἥρπασέ τις, εἴτε ἐπλεονέκτησεν, εἴτε τινὰ ἐπηρέασεν, εἴτε τινὸς ἐχθρὸς γέγονεν ἀδίκως, εἴτε ἄλλο ὁτιοῦν εἰργάσατο δεινὸν, ἅπας ὁ τῶν ἁμαρτημάτων χορὸς ἀνανεοῦται, καὶ πρὸ τῶν ὀφθαλμῶν φαίνεται πικρὸς ἑστηκὼς τοῦ συνειδότος κατήγορος. Διὰ τοῦτο καὶ ἀθάνατος ἡμῖν γέγονεν ἡ ψυχὴ, καὶ τὸ σῶμα δὲ ἔσται ἀθάνατον, ἵνα τῶν ἀτελευτήτων ἀπολαύσωμεν ἀγαθῶν.

Ἂν δὲ τῇ γῇ προσηλωμένος ᾖς, τῶν οὐρανίων προκειμένων, ἐννόησον ὅση γίνεται εἰς τὸν δωρούμενον ὕβρις, ὅταν ἐκεῖνος μὲν τὰ ἄνω σοι προτείνῃ, σὺ δὲ οὐ πολὺν αὐτῶν ποιούμενος λόγον, τὴν γῆν ἀνταλλάσσῃ τῶν οὐρανίων. Ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΛΟΓΟΣ Θʹ. Περὶ τοῦ μὴ καταφρονεῖν τῆς τοῦ Θεοῦ Ἐκκλησίας καὶ τῶν ἁγίων μυστηρίων. Ὀλίγοι ἡμῖν σήμερον οἱ παραγενόμενοι. Ἄρα τί τὸ αἴτιον; μνήμην μαρτύρων ἐπιτελοῦμεν, καὶ οὐδεὶς ἡμῖν ἀπήντησεν. Ἀλλὰ τὸ διάστημα τῆς ὁδοῦ εἰς ῥᾳθυμίαν αὐτοὺς ἐνέβαλε· μᾶλλον δὲ οὐ τὸ διάστημα τῆς ὁδοῦ, ἀλλ᾽ ἡ ῥᾳθυμία αὐτοῖς ἐνεπόδισεν. Ὥσπερ γὰρ τὸν σπουδαῖον καὶ διεγηγερμένον τῇ προαιρέσει οὐδὲν δύναται κωλῦσαι· οὕτω τὸν ῥᾴθυμον καὶ ἀναπεπτωκότα πάντα δύναται κωλῦσαι. Οἱ μάρτυρες τὸ ἴδιον αἷμα ἐξέχεον ὑπὲρ τῆς ἀληθείας· καὶ σὺ οὔτε βραχείας ὁδοῦ διάστημα καταφρονῆσαι δύνασαι; ἐκεῖνοι τὴν κεφαλὴν ἀπέθεντο διὰ τὸν Χριστόν· σὺ δὲ οὔτε μικρὸν ἀπαντῆσαι θέλεις διὰ τὸν Δεσπότην; ὁ Δεσπότης διὰ σὲ ἀπέθανε, καὶ σὺ δι᾽ αὐτὸν ὀκνεῖς; μνήμη μαρτύρων, καὶ σὺ ῥᾳθυμεῖς καὶ ἀναπέπτωκας; Δέον ἐστί σε παραγενέσθαι, καὶ ἰδεῖν τὸν διάβολον ἡττώμενον, καὶ μάρτυρα νικῶντα, καὶ Θεὸν δοξαζόμενον, καὶ Ἐκκλησίαν στεφανουμένην. Ἀλλὰ ἁμαρτωλός εἰμι, φησὶ, καὶ οὐ δύναμαι ἀπαντῆσαι. Ἐπειδὴ ἁμαρτωλὸς εἶ, ἀπάντησον, ἵνα γένῃ δίκαιος. Τίς δὲ τῶν ἀνθρώπων ἄνευ ἁμαρτίας, εἰπέ μοι; Ἢ οὐκ οἶδας ὅτι καὶ αὐτοὶ οἱ τῷ θυσιαστηρίῳ προσεδρεύοντες ἁμαρτίαις εἰσὶ προσηλωμένοι;

σάρκα γάρ εἰσιν ἐνδεδυμένοι, καὶ σώματι συμπεπλεγμένοι· καὶ ἡμεῖς αὐτοὶ οἱ ἐπὶ θρόνου καθήμενοι καὶ διδάσκοντες, ἁμαρτίαις συμπεπλέγμεθα· ἀλλ᾽ οὐκ ἀπογινώσκομεν τῆς τοῦ Θεοῦ φιλανθρωπίας, οὐδὲ ἀπανθρωπίαν αὐτῷ περιάπτομεν. Διὰ γὰρ τοῦτο καὶ αὐτοὺς τοὺς ἱερεῖς πάθει δουλεύειν παρεσκεύασεν ὁ Θεὸς ἐξ ὧν αὐτοὶ πάσχωσι, καὶ τοῖς ἄλλοις συγγνώμην δίδωσι. Πόσης οὐκ ἂν εἴη ταῦτα παραπληξίας καὶ ἀλογίας, ὅτι, ἂν μὲν κιθαρῳδὸς ἢ ὀρχηστὴς ἢ ἄλλος τις τῶν τοιούτων ἡμᾶς καλέσῃ, μετὰ σπουδῆς ἅπαντες τρέχομεν, καὶ χάριν αὐτῷ τῆς κλήσεως ἴσμεν, καὶ ἡμέρας ὁλοκλήρου τὸ ἥμισυ μέρος ἀναλίσκομεν ἐκείνῳ προσέχοντες μόνῳ· τοῦ δὲ Θεοῦ διὰ προφητῶν καὶ ἀποστόλων ἡμῖν διαλεγομένου χασμώμεθα, κνώμεθα, καὶ ἰλιγγιῶμεν· καὶ ἐν μὲν ἱπποδρομίαις, οὐκ ὀρόφου ἐπικειμένου τοῦ τὸν ὑετὸν στέγοντος, οἱ πλείους πολλῶν ὄμβρων καταφερομένων, καὶ ἀνέμου τὸ ὕδωρ εἰς τὰς ὄψεις ῥιπίζοντος, ἑστήκασι μαινόμενοι, καὶ ψύχους καὶ ὑετοῦ καὶ μήκους ὁδοῦ καταφρονοῦσι, καὶ οὐδὲν αὐτοὺς οὔτε οἴκοι κατέχει, οὔτε ἐκεῖ κωλύει διαβῆναι· εἰς δὲ τὴν ἐκκλησίαν ἀπελθεῖν ὁ ὑετὸς ἡμῖν καὶ ὁ πηλὸς κώλυμα γίνεται. Κἂν μὲν ἐρωτηθῶσι, τίς ἐστιν ὁ Ἀμὼς ἢ ὁ Ἀβδίας, ἢ ποῖος τῶν προφητῶν ὁ ἀριθμὸς ἢ τῶν ἀποστόλων, οὐδὲ χᾶναι δύνανται· ὑπὲρ δὲ ἵππων καὶ ἡνιόχων, καὶ σοφιστῶν καὶ ῥητόρων δεινότερον τὰς ἀπολογίας συντιθεῖσι.

Καὶ πῶς ταῦτα ἀνεκτὰ, εἰπέ μοι; Παρῄνεσα πολλάκις εἰς θέατρα μὴ ἀναβαίνειν. Ἤκουσας, οὐκ ἐπείσθης· ἀνέβης εἰς τὸ θέατρον, παρήκουσάς μου τοῦ λόγου· μὴ αἰσχυνθῇς πάλιν εἰσελθεῖν καὶ ἀκοῦσαι. Ἤκουσα, καὶ οὐκ ἐτήρησα, φησί· πῶς δύναμαι εἰσελθεῖν καὶ ἀκοῦσαι;

Τέως αὐτὸ τοῦτο οἶδας, ὅτι οὐκ ἐτήρησας, τέως αἰσχύνῃ, τέως ἐρυθριᾷς, τέως μηδενὸς ἐλέγχοντος τὸν χαλινὸν ἐπιφέρεις, τέως τὸν λόγον μου ἔχεις ἐῤῥιζωμένον, τέως μὴ φαινομένου μου, ἡ διδασκαλία μου καθαιρεῖ σε. Οὐκ ἐτήρησας; μᾶλλον εἴσελθε, ἵνα πάλιν ἀκούσας τηρήσῃς. Φάρμακον ἐὰν ἐπιτεθῇ σοι, καὶ μὴ καθαρίσῃ σε, τῇ ἄλλῃ ἡμέρᾳ οὐκ ἐπιτίθης αὐτὸ πάλιν;

Ἔστω τις δρυτόμος, ὦ ἄνθρωπε, καὶ θελέτω τεμεῖν δρῦν· λαμβάνει ἀξίνην, εἶτα κόπτει τὴν ῥίζαν· ἐὰν δῷ μίαν πληγὴν, καὶ μὴ πέσῃ τὸ δένδρον, οὐ δίδωσιν ἄλλην πληγὴν, οὐ τετάρτην, οὐ πέμπτην, οὐ δεκάτην; Οὕτω καὶ σὺ ποίει. Ταῦτα λέγω, οὐχ ἵνα ὑμᾶς ῥᾳθυμοτέρους ἐργάσωμαι, ἀλλ᾽ ἵνα σπουδαιοτέρους καταστήσω. Εἰσῆλθες εἰς τὴν ἐκκλησίαν, ἄνθρωπε, ἠξιώθης τῆς τοῦ Χριστοῦ συντυχίας· ἐὰν μὴ ἀπολυθῇς, μὴ ἐξέλθῃς. Ἐὰν γὰρ πρὸ τῆς ἀπολύσεως ἐξέλθῃς, ὡς δραπέτης εὐθύνῃ. Τὴν ὅλην ἡμέραν ἐν τοῖς σωματικοῖς ἀναλίσκεις, καὶ δύο ὥρας ἐν τοῖς πνευματικοῖς οὐκ ἀσχολῇ; Εἰς θέατρον πολλάκις ἀπέρχῃ, καὶ ἕως τῆς ἀπολύσεως οὐ κατέρχῃ· καὶ εἰς τὴν ἐκκλησίαν εἰσέρχῃ, καὶ πρὸ τῶν θείων μυστηρίων ἐξέρχῃ; Φοβήθητι τὸν εἰρηκότα, Ὁ καταφρονῶν πράγματος, καταφρονηθήσεται ὑπ᾽ αὐτοῦ. Καὶ βασιλεῖ μὲν παρεστὼς, οὐδὲ ἁπλῶς μειδιάσαι ἀνέχῃ· τῷ δὲ τῶν ἁπάντων Δεσπότῃ παρεστηκὼς, οὐχ ἵστασαι μετὰ φόβου καὶ τρόμου, ἀλλὰ γελᾷς αὐτοῦ πολλάκις ὀργιζομένου; οὐκ ἐννοεῖς ὅτι τῶν ἁμαρτημάτων ταύτῃ μειζόνως παροξύνεις αὐτόν; Οὐ γὰρ οὕτω τοὺς ἐξαμαρτάνοντας, ὡς τοὺς μὴ μετὰ τὴν ἁμαρτίαν συστελλομένους ἀποστρέφεσθαι εἴωθεν ὁ Θεός. Τί ποιεῖς, ἄνθρωπε; ἐν ἐκκλησίᾳ ἑστὼς, κάλλη γυναικῶν περιεργάζῃ, καὶ οὐ φρίττεις οὕτως ἐνυβρίζων εἰς τὸν ναὸν τοῦ Θεοῦ;

Πορνεῖόν σοι δοκεῖ εἶναι ἡ ἐκκλησία καὶ τῆς ἀγορᾶς ἀτιμοτέρα; ἐν ἀγορᾷ μὲν γὰρ δέδοικας καὶ αἰσχύνῃ φανῆναι γυναῖκα περιεργαζόμενος· ἐν δὲ τῷ ναῷ τοῦ Θεοῦ, αὐτοῦ διαλεγομένου σοι καὶ ἀπειλοῦντος ὑπὲρ τούτων, τοιούτων κατατολμᾷς κατ᾽ αὐτὸν τὸν καιρὸν, καθ᾽ ὃν ἀκούεις μὴ ταῦτα ποιεῖν, καὶ οὐ φρίττεις οὐδὲ ἐξέστηκας, ἐργαστήριον παρανομίας τὴν καρδίαν ἀποτελῶν καὶ τοὺς ὀφθαλμούς; Βέλτιον τοὺς τοιούτους πηροὺς εἶναι, ἢ εἰς ταῦτα κεχρῆσθαι τοῖς ὀφθαλμοῖς.

Ἐννόησον τίνος πλησίον ἕστηκας, ἐν τῇ ἱερᾷ καὶ φρικώδει μυσταγωγίᾳ, ἄνθρωπε, μετὰ τίνων μέλλεις καλεῖν τὸν Θεόν· μετὰ τῶν Χερουβὶμ, μετὰ τῶν Σεραφὶμ, καὶ τῶν ἄλλων οὐρανίων δυνάμεων· ἀναλόγισαί σου τοὺς συγχορευτάς· ἀρκεῖ σοι τοῦτο εἰς νῆψιν, ὅταν ἐνθυμηθῇς, ὅτι σῶμα περικείμενος, καὶ σαρκὶ συμπεπλεγμένος, μετὰ τῶν ἀσωμάτων δυνάμεων κατηξιώθης ἀνυμνεῖν τὸν κοινὸν Δεσπότην ἁπάντων. Μὴ τοίνυν διαλελυμένος τὴν προθυμίαν τῶν ἱερῶν κοινώνει καὶ μυστικῶν ὕμνων ἐκείνων, μὴ βιωτικοὺς κατ᾽ ἐκεῖνον τὸν καιρὸν ἔχε λογισμούς· ἀλλὰ πάντα τὰ γήϊνα τῆς διανοίας ἐξορίσας, καὶ πρὸς τὸν οὐρανὸν ὅλον ἑαυτὸν μεταθεὶς, ὡς αὐτοῦ πλησίον ἑστὼς τοῦ θρόνου τῆς δόξης, καὶ μετὰ τῶν Σεραφὶμ ἱπτάμενος, οὕτως τῷ Θεῷ τὸν πανάγιον ὕμνον ἀνάφερε. Διὰ γὰρ τοῦτο ἑστάναι καλῶς κατὰ τὸν τῆς θείας μυσταγωγίας καιρὸν κελευόμεθα, ἵνα τοὺς χαμαὶ συρομένους λογισμοὺς ἀνορθώσωμεν, ἵνα τὴν ἔκλυσιν τὴν ἐκ τῶν βιωτικῶν γινομένην ἡμῖν πραγμάτων ἐκβαλόντες, ὀρθὴν ἔμπροσθεν τοῦ Θεοῦ ἀναστῆσαι δυνηθῶμεν ἡμῶν τὴν ψυχήν. Οὐ γὰρ περὶ χειρῶν καὶ γονάτων λέγει τῶν τοῦ σώματος· οὐδὲ γὰρ δρομεῦσιν ἀνθρώποις, οὐδὲ παγκρατιασταῖς διαλέγεται· ἀλλὰ τὴν ἰσχὺν τῶν ἔνδον λογισμῶν προκαταβεβλημένην ὑπὸ τῶν πειρασμῶν, ἀναστῆσαι διὰ τῶν ῥημάτων τούτων παρακελεύεται.

Κατὰ γὰρ τὸν τῆς θείας συνάξεως καιρὸν, ἀδελφοὶ, οὐκ ἄνθρωποι μόνον βοῶσι τὴν φρικωδεστάτην ἐκείνην βοὴν, ἀλλὰ καὶ ἄγγελοι προσπίπτουσι τῷ Δεσπότῃ, καὶ ἀρχάγγελοι δέονται· ἔχουσι γὰρ καὶ τὸν καιρὸν αὐτοῖς συμμαχοῦντα, καὶ τὴν προσφορὰν βοηθοῦσαν. Καὶ καθάπερ ἄνθρωποι κλάδους ἐλαιῶν ἐκκόψαντες ἐπισείουσι τοῖς βασιλεῦσι, διὰ τοῦ φυτοῦ ἐλέου καὶ φιλανθρωπίας αὐτοὺς ἀναμιμνήσκοντες· οὕτω δὴ καὶ οἱ ἄγγελοι τότε ἀντὶ κλάδων ἐλαιῶν, αὐτὸ τὸ σῶμα τὸ δεσποτικὸν προτεινόμενοι, τὸν Δεσπότην παρακαλοῦσιν ὑπὲρ τῆς ἀνθρωπίνης φύσεως, μονονουχὶ λέγοντες, ὅτι Ὑπὲρ τούτων δεόμεθα, οὓς αὐτοὺς φθάσας οὕτως ἀγαπῆσαι κατηξίωσας, ὡς τὴν ψυχὴν ἐπιδοῦναι τὴν ἑαυτοῦ· ὑπὲρ τούτων ἐκχέομεν τὰς ἱκετηρίας, ὑπὲρ ὧν αὐτὸς τὸ αἷμα ἐξέχεας· ὑπὲρ τούτων παρακαλοῦμεν, ὑπὲρ ὧν τὸ σῶμα τοῦτο κατέθυσας. Ἕκαστος τοίνυν ἀναλογιζέσθω παρ᾽ ἑαυτῷ, ποῖον ἐλάττωμα διώρθωσε, ποῖον κατόρθωμα προσεκτήσατο, ποίαν ἁμαρτίαν ἀπενίψατο, κατὰ τί βελτίων ἐγένετο· κἂν μὲν εὕρῃ πλέον τι γενόμενον ἀπὸ τῆς νηστείας αὐτῷ πρὸς τὴν καλὴν ταύτην ἐμπορίαν, καὶ συνίδῃ ἑαυτῷ πολλὴν πεποιημένῳ τῶν τραυμάτων ἐπιμέλειαν, προσερχέσθω· εἰ δὲ ἠμελημένος ἔμεινε, νηστείαν μὲν ἔχων ἐπιδείξασθαι μόνην, τῶν δὲ ἄλλων οὐδὲν κατωρθωκὼς, ἔξω μενέτω, καὶ τότε εἰσιέτω, ὅταν ἅπαντα ἐκκαθάρῃ τὰ ἁμαρτήματα.

Τὸν μὲν γὰρ μὴ νηστεύοντα εἰκὸς καὶ συγγνώμης τυχεῖν, σώματος ἀσθένειαν προβαλλόμενον· τὸν δὲ μὴ διορθώσαντα ἑαυτοῦ τὰ πλημμελήματα, ἀδύνατον ἀπολογίας τυχεῖν. Τῆς γὰρ ἐν ταῖς συνάξεσι ῥᾳθυμίας ἐὰν ἀπαιτήσῃ τὰς εὐθύνας ὁ Θεὸς, τί ποιήσομεν; Ἴστε γὰρ δήπου τοῦτο, ὅτι πολλάκις αὐτοῦ διαλεγομένου πρὸς πάντας ἡμᾶς διὰ τοῦ προφήτου, πολλοὺς καὶ μακροὺς ποιούμεθα πρὸς τοὺς πλησίον λόγους περὶ τῶν οὐδὲν ἡμῖν προσηκόντων πραγμάτων. Ἂν τοίνυν πάντα παρεὶς τὰ ἄλλα, ταύτης τῆς ἁμαρτίας θελήσῃ δίκην ἀπαιτῆσαι ἡμᾶς, ποία σωτηρίας ἔσται ἡμῖν ἐλπίς; Μὴ γὰρ δὴ μικρὸν εἶναι νομίσῃς τὸ πλημμέλημα, ἀλλ᾽ εἰ βούλει τὸ μέγεθος αὐτοῦ κατιδεῖν, ἐπ᾽ ἀνθρώπων τοῦτο αὐτὸ ἐξέτασον, καὶ τότε ὄψει τῆς ἀτοπίας τὸ μέγεθος. Τόλμησον ἄρχοντος πρὸς σὲ φθεγγομένου, μᾶλλον δὲ φίλου τινὸς τῶν ὀλίγον σεμνοτέρων, ἀφεὶς αὐτὸν πρὸς οἰκέτην διαλέγεσθαι τὸν σαυτοῦ, καὶ τότε ὄψει ἡλίκον τολμᾷς ἐπὶ Θεοῦ τοῦτο ποιῶν. Ἐὰν γὰρ ᾖ τις τῶν ἐπιφανεστέρων ἐκεῖνος, καὶ δίκην σε ἔχει ἀπαιτῆσαι τῆς ὕβρεως· ἀλλ᾽ ὁ Θεὸς τοσαῦτα καὶ πλείονα τούτων καθ᾽ ἑκάστην ὑβριζόμενος τὴν ἡμέραν, οὐ παρ᾽ ἑνὸς καὶ δύο καὶ τριῶν ἀνθρώπων, ἀλλὰ παρὰ πάντων ἡμῶν σχεδὸν, ἀνέχεται καὶ μακροθυμεῖ.

Καὶ βασιλέως μὲν ὀργὴν ἐπιγείου καταλῦσαι βουλόμενοι, μετὰ τῶν παίδων καὶ γυναικῶν συντρέχετε πάντες, καὶ τῆς βασιλικῆς ὀργῆς πολλάκις τὸν κατάδικον ἐξαρπάζετε· τὸν δὲ οὐράνιον βασιλέα μέλλοντες ἵλεων ποιῆσαι καὶ ἐξαρπάσειν τῆς ὀργῆς αὐτοῦ, οὐχ ἕνα οὐδὲ δύο καὶ τρεῖς καὶ ἑκατὸν, ἀλλὰ πάντας τοὺς κατὰ τὴν οἰκουμένην ἁμαρτωλοὺς, ἔξω καθέζεσθε, καὶ οὐ συντρέχετε κοινῇ πάντες, ἵνα ὁ Θεὸς τὴν συμφωνίαν ὑμῶν αἰδεσθεὶς, κἀκείνοις ἀφῇ τὴν κόλασιν, καὶ ὑμῖν συγχωρήσῃ τὰ ἁμαρτήματα; Εἰ γὰρ ἐπ᾽ ἀγορᾶς τύχῃς ὢν κατὰ τὸν καιρὸν ἐκεῖνον, εἰ γὰρ ἐπὶ τῆς οἰκίας, εἰ γὰρ ἐν ἀπαραιτήτοις πράγμασιν, οὐχὶ παντὸς λέοντος σφοδρότερον ἅπαντα διαῤῥήξας τὰ δεσμὰ πρὸς τὴν κοινὴν ἱκετηρίαν αὐτομολήσεις; καὶ ποίαν ἕξεις σωτηρίας ἐλπίδα; Τί γὰρ τῆς τοῦ Θεοῦ Ἐκκλησίας δυνατώτερον γένοιτ᾽ ἄν; Μή μοι λέγε τείχη καὶ ὅπλα· τείχη τῷ χρόνῳ παλαιοῦνται, Ἐκκλησία δὲ οὐδέποτε γηρᾷ· τείχη βάρβαροι καταλύουσιν, ἐκκλησίας δὲ οὐδὲ δαίμονες περιγίνονται. Καὶ ὅτι οὐ κόμπος τὰ ῥήματα, μαρτυρεῖ τὰ πράγματα. Πόσοι ἐπολέμησαν τὴν Ἐκκλησίαν, καὶ οἱ πολεμήσαντες ἀπώλοντο, αὕτη δὲ ὑπὲρ τὸν οὐρανὸν ἀναβέβηκε; Τοιοῦτον ἔχει μέγεθος ἡ Ἐκκλησία· πολεμουμένη νικᾷ, ἐπιβουλευομένη περιγίνεται, ὑβριζομένη λαμπροτέρα καθίσταται.

Συνήκατε τὴν ἡμέραν ἐκείνην, ὅσα ἐκινεῖτο καθ᾽ ἡμῶν ὅπλα, καὶ θυμὸς στρατιωτικὸς πυρὸς σφοδρότερος, καὶ ἡμεῖς πρὸς τὰς βασιλικὰς αὐλὰς ἀπηγόμεθα, καὶ θέατρον ἐγινόμεθα τῇ οἰκουμένῃ; ἀλλὰ διὰ τὴν τοῦ Θεοῦ χάριν οὐδὲν ἡμᾶς ἐκείνων κατέπληξε. Διὰ τί; Ὅτι οὐδὲν τῶν παρόντων δεινόν. Τί γάρ ἐστι δεινόν; θάνατος; ἀλλ᾽ οὐκ ἔστι δεινόν· ταχέως γὰρ ἐπὶ τὸν λιμένα ἀπερχόμεθα. Ἀλλὰ δήμευσις; Γυμνὸς ἐξῆλθον, γυμνὸς καὶ ἀπελεύσομαι. Ἀλλ᾽ ἐξορία;

Τοῦ Κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς. Ἀλλὰ συκοφαντία; Χαίρετε, ὅταν εἴπωσι πᾶν πονηρὸν καθ᾽ ὑμῶν ῥῆμα, ὅτι μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς. Εἰ γὰρ καὶ ἀπηγόμην, ἀλλ᾽ οὐκ ἦν ὕβρις μοι τὸ γινόμενον· ὕβρις γὰρ ἓν μόνον, ἁμαρτία· κἂν ἡ οἰκουμένη σε ὑβρίσῃ, σὺ δὲ σαυτὸν μὴ ὑβρίσῃς, οὐχ ὑβρίσθης. Προδοσία μόνη ἡ τοῦ συνειδότος· μὴ προδῷ σε τὸ συνειδὸς, καὶ οὐδείς σε προδίδωσιν.

Ἀπηγόμην, καὶ ἑώρων τὰ πράγματα, μᾶλλον δὲ τὰ ῥήματά μου πράγματα γινόμενα, καὶ τὴν προσομιλίαν μου τὴν διὰ τῶν ῥημάτων ἐπὶ τῆς ἀγορᾶς διὰ πραγμάτων κηρυττομένην. Ἐβουλόμην τοίνυν εἰδέναι, ποῦ διατρίβουσιν οἱ τῆς συνάξεως καταφρονήσαντες, καὶ τῆς ἱερᾶς ταύτης ἀπολειφθέντες τραπέζης. Μᾶλλον δὲ οἶδα σαφῶς· ἢ γὰρ περὶ ἀτόπων καὶ καταγελάστων πραγμάτων διαλέγονται, ἢ βιωτικαῖς εἰσι προσηλωμένοι φροντίσιν· ἀμφοτέρων δὲ ἡ διατριβὴ συγγνώμης ἀπεστέρηται, καὶ κόλασιν ἔχει τὴν ἐσχάτην. Καὶ περὶ μὲν τῆς προτέρας οὐδὲ λόγων δεῖ, οὐδὲ ἀποδείξεως· ὅτι δὲ καὶ οἱ τὰ τῆς οἰκίας ἡμῖν προβαλλόμενοι πράγματα, καὶ τὴν ἀφόρητον ἐκεῖθεν ἀνάγκην λέγοντες, οὐδὲ οὗτοι δύνανται συγγνώμης τυχεῖν, μὴ τὰ πνευματικὰ τῶν γηΐνων προτιμῶντες πραγμάτων, παντί που δῆλον. Τίς γὰρ οἰκέτης, εἰπέ μοι, πρὶν ἢ δεσποτικὴν πληρώσει διακονίαν, τῶν κατὰ τὴν ἰδίαν οἰκίαν ἐπιμελήσεταί ποτε; Πῶς οὖν οὐκ ἄτοπον, ἐπ᾽ ἀνθρώπων μὲν ἔνθα ψιλὸν ὄνομα ἡ δεσποτεία, τοσαύτην τοῖς κυρίοις παρέχειν τὴν αἰδὼ καὶ τὴν ὑπακοήν· τὸν δὲ ἀληθῶς Δεσπότην οὐχ ἡμῶν μόνον, ἀλλὰ καὶ τῶν ἄνω δυνάμεων, μηδὲ τῆς αὐτῆς τοῖς ἡμετέροις συνδούλοις ἀξιοῦν θεραπείας; Εἴθε ἦν μοι δυνατὸν δεῖξαι τοῖς ὑμετέροις ὀφθαλμοῖς τὴν ἐκείνων ψυχὴν, καὶ εἴδετε ἂν ῥυπῶσαν, αὐχμῶσαν, κατῃσχυμμένην, τεταπεινωμένην καὶ ἀπαῤῥησίαστον.

Ὥσπερ γὰρ τὰ βαλανείων οὐκ ἀπολαύοντα σώματα, αὐχμοῦ, καὶ ῥύπου γέμει πολλοῦ· οὕτω καὶ ψυχὴ μὴ διδασκαλίας ἀπολαύουσα πνευματικῆς, πολλὴν τῶν ἁμαρτημάτων ἔχει περικειμένην αὐτῇ τὴν κηλῖδα. Εἴθε ἦν δυνατὸν ἀναπτύξαι τὰς καρδίας τῶν ἀπολιμπανομένων τῆς θείας συνάξεως· εἴθε ἦν δυνατὸν ὑμῖν εἰς τὸ συνειδὸς αὐτῶν εἰσεληλυθέναι· καὶ τότε εἴδετε ἂν καλῶς, πόσων τραυμάτων γέμουσιν, ὅσας ἀκάνθας ἔχουσι. Καθάπερ γὰρ γῆ γεωργικῶν οὐκ ἀπολαύουσα χειρῶν χερσοῦται καὶ ὑλομανεῖ· οὕτω καὶ ψυχὴ πνευματικῆς οὐκ ἀπολαύουσα διδασκαλίας, ἀκάνθας καὶ τριβόλους ἐκπέμπει. Εἰ γὰρ ἡμεῖς οἱ καθ᾽ ἑκάστην ἡμέραν τῆς τῶν προφητῶν καὶ ἀποστόλων μετέχοντες ἀκροάσεως, καὶ συνεχεῖς ἐπῳδὰς τὰς ἀπὸ τῶν θείων Γραφῶν ἐπᾴδοντες τοῖς ἡμετέροις πάθεσι, μόλις κατέχομεν θυμὸν, μόλις χαλινοῦμεν ὀργὴν, μόλις ἐκβάλλομεν τηκεδόνα φθόνου, μόλις καταπαύομεν ἐπιθυμίαν, μόλις καταστέλλομεν τὰ ἀναίσχυντα θηρία· ἐκεῖνοι οἱ μηδέποτε ταύτης ἀπολαύοντες τῆς ἰατρείας, μηδὲ τῆς θείας ὑπακούοντες διδασκαλίας, ποίαν ἐλπίδα σωτηρίας ἕξουσιν; Ὥσπερ γὰρ ὁ τοῦ λιμένος ἐξελθὼν, πανταχοῦ πλανᾶται, καὶ ὁ τοῦ φωτὸς ἀποστερηθεὶς πολλοῖς προσπίπτει· οὕτω καὶ ὁ εἰς λήθην ἐμπεσὼν τοῦ φόβου τοῦ Θεοῦ, φροντίσι καὶ μερίμναις καὶ ὀδύναις ἐκδίδοται διηνεκῶς.

Καὶ καθάπερ ἀντεχομένου τοῦ Θεοῦ καὶ μεθ᾽ ἡμῶν ὄντος, τὰ λυποῦντα ἐκποδὼν γίνεται· οὕτως ἀφισταμένου καὶ ἐπιλανθανομένου καὶ ψυχὴ διακόπτεται καὶ καρδία ὀδυνᾶται, καὶ οἱ λυποῦντες ἐπεμβαίνουσιν, ὥστε διὰ πάντων δακνομένους τοὺς ῥᾳθυμοτέρους, σπουδαιότερον ἐπανελθεῖν, ὅθεν ἐξέπεσον. Παιδεύσει γάρ σε ἡ ἀποστασία σου, φησὶ, καὶ ἡ κακία σου ἐλέγξει σε. Ὥστε καὶ ἡ ἐγκατάλειψις τοῦ Θεοῦ προνοίας εἶδός ἐστιν. Ὅταν γὰρ προνοῶν καὶ κηδόμενος καταφρονῆται, ἀφίησι μικρὸν καὶ ἐγκαταλιμπάνει, ἵνα τότε τῆς ῥᾳθυμίας ἐκβληθείσης, σπουδαιότεροι οἱ ὀλίγωροι γένωνται.

Πολλοὺς οἶμαι τῶν πρώην καταλιπόντων ἡμᾶς, καὶ πρὸς τὰ θέατρα τῆς παρανομίας αὐτομολησάντων, παρεῖναι σήμερον· καὶ ἐβουλόμην τούτους εἰδέναι σαφῶς, ὥστε αὐτοὺς τῶν ἱερῶν ἐκβαλεῖν προθύρων, οὐχ ἵνα μένωσιν ἔξω διηνεκῶς, ἀλλ᾽ ἵνα διορθωθέντες ἐπανέλθωσι πάλιν. Ἐπεὶ καὶ πατέρες παῖδας σφαλλομένους τῆς οἰκίας ἐκβάλλουσι, καὶ τῆς τραπέζης ἀπείργουσιν, οὐχ ἵνα διαπαντὸς τούτων ἐκπέσωσιν, ἀλλ᾽ ἵνα καὶ βελτίους τῇ νουθεσίᾳ ταύτῃ γενόμενοι, μετὰ τῆς προσηκούσης δόξης πρὸς τὸν πατρῷον ἐπανέλθωσι κλῆρον. Τοῦτο δὴ καὶ ποιμένες ποιοῦσι· τὰ ψώρας ἐμπεπλησμένα πρόβατα τῶν ὑγιαινόντων εἴργουσιν, ἵνα ἀποθέμενα τὴν ἀῤῥωστίαν, μετὰ ἀσφαλείας πρὸς τὰ ὑγιαίνοντα ἐπανέλθῃ πάλιν, καὶ μὴ νοσοῦντα τὴν ἀγέλην ἅπασαν ἐμπλήσῃ τῆς ἀῤῥωστίας ἐκείνης. Διὰ τοῦτο καὶ ἡμεῖς ἐβουλόμεθα τούτους εἰδέναι· ἀλλ᾽ εἰ καὶ μὴ τοῖς ὀφθαλμοῖς αὐτοὺς διακρῖναι δυνάμεθα, ὁ λόγος αὐτοὺς ἐπιγνώσεται πάντως, καὶ τοῦ συνειδότος αὐτῶν ἐπιλαβόμενος πείσει ῥᾳδίως ἑκόντας αὐτοὺς ὑπεξελθεῖν· διδάσκων, ὅτι ἐκεῖνος ἔνδον ἐστὶ μόνος, ὁ τῆς ἐνταῦθα διατριβῆς ἀξίαν παρέχων τὴν γνώμην· ὡς ὁ μετὰ πολιτείας διεφθαρμένης τοῦ ἱεροῦ τούτου μετέχων συλλόγου, κἂν τὸ σῶμα ἐνταῦθα εἰσάγῃ, ἐκβέβληται, καὶ τῶν ἀποκεκλεισμένων ἔξω καὶ μὴ δυναμένων τῆς ἱερᾶς μετασχεῖν τραπέζης, μᾶλλον ἀπελήλαται.

Ἐκεῖνοι μὲν γὰρ κατὰ τοὺς τοῦ Θεοῦ νόμους ἐκβληθέντες καὶ μένοντες ἔξω, τέως χρηστὰς ἔχουσιν ἐλπίδας, κἂν ἐθέλωσι τὰ παραπτώματα διορθῶσαι, διὰ τῆς Ἐκκλησίας ἧς ἐξέπεσον δυνήσονται μετὰ καθαροῦ τοῦ συνειδότος πάλιν ἐπανελθεῖν· οἱ δὲ μολύναντες ἑαυτοὺς, καὶ κελευσθέντες μὴ πρότερον ἐπιβῆναι, ἕως ἂν ἀποκαθάρωνται τὴν κηλῖδα τὴν ἐκ τῶν ἁμαρτημάτων· εἶτα ἀναισχυντοῦντες, χαλεπώτερον τὸ τραῦμα ἐργάζονται· οὐ γὰρ οὕτω τὸ ἁμαρτάνειν χαλεπὸν, ὡς ἡ μετὰ τὴν ἁμαρτίαν ἀναισχυντία. Πολλοὶ τῶν μυστηρίων ἅπαξ μεταλαμβάνουσι τοῦ ἐνιαυτοῦ, ἕτεροι δὲ δὶς, ἄλλοι δὲ πολλάκις. Τίνας οὖν τούτων ἀποδεξόμεθα, τοὺς ἅπαξ, ἢ τοὺς πολλάκις, ἢ τοὺς ὀλιγάκις;

Οὔτε τοὺς ἅπαξ, οὔτε τοὺς πολλάκις, οὔτε τοὺς ὀλιγάκις, ἀλλὰ τοὺς μετὰ καθαροῦ συνειδότος, τοὺς μετὰ καθαρᾶς καρδίας, τοὺς μετὰ βίου ἀνεπιλήπτου. Οἱ τοιοῦτοι ἀεὶ προσιέτωσαν· οἱ δὲ μὴ τοιοῦτοι, μηδὲ ἅπαξ· κρῖμα γὰρ ἑαυτοῖς λαμβάνουσι καὶ κατάκριμα.

Ὥσπερ γὰρ ἡ τροφὴ φύσει οὖσα θρεπτικὴ, ἐὰν εἰς κακόσιτον ἐμπέσῃ, πάντα ἀπόλλυσι καὶ διαφθείρει, καὶ γίνεται νόσου ἀφορμὴ, οὕτω δὴ καὶ τὰ τῶν φρικτῶν μυστηρίων. Τραπέζης ἀπολαύεις πνευματικῆς, τραπέζης βασιλικῆς, καὶ πάλιν φύρεις βορβόρῳ τὸ σῶμα; μύρῳ χρίεις, καὶ πάλιν δυσωδίας πληροῖς; Μετὰ ἐνιαυτὸν τῆς μεταλήψεως μετέχων οἴει ἀρκεῖν σοι πρὸς καθαρισμὸν τῶν ἁμαρτημάτων τοῦ παντὸς χρόνου, καὶ πάλιν ἑβδομάδος παρελθούσης ἐκδίδως σαυτὸν τοῖς προτέροις; Εἰπὲ δή μοι· ἐὰν ὑγιάνας εἰς τεσσαράκοντα ἡμέρας ἀπὸ νόσου μακρᾶς, πάλιν σαυτὸν ἐκδῷς τοῖς νοσοποιοῖς ἐκείνοις, οὐχὶ καὶ τὸν πρότερον κόπον ἀπώλεσας; Εἰ τοίνυν τὰ φυσικὰ μεθίσταται, πολλῷ μᾶλλον τὰ τῆς προαιρέσεως. Κἂν μὲν ὄζῃ τὸ στόμα, οὐδὲ τῶν κοινῶν μετέχεις σιτίων· τοσαύτης δὲ δυσωδίας οὔσης ἐν τῇ ψυχῇ, μυστηρίων τολμᾷς κοινωνεῖν, εἰπέ μοι; καὶ ποίας τεύξῃ συγγνώμης; φησὶ γὰρ ὁ θεῖος Ἀπόστολος· Ὁ ἐσθίων καὶ πίνων τὸ ποτήριον τοῦ Κυρίου ἀναξίως, κρῖμα ἑαυτῷ ἐσθίει καὶ πίνει· τουτέστι, τὴν αὐτὴν δώσει δίκην, ὅσην ὑποστήσονται τιμωρίαν οἱ σταυρώσαντες τὸν Χριστόν.

Καθάπερ καὶ ἐκεῖνοι οἱ σφαγεῖς ἔνοχοι ἐγένοντο τοῦ αἵματος· οὕτω καὶ οὗτοι οἱ ἀναξίως κοινωνοῦντες τῶν μυστηρίων. Ὥσπερ γὰρ ἄν τε διαῤῥήξῃ τις τὴν πορφυρίδα τὴν βασιλικὴν, ἄν τε μολύνῃ βορβόρῳ, παραπλησίως εἰς τὸν ἐνδύντα αὐτὴν ἐνύβρισε βασιλέα· οὕτω δὴ καὶ ἐνταῦθα, οἵ τε ἀνελόντες τὸ σῶμα τὸ Δεσποτικὸν, οἵ τε ἀκαθάρτῳ δεχόμενοι τῇ διανοίᾳ, ὁμοίως ἐμπαροινοῦσι τῷ ἐνδύματι τῷ βασιλικῷ.

Διέῤῥηξαν μὲν οὖν αὐτὸ οἱ Ἰουδαῖοι τῷ σταυρῷ, μολύνει δὲ καὶ ὁ ἀκαθάρτῳ δεχόμενος αὐτὸ τῇ ψυχῇ. Ὥστε εἰ καὶ διάφορα τὰ τῆς παρανομίας, ἀλλὰ τὰ τῆς ὕβρεως ἴσα. Τοῦτο πολλῶν καθήψατο, τοῦτο πολλοὺς ἐθορύβησεν, ἔδακε τὸ συνειδὸς τῶν ἀκουόντων, μᾶλλον δὲ οὐχὶ τῶν ἀκουόντων μόνον, ἀλλὰ καὶ ἐμοῦ τοῦ λέγοντος, πρὸ ὑμῶν. Κοινὴ γὰρ ἡ διδασκαλία, κοινὰ τὰ τραύματα· διὸ καὶ κοινὰ τὰ φάρμακα ἐπιτίθημι.

Τοῦτο τῆς τοῦ Θεοῦ φιλανθρωπίας ἐγένετο ἔργον, ὥστε καὶ τὸν λέγοντα καὶ τοὺς ἀκούοντας τοῖς αὐτοῖς ὑποκεῖσθαι νόμοις, τῆς αὐτῆς κοινωνεῖν φύσεως, ὁμοίως ἕκαστον ὑπεύθυνον εἶναι παραβαίνοντα. Διὰ τί; Ἵνα μετὰ συμμετρίας ποιῆται τὴν ἐπιτίμησιν· ἵνα συγγνωμονικὸς γίνηται τοῖς ἁμαρτάνουσιν· ἵνα ἀναμιμνησκόμενος τῆς οἰκείας ἀσθενείας, μὴ ἀφόρητον ποιῆται τὸν ἔλεγχον. Ἂν τοίνυν ἴδῃς τινὰ τῶν μετὰ σοῦ συναγελαζομένων πορνεύοντα, καὶ μυστηρίοις προσερχόμενον, εἰπὲ τῷ διακονουμένῳ τὴν τούτων διανομήν· Ὁ δεῖνα ἀνάξιος μυστηρίων, κώλυσον τὸν βέβηλον τῶν ἁγίων. Εἰ γὰρ μηδὲ διηγεῖσθαι τὰ δικαιώματα τοῦ Θεοῦ ὁ τοιοῦτος ἄξιος, ἐννόησον οἷ προβήσεται τὰ τῆς κολάσεως αὐτῷ, ὅταν καὶ τῆς ἱερᾶς ἅπτηται τραπέζης· οὐκ αὐτῷ δὲ μόνῳ, ἀλλὰ καὶ σοὶ τῷ συσκιάζοντι. Οὐ γὰρ εἶπεν, Καὶ ἐμοίχευες, ἀλλὰ, Μετὰ μοιχοῦ τὴν μερίδα σου ἐτίθεις. Βαβαὶ, ἡλίκον ἐστὶ κακὸν περιστέλλειν τῶν ἄλλων τὰς σηπεδόνας! κοινωνὸν γάρ σέ φησιν εἶναι τῆς ἐπὶ τῷ πλημμελήματι τιμωρίας· καὶ εἰκότως. Ὁ μὲν γὰρ ἔχει τὸ πάθος εἰπεῖν, εἰ καὶ ἀσύγγνωστος ἡ πρόφασις· σὺ δὲ οὐδὲ τοῦτο. Τίνος οὖν ἕνεκεν τῆς ἡδονῆς οὐκ ἀπολαύων, τῆς κολάσεως κοινωνὸς καὶ μεριστὴς γίνῃ; Μὴ γάρ μοι ἐκεῖνο τὸ ῥῆμα λέγε, τῆς πολλῆς γέμον ἀναλγησίας· Τί δέ μοι μέλει; τὰ ἐμαυτοῦ μεριμνῶ.

Τότε γὰρ μάλιστα μεριμνήσεις τὰ σὰ, ὅταν τὰ σὰ ζητῇς ἐν τῷ τοῦ πλησίον συμφέροντι· καθὰ καὶ Παῦλος ἔλεγε, Μηδεὶς τὸ ἑαυτοῦ ζητείτω, ἵνα εὕρῃ τὸ ἑαυτοῦ.

Ὅταν γὰρ ὁ ἡμαρτηκὼς πάντας ἀποστρεφομένους αὐτὸν ἴδῃ, μέγα τι καὶ πονηρὸν ἡγήσεται εἰργάσθαι ἂν δὲ μὴ μόνον μὴ ἀγανακτοῦντας μηδὲ δυσχεραίνοντας θεάσηται, ἀλλὰ καὶ πράως φέροντας καὶ συνεφαπτομένους, καὶ τὸ ἐκ τοῦ συνειδότος διαφθείρει δικαστήριον, τῆς τῶν πολλῶν ψήφου συμπραττούσης αὐτοῦ τῇ διεφθαρμένῃ γνώμῃ. Πολλοὶ τὸ βάρος τῶν πρὸς ὑμᾶς εἰρημένων ἐλέγχων οὐκ ἐνεγκόντες, μετὰ τὴν ἀναχώρησιν προσελθόντες, ἐδυσχέραινον, ἠγανάκτουν, Ἀπάγεις ἡμᾶς, λέγοντες, τῆς ἱερᾶς τραπέζης, καὶ τῆς κοινωνίας ἀποσοβεῖς; Διὰ τοῦτο δὲ ταῦτα ἠναγκάσθην εἰπεῖν, ἵνα μάθητε, ὅτι οὐκ ἀπάγω, ἀλλὰ συνάγω μᾶλλον· οὐδὲ ἀποσοβῶ, οὐδὲ ἀπείργω, ἀλλ᾽ ἐπισπῶμαι διὰ τῶν ἐλέγχων πλέον. Ὁ γὰρ φόβος τῆς τιμωρίας, καθάπερ πῦρ εἰς κηρὸν, οὕτως εἰς τὸ συνειδὸς τῶν ἁμαρτανόντων ἐμπίπτων, λύει μὲν ἡμῶν καὶ τήκει τὰ πλημμελήματα διηνεκῶς ἐγκαθήμενος, καθαρὰν δὲ καὶ ἀποστίλβουσαν ἐργαζόμενος τὴν διάνοιαν, πλείονα τὴν παῤῥησίαν ἡμῖν ἐντίθησι.

Καὶ καθάπερ ὁ πικρὰ φάρμακα τοῖς κακοσίτοις διδοὺς, καὶ τοὺς πονηροὺς ἐκκαθαίρων χυμοὺς, διεγείρει τὴν καταβεβλημένην ὄρεξιν, καὶ μετὰ πλείονος παρασκευάζει τῆς προθυμίας τῆς συνήθους ἅπτεσθαι τροφῆς· οὕτω δὴ καὶ ὁ πικρὰ λέγων ῥήματα, καὶ καθαίρων τοὺς πονηροὺς λογισμοὺς τῆς διανοίας, καὶ τὸ βαρὺ τῶν ἁμαρτημάτων ἀποσκευαζόμενος φορτίον, δίδωσιν ἀναπνεῦσαι τῷ συνειδότι, καὶ μετὰ πολλῆς ἡδονῆς ἀπογεύσασθαι τοῦ σώματος παρασκευάζει τοῦ Δεσποτικοῦ.

Εἰκότως ἄρα ὁ μακάριος Παῦλος ἔλεγε· Πείθεσθε τοῖς ἡγουμένοις ὑμῶν, καὶ ὑπείκετε· αὐτοὶ γὰρ ἀγρυπνοῦσιν ὑπὲρ τῶν ψυχῶν ὑμῶν, ὡς λόγον ἀποδώσοντες. Σὺ μὲν γὰρ τὰ ἑαυτοῦ μεριμνᾷς· κἂν ταῦτα διαθῇ καλῶς, οὐδείς σοι τῶν ἄλλων ἔσται λόγος λοιπόν· ὁ δὲ ἱερεὺς, κἂν τὸν οἰκεῖον οἰκονομήσῃ βίον καλῶς, τὸν δὲ σὸν μὴ μετὰ ἀκριβείας ἐπιμελήσηται, μετὰ τῶν πονηρῶν εἰς τὴν γέενναν ἄπεισι· καὶ πολλάκις ἀπὸ τῶν οἰκείων οὐ προδοθεὶς, ἀπὸ τῶν ἀλλοτρίων ἀπόλλυται. Ἀλλ᾽ ἐπειδὴ σφοδρότερον τῶν ἀναξίως τῶν θείων μεταλαμβανόντων μυστηρίων καθηψάμεθα, ἀναγκαῖον καὶ πρὸς ὑμᾶς τοὺς διακονουμένους διαλεχθῆναι λοιπὸν, ὥστε μετὰ πολλῆς τῆς σπουδῆς διανέμειν ταυτὶ τὰ δῶρα· οὐ μικρὰ γὰρ κόλασις ὑμῖν ἐστιν. Εἰ γὰρ συνειδότες τινὶ πονηρίαν, συγχωρήσετε ταύτης μετασχεῖν τῆς τραπέζης, τὸ αἷμα αὐτῶν ἐκ τῶν χειρῶν ἐκζητηθήσεται τῶν ὑμετέρων. Κἂν στρατηγὸς ᾖ, κἂν ὕπαρχος, κἂν αὐτὸς ὁ τὸ διάδημα περικείμενος, ἀναξίως δὲ προσίῃ, κώλυσον· μείζονα ἐκείνου τὴν ἐξουσίαν ἔχεις· μὴ παροξύνῃς τὸν Δεσπότην, οὐκ ἐκκαθαίρων τὸ σῶμα τούτου. Μὴ ξίφος δῷς ἀντὶ τῆς τροφῆς· ἀλλὰ κἂν ὑπὸ ἀσθενείας ἐκεῖνος ἔρχηται μεθέξων, κωλύσειν μὴ φοβηθῇς. Φοβήθητι τὸν Δεσπότην Θεὸν, μὴ τὸν ἄνθρωπον· ἂν τὸν ἄνθρωπον φοβηθῇς, καὶ ὑπ᾽ αὐτοῦ καταγελασθήσῃ, καὶ τὸν Δεσπότην παροξυνεῖς· ἂν δὲ τὸν Θεὸν, καὶ ἀνθρώποις αἰδέσιμος ἔσῃ, καὶ αὐτῷ φιλητός.

Εἰ δὲ αὐτὸς οὐ τολμᾷς, ἐμοὶ πρόσαγε, οὐ συγχωρήσω ταῦτα τολμᾶσθαι· τῆς ψυχῆς ἀποστήσομαι πρότερον, ἢ τοῦ αἵματος μεταδώσω τοῦ Δεσποτικοῦ παρ᾽ ἀξίαν, καὶ τὸ αἷμα τὸ ἐμαυτοῦ προήσομαι πρότερον, ἢ μεταδώσω αἵματος οὕτω φρικώδους παρὰ τὸ προσῆκον. Κρεῖττον γὰρ στερηθῆναι τοῦ βίου μᾶλλον διὰ τὸν Θεὸν, ἢ διὰ τὸν βίον αὐτοῦ τοῦ Θεοῦ. ᾯ πρέπει δόξα, κράτος, νῦν καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.