Ἄκουε Σολομῶντος· Ὁ ἐλεῶν πτωχὸν, φησὶ, δανείζει Θεῷ. Εἶδες δανείου φύσιν ξένην καὶ παράδοξον; Ἕτερός ἐστιν ὁ λαμβάνων, καὶ ἕτερος ὁ τῷ δανείῳ ὑπεύθυνον ἑαυτὸν καθιστῶν. Διὰ τί οὐκ εἶπεν, Ὁ ἐλεῶν πτωχὸν δίδωσι Θεῷ, ἀλλὰ, Δανείζει; Ἵνα μὴ ἁπλῆν τὴν ἀντιμισθίαν νομίσῃς. Οἶδεν ἡ Γραφὴ τὴν ἡμετέραν πλεονεξίαν· προσέσχεν ὅτι ἡ ἀπληστία ἡμῶν πρὸς πλεονεξίαν βλέπουσα τὸν πλεονασμὸν ζητεῖ, καὶ μηδαμοῦ τὸν χρήματα ἔχοντα δανείζειν θέλοντα τῷ πτωχῷ ἄνευ ἀσφαλείας, ἢ ὑποθήκης, ἢ ἐνεχύρων, ἢ ἐγγύης. Καὶ ἐπειδὴ οἶδεν ὁ Θεὸς, ὅτι ἐκτὸς τούτων οὐδεὶς δανείζει, οὐδὲ εἰς φιλανθρωπίαν βλέπει, ἀλλ᾽ εἰς μόνον τὸ κέρδος ὁρᾷ, πάντων δὲ τούτων ἔρημος ὁ πτωχὸς, οὐχ ὑποθήκην ἔχων, κέκτηται γὰρ οὐδὲν, οὐκ ἐνέχυρα φέρων, γεγύμνωται γὰρ, οὐ τὸν ἀντιφωνοῦντα παρέχων, ἀπιστεῖται γὰρ διὰ τὴν ἀπορίαν· ὡς εἶδεν αὐτὸν μὲν διακινδυνεύοντα τῇ ἀπορίᾳ, τὸν δὲ ἔχοντα χρήματα κινδυνεύοντα διὰ τὴν ἀπανθρωπίαν, μέσον ἑαυτὸν παρενέθηκεν, ἔγγυον μὲν τῷ πένητι, ἐνέχυρον δὲ τῷ δανείζοντι Ὁ ἐλεῶν πτωχὸν, φησὶ, δανείζει Θεῷ. Καὶ μὴν ἂν δανείζειν δέῃ, τοὺς πολὺ διδόντας περιεργαζόμεθα, καὶ τοὺς εὐγνώμονας περισκοποῦμεν· ἐνταῦθα δὲ τοὐναντίον ποιοῦμεν, τὸν μὲν εὐγνωμονοῦντα Θεὸν, καὶ ἑκατονταπλασίονα παρέχοντα ἀφίεμεν, τοὺς δὲ ἀποδώσοντας ἡμῖν οὐδὲ τὸ κεφάλαιον, τούτους ἐπιζητοῦμεν.