Δεῦτε γὰρ, φησὶ, μάθετε ἀπ᾽ ἐμοῦ, ὅτι πρᾶός εἰμι, καὶ ταπεινὸς τῇ καρδίᾳ. Εἰ γὰρ μὴ ἤμην πρᾶος, τοῦ βασιλέως ὢν υἱὸς, δούλην ἐπελεγόμην μητέρα; εἰ μὴ ἤμην πρᾶος, ὁ τῆς ἀφανοῦς καὶ φαινομένης οὐσίας δημιουργὸς πρὸς ὑμᾶς ἐπεδήμουν; εἰ μὴ ἤμην πρᾶος, φάτνης ἐδεχόμην πενίαν, ὁ τῆς κτίσεως ὅλης κεκτημένος τὸν πλοῦτον; εἰ μὴ ἤμην πρᾶος, τὸν νῶτόν μου παρεῖχον ὑπὲρ αἰχμαλώτων εἰς μάστιγας; Τί δέ; τὸ μεῖζον οὐ λέγω· εἰ μὴ πρᾶος ἤμην, ἄλλων τὸ παθεῖν χρεωστούντων, ὁ μηδὲν ὀφείλων ἐγὼ, τὸ τοῦ θανάτου χρέος ὑπὲρ ἐκείνων κατέβαλον, Οὕτως εἰμὶ πρᾶος, ὅτι ἥμαρτες σὺ, καὶ ἐμαστιγώθην ἐγώ· οὕτως εἰμὶ ταπεινὸς, ὅτι ἱκετεύειν τοὺς ἐμοὺς οὐκ αἰσχύνομαι δούλους, ἀλλ᾽ αἱροῦμαι παρακαλεῖν, ἵνα μὴ κολάζειν ἀναγκασθῶ. Ὅταν οὖν εἰς ἔννοιαν ἔλθῃς θαύμασαι σαυτὸν ἐπὶ ταπεινοφροσύνῃ, ἐννόησον τὸν Δεσπότην σου ποῦ κατῆλθεν, καὶ οὐκέτι θαυμάσεις σαυτὸν οὐδὲ ἐπαινέσεις, ἀλλὰ καὶ καταγελάσεις σαυτοῦ, ὡς οὐδὲν πεποιηκότος. Ταπεινὸς εἶ, καὶ πάντων ἀνθρώπων ταπεινότερος, μὴ διὰ τοῦτο μέγα φρόνει, μηδὲ ἑτέροις ὀνείδιζε, καὶ ἀπολέσεις τὸ καύχημα. Διὰ τοῦτο ταπεινοφρονεῖς, ἵνα ἀπονοίας ἀπαλλαγῇς· ἂν τοίνυν δι᾽ αὐτῆς εἰς ἀπόνοιαν ἐμπέσῃς, κρεῖττον μὴ ταπεινοφρονεῖν.