Καλῶς εἶπε, Μὴ φοβοῦ. Μή σε θορυβείτω, φησὶν, ἡ τοῦ πλούτου περιουσία, καὶ ἡ τῆς δόξης περιφάνεια· ὄψει γὰρ μετ᾽ οὐ πολὺ χαμαὶ κείμενον, ἀνενέργητον, νεκρὸν, ἐῤῥιμμένον, σκωλήκων γενόμενον τροφὴν, γυμνὸν τούτων ἁπάντων καθιστάμενον, καὶ οὐδὲν ὅλως μεθ᾽ ἑαυτοῦ ἀπενεγκεῖν δυνηθέντα (οὐδὲ γὰρ συναποδημοῦσι τοῖς ἐντεῦθεν μεθισταμένοις), ἀλλ᾽ ἐνταῦθα ἅπαντα καταλιπόντα, καὶ μόνην τὴν κακίαν περιβεβλημένον, καὶ τὰ ἐκ ταύτης αὐτῷ τῶν ἁμαρτημάτων συλλεγέντα φορτία. Εἰκότως ἄρα εἴρηται παρὰ τῶν παλαιῶν κενοδοξία· διάκενος γάρ ἐστιν ἔνδον, οὐδὲν ἔχουσά τι χρήσιμον· ἀλλ᾽ ὥσπερ τὰ προσωπεῖα δοκεῖ μὲν εἶναι λαμπρὰ καὶ ἐπέραστα, κενὰ δὲ ἔνδοθέν ἐστι, διὸ καὶ τῶν σωματικῶν ὄψεων εὐπρεπέστερα ὄντα, οὐδένα οὐδέποτε πρὸς τὸν ἔρωτα ἰδεῖν ἔπεισε τὸν ἑαυτῶν· οὕτω, μᾶλλον δὲ ἀθλιώτερον, καὶ ἡ παρὰ τῶν πολλῶν δόξα. Οὐδὲν γὰρ οὕτω τῆς τοῦ Θεοῦ φιλανθρωπίας ἀλλοτριοῖ, καὶ τῷ τῆς γεέννης παραδίδωσι πυρὶ, ὡς ἡ τῆς ὑπερηφανίας τυραννίς. Ταύτης γὰρ ἡμῖν παρούσης, κἂν σωφροσύνην, κἂν παρθενίαν, κἂν νηστείαν, κἂν εὐχὰς, κἂν ἐλεημοσύνην, κἂν ὁτιοῦν ἐπιτελῶμεν, ἅπας ἡμῶν ὁ βίος ἀκάθαρτος γίνεται· Ἀκάθαρτος γὰρ, φησὶν, παρὰ Κυρίῳ πᾶς ὑψηλοκάρδιος.