Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Ἐκλογαὶ ἐκ διαφόρων ὁμιλιῶν

Ἰωάννης ὁ Χρυσόστομος

Λόγοι ΚΔ'-ΚΕ': Περί αμαρτίας, εξαγορεύσεως και μελλούσης κρίσεως

Η παιδαγωγική σημασία των θείων τιμωριών, η αναγκαιότητα της ειλικρινούς μετάνοιας και η βεβαιότητα της εσχατολογικής κρίσεως και της αιώνιας κολάσεως.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 10 από 18

ΛΟΓΟΣ ΚΔʹ. Περὶ ἁμαρτίας καὶ ἐξαγορεύσεως. Ἐπεδήμησέ τις ἐξ ὑμῶν, ἀγαπητοὶ, τῇ Παλαιστίνῃ ποτέ; Ἔγωγε οἶμαι. Τί οὖν; μαρτυρήσατε ὑμεῖς οἱ τοὺς τόπους ἑωρακότες. Ἔστιν ἐκεῖ χώρα πολλή τις καὶ εὔφορος· μᾶλλον δὲ ἦν, νῦν γὰρ οὐκ ἔστιν· αὕτη οὖν ἡ οὕτως εὐθαλὴς, καὶ πρὸς πάσας τὰς χώρας ἁμιλλωμένη, ἡ φθάνουσα τῇ εὐθηνίᾳ τὸν παράδεισον τοῦ Θεοῦ, πασῶν τῶν ἐρήμων ἐστὶν ἐρημοτέρα. Καὶ ἑστήκασι μὲν δένδρα καὶ νῦν, καὶ καρπὸν ἔχει, ὁ δὲ καρπὸς τῆς τοῦ Θεοῦ ὀργῆς ἐστιν ὑπόμνησις· ἑστήκασι μὲν γὰρ ῥοιαὶ, καὶ τὸ ξύλον λέγω, καὶ ὁ καρπὸς λαμπρὰν τὴν ἐπιφάνειαν ἔχων, καὶ τῷ ἀγνῶτι παρέχων πολλὰς τὰς ἐλπίδας· εἰ δὲ ληφθεῖεν εἰς χεῖρας, διακλασθέντα καρπὸν μὲν οὐδένα, κόνιν δὲ καὶ τέφραν πολλὴν ἐπιδεικνύουσιν εἰς τὰ ἐναποκείμενα ἔνδον. Τοιαύτη πᾶσα ἡ γῆ ἐκείνη· καὶ τὰ ξύλα καὶ οἱ λίθοι καὶ ὁ ἀὴρ καὶ τὰ ὕδατα τῆς τοιαύτης μετέσχηκε συμφορᾶς. Καὶ γὰρ γῆν ἔστιν ἰδεῖν, ἀλλ᾽ οὐδὲν γῆς ἔχουσαν· δένδρα καὶ καρποὺς, ἀλλ᾽ οὐδὲν δένδρων καὶ καρπῶν, ἀλλὰ πάντα τέφραν· ἀέρα καὶ ὕδωρ, ἀλλ᾽ οὐδὲν ἀέρος καὶ ὕδατος· καὶ γὰρ καὶ ταῦτα τετέφρωνται τῇ δυνάμει τοῦ ταῦτα ποιήσαντος. Καθάπερ γὰρ σώματος ἐμπρησθέντος, τὸ μὲν σχῆμα μένει καὶ ὁ τύπος ἐν τῇ τοῦ πυρὸς ὄψει, ἡ δὲ δύναμις οὐκέτι, οὕτω δὴ κἀκεῖνα. Μὴ καὶ ταῦτα ἀπειλαὶ ῥημάτων; μὴ καὶ ταῦτα ψόφοι ῥημάτων;

Ἀλλὰ φορτικὰ ταῦτα, ἐκεῖνα μὲν οὐ φορτικὰ, ὅταν λέγῃς, ὅτι οὐκ ἔστι γέεννα; Σύ με ταῦτα ἀναγκάζεις λέγειν, ὁ διαπιστῶν, σύ με εἰς τούτους ἐξήγαγες τοὺς λόγους· εἰ γὰρ τοῖς ῥήμασιν ἐπίστευσας τοῦ Χριστοῦ, οὐκ ἂν ἠναγκαζόμην τὴν ἀπὸ τῶν πραγμάτων ἐπιστήμην παραγαγεῖν. Ὁ δὲ ὑπὲρ ἑνὸς ἁμαρτήματος τοσαύτην ἐκχέων ὀργὴν, καὶ μήτε τοῦ Ἀβραὰμ τὴν ἱκετηρίαν δυσωπηθεὶς, μήτε τοῦ Λὼτ, τοσούτων ὄντων τῶν παρ᾽ ἡμῶν γενομένων ἁμαρτημάτων, φείσεται; Γέλως ὄντως ταῦτα καὶ λῆρος καὶ πλάνη διαβολικὴ καὶ ἀπάτη. Εἰ δὲ βούλει καὶ ἐκ τῶν πιστευόντων καὶ προσεχόντων τῷ Θεῷ, βίου δὲ οὐκ ὄντος ὀρθοῦ, ἰδεῖν τιμωρουμένους, ἄκουσον Παύλου λέγοντος· Μηδὲ πορνεύωμεν, καθώς τινες ἐπόρνευσαν, καὶ ἔπεσον ἐν μιᾷ ἡμέρᾳ εἰκοσιτρεῖς χιλιάδες.

Εἰ δὲ εἰς τοσοῦτον πορνεία ἴσχυσε, τί οὐκ ἐργάσεται τὰ ἡμέτερα; Εἰ δὲ καὶ μὴ δῷς δίκην νῦν, μὴ θαυμάσῃς. Ἐκεῖνοι μὲν γὰρ οὐκ ᾔδεισαν τὴν γέενναν, διὸ ταῖς παρὰ πόδας ἐκολάζοντο τιμωρίαις, σὺ δὲ ὅσα ἂν ἁμάρτῃς, κἂν μηδεμίαν ὧδε δίκην δῷς, πάντα ἀποτίσεις ἐκεῖ. Κἂν γὰρ τὰ αὐτὰ ἁμάρτωμεν ἐκείνοις, μείζονός ἐσμεν ἐκείνων κολάσεως ἄξιοι. Διὰ τί; ὅτι πλείονος ἀπελαύσαμεν χάριτος. Ὅταν δὲ πλείω καὶ μείζονα ἐκείνων πταίωμεν, τίνα οὐχ ὑποστησόμεθα τιμωρίαν; Εἰ μὲν γὰρ ἁμαρτάνοντες καὶ μένοντες ἀτιμώρητοι, μὴ ἐγενόμεθα χείρους, κἂν ἀφῆκεν ἡμῖν τὴν κόλασιν ὁ Θεός· ἀλλ᾽ οἶδε τοῦτο σαφῶς, ὅτι τῶν ἁμαρτημάτων αὐτῶν οὐκ ἔλαττον ἡμᾶς τὸ μὴ κολάζεσθαι ἁμαρτάνοντας βλάπτει. Διὰ τοῦτο ἐπιτίθησι τὴν τιμωρίαν, οὐ μόνον τῶν ἀπελθόντων ἀπαιτῶν δίκην, ἀλλὰ καὶ πρὸς τὰ μέλλοντα διορθούμενος.

Καὶ ὅτι τοῦτό ἐστιν ἀληθὲς, ἄκουσον τί φησι πρὸς τὸν Μωσέα· Ἄφες με, καὶ θυμωθεὶς ἐκτρίψω αὐτούς. Ἄφες με, ἔλεγεν, οὐχ ὅτι Μωσῆς αὐτὸν κατεῖχεν· οὐδὲν γὰρ ἐφθέγξατο πρὸς αὐτὸν, ἀλλὰ σιγῇ παρειστήκει· ἀλλὰ πρόφασιν αὐτῷ δοῦναι βουλόμενος τῆς ὑπὲρ αὐτῶν ἱκετηρίας. Τοῦτο καὶ ἡμεῖς πολλάκις ποιοῦμεν, καὶ οἰκέτας ἄξια κολάσεως πλημμελήσαντας οὔτε κολάσαι βουλόμενοι, οὔτε τοῦ ἐκ τῆς κολάσεως ἀπαλλάξαι φόβου, φίλοις κελεύομεν τῶν ἡμετέρων αὐτοὺς ἐξαρπάσαι χειρῶν, ὥστε καὶ τὸν φόβον αὐτοῖς ἐνακμάζοντα μένειν, καὶ τὰς παρ᾽ ἡμῶν πληγὰς διαφυγεῖν.

Τοιοῦτον καὶ ἐπὶ τοῦ Ἰωνᾶ γενόμενον ἔστιν ἰδεῖν. Ἐγένετο γὰρ, φησὶ, λόγος Κυρίου πρὸς Ἰωνᾶν τὸν προφήτην, λέγων· Ἀνάστηθι καὶ πορεύθητι εἰς Νινευὶ τὴν πόλιν τὴν μεγάλην, καὶ κήρυξον ἐν αὐτῇ· Ἔτι τρεῖς ἡμέραι, καὶ Νινευὶ καταστραφήσεται.

Ἀκούσας δὲ Ἰωνᾶς κατέβη εἰς Ἰόππην τοῦ φυγεῖν εἰς Θαρσεῖς ἀπὸ προσώπου Κυρίου. Ποῦ φεύγεις, ἄνθρωπε; τὸν Δεσπότην φεύγεις, εἰπέ μοι; οὐκοῦν μικρὸν ἀνάμεινον, καὶ δι᾽ αὐτῶν τῶν πραγμάτων μαθήσῃ, ὅτι οὐδὲ τῆς δούλης θαλάσσης τὰς χεῖρας δυνήσῃ διαφυγεῖν. Οὐδὲ γὰρ ἐπέβη τῆς νηὸς οὗτος, κἀκείνη τὰ κύματα διανέστησε, καὶ πρὸς ὕψος ἠγείρετο μέγα. Καὶ καθάπερ θεράπαινά τις εὐγνώμων σύνδουλον εὑροῦσα φυγάδα, τῶν δεσποτικῶν ὑφελόμενόν τι κτημάτων, οὐ πρότερον ἀφίσταται μυρία τοῖς ὑποδεξαμένοις αὐτὸν παρέχουσα πράγματα, ἕως ἂν λαβοῦσα αὐτὸν ἀπέλθῃ· οὕτω δὴ καὶ ἡ θάλασσα τὸν σύνδουλον εὑροῦσα τὸν ἑαυτῆς καὶ ἐπιγνοῦσα, μυρία τοῖς ναύταις παρέχει πράγματα, ταράττουσα, βοῶσα, οὐκ εἰς δικαστήριον ἕλκουσα, ἀλλ᾽ αὔτανδρον ἀπειλοῦσα καταδύειν τὸ σκάφος, εἰ μὴ τὸν ὁμόδουλον ἀποδοῖεν αὐτῇ. Τούτων γινομένων, ἐποιήσαντο, φησὶν, ἐκβολὴν τῶν σκευῶν· τὸ δὲ πλοῖον οὐκ ἐκουφίζετο· ὁ γὰρ φόρτος ἅπας ἔνδον ἔμεινεν ἔτι, τοῦ προφήτου τὸ σῶμα, τὸ βαρὺ φορτίον, οὐ παρὰ τὴν τοῦ σώματος φύσιν, ἀλλὰ παρὰ τὸ τῆς ἁμαρτίας ἄχθος. Οὐδὲν γὰρ οὕτω βαρὺ καὶ δυσβάστακτον ὡς ἁμαρτία καὶ παρακοή.

Καὶ καθάπερ ἐν δικαστηρίῳ καὶ κατηγόρων παρόντων, καὶ μαρτύρων ἐφεστηκότων, καὶ ἐλέγχων γινομένων, οὐ πρότερον οἱ καταδικάζοντες τὴν ψῆφον ἐκφέρουσιν, ἕως ἂν αὐτὸς ὁ κατάδικος κατήγορος τῆς οἰκείας ἁμαρτίας γένηται· οὕτω δὴ καὶ ἐπὶ τῶν ναυτῶν καὶ τοῦ προφήτου ἔστιν ἰδεῖν. Ἔβαλον γὰρ, φησὶ, κλῆρον· καὶ παρέδωκεν ὁ κλῆρος λοιπὸν τῇ ψήφῳ τὸν ὑπεύθυνον. Οἱ δὲ οὐδὲ οὕτως αὐτὸν λαβόντες κατεπόντισαν, ἀλλὰ θορύβου τοσούτου καὶ ταραχῆς ἐπικειμένης, καὶ τῆς θαλάσσης οὐδὲ ἀναπνεῖν ἐπιτρεπούσης, ἀλλὰ καὶ μαινομένης καὶ καταβοώσης καὶ συνεχῆ τὰ κύματα ἐπεγειρούσης, ὥσπερ ἡσυχίας πολλῆς ἀπολαύοντες, οὕτω δὴ καὶ δικαστήριον ἐν τῷ πλοίῳ καθίσαντες, καὶ λόγου μετέδωκαν αὐτῷ, καὶ ἀπολογίας ἠξίωσαν, καὶ πάντα μετὰ ἀκριβείας ἐξήταζον, ὥσπερ τινὶ μέλλοντες εὐθύνας παρασχεῖν ὧν ἂν ψηφίσοιντο· καὶ οὐδὲ τῆς θαλάσσης καταβοώσης, οὐδὲ τοῦ κλήρου καταμαρτυρήσαντος, οὐδὲ ἑαυτοῦ καθομολογήσαντος τὸ ἁμάρτημα, τὴν ψῆφον ἐπάγουσι. Πόθεν οὖν ἡ τοσαύτη γέγονε πρόνοια; Ἀπὸ τῆς τοῦ Θεοῦ οἰκονομίας.

Ὁ γὰρ Θεὸς συνεχώρει ταῦτα γενέσθαι, τὸν προφήτην διὰ τούτων παιδεύων φιλάνθρωπον εἶναι καὶ ἥμερον, καὶ μονονουχὶ βοῶν πρὸς αὐτὸν καὶ λέγων, Μίμησαι τοὺς ναύτας, ἀνθρώπους βαρβάρους καὶ ἀνοήτους· αὐτοὶ μὲν γὰρ οὐδὲ μιᾶς καταφρονοῦσι ψυχῆς, οὐδὲ ἑνὸς ἀφειδοῦσι σώματος τοῦ σοῦ· σὺ δὲ ὁλόκληρον πόλιν, τοσαύτας ἔχουσαν μυριάδας, ἐκδέδωκας, τό γε σὸν μέρος· καὶ οὗτοι μὲν τὸν αἴτιον τῶν γεγενημένων αὐτοῖς κακῶν εὑρόντες, οὐδὲ οὕτως ὁρμῶσιν ἐπὶ τὴν καταδικάζουσαν ψῆφον· σὺ δὲ οὐδὲν ἔχων ἐγκαλεῖν τοῖς Νινευίταις, κατέδυσας αὐτοὺς καὶ ἀπώλεσας. Ἀλλ᾽ οἱ πολλοὶ τῶν ἀνθρώπων τῶν μὲν ἰδίων ἁμαρτημάτων συνήγοροι γίνονται, τῶν δὲ ἀλλοτρίων κατήγοροι. Καὶ πολλοὶ πολλάκις κακῶς τὰ τῶν πραγμάτων καὶ τῆς πολιτείας διακεῖσθαί φασι, καὶ τὴν αἰτίαν ἐκ τῆς τῶν κρατούντων ἀβουλίας γίνεσθαι λέγουσιν· ἐγὼ δέ φημι, ὡς οὐχ ἡ τῶν κρατούντων ἀβουλία, ἀλλ᾽ ἡ ἡμῶν ἁμαρτία, ἐκείνη τὰ ἄνω κάτω πεποίηκεν, ἐκείνη πάντα τὰ δεινὰ εἰσήγαγεν· οὐκ ἄλλοθεν ἡμῖν ὁ τῶν ἀνιαρῶν ἐσμὸς ὑπερεχύθη. Ὥστε κἂν Ἀβραάμ τις ᾖ ὁ κρατῶν, κἂν Μωϋσῆς, κἂν Δαυῒδ, κἂν Σολομὼν ὁ σοφώτατος, κἂν ἁπάντων ἁμαρτωλότερος ἀνθρώπων, ἡμῶν κακῶς διακειμένων, ἀδιάφορον ἔχει τὴν πρὸς τὰ κακὰ αἰτίαν. Τὸ γὰρ κατὰ τὰς καρδίας ἡμῶν λαμβάνειν ἄρχοντας, οὐδὲν ἕτερόν ἐστιν, ἢ ὅτι προημαρτηκότες [ἦμεν, καὶ διὰ τοῦτο] τοιούτου τοῦ προεστηκότος ἐτύχομεν.

Εἰ δὲ καὶ λίαν δίκαιος ᾖ, καὶ οὕτω δίκαιος, ὡς μέχρι τῆς Μωσέως ἀρετῆς ἐληλακέναι, οὐχ ἡ αὐτοῦ μόνη δικαιοσύνη τὰ ἄμετρα τῶν ὑπηκόων συγκαλύψαι δυνήσεται πταίσματα. Μᾶλλον δὲ, εἰ βούλεσθε, δείξω ὑμῖν, πῶς καὶ ἡ τοῦ ἑνὸς πολλάκις ἁμαρτία τὴν τῶν καλῶς πολιτευομένων ὑπερακοντίζει παῤῥησίαν. Ἰησοῦς ὁ τοῦ Ναυῆ προσέβαλέ ποτε τῇ Ἱεριχὼ, καὶ τὴν ξένην ἐκείνην πολιορκίαν ἐνεργῶν, ἤδη τῶν τειχῶν καταπίπτειν μελλόντων, φησὶ πρὸς τὸν λαόν· Ἔστιν ἀνάθεμα ἡ πόλις αὕτη, καὶ πάντα ὅσα ἐστὶν ἐν αὐτῇ, Κυρίῳ Σαβαώθ. Φυλάξασθε οὖν ἀπὸ τοῦ ἀναθέματος, μήποτε ἐνθυμηθέντες ὑμεῖς λάβετε ἀπ᾽ αὐτοῦ, καὶ ἐκτρίψεται ἡμᾶς ὁ Θεός. Τί οὖν μετὰ ταῦτα; Κατέπεσον τὰ τείχη, καὶ ἐν χερσὶ τῶν πολιορκούντων τὰ τῆς πόλεως ἐγένετο. Παντὸς τοίνυν τοῦ λαοῦ τὴν ἐντολὴν ταύτην διατηροῦντος, ἡ τοῦ ἑνὸς παράβασις εἰς ἅπαν τὸ πλῆθος τὴν τοῦ Θεοῦ ἀνῆψεν ὀργήν. Ἐπλημμέλησαν γὰρ, φησὶν, οἱ υἱοὶ Ἰσραὴλ πλημμέλειαν μεγάλην.

Καὶ μὴν εἷς ἦν ὁ πλημμελήσας ὁ Ἄχαρ· πῶς οὖν ἐπλημμέλησαν οἱ υἱοὶ Ἰσραήλ; Καὶ ἐθυμώθη, φησὶ, Κύριος τοῖς υἱοῖς Ἰσραήλ. Ἀπέστειλε δὲ Ἰησοῦς ἄνδρας ἀπὸ Ἰεριχὼ εἰς Γαί. Καὶ ἀνέβησαν ὡσεὶ τρισχίλιοι ἄνδρες, καὶ ἔφυγον ἀπὸ προσώπου τῶν ἀνδρῶν Γαὶ, καὶ ἀπέκτειναν ἀπ᾽ αὐτῶν τριάκοντα καὶ ἓξ ἄνδρας. Ὅρα μίας ἁμαρτίας εἴσπραξιν, ὅρα πληγὴν ἀπαραμύθητον· εἷς ἐπλημμέλησε, καὶ εἰς ἅπαντα τὸν δῆμον ὁ θάνατος καὶ ἡ δειλία ἐπέπεσε. Τί οὖν τοῦτο, ὦ φιλάγαθε Δέσποτα; σὺ εἶ μόνος δίκαιος, καὶ εὐθεῖς αἱ κρίσεις σου· σὺ ἑκάστῳ κατὰ τὰ οἰκεῖα ἔργα ἀπονέμεις τὴν κρίσιν· σὺ ἔφης, φιλάνθρωπε, ἐν τῇ οἰκείᾳ ἕκαστον ἀποθανεῖσθαι ἁμαρτίᾳ, καὶ μὴ ἄλλον ἀντιτιμωρηθήσεσθαι ἑτέρου· τίς οὖν αὕτη ἡ δικαία σου ψῆφος; Καλά σου τὰ πάντα, Κύριε, καὶ λίαν καλὰ, καὶ πρὸς τὸ συμφέρον ἡμῖν οἰκονομούμενα· διὰ τί δὴ ὑπὲρ τῆς ἑτέρου ἁμαρτίας ἑτέροις τὴν τιμωρίαν ἐπήγαγες; Λύμη τίς ἐστι, φησὶν, ἡ ἁμαρτία· ἐκπομπευέσθω διὰ τῆς τιμωρίας εἰς πάντας, ἵνα μὴ τοὺς πάντας καταλυμήνηται. Ὁρᾷς πῶς ἡ τοῦ ἑνὸς ἁμαρτία παντὶ τῷ λαῷ τὴν τιμωρίαν προεξένησεν;

Ὅρα λοιπὸν καὶ τὸν ἐπονείδιστον αὐτοῦ καὶ ὀλέθριον θάνατον. Καὶ ἀνήνεγκεν αὐτὸν, φησὶν, Ἰησοῦς εἰς φάραγγα Ἀχὼρ, καὶ τοὺς υἱοὺς αὐτοῦ, καὶ τὰς θυγατέρας αὐτοῦ, καὶ τοὺς μόσχους αὐτοῦ, καὶ τὰ ὑποζύγια αὐτοῦ, καὶ τὰ πρόβατα αὐτοῦ, καὶ τὴν σκηνὴν αὐτοῦ, καὶ πάντα ὅσα ὑπῆρχεν αὐτῷ, καὶ ἐλιθοβόλησαν αὐτὰ πᾶς Ἰσραὴλ ἐν λίθοις.

Μὴ τοίνυν, ἐπειδὴ μακροθύμως φέρει ὑβριζόμενος ὁ Θεὸς, διὰ τοῦτο θαῤῥῶμεν, ἀλλὰ δι᾽ αὐτὸ μὲν οὖν τοῦτο μᾶλλον δακνώμεθα. Εἰ γὰρ ἐπ᾽ ἀνθρώπων, ὅταν τις πληγεὶς τὴν δεξιὰν σιαγόνα, δῷ καὶ τὴν ἀριστερὰν, μειζόνως ἀμύνεται, ἢ εἰ μυρίας ἔδωκε πληγάς· καὶ ὅταν λοιδορηθεὶς μὴ μόνον ἀντιλοιδορήσῃ, ἀλλὰ καὶ εὐλογήσῃ, χαλεπώτερον ἔπληξεν ἢ εἰ μυρίοις ὀνείδεσιν ἔπλυνε· πολλῷ μᾶλλον ἐπὶ Θεοῦ δεδοικέναι χρὴ τοὺς ἁμαρτάνοντας διηνεκῶς καὶ οὐδὲν πάσχοντας δεινόν· καὶ γὰρ ἐπὶ κακῷ τῆς ἑαυτῶν κεφαλῆς ἡ ἄφατος αὐτοῖς θησαυρίζεται τιμωρία.

Οὐ γὰρ τὸ κολάζεσθαι κακὸν τῷ πλημμελοῦντι, ἀλλὰ τὸ οὕτως ἔχοντα μὴ κολάζεσθαι· ὡσπεροῦν τὸ τὸν ἀῤῥωστοῦντα μὴ θεραπεύεσθαι. Ὅταν μὲν γὰρ μικρὰ καὶ εὐτελῆ κατορθώματα ἡμῶν ᾖ, καὶ πολὺς ὁ τῶν ἁμαρτημάτων ὄγκος, εἶτα ἐνταῦθα εὐπραγίας ἀπολαύσωμεν, καὶ μηδὲν πάσχωμεν δεινὸν, καὶ αὐτῆς τῆς τῶν ἀγαθῶν ἀμοιβῆς ἔρημοι καὶ γυμνοὶ πάντες ἀπελευσόμεθα, πάντα ἐνταῦθα ἀπολαβόντες· ὥσπερ οὖν, ὅταν μεγάλα μὲν ᾖ τὰ κατορθώματα καὶ πολλὰ, μικρὰ δὲ καὶ εὐτελῆ τὰ ἁμαρτήματα, εἶτα πάθωμέν τι δεινὸν, καὶ αὐτὰ τὰ μικρὰ ἐνταῦθα ἀποθέμενοι, καθαρὰν καὶ ἀπηρτισμένην ἐκεῖ τῶν ἀγαθῶν ἀπολαμβάνομεν τὴν ἀντίδοσιν. Μὴ δὴ τὸ κολάζεσθαι, ἀλλὰ τὸ ἁμαρτάνοντας μὴ κολάζεσθαι μᾶλλον χαλεπὸν εἶναι νομίσωμεν. Εἰ γὰρ καὶ ὁ Θεὸς μὴ ἐκόλαζεν ἡμᾶς, αὐτοὺς ἐχρῆν ἀπαιτῆσαι δίκην ἑαυτοὺς, οὕτως ἀγνώμονας περὶ τὸν εὐεργέτην γεγενημένους. Εἴπω τι παράδοξον καὶ θαυμαστόν; μείζων ἐστὶ παραμυθία τῷ κολαζομένῳ μετὰ τὸ παροξῦναι τὸν οὕτω φιλάνθρωπον, ἐὰν νοῦν ἔχῃ καὶ φιλῇ τὸν Δεσπότην ὡς φιλεῖν δεῖ, ἢ τῷ μὴ κολαζομένῳ. Ὁ γὰρ εἰς τὸν φίλτατον ἠδικηκὼς, τότε μάλιστα ἀναπαύεται, ὅταν ἑαυτὸν ἀπαιτήσῃ δίκην καὶ πάθῃ κακῶς. Οὐχ ὁρᾶτε τοὺς ἀποβαλόντας παῖδας γνησίους, ὅτι δι᾽ αὐτὸ καὶ κόπτονται καὶ τρίχας τίλλουσιν, ἐπειδὴ παραμυθίαν ἔχει τὸ κολάζειν ἑαυτοὺς ὑπὲρ τῶν φιλουμένων;

Εἰ δὲ, ὅτε μηδὲν εἰργασάμεθα ἡμεῖς τοὺς φιλτάτους δεινὸν, φέρει παραμυθίαν ἡμῖν τὸ κακῶς παθεῖν ὑπὲρ ὧν ἐκεῖνοι πεπόνθασιν, ὅταν αὐτοὶ ὦμεν οἱ παροξύναντες καὶ ὑβρικότες, οὐ πολλῷ μᾶλλον ἡμᾶς ἀναπαύσει τὸ δίκην διδόναι, καὶ τὸ μὴ κολάζεσθαι κολάσει; Παντί που δῆλον. Τοῖς γὰρ ὁτιοῦν ἐρῶσιν οὐ τὸ κακόν τι παθεῖν ἀηδὲς ὑπὲρ ὧν παρώξυναν τὸν ἐρώμενον, ἀλλ᾽ αὐτὸ πρὸ πάντων τὸ παροξῦναι τὸν ἀγαπώμενον. Κἂν ὀργισθεὶς οὗτος μὴ κολάσῃ, μειζόνως ἐβασάνιζε τὸν ἐραστήν· ἂν δὲ δίκην ἀπαιτήσῃ μᾶλλον παρεμυθήσατο.

Εἴ τις φιλεῖ τὸν Χριστὸν ὡς φιλεῖν χρὴ, οὐδὲ αὐτοῦ συγχωροῦντος ἀνέξεται μὴ κολάζεσθαι· τὴν γὰρ μεγίστην κόλασιν ὑπομένει ὁ παροξύνας αὐτόν. Καὶ γὰρ οὐκ ἔστιν οὐδεὶς, οὐκ ἔστι, κἂν πατὴρ, κἂν μήτηρ, κἂν φίλος, κἂν ὁστισοῦν, ὃς οὕτως ἡμᾶς ἠγάπησεν, ὡς ὁ ποιήσας ἡμᾶς Θεός. Εἰ δὲ τὰς λύπας μοι λέγῃς καὶ τὰς ὀδύνας καὶ τὰ τοῦ βίου κακὰ, ἐννόησον ὅσα αὐτῷ προσκρούεις καθ᾽ ἑκάστην ἡμέραν, καὶ οὐκέτι θαυμάσῃ, κἂν πλείονα τούτων ἐπέλθῃ κακά· ἀλλ᾽, ἂν ἀγαθοῦ τινος ἀπολαύσῃς, τότε καὶ θαυμάσῃ καὶ ἐκπλαγήσῃ. Νῦν δὲ τὰς μὲν συμφορὰς ὁρῶμεν τὰς ἐπιούσας, τὰ δὲ προσκρούσματα οὐχ ὁρῶμεν, ἃ καθ᾽ ἑκάστην προσκρούομεν τὴν ἡμέραν· καὶ διὰ τοῦτο ἀλύομεν· ὡς εἴ γε μιᾶς ἡμέρας μόνον μετὰ ἀκριβείας τὰ ἁμαρτήματα ἡμῶν ἐλογισάμεθα, τότε ἂν ἔγνωμεν καλῶς, πόσων ἂν εἴημεν ὑπεύθυνοι κακῶν.

Ἀλλὰ διὰ τοῦτο τὰ μείζονα τῶν ἁμαρτημάτων ἐπεισέρχεται, ὅτι τὰ ἐλάττονα τῆς προσηκούσης οὐ τυγχάνει διορθώσεως· διὰ τοῦτο αἱ τάχισται μεταβολαὶ καὶ μεταπτώσεις· διὰ τοῦτο οἱ συνεχεῖς καὶ ἄωροι θάνατοι, ἐπειδὴ ὡς πρὸς αὐτὸν φθάνοντες τὸν οὐρανὸν, οὕτω διακείμεθα τῷ φρονήματι· καὶ ὡς οὐδέποτε τεθνηξόμενοι, οὕτως ἁρπάζομεν· καὶ ὡς οὐδέποτε λόγον δώσοντες, οὕτω πλεονεκτοῦμεν· καὶ οὐδὲ ὁ τοῦ Θεοῦ λόγος, οὐδὲ αὐτὰ παιδεύει τὰ πράγματα, ἀλλὰ πάντα μάτην, καὶ τῆς σκληρότητος ἡμῶν οὐδὲν καθικνεῖται. Οὐδεὶς καταφρονεῖ τῶν ἐν τῇ γῇ, οὐδεὶς πρὸς τὸν οὐρανὸν ὁρᾷ· ἀλλ᾽ ὥσπερ οἱ χοῖροι κάτω νεύουσι πρὸς τὴν γαστέρα κύπτοντες, τῷ βορβόρῳ ἐγκαλινδούμενοι, οὕτω καὶ οἱ πολλοὶ τῶν ἀνθρώπων βορβόρῳ χαλεπωτάτῳ ἑαυτοὺς μολύνοντες οὐκ αἰσθάνονται.

Βέλτιον γὰρ πηλῷ μολύνεσθαι ἀκαθάρτῳ, ἢ ἁμαρτήμασιν. Ὁ μὲν γὰρ ἐκεῖθεν μολυνθεὶς ἀπενίψατο ἐν βραχεῖ χρόνῳ, καὶ γέγονεν ὅμοιος τῷ μηδὲ ἐμπεσόντι παρὰ τὴν ἀρχὴν εἰς ἐκεῖνο τὸ τέλμα· ὁ δὲ εἰς τὸ βάραθρον τῆς ἁμαρτίας ἐμπεσὼν, ἐδέξατο μολυσμὸν οὐχ ὕδατι καθαιρόμενον, ἀλλὰ πολλοῦ δεόμενον χρόνου καὶ μετανοίας ἀκριβοῦς, καὶ δακρύων καὶ κοπετῶν, καὶ πλείονος θρήνου καὶ θερμοτέρου, ἢ ἐπὶ τοῖς φιλτάτοις ἡμῶν θανοῦσιν ἐπιδεικνύμεθα. Ὥσπερ γὰρ οὐδὲν ὄφελος βασιλέως ἁλουργίδα μὲν περικειμένου καὶ ὅπλα ἔχοντος, οὐδένα δὲ ὑπήκοον κεκτημένου, ἀλλὰ προκειμένου πᾶσι τοῖς βουλομένοις ἐνάλλεσθαι καὶ ὑβρίζειν αὐτόν· οὕτω καὶ Χριστιανοῦ οὐδὲν ἔσται κέρδος, πίστιν μὲν ἔχοντος καὶ τὴν ἀπὸ τοῦ βαπτίσματος δωρεὰν, πᾶσι δὲ τοῖς πάθεσι παίγνιον προκειμένου· ἀλλ᾽ ὥσπερ ἐκεῖνος οὐ μόνον οὐδὲν ἀπὸ τῆς στολῆς κερδανεῖ ταύτης εἰς τὴν οἰκείαν τιμὴν, ἀλλὰ καὶ ἐκείνην καθυβρίσει διὰ τῆς οἰκείας αἰσχύνης· οὕτω καὶ ὁ πιστὸς βίον διεφθαρμένον βιῶν, οὐ μόνον οὐκ αἰδέσιμος ἐντεῦθεν, ἀλλὰ καὶ μειζόνως καταγέλαστος ἔσται. Μὴ τοίνυν καταισχύνωμεν ἡμῶν τὸν βίον, μηδὲ καταγέλαστον ζῶμεν ζωήν· μηδὲ μολύνωμεν τὸ σῶμα τῇ πορνείᾳ. Πῶς γὰρ εἰς ἐκκλησίαν εἰσελθεῖν δυνήσῃ μετὰ τὴν πρὸς τὰς πόρνας ὁμιλίαν; πῶς τὰς χεῖρας εἰς τὸν οὐρανὸν ἀνατεῖναι, αἷς τὴν πόρνην περιελάμβανες;

πῶς κινῆσαι γλῶτταν, καὶ τῷ στόματι εὔξασθαι τούτῳ, ᾧ τὴν πόρνην ἐφίλησας; ποίοις ὀφθαλμοῖς ὄψει τῶν εἰς τοῦτο βλεπόντων σε φίλων τοὺς σεμνοτέρους; Καὶ τί λέγω τοὺς φίλους; κἂν γὰρ μηδεὶς ὁ συνειδὼς ᾖ, σὺ σαυτὸν ἀναγκασθήσῃ πρὸ πάντων ἐρυθριᾷν καὶ αἰσχύνεσθαι, καὶ πάντων μᾶλλον τὸ ἑαυτοῦ βδελύττεσθαι σῶμα. Εἰ γὰρ μὴ τοῦτο ἦν, τίνος ἕνεκεν ἐπὶ βαλανεῖον μετὰ τὴν ἁμαρτίαν τρέχεις ἐκείνην; οὐκ ἐπειδὴ βορβόρου παντὸς ἀκαθαρτότερον σαυτὸν εἶναι νομίζεις; Τίνα οὖν τὸν Θεὸν προσδοκᾷς ψῆφον οἴσειν, ὅταν ὁ πεπλημμεληκὼς σὺ τοιαύτην περὶ τῶν γεγενημένων γνώμην ἔχῃς; Εἰ μὲν οὖν σωματικὸς ὁ ῥύπος ἐστὶν, εἰκότως τοῖς τῶν βαλανείων καθαρσίοις ἑαυτὸν ἀποσμήχεις· ἐπεὶ δὲ τὴν ψυχὴν καταῤῥυπάνας ἀκάθαρτον ὅλην ἐποίησας, τοιοῦτον ζήτει καθάρσιον, ὃ τὴν ἐκείνης κηλῖδα ἀποσμῆξαι δυνήσεται· ὡς ἐὰν μὴ τοῦτο ποιῶμεν, κἂν ἁπάσας τῶν ποταμῶν διέλθωμεν τὰς πηγὰς, οὐδὲ μικρὸν τῆς ἁμαρτίας ταύτης ὑφελέσθαι δυνησόμεθα μέρος. Εἴ τις οἰκέτης εἰς κιβώτιον, ἔνθα τὰ δεσποτικὰ ἱμάτια ἀπέκειντο, ἱμάτιον δουλικὸν ῥύπου γέμον καὶ πολλῶν φθειρῶν ἐναπέθετο, ἆρα ἂν πράως ἤνεγκας τὴν ὕβριν, εἰπέ μοι; Τί δὲ, εἴ τις εἰς ἀγγεῖον χρυσοῦν μύρα διηνεκῶς ἔχειν εἰωθὸς, κόπρον καὶ βόρβορον ἐνέχεεν, οὐκ ἂν καὶ πληγὰς ἐπέθηκας τῷ πλημμελήσαντι τοῦτο;

Εἶτα κιβωτίων μὲν καὶ σκευῶν καὶ ἱματίων τοσαύτην ποιούμεθα τὴν πρόνοιαν, τὴν δὲ ψυχὴν τὴν ἡμετέραν πρὸ πάντων τούτων εὐτελεστέραν εἶναι νομιοῦμεν; καὶ ἔνθα τὸ μύρον τὸ πνευματικὸν ἐξεχύθη, διαβολικὰς πομπὰς ἐμβαλοῦμεν, καὶ ἀκούσματα σατανικὰ καὶ ᾄσματα πορνείας γέμοντα; καὶ πῶς ταῦτα οἴσει ὁ Θεὸς, εἰπέ μοι; Ὅταν γὰρ ὑπὸ τῆς ἐκεῖ θεωρίας διαχυθῇς, καὶ σωφροσύνης ἁπάσης ἐχθρὸς γενόμενος, ἐπανελθὼν ἴδῃς τὴν γυναῖκα, ἀηδέστερον ὄψει πάντως οἵα ἂν ᾖ· ὑπὸ γὰρ τῆς ἀκολάστου θεωρίας ἁλοὺς, τὴν μὲν σώφρονα καὶ κοσμίαν καὶ τοῦ βίου παντὸς κοινωνὸν ἀτιμάζεις, ὑβρίζεις, μυρίοις περιβάλλεις ὀνείδεσι πρὸς δὲ τὴν μιαρὰν καὶ ἀκάθαρτον κεχηνὼς ἐκείνην ἐπιθυμίαν, παρ᾽ ἧς τὸ τραῦμα ἐδέξω, καὶ τὴν ἠχὴν τῆς φωνῆς ἔχων ἐγκαθημένην τῇ ψυχῇ ἔναυλον, καὶ τὸ σχῆμα καὶ τὸ βλέμμα καὶ τὰ κινήματα, καὶ πάντα τῆς πορνείας τὰ εἴδωλα, οὐδὲν μεθ᾽ ἡδονῆς λοιπὸν τῶν ἐπὶ τῆς οἰκίας ὁρᾷς. Καθάπερ γὰρ οἱ καρηβαρίᾳ καὶ μέθῃ κατεχόμενοι ἁπλῶς καὶ εἰκῆ περιφέρονται, κἂν βάραθρον καὶ κρημνὸς, κἂν ὁτιοῦν ὑποκείμενον ᾖ, καταπίπτουσιν ἀφυλάκτως· οὕτω καὶ οἱ πρὸς τὴν ἁμαρτίαν ὁρμήσαντες, καθάπερ μέθῃ δεινῇ τῇ τῆς ἁμαρτίας ἐπιθυμίᾳ κατεχόμενοι, οὐκ ἴσασιν ὅπερ πράττουσιν, οὐ τῶν παρόντων, οὐ τῶν μελλόντων τι προορῶσιν.

Καὶ γὰρ τοιοῦτον ἡ ἁμαρτία· μετὰ τὸ πραχθῆναι καὶ τελείως ἀπαρτισθῆναι, τότε τὰς ὠδῖνας ἐγείρει τῇ τεκούσῃ ψυχῇ, ἀπεναντίας τῶν νόμων τῆς ἡμετέρας γεννήσεως. Ἡμεῖς μὲν γὰρ ὁμοῦ τεχθέντες τὰς ὠδῖνας λύομεν, ἐκείνη δὲ ὁμοῦ τεχθεῖσα διασπᾷ ταῖς ὀδύναις τοὺς τεκόντας αὐτὴν λογισμούς. Ἐν γὰρ τῷ πράττειν τὴν ἁμαρτίαν ὑπὸ τῆς ἡδονῆς μεθύοντες οὐχ οὕτως αἰσθανόμεθα· ἐπειδὰν δὲ γένηται καὶ λάβῃ τέλος, τότε δὴ μάλιστα τῆς ἡδονῆς σβεσθείσης ἁπάσης, τὸ πικρὸν τῆς μετανοίας ἐπεισέρχεται κέντρον· καὶ ἐν τῷ γίνεσθαι τὴν ἁμαρτίαν, καὶ πρὶν γενέσθαι καὶ μετὰ τὸ γενέσθαι σφοδρὸς ἐφέστηκε τὸ συνειδὸς ἡμῶν κατήγορος. Τοιοῦτον τὸ τῶν ἁμαρτανόντων ἔθος ἐστί· πάντα ὑποπτεύουσι, τὰς σκιὰς τρέμουσι, πάντα ψόφον δεδοίκασι, καὶ ἕκαστον ἐπ᾽ αὐτοὺς βαδίζειν νομίζουσι· πολλοὺς γὰρ πολλάκις εἶδον ἐφ᾽ ἑτέραν τρέχοντας διακονίαν, καὶ ἐνόμισαν ἐπ᾽ αὐτοὺς ἥκειν.

Καὶ ἄλλα ἄλλων πρὸς ἀλλήλους διαλεγομένων, οἱ συνειδότες ἑαυτοῖς ἁμαρτίαν, περὶ αὐτῶν ἐκείνους διαλέγεσθαι νομίζουσι. Τοιοῦτον γὰρ ἡ ἁμαρτία· οὐδενὸς ἐλέγχοντος προδίδωσιν, οὐδενὸς κατηγοροῦντος καταδικάζει, καὶ ψοφοδεῆ ποιεῖ καὶ δειλὸν τὸν ἡμαρτηκότα· ὥσπερ οὖν ἡ δικαιοσύνη τοὐναντίον. Ἄκουσον καὶ τούτου τὴν δειλίαν, καὶ τοῦ δικαίου τὴν παῤῥησίαν· Φεύγει ὁ ἀσεβὴς, φησὶ, μηδενὸς διώκοντος.

Πῶς οὐδενὸς διώκοντος φεύγει; Ἔνδον ἔχει τὸν ἐλαύνοντα, τὸν τοῦ συνειδότος κατήγορον, καὶ τοῦτον πανταχοῦ περιφέρει· καὶ καθάπερ ἑαυτὸν οὐκ ἂν δυνηθείη φεύγειν, οὕτως οὐδὲ τὸν ἔνδον αὐτὸν ἐλαύνοντα. Ἀλλ᾽ οὐχ ὁ δίκαιος οὕτως, ἀλλὰ πῶς; Δίκαιος ὡς λέων πέποιθε. Τοιοῦτος ἦν ὁ Ἠλίας· εἶδεν οὖν τὸν βασιλέα πρὸς αὐτὸν ἐρχόμενον, καὶ εἰπόντος ἐκείνου, Ἵνα τί διαστρέφεις τὸν Ἰσραήλ; Οὐκ ἐγὼ, φησὶ, διαστρέφω, ἀλλὰ σὺ καὶ ὁ οἶκος τοῦ πατρός σου. Ἀληθῶς δίκαιος ὡς λέων πέποιθε.

Καθάπερ γὰρ λέων κυνιδίου τινὸς εὐτελοῦς, οὕτω κατεξανέστη τοῦ βασιλέως. Καίτοι πορφυρίδα εἶχεν ἐκεῖνος· ἀλλ᾽ εἶχε μηλωτὴν οὗτος τῆς πορφυρίδος ἐκείνης σεμνοτέραν. Ἡ μὲν γὰρ πορφυρὶς ἐκείνη τὸν λιμὸν ἔτεκε τὸν χαλεπόν· ἡ μηλωτὴ δὲ αὕτη τὰ δεινὰ ἔλυσεν, αὕτη τὸν Ἰορδάνην ἔσχισεν, αὕτη τὸν Ἑλισσαῖον διπλοῦν Ἠλίαν ἐποίησεν. Ὅτι μὲν οὖν ἀκαθάρτους ἑαυτοὺς εἶναι νομίζουσιν οἱ τῇ πορνείᾳ ἐγκυλινδούμενοι, σφόδρα ἐπαινῶ καὶ ἀποδέχομαι· ὅτι δὲ οὐκ ἐπὶ τὸν προσήκοντα τῶν καθαρσίων ἔρχονται τρόπον, ἐγκαλῶ διὰ τοῦτο καὶ μέμφομαι. Τὸ μὲν οὖν ἄμεινον, μηδὲ πεῖραν λαβεῖν τῆς μυσαρᾶς ταύτης ἁμαρτίας· εἰ δ᾽ ἄρα τις ὑποσκελισθῇ ποτε, τοιαῦτα ἐπιτιθέτω τὰ φάρμακα πρότερον, ὑποσχόμενος, μηκέτι τοῖς αὐτοῖς περιπεσεῖν, οἷα τὴν τῆς ἁμαρτίας φύσιν ἐναποσμήχειν δύνανται· ὡς, ἐὰν ἁμαρτάνοντες καταγινώσκωμεν τῶν ἤδη γεγενημένων, πάλιν δὲ τοῖς αὐτοῖς ἐπιχειρῶμεν, οὐδὲν ὄφελος ἡμῖν ἔσται τῶν καθαρσίων. Ὁ γὰρ ἀπολουόμενος, καὶ τῷ αὐτῷ πάλιν ἐγκυλινδούμενος βορβόρῳ, καὶ ὁ καθαιρῶν πάλιν ὅπερ ᾠκοδόμησε, καὶ οἰκοδομῶν πάλιν ἵνα καθέλῃ, οὐδὲν κερδαίνει πλέον, ἀλλ᾽ ἢ τὸ περιττὰ πονεῖσθαι καὶ ταλαιπωρεῖν.

Ἐὰν γὰρ καθ᾽ ἑκάστην ἡμέραν ἁμαρτάνωμεν καὶ παίωμεν τὴν ψυχὴν τὴν ἡμετέραν, μηδέποτε δὲ αἰσθανώμεθα, καθάπερ οἱ συνεχῆ τραύματα λαμβάνοντες, εἶτα καταφρονοῦντες, πυρετοὺς καὶ θανάτους ἑαυτοῖς ἐπισπῶνται, οὕτω δὴ καὶ ἡμεῖς ἐκ τῆς συνεχοῦς ταύτης ἀναισθησίας ἀπαραίτητον ἐπισπασώμεθα τὴν τιμωρίαν. Οὐδὲν γὰρ οὕτως ἀπόλλυσιν ἄνθρωπον, ὡς τὸ τοῦ φόβου ἐκπεσεῖν τοῦ Θεοῦ ὥσπερ οὐδὲ σώζει, ὡς τὸ διηνεκῶς βλέπειν ἐκεῖ. Εἰ γὰρ ἄνθρωπον ἔχοντες πρὸ ὀφθαλμῶν ὀκνηρότεροι γινόμεθα περὶ τὰ ἁμαρτήματα πολλάκις, καὶ οἰκέτας ἐρυθριάσαντες ἐπιεικεστέρους, οὐδὲν πράττομεν ἄτοπον, ἐννόησον πόσης ἀπολαυσόμεθα ἀσφαλείας τὸν Θεὸν πρὸ ὀφθαλμῶν ἔχοντες. Τὸ μὲν οὖν ἄμεινον τὸ μηδὲ ὅλως ἁμαρτάνειν· τὸ δὲ μετ᾽ ἐκεῖνο, ἁμαρτάνοντας αἰσθάνεσθαι καὶ διορθοῦσθαι. Εἰ δὲ μὴ τοῦτο ἔχοιμεν, πῶς δεησόμεθα τοῦ Θεοῦ, καὶ ἄφεσιν αἰτήσομεν ἁμαρτημάτων, οἱ μηδένα λόγον τούτων ποιούμενοι; Ὅταν γὰρ αὐτὸς ὁ πεπλημμεληκὼς, μηδὲ αὐτὸ τοῦτο, ὅτι ἥμαρτες, εἰδέναι θέλῃς, ὑπὲρ ποίων παρακαλέσεις τὸν Θεὸν πλημμελημάτων; ὑπὲρ ὧν οὐκ οἶδας; καὶ πῶς εἴσῃ τῆς εὐεργεσίας τὸ μέγεθος;

Δεινὸν μὲν γὰρ τὸ αἰσχρὰ πράττειν, τὸ δὲ πράττοντα αἰσχύνεσθαι, ἐξ ἡμισείας ἐστὶ δεινόν· ὅταν δέ τις καὶ ἐγκαλλωπίζηται τοῦτο, ὑπερβολὴ ἀναισθησίας ἐστίν. Ὁ μὲν γὰρ μετὰ τὸ πλημμελεῖν καταγινώσκων τῆς ἁμαρτίας, χρόνῳ ποτὲ δυνήσεται ἀνακτήσασθαι· ὁ δὲ ἐπαινῶν τὴν πονηρίαν, τῆς ἐκ τοῦ μετανοῆσαι θεραπείας ἑαυτὸν ἀπεστέρησεν. Ὥσπερ οὖν οὐχ οἱ τὰ φαῦλα πράττοντες μόνον, ἀλλὰ καὶ οἱ τούτους ἐγκωμιάζοντες, τῆς αὐτῆς ἢ καὶ χαλεπωτέρας ἐκείνοις κοινωνοῦσι κολάσεως· οὕτως οἱ τοὺς ἀγαθοὺς ἐπαινοῦντες καὶ θαυμάζοντες, συμμερισταὶ τῶν ἐκείνοις ἀποκειμένων στεφάνων εἰσί. Μὴ οὖν, διότι οὐκ ἀλγεῖς ἁμαρτάνων, καταφρόνει τῆς ἁμαρτίας, ἀλλὰ διὰ μὲν τοῦτο αὐτὸ μάλιστα στέναξον, ἐπειδὴ οὐκ αἰσθάνῃ τῆς τῶν πλημμελημάτων ὀδύνης. Οὐ γὰρ παρὰ τὸ μὴ δάκνειν τὴν ἁμαρτίαν τοῦτο γίνεται, ἀλλὰ παρὰ τὸ ἀναίσθητον εἶναι τὴν πλημμελοῦσαν ψυχήν. Εἰ γὰρ ἐπὶ τοῖς ἑτέρων ἁμαρτήμασιν ὁ μὴ ἀλγῶν κατηγορίας ἄξιός ἐστιν, ὁ ἐπὶ τοῖς ἑαυτοῦ ἀναλγήτως διακείμενος καὶ ἀμελῶν, ποίας ἂν εἴη συγγνώμης ἄξιος. Εἰ ὁ Παῦλος τὸ οἰκεῖον παρορᾷ συμφέρον, ἵνα τὸ τῶν ἄλλων εὕρῃ, πόσης οὐκ ἂν εἴημεν ἄξιοι κολάσεως, μηδὲ τῆς οἰκείας ἀποστῆναι βλάβης αἱρούμενοι ὑπὲρ τοῦ τὸ ἑτέρων συμφέρον εὑρεῖν, ἀλλ᾽ ἡδέως μεθ᾽ ἑαυτῶν καὶ ἑτέρους προσαπολλύντες, παρὸν καὶ ἑτέρους καὶ ἑαυτοὺς διασῶσαι.

Διὰ τοῦτο πτερὰ τοῖς στρουθίοις, ἵνα φύγῃ παγίδα· διὰ τοῦτο λογισμοὶ τοῖς ἀνθρώποις, ἵνα ἐκφύγωσιν ἁμαρτήματα.

Ἀλλ᾽ ἀγνοεῖν λέγεις σὺ τὰ ἁμαρτήματα; Καὶ πῶς ἂν ἔχοι τοῦτο λόγον; Εἰ γὰρ ἐπὶ τοῖς ἑτέρων ἁμαρτήμασι καὶ νόμους γράφεις καὶ τιμωρίας ὁρίζεις καὶ ἀκριβὴς εἶ δικαστὴς, ποίαν ἂν σχοίης ἀπολογίαν ἐν οἷς αὐτὸς ἁμαρτάνεις, λέγων ἀγνοεῖν τὰ πρακτέα; Ἐμοίχευσας καὶ σὺ κἀκεῖνος· τίνος οὖν ἕνεκεν ἐκεῖνον μὲν κολάζεις, σαυτὸν δὲ συγγνώμης ἀξιοῖς; Εἰ μὲν γὰρ ᾔδεις κακὸν τὴν μοιχείαν, οὐδὲ ἕτερον τιμωρεῖσθαι ἔδει· εἰ δὲ ἕτερον μὲν κολάζεις, σὺ δὲ νομίζεις διαφεύγειν τὴν κόλασιν, πῶς ἂν ἔχοι λόγον, τῶν αὐτῶν ἁμαρτημάτων μὴ τὰς αὐτὰς διδόναι δίκας; Ἀπὸ γὰρ τῆς ψήφου, φησὶν, ἧς ἐνέγκῃς καθ᾽ ἑτέρου, ἀπὸ ταύτης σε κρινεῖ ὁ Θεός. Καὶ ἄκουε Παύλου λέγοντος· Λογίζῃ τοῦτο, ἄνθρωπε, ὁ κρίνων τοὺς κακῶς πράσσοντας, καὶ ποιῶν αὐτὰ, ὅτι σὺ ἐκφεύξῃ τὸ κρίμα τοῦ Θεοῦ; Τὸ σὸν οὐκ ἐξέφυγες κρίμα, καὶ τὸ τοῦ Θεοῦ διαφεύξῃ; καὶ πῶς ἂν ἔχοι τοῦτο λόγον; Οὐ γάρ ἐστι ταὐτὸν ἁμαρτάνειν ἁπλῶς, καὶ ἕτερον ἁμαρτόντα καὶ κολάσαντα, τοῖς αὐτοῖς περιπεσεῖν πάλιν. Εἰ γὰρ σὺ τὸν ἐλάττονα ἁμαρτόντα κολάζεις, καίτοι γε μέλλων αἰσχύνειν σαυτὸν, πῶς ὁ Θεὸς τὸν μείζονα πλημμελήσαντά σε, καὶ ταῦτα οὐ μέλλων ἑαυτὸν αἰσχύνειν, οὐ καταδικάσει καὶ κατακρινεῖ μειζόνως, ἤδη κατακεκριμένον ἀπὸ τῶν οἰκείων λογισμῶν;

Εἰ δὲ λέγεις ὅτι Οἶδα μὲν ὅτι ἄξιός εἰμι κολάσεως, διὰ δὲ τὴν μακροθυμίαν καταφρονεῖς, καὶ διὰ τὸ μὴ δοῦναι παρὰ πόδας δίκην θαῤῥεῖς· δεδοικέναι μὲν οὖν καὶ τρέμειν διὰ τοῦτο ἂν εἴης δίκαιος. Οὐ γὰρ εἰς τὸ μὴ δοῦναι δίκην, ἀλλ᾽ εἰς τὸ δοῦναι χαλεπωτέραν, εἰ μένοις ἀδιόρθωτος ὢν, τὸ μήπου δοῦναι, συμβήσεταί σοι. Καὶ γὰρ, ἂν μέγα τις ἁμάρτῃ, λαθὼν δὲ τοῦτο ἐργάσηται, καὶ μηδένα σκανδαλίσῃ, ἐλάττονα δώσει δίκην τοῦ καταδεέστερα μὲν ἡμαρτηκότος, μετὰ παῤῥησίας δὲ καὶ τοὺς πολλοὺς σκανδαλίσαντος. Ὁ μὲν γὰρ εὐτελὴς καὶ ἀπεῤῥιμμένος, κἂν ὑποσκελισθῇ καὶ καταπέσῃ, οὐ τοσαύτην τῷ κοινῷ φέρει βλάβην· ὁ δὲ ὥσπερ ὕψει τινὶ τῇ τῆς ἀρετῆς κορυφῇ μετὰ πολλῆς τῆς περιφανείας ἑστὼς, καὶ πᾶσι γνώριμος καὶ δῆλος ὢν, καὶ παρὰ πάντων θαυμαζόμενος, ὅταν ἐπηρεασθεὶς καταπέσῃ, μεγάλην τὴν πτῶσιν καὶ ζημίαν ἐργάζεται, οὐχ ὅτι μόνον ἐξ ὕψους κατέπεσεν, ἀλλ᾽ ὅτι καὶ πολλοὺς ῥᾳθυμοτέρους ἐποίησε τῶν εἰς αὐτὸν βλεπόντων. Καὶ καθάπερ ἐν σώματι, μέλους μὲν ἑτέρου διαφθαρέντος, οὐ πολλὴ ἡ βλάβη· τῶν δὲ ὀφθαλμῶν πηρωθέντων, ἢ τῆς κεφαλῆς βλαβείσης, ὅλον τὸ σῶμα ἄχρηστον γίνεται· οὕτω δὴ καὶ ἐπὶ τῶν πολλὰ κατορθωκότων ἔστιν εἰπεῖν, ὅταν ἐκεῖνοι σβεσθῶσιν, ὅταν κηλῖδά τινα προστρίψωνται, ὁλόκληρον καὶ ἀφόρητον τῷ λοιπῷ σώματι τὴν βλάβην φέρουσι.

Μὴ τοίνυν φοβηθῇς ἐπιβουλὴν δικαστοῦ, ἀλλὰ φοβήθητι ἁμαρτίας δύναμιν. Ἅνθρωπός σε οὐ βλάπτει, ἐὰν μὴ σὺ σεαυτὸν βλάψῃς. Κἂν μὴ ἔχῃς ἁμαρτίαν, κἂν μυρία ξίφη ἐπίκεινται, ἐξελεῖταί σε ὁ Θεός· ἐὰν ἔχῃς ἁμαρτίαν, κἂν ἐν παραδείσῳ ᾖς, ἐκπίπτεις. Ἐν παραδείσῳ ἦν ὁ Ἀδὰμ, καὶ ἔπεσεν· ἐν κοπρίᾳ ἦν ὁ Ἰὼβ, καὶ ἐστεφανώθη. Τί ὠφέλησεν ἐκεῖνον ὁ παράδεισος τί ἔβλαψε τοῦτον ἡ κοπρία; Ἐκείνῳ οὐδεὶς ἐπεβούλευσε, καὶ ὑπεσκελίσθη· τούτῳ ὁ διάβολος, καὶ ἐστεφανώθη.

Οὐ τὰ χρήματα αὐτοῦ ἔλαβεν; ἀλλὰ τὴν εὐσέβειαν αὐτοῦ οὐκ ἐσύλησεν. Οὐ τοὺς παῖδας αὐτοῦ ἥρπασεν; ἀλλὰ τὴν πίστιν οὐκ ἐσάλευσεν. Οὐ τὸ σῶμα αὐτοῦ διέῤῥηξεν; ἀλλὰ τὸν θησαυρὸν οὐκ εὗρε. Τοῦτόν μοι τὸν νόμον τηρήσατε, παρακαλῶ καὶ γονάτων ὑμῶν ἅπτομαι, εἰ μὴ καὶ τῇ χειρὶ, ἀλλὰ τῇ γνώμῃ, καὶ δάκρυα ἐκχέω· τοῦτόν μοι τὸν νόμον τηρήσατε, καὶ οὐδεὶς ὑμᾶς οὐδέπω ἀδικῆσαι δυνήσεται. Εἴδετε τὸν προφήτην καὶ βασιλέα, τὸν Δαυῒδ λέγω, πολεμοῦντα, πίπτοντα, ἐγειρόμενον καὶ νικῶντα; εἴδετε τὴν ἁμαρτίαν ἐπικειμένην, καὶ σφαζομένην διὰ τῆς μετανοίας;

Βλέπετε αὐτὸν καὶ μετὰ τὴν τοῦ Πνεύματος χάριν, μετὰ τὴν πρὸς Θεὸν παῤῥησίαν, μετὰ κατορθωμάτων πλῆθος, μετὰ τρόπαια τοσαῦτα ἀνακηρύττοντα καὶ λέγοντα· Ἐλέησόν με, ὁ Θεὸς, κατὰ τὸ μέγα ἔλεός σου. Εἶπες μέγα, εἰπὲ πόσον· ὅτι μέγα οἶδα, μετρῆσαι δὲ ἢ καταλαβεῖν οὐ δύναμαι· ἐπὶ τὸ πέλαγος ἐμαυτὸν ἥπλωσα τῆς τοῦ Δεσπότου μου φιλανθρωπίας.

Καὶ τί λέγεις; εἰπέ μοι. Ἤκουσας τοῦ προφήτου λέγοντος, Καὶ Κύριος ἀφεῖλε τὸ ἁμάρτημά σου. Τί πλέον ζητεῖς; Οὐ τοῦτο ζητῶ μόνον, φησὶν, ἀλλὰ τὸ κάλλος μου ζητῶ, τὴν παῤῥησίαν μου ζητῶ· Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου. Ὁρᾷς τί ζητεῖ; καὶ ἔτι πλείονα ζητεῖ λαμπηδόνα καὶ μείζονα καθαρότητα. Καὶ τί δίδως, ὦ Δαυῒδ, ὅτι ταῦτα ζητεῖς; Τί δίδωμι; ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω. Τοῦτο δίδως; καὶ τίς ἐστιν ἄνθρωπος μὴ ἐπιγινώσκων αὑτοῦ τὴν ἁμαρτίαν; Ναὶ, φησὶ, πόσοι εἰσὶν ἁμαρτάνοντες καὶ παῤῥησιαζόμενοι; πόσοι θλίβουσι τοὺς πλησίον καὶ οὐ πενθοῦσιν; ἀλλ᾽ ἐγὼ τὴν ἀνομίαν μου γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Ὢ εὐγένεια ψυχῆς· οὐ παρέδωκε τῇ λήθῃ τὴν μνήμην τῆς ἁμαρτίας, ἀλλὰ καὶ συγχωρηθεῖσαν αὐτὴν ἔγραψε καθάπερ ἐν εἰκόνι τῷ συνειδότι· καὶ βλέπε τί γίνεται. Ἐὰν σὺ αὐτῆς μνημονεύσῃς, ὁ Θεὸς αὐτῆς οὐ μνημονεύει· ἐὰν δὲ σὺ ἐπιλάθῃς, ὁ Θεὸς αὐτῆς μέμνηται. Ἐποίησάς τι κακόν; μνήσθητι, ἵνα ὁ Δεσπότης σου αὐτοῦ ἐπιλάθηται.

Ἐποίησας ἀγαθόν τι; λάνθανε, ἵνα ὁ Δεσπότης σου αὐτὸ εἴπῃ· οὐ γὰρ οὕτω σὺ λέγεις τὰ κατορθώματά σου, ὡς ἐκεῖνος· καὶ πῶς, ἄκουε, Ἐὰν δῷς πτωχῷ, ἐρωτώμενος λέγεις, Εἶδον πτωχὸν πεινῶντα, καὶ ἔθρεψα αὐτόν· ὁ δὲ Δεσπότης σου οὐχ οὕτως, ἀλλὰ πῶς; Πεινῶντά με εἴδετε καὶ ἐθρέψατε. Ἐπειδὰν οὖν ἁμάρτῃς, μὴ τὴν παρ᾽ ἑτέρου κατηγορίαν ἀνάμενε, ἀλλὰ πρὶν ἢ κατηγορηθῇς σὺ, καταγίνωσκε τῶν δρωμένων· ὡς ἐὰν ἕτερος ἐλέγξῃ, λοιπὸν οὐκέτι τῆς σῆς ἐξομολογήσεως τὸ κατόρθωμα γίνεται, ἀλλὰ τῆς ἐκείνου κατηγορίας ἡ διόρθωσις. Οὐ γὰρ τοῦτό ἐστιν ἐξομολογεῖσθαι, τὸ κατηγορεῖν ἑαυτοῦ μετὰ τοὺς ἐλέγχους, ἀλλὰ τὸ πρῶτον ἑαυτοῦ κατηγορεῖν, καὶ τὸ μὴ ἀναμένειν τοὺς παρ᾽ ἑτέρων ἐλέγχους. Καὶ γὰρ καὶ ὁ Πέτρος μετὰ τὴν ἄρνησιν ἐκείνην τὴν χαλεπὴν, ἐπειδὴ ταχέως ἑαυτὸν ἀνέμνησε τῆς ἁμαρτίας, καὶ μηδενὸς κατηγοροῦντος, καὶ τὴν πλημμέλειαν ἔλεγε, καὶ πικρῶς ἔκλαυσεν, οὕτω τὴν ἄρνησιν ἀπενίψατο, ὡς καὶ πρῶτος γενέσθαι τῶν ἀποστόλων, καὶ τὴν οἰκουμένην ἐγχειρισθῆναι ἅπασαν. Εἰ γὰρ τὰς εἰς τὸν Θεὸν ἁμαρτίας λύειν ἔλαβεν ἐξουσίαν ὁ ἱερεὺς, πολλῷ μᾶλλον τὰς εἰς ἄνθρωπον γινομένας ἀνελεῖν καὶ ἀφανίσαι δυνήσεται. Ἄρχων ἐστὶ καὶ οὗτος, καὶ ἄρχων τοῦ βασιλέως σεμνότερος.

Καὶ γὰρ αὐτὴν τὴν βασιλικὴν κεφαλὴν οἱ ἱεροὶ νόμοι ταῖς τούτου χερσὶ φέροντες ὑπέταξαν· καὶ ὅταν τι δέοι χρηστὸν γενέσθαι ἄνωθεν, ὁ βασιλεὺς πρὸς τὸν ἱερέα, οὐχ ὁ ἱερεὺς πρὸς τὸν βασιλέα καταφεύγειν εἴωθε.

Διὰ τοῦτο οὐκ ἀγγέλους ἐκ τῶν οὐρανῶν καταγαγὼν ὁ Θεὸς τῆς τῶν ἀνθρώπων φύσεως διδασκάλους ἐποίησεν, ἵνα μὴ διὰ τὸ τῆς φύσεως ὑπερέχον καὶ τῆς ἀνθρωπίνης ἀσθενείας τὴν ἄγνοιαν ἀφειδέστερον ποιῶνται τὰς καθ᾽ ἡμῶν ἐπιτιμήσεις· ἀλλ᾽ ἀνθρώπους θνητοὺς ἔδωκε διδασκάλους καὶ ἱερέας, ἀνθρώπους ἀσθένειαν περικειμένους, ἵνα αὐτὸ τοῦτο τοῖς αὐτοῖς ὑπεύθυνον εἶναι καὶ τὸν λέγοντα καὶ τοὺς ἀκούοντας, χαλινὸς γένηται τῇ τοῦ λέγοντος γλώττῃ μὴ συγχωρῶν πέρα τοῦ μέτρου ποιεῖσθαι τὰς κατηγορίας. Τίνος δὲ ἕνεκεν ταῦτα εἶπον; Ἵνα μὴ λέγητε. ὅτι Σὺ καθαρὸς ὢν ἁμαρτημάτων, ἀπηλλαγμένος τῆς ὀδύνης τῆς κατὰ τὴν ἐπιτίμησιν, μετὰ πολλῆς τῆς ἐξουσίας ἐπιφέρεις ἡμῖν βαρυτέραν τὴν τομήν. Ἐγὼ γὰρ πρότερος αἰσθάνομαι τῆς ὀδύνης, ἐπειδὴ καὶ αὐτὸς ὑπεύθυνός εἰμι τοῖς ἁμαρτήμασι· Πάντες γάρ ἐσμεν ἐν ἐπιτιμίοις, καὶ οὐδεὶς καυχήσεται ἁγνὴν ἔχειν τὴν καρδίαν. Ὥστε οὐκ ἐν ἀλλοτρίοις φιλοσοφῶν κακοῖς, οὐδὲ ἐξ ἀπανθρωπίας τινὸς, ἀλλ᾽ ἀπὸ κηδεμονίας πολλῆς τοὺς ἐλέγχους ποιοῦμαι. Ἐπὶ μὲν γὰρ τῶν τὰ σώματα ἰατρευόντων, ὁ μὲν ἐπάγων τὴν πληγὴν οὐδεμίαν λαμβάνει τῆς πληγῆς αἴσθησιν, ὁ δὲ τεμνόμενος οὗτός ἐστιν ὁ διασπώμενος ταῖς ἀλγηδόσι μόνος· ἐπὶ δὲ τῶν ψυχὰς θεραπευόντων οὐχ οὕτως· εἰ μήτι γε σφάλλομαι ἀπ᾽ ἐμαυτοῦ τὰ τῶν λοιπῶν δοκιμάζων· ἀλλ᾽ αὐτὸς πρότερος ὀδυνᾶται ὁ λέγων, ἡνίκα ἂν ἑτέροις ἐπιτιμᾷ.

Οὐδὲ γὰρ οὕτως ἐλεγχόμενοι παρ᾽ ἑτέρων ἀλγοῦμεν, ὡς ἐλέγχοντες ἑτέρους ὑπὲρ ἁμαρτημάτων ὧν ἐσμεν ὑπεύθυνοι. Βούλεσθε μαθεῖν ὅσον κατόρθωμα τὸ τῶν οἰκείων μεμνῆσθαι ἁμαρτημάτων; ἐπὶ τῆς τῶν χρημάτων δαπάνης εὐθέως ἀναστάντες ἀπὸ τῆς κλίνης, πρὶν εἰς ἀγορὰν ἐμβαλεῖν, ἢ μεταχειρίσαι τι τῶν ἰδιωτικῶν ἢ δημοσίων πραγμάτων, τὸν οἰκέτην καλέσαντες ἀπαιτοῦμεν τὸν λόγον τῶν δαπανηθέντων, ἵνα ἴδωμεν, τί μὲν κακῶς, τί δὲ εἰς δέον ἀνήλωται, πόσον δὲ ὑπολέλειπται· κἂν ἴδωμεν ὀλίγον τὸ ὑπολελειμμένον, παντὶ τρόπῳ προσόδων ἀφορμὰς ἐπινοοῦμεν, ἵνα μὴ λάθωμεν διαφθαρέντες λιμῷ. Τοῦτο τοίνυν καὶ ἐπὶ τῶν πράξεων τῶν ἡμετέρων ποιῶμεν, τὸ συνειδὸς τὸ ἡμέτερον κολάσαντες, ποιήσωμεν αὐτῷ λόγον τῶν ῥημάτων, τῶν πραγμάτων, τῶν ἐνθυμήσεων, ἐξετάσωμεν τί μὲν εἰς δέον ἠνήλωται, τί δὲ ἐπὶ βλάβῃ τῇ ἡμετέρᾳ· ποῖος λόγος ἐδαπανήθη κακῶς, εἰς λοιδορίας, εἰς αἰσχρολογίας, εἰς ὕβρεις· ποῖον ἐνθύμημα τὸν ὀφθαλμὸν εἰς ἀκολασίαν ἐκίνησε· τίς λόγος ἐπὶ βλάβῃ τῇ ἡμετέρᾳ εἰς ἔργον ἐξηνέχθη, ἢ διὰ χειρῶν, ἢ διὰ γλώττης, ἢ διὰ τῶν ὀμμάτων αὐτῶν· καὶ σπουδάσωμεν τῆς μὲν ἀκαίρου δαπάνης ἀποστῆναι, ἀντὶ δὲ τῶν ἅπαξ ἀναλωθέντων κακῶς, ἑτέραν ἀποθέσθαι πρόσοδον, ἀντὶ τῶν ῥημάτων τῶν εἰκῆ προσενεχθέντων εὐχὰς, ἀντὶ τῶν ὄψεων τῶν ἀκολάστως γενομένων ἐλεημοσύνας, νηστείας.

Εἰ γὰρ μέλλοιμεν δαπανᾷν μὲν ἀκαίρως, μηδὲν δὲ ἀποτίθεσθαι μηδὲ θησαυρίζειν ἑαυτοῖς ἀγαθὸν, εἰς ἐσχάτην κατενεχθέντες πενίαν, λήσομεν πρὸς τὴν ἀθάνατον τοῦ πυρὸς ἑαυτοὺς παραπέμποντες κόλασιν. Πόσον τοίνυν βέλτιον, πρόσκαιρον κατάνυξιν καὶ ὀδυρμὸν ἀθανάτων ἀλλάξασθαι καλῶν καὶ ἡδονῆς τέλος οὐκ ἐχούσης, ἢ τὸν βραχὺν τοῦτον καὶ πρόσκαιρον βίον ἐνταῦθα γελάσαντας ἀπελθεῖν ἐκεῖ κολασθησομένους ἀθάνατα; Εἰ γὰρ Παῦλος, ὁ τοσοῦτος καὶ τηλικοῦτος, ὁ καθάπερ ὑπόπτερος τὴν οἰκουμένην διαδραμὼν ἅπασαν, καὶ τῶν σωματικῶν ἀναγκῶν ἀνώτερος γεγονὼς, καὶ τῶν ἀῤῥήτων ἐκείνων ῥημάτων ἀκοῦσαι καταξιωθεὶς, ὧν μέχρι τῆς σήμερον οὐδεὶς ἄλλος ἤκουσε, γράφων ἔλεγεν· Ὑπωπιάζω μου τὸ σῶμα καὶ δουλαγωγῶ, μή πως ἄλλοις κηρύξας αὐτὸς ἀδόκιμος γένωμαι· τί ἂν εἴποιμεν ἡμεῖς οἱ φορτίοις ἁμαρτημάτων βεβαρημένοι, καὶ πρὸς τούτοις πολλὴν τὴν ῥᾳθυμίαν ἐπιδεικνύμενοι;

Μὴ γὰρ ἀνακωχὴν ἔχει ὁ πόλεμος οὗτος; Πάντοτε νήφειν καὶ ἐγρηγορέναι δεῖ, καὶ μηδέποτε ἐν ἀδείᾳ εἶναι, ἐπεὶ μηδὲ ἔστι καιρὸς ὡρισμένος τῆς τοῦ πολεμοῦντος ἡμῖν ἐπιθέσεως.

ΛΟΓΟΣ ΚΕʹ. Περὶ τῆς μελλούσης κρίσεως. Πολλοὶ τῶν παρ᾽ ἡμῖν ἀνθρώπων τῇ σαρκὶ προσηλωμένοι καὶ τοῖς παροῦσι δουλεύοντες πράγμασιν, οὐδὲν εἶναι τὰ μετὰ ταῦτα νομίζουσι, καὶ τὸ τοῦ Θεοῦ προβαλλόμενοι φιλάνθρωπον, μὴ εἶναι κόλασιν μηδὲ τιμωρίαν λέγουσιν. Εἰ οὖν φιλάνθρωπός ἐστιν ὁ Θεὸς, ὥσπερ οὖν καὶ ἔστι, καὶ δίκαιος πάντως ἂν εἴη· εἰ δὲ δίκαιος, πῶς οὐκ ἂν εἴη δίκαιον τὸν μυρία παθόντα ἐξ ἀρχῆς ἀγαθὰ, εἶτα κολάσεως ἄξια πράξαντα, καὶ μήτε ἀπειλῇ μήτε εὐεργεσίᾳ γενόμενον βελτίω, κολάζεσθαι, Εἰ γὰρ τὸ δίκαιον ἐξετάζοις, ἐξ ἀρχῆς ἡμᾶς καὶ εὐθέως ἀπολέσθαι ἔδει κατὰ τὸν τοῦ δικαίου λόγον μᾶλλον· καὶ γὰρ καὶ φιλανθρωπίαν εἶχεν, εἰ καὶ τοῦτο ἐπάθομεν τὸ μὴ γενόμενον. Ὅταν μὲν γάρ τις τὸν οὐδὲν ἠδικηκότα ὑβρίζῃ, κατὰ τὸν τοῦ δικαίου λόγον πάντως δίδωσι δίκην· ὅταν δέ τις τὸν εὐεργέτην, τὸν οὐδὲν προπαθόντα μὲν εὖ, ποιήσαντα δὲ μυρία καὶ μόνον τοῦ εἶναι γενόμενον αἴτιον, οὐχ ὑβρίζῃ μόνον, ἀλλὰ καὶ καθ᾽ ἑκάστην ἡμέραν λυπῇ δι᾽ ὧν ποιεῖ, ποίας ὁ τοιοῦτος συγγνώμης ἔσται ἄξιος; Πῶς οὐ δέδοικας, εἰπέ μοι, τολμηρὰ φθεγγόμενος, ὅταν λέγῃς, Φιλάνθρωπός ἐστιν ὁ Θεὸς καὶ οὐ κολάζει. Εἰ δὲ κολάσει, εὑρεθήσεται κατὰ σὲ οὐκέτι φιλάνθρωπος; Διὰ τί γὰρ, εἰπέ μοι, οὐκ ἀξιοῖς κολάζεσθαι ἁμαρτάνων; οὐχὶ προεῖπέν σοι ἅπαντα; οὐχὶ ἠπείλησεν; οὐχὶ ἐβοήθησεν; οὐχὶ μυρία εἰργάσατο ὑπὲρ τῆς σωτηρίας τῆς σῆς;

Εἰ οὖν οἱ πονηροὶ μὴ κολάζονται, ἐρεῖ πάλιν ἄλλος ἴσως, ὅτι οὔτε οἱ ἀγαθοὶ στεφανοῦνται· καὶ ποῦ ἡ φιλανθρωπία καὶ ἡ δικαιοκρισία τοῦ Θεοῦ; Μὴ τοίνυν φενακίζετε ἑαυτοὺς, ἄνθρωποι, τῷ διαβόλῳ πειθόμενοι· ἐκείνου γάρ εἰσι ταῦτα τὰ νοήματα. Εἰ γὰρ δικασταὶ καὶ δεσπόται καὶ διδάσκαλοι τοὺς μὲν ἀγαθοὺς τιμῶσι, τοὺς δὲ πονηροὺς κολάζουσι, πῶς ἂν ἔχοι λόγον παρὰ τῷ Θεῷ τὰ ἐναντία γίνεσθαι, καὶ τῶν αὐτῶν ἀξιοῦσθαι τοὺς ἀγαθοὺς καὶ τοὺς πονηρούς; πότε δὲ καὶ ἀπαλλαγήσονται τῆς κακίας οἱ πονηροί; Εἰ γὰρ καὶ κόλασιν προσδοκῶντες οὐκ ἀφίστανται τῆς πονηρίας, ἂν καὶ τὸν φόβον τοῦτον ἀποθῶνται, καὶ μὴ μόνον εἰς γέενναν μὴ ἐμπέσωσιν, ἀλλὰ καὶ βασιλείας ἐπιτύχωσι, πότε πονηρευόμενοι στήσονται; Ἀκήκοά τινων φιλαμαρτημόνων λεγόντων, ὅτι πρὸς φόβον τῶν ἀνθρώπων ἠπείλησε τὴν γέενναν ὁ Θεός· μὴ γένοιτο γὰρ, ὅτι ἐλεήμων ὢν κολάσει τινὰ, καὶ μάλιστα τῶν ἐπεγνωκότων αὐτόν. Λέγετε οὖν μοι, οἱ ψεύστην τὸν Θεὸν ἀποφαίνοντες, τίς τὴν οἰκουμένην ἐπέκλυσεν ἅπασαν ἐπὶ τοῦ Νῶε, καὶ τὸ χαλεπὸν ἐκεῖνο ναυάγιον εἰργάσατο, καὶ τὴν παντὸς τοῦ γένους ἡμῶν πανωλεθρίαν ἐποίησε; τίς τοὺς κεραυνοὺς ἐκείνους καὶ τοὺς πρηστῆρας ἀφῆκεν ἐπὶ τὴν Σοδόμων γῆν; τίς τὴν Αἴγυπτον ἅπασαν κατεπόντισε; τίς τὰς ἑξακοσίας χιλιάδας ἐπὶ τῆς ἐρήμου κατηνάλωσε; τίς τὴν συναγωγὴν Ἀβειρὼν κατέφλεξε;

τίς τοῖς περὶ Κορὲ καὶ Δαθὰν ἀνοῖξαι τῇ γῇ τὸ στόμα καὶ καταπιεῖν ἐκέλευσε; τίς τὰς ἑβδομήκοντα χιλιάδας ἐν μιᾷ καιροῦ ῥοπῇ κατήνεγκεν ἐπὶ τοῦ Δαυΐδ; τίς ὁ τὰς ἑκατὸν ὀγδοήκοντα πέντε χιλιάδας ἐν μιᾷ νυκτὶ θανατώσας ἐπὶ τῆς προφητείας Ἡσαΐου; Τὰς δὲ καθημερινὰς συμφορὰς οὐχ ὁρᾷς ὅσας φέρομεν ἁμαρτάνοντες; Πῶς ἂν ἔχοι λόγον, τοὺς μὲν κολάζεσθαι, τοὺς δὲ μὴ κολάζεσθαι; Εἰ γὰρ οὐκ ἄδικος ὁ Θεὸς, ὡσπεροῦν οὐδὲ ἄδικος, πάντως καὶ σὺ δίκην δώσεις ἁμαρτάνων· εἰ δὲ, ἐπειδὴ φιλάνθρωπός ἐστιν ὁ Θεὸς, οὐ κολάζει, οὐδὲ τούτους ἔδει κολασθῆναι. Νυνὶ δὲ διὰ ταῦτα ἡμῶν τὰ ῥήματα πολλοὺς καὶ ἐνταῦθα κολάζει ὁ Θεὸς, ἵνα, ὅταν τοῖς ῥήμασι μὴ πιστεύσητε τῆς ἀπειλῆς, κἂν τοῖς πράγμασι πιστεύσητε τῆς τιμωρίας. Ἆρα πείθομεν τοὺς ἀντιλέγοντας, ὅτι οὐκ ἔστι μῦθος ὁ περὶ τῆς γεέννης λόγος; Οὕτω γάρ ἐστιν ἀληθὴς, ὅτι οὐχ ἡμεῖς μόνον, ἀλλὰ καὶ ποιηταὶ καὶ φιλόσοφοι καὶ λογοποιοὶ περὶ τῆς μελλούσης ἀνταποδόσεως ἐφιλοσόφησαν, καὶ ἐν ᾅδου κολάζεσθαι τοὺς πονηροὺς εἰρήκασιν. Εἰ γὰρ καὶ μετὰ ἀληθείας, ὡς ἔχει ταῦτα, εἰπεῖν οὐκ ἠδυνήθησαν, ἅτε ἀπὸ λογισμῶν κινηθέντες καὶ παρ᾽ ἀκουσμάτων τῶν παρ᾽ ἡμῖν, ἀλλ᾽ ὅμως εἰκόνα τινὰ κρίσεως ἔλαβον.

Κωκυτοὺς γάρ φασί τινας καὶ Πυριφλεγέθοντας ποταμοὺς καὶ Στυγὸς ὕδωρ καὶ Τάρταρον, τοσοῦτον ἀπέχοντα τῆς γῆς, ὅσον αὐτὴ τοῦ οὐρανοῦ, καὶ πολλοὺς κολάσεως τρόπους· καὶ πάλιν Ἠλύσιον πεδίον, καὶ μακάρων νήσους, καὶ λειμῶνας εὐανθεῖς, καὶ εὐωδίαν πολλὴν, καὶ αὔραν λεπτήν· καὶ χοροὺς ἐκεῖ διατρίβοντας, καὶ λευκὴν περιβεβλημένους στολὴν, καὶ ᾄδοντας ὕμνους τινάς· καὶ ὅλως καὶ ἀγαθοῖς καὶ πονηροῖς ἀποκειμένην ἀντίδοσιν μετὰ τὴν ἐντεῦθεν ἔξοδον. Μὴ τοίνυν ἀπιστῶμεν γέενναν, ἵνα μὴ ἐμπέσωμεν εἰς αὐτήν· ὁ γὰρ ἀπιστῶν ῥᾳθυμότερος γίνεται· ὁ δὲ ῥᾳθυμῶν εἰς αὐτὴν ἀπελεύσεται πάντως· ἀλλὰ καὶ πιστεύωμεν ἀνενδοιάστως, καὶ διαλεγώμεθα συνεχῶς περὶ αὐτῆς, καὶ οὐ ταχέως ἁμαρτησόμεθα. Τῶν γὰρ τοιούτων λόγων ἡ μνήμη καθάπερ τι φάρμακον πικρὸν πᾶσαν κακίαν ἀποσμῆξαι δυνήσεται, συνεχῶς ἡμῶν ἐνιζάνουσα τῇ ψυχῇ. Ἂν ὠμὸς καὶ ἀνελεήμων ᾖς, ἀναμνήσθητι τῶν παρθένων ἐκείνων, αἳ τῶν λαμπάδων αὐτῶν σβεσθεισῶν, διὰ τὸ μὴ ἔχειν ἔλαιον, τοῦ νυμφῶνος ἐξέπεσον, καὶ ταχέως ἔσῃ φιλάνθρωπος. Ἂν ἁρπάσαι βουληθῇς, ἄκουσον τοῦ δικαστοῦ λέγοντος, Δήσατε αὐτοῦ χεῖρας καὶ πόδας, καὶ βάλετε αὐτὸν εἰς τὸ σκότος τὸ ἐξώτερον· καὶ ταύτην ἐκβαλεῖς τὴν ἐπιθυμίαν.

Ἂν μεθύειν καὶ τρυφᾷν ἐπιθυμῇς, ἄκουσον τοῦ πλουσίου λέγοντος, Πέμψον Λάζαρον, ἵνα ἄκρῳ τῷ δακτύλῳ καταψύξῃ τὴν τηγανιζομένην γλῶσσαν· καὶ οὐ τυγχάνοντος τῆς αἰτήσεως· καὶ ταχέως ἀποστήσῃ τοῦ πάθους. Ἂν πῦρ ἔχῃς ἐπιθυμίας πονηρᾶς, ἐννόησον τῆς κολάσεως ἐκείνης τὸ πῦρ, καὶ τοῦτο κατασβεσθὲν οἰχήσεται. Σκόπει δὲ, εἰ καὶ πῦρ μὴ ἦν, τὸ ἐκ τοῦ Θεοῦ ἀποστῆναι καὶ ἄτιμον ἀναχωρῆσαι, πόση κόλασις· οὐκ ἔστι, πιστεύσατε, παραστῆσαι λόγῳ τὸ πάθος, οὐκ ἔστιν. Εἰ γὰρ οἱ τὸ φῶς τὸ ἡλιακὸν μὴ θεώμενοι παντὸς πικροτέραν θανάτου ὑπομένουσι ζωὴν, τί παθεῖν εἰκὸς ἡμᾶς ἀποστερηθέντας τοῦ φωτὸς ἐκείνου; Τί δὲ καὶ ζῶμεν καὶ ἀναπνέομεν καὶ ἐσμὲν, ἂν τῆς θεωρίας ἀποτύχωμεν ἐκείνης; ἂν τὸν Δεσπότην τὸν ἡμέτερον μηδεὶς ἡμῖν τότε συγχωρήσῃ θεάσασθαι; Εἰ εἰς δεσμωτήριόν τις ἐμβληθεὶς ἐνταῦθα τῶν εὐγενῶς τεθραμμένων, τὴν δυσωδίαν μόνον, καὶ τὸ ἐν σκότῳ κεῖσθαι, καὶ τὸ μετὰ ἀνδροφόνων δεδέσθαι, παντὸς θανάτου χαλεπώτερον εἶναι δοκεῖ· ἐννόησον τί ἔσται, ὅταν μετὰ τῶν τῆς οἰκουμένης ἀνδροφόνων ἐκεῖ κατακαιώμεθα, μήτε ὁρῶντες, μήτε ὁρώμενοι, ἀλλ᾽ ἐν πλήθει τοσούτῳ νομίζοντες εἶναι μόνοι.

Τὸ γὰρ σκότος καὶ τὸ ἀλαμπὲς οὐκ ἀφίησιν οὐδὲ τοὺς πλησίον ἡμᾶς διαγινώσκειν, ἀλλ᾽ ὡς μόνος τοῦτο πάσχων ἕκαστος, οὕτω διακείσεται. Εἰ γὰρ καὶ πῦρ εἴρηται, ἀλλὰ σκοτεινόν ἐστι καὶ φῶς οὐκ ἔχον. Καὶ τοῦτό ἐστι τὸ μάλιστα θορυβοῦν ἡμᾶς καὶ ταράττον, ὅτι καὶ σφοδρῶς ἐκκαῖον οὔτε σβέννυται, καὶ φῶς οὐκ ἔχει. Εἰ δὲ σκότος μόνον οὕτω θλίβει καθ᾽ ἑαυτὸ τὰς ἡμετέρας ψυχὰς καὶ θορυβεῖ, τί ἔσται ἄρα, ὅταν μετὰ τοῦ σκότους καὶ ὀδύναι τοσαῦται ὦσι καὶ ἐμπρησμοί;

Μὴ γὰρ, ἐπειδὴ πῦρ ἡ γέεννα λέγεται, τοιοῦτον εἶναι νομίσῃς τὸ πῦρ· τοῦτο μὲν γὰρ, ὅπερ ἂν λάβῃ, κατέκαυσε καὶ ἀπήλλαξεν· ἐκεῖνο δὲ τοὺς ἅπαξ κατασχεθέντας καίει διαπαντὸς καὶ οὐδέποτε παύεται. Διά τοι τοῦτο καὶ ἄσβεστον εἴρηται· καὶ γὰρ τοὺς ἡμαρτηκότας ἀφθαρσίαν ἐνδῦσαι θέλει. οὐ πρὸς τιμὴν, ἀλλ᾽ ὥστε διηνεκὲς ἐφόδιον τῆς τιμωρίας ἔχειν ἐκείνης. Ἀλλὰ ταῦτα μὲν ἐν τῇ γεέννῃ, καὶ τὰ τούτων πικρότερα· ἡ δὲ τῶν ἀγαθῶν ἀπόπτωσις τοσαύτην ἔχει τὴν ὀδύνην, τοσαύτην τὴν θλῖψιν καὶ τὴν στενοχωρίαν, ὡς εἰ καὶ μηδεμία τιμωρία τοῖς ἐνταῦθα ἁμαρτάνουσιν ἀπέκειτο, αὐτὴν καθ᾽ ἑαυτὴν ἀρκέσαι τῶν ἐν τῇ γεέννῃ βασανιστηρίων πικρότερον δάκνειν καὶ συνταράσσειν τὰς ἡμετέρας ψυχάς. Εἰ δὲ εἰς δεσμωτήριον εἰσιόντες καὶ τοὺς μὲν αὐχμῶντας ὁρῶντες, τοὺς δὲ σιδηραῖς ἁλύσεσι δεδεμένους, τοὺς δὲ σκότῳ κατακεκλεισμένους, κατακλώμεθα, φρίττομεν, πάντα πράττομεν ὑπὲρ τοῦ μὴ ἐμπεσεῖν εἰς τοιαύτην ἀνάγκην καὶ θλῖψιν, ὅταν ἡμεῖς αὐτοὶ ἀπαγώμεθα εἰς αὐτὰ τὰ τῆς γεέννης βασανιστήρια δεδεμένοι, τίνες ἐσόμεθα; τί δὲ πράξομεν; Οὐ γὰρ ἐκ σιδήρου τὰ δεσμὰ ἐκεῖνα, ἀλλ᾽ ἀπὸ πυρός εἰσιν οὐδέποτε σβεννυμένου· οὐδὲ ὁμότιμοί τινες οἱ ἐφεστῶτες ἡμῖν, οὓς καὶ ἐκμειλίξασθαι πολλάκις ἔνι, ἀλλ᾽ ἄγγελοι φοβεροὶ καὶ ἀσυμπαθεῖς, οἷς οὐδὲ ἀντιβλέψαι δυνατὸν, σφοδρῶς ὑπὲρ ὧν τὸν Δεσπότην ὑβρίσαμεν ὀργιζομένοις.

Οὐκ ἔστι, καθάπερ ἐνταῦθα, τοὺς μὲν ἀργύριον, τοὺς δὲ τροφὰς, τοὺς δὲ λόγους εἰσάγοντας παρακλητικοὺς ἰδεῖν καὶ παραμυθίας τυχεῖν, ἀλλὰ πάντα ἐκεῖ ἀσύγγνωστα· κἂν Νῶε ᾖ, κἂν Ἰὼβ, κἂν Δανιὴλ, καὶ τοὺς οἰκείους ἴδωσι κολαζομένους, οὐ τολμῶσι παραστῆναι καὶ χεῖρα ὀρέξαι· καὶ γὰρ τὴν ἐκ φύσεως συμπάθειαν ἀναιρεῖσθαι τότε συμβαίνει.

Ἐπειδὴ γὰρ εὑρίσκονται δίκαιοι τέκνων ἁμαρτωλῶν πατέρες, καὶ παῖδες ἀγαθοὶ γονέων πονηρῶν, δεῖ δὲ καθαρὰν αὐτοῖς εἶναι εὐφροσύνην, καὶ μὴ τῇ τῆς συμπαθείας ἀνάγκῃ κατακλᾶσθαι τούτους ἀπολαύοντας τῶν ἀγαθῶν ἐκείνων, καὶ ταύτην σβέννυσθαί φημι, καὶ αὐτοὺς συναγανακτεῖν τῷ Δεσπότῃ κατὰ τῶν οἰκείων σπλάγχνων. Τοιγαροῦν μηδεὶς ἐλπιζέτω χρηστὰ, μὴ ἐργασάμενός τι χρηστὸν, κἂν μυρίους ἔχῃ προγόνους δικαίους. Ὅταν γὰρ τὸν δοθέντα ἡμῖν χρόνον ἀναλώσωμεν εἰς οὐδὲν δέον, ἀπελευσόμεθα πάντες ἐκεῖ, τῆς ἀκαίρου δαπάνης δίκην δώσοντες τὴν ἐσχάτην. Εἰ γὰρ ὁ χρήματα ἐμπορεύσασθαι λαβὼν, εἶτα καταφαγὼν, ἀπαιτηθήσεται παρὰ τοῦ πιστεύσαντος καὶ δώσει δίκην· ὁ ζωὴν ταύτην δαπανήσας μάτην, πόσῳ μᾶλλον;

Καὶ καθάπερ ἡμεῖς τοὺς οἰκέτας τοὺς ἡμετέρους, οὐχὶ τῆς ἐξόδου μόνον τῶν χρημάτων, ἀλλὰ καὶ τῆς εἰσόδου ποιουμένους τὸν λόγον ἐξετάζομεν, πόθεν καὶ πόσα καὶ παρὰ τίνων, καὶ πῶς ὑπεδέξαντο τὰ χρήματα· οὕτω δὴ καὶ ὁ Θεὸς καὶ τῆς δαπάνης καὶ τῆς κτήσεως ἀπαιτεῖ τὰς εὐθύνας, καὶ πλουσίῳ καὶ πένητι· τῷ μὲν πλουσίῳ, πότερον ἐκ δικαίων πόρων, ἢ ἐξ ἁρπαγῆς καὶ πλεονεξίας τὸν πλοῦτον συνέλεξε· πότερον εἰς πορνείας, ἢ εἰς πένητας τὰ χρήματα κατηνάλωσε· πότερον εἰς τρυφὴν καὶ ἀσωτίαν καὶ μέθην, ἢ εἰς τὴν τῶν ἐπηρεαζομένων βοήθειαν· τῷ δὲ πένητι, εἰ γενναίως καὶ εὐχαρίστως τὴν πενίαν ἤνεγκεν, εἰ μὴ ἀπεδυσπέτησεν, εἰ μὴ ἐδυσχέρανεν, εἰ μὴ κατηγόρησε τῆς τοῦ Θεοῦ προνοίας, ἑαυτὸν μὲν ἐν ἐνδείᾳ ὑπάρχοντα ὁρῶν, ἕτερον δὲ τρυφῶντα, καὶ μὴ κατὰ τὴν οὐσίαν σπανίζοντα.

Οὐ πλούσιοι δὲ καὶ πένητες μόνον, ἀλλὰ καὶ ἄρχοντες καὶ δικασταὶ μετὰ πολλῆς ἐξετάζονται τῆς ἀκριβείας, εἰ διέφθειραν τὸ δίκαιον, εἰ πρὸς χάριν ἢ πρὸς ἀπέχθειαν ἐψηφίσαντο τοῖς δικαζομένοις, εἰ κολακευθέντες ἔδωκαν παρὰ τὸ δέον τὴν ψῆφον.

Ὅσῳ γὰρ ἕκαστος πρὸς μείζονα ὄγκον ἀρχῆς ἀναβέβηκε, τοσούτῳ καὶ πλείονα ἀπαιτηθήσεται λόγον. Καὶ αἱ μὲν ἄτοποι τοῦ βίου ἡδοναὶ τῶν σκιῶν καὶ ὀνειράτων διαφέρουσιν οὐδέν· πρὶν ἢ γὰρ τελεσθῆναι τὰ τῆς ἁμαρτίας, σβέννυται τὰ τῆς ἡδονῆς· αἱ δὲ ὑπὲρ τούτων κολάσεις πέρας οὐκ ἔχουσι· καὶ τὸ μὲν ἡδὺ πρὸς ὀλίγον, τὸ δὲ ἀνιαρὸν αἰώνιον. Διὰ δὴ τοῦτο περὶ γεέννης συνεχῶς ἡμῖν ὁ Θεὸς διαλέγεται, ἵνα πολύ τι καρπωσώμεθα ἀπὸ τῆς ἀπειλῆς καὶ τοῦ φόβου. Εἰ γὰρ μέλλων ἐμβάλλειν εἰς αὐτὴν τοὺς ἁμαρτάνοντας, μὴ προσεῖπε, ταύτης τὴν ἀπειλὴν, πολλοὶ ἐνέπεσον ἂν εἰς αὐτήν. Εἰ γὰρ νῦν τοῦ φόβου κατασείοντος ἡμῶν τὰς ψυχὰς, εἰσί τινες οἱ οὕτω ῥᾳδίως ἁμαρτάνοντες, ὡς οὐδὲ οὔσης αὐτῆς· εἰ μηδὲν τούτων εἴρητο μηδὲ ἠπείλητο, τί οὐκ ἂν εἰργασάμεθα δεινόν; Ὥστε οὐκ ἀπηνείας τὸ πρᾶγμα, ἀλλ᾽ ἐλέου μᾶλλον καὶ φιλανθρωπίας ἐστί. Καὶ γὰρ, εἰ μὴ ἠπειλήθη καταστροφὴ ἐπὶ Ἰωνᾶ, οὐκ ἂν ἐκωλύθη ἡ καταστροφή· εἰ μὴ εἶπεν ὅτι καταστραφήσεται Νινευὶ, οὐκ ἂν ἔστη Νινευί· καὶ εἰ μὴ ἠπειλήθη γέεννα, ἅπαντες ἂν εἰς γέενναν ἐνεπέσομεν.

Εἰ γὰρ μηδὲν μέλει τῷ Θεῷ μήτε ἁμαρτανόντων ἡμῶν μήτε κατορθούντων, ἴσως ἔχει τινὰ λόγον τὸ λέγειν μὴ εἶναι κόλασιν· εἰ δὲ τοσαύτην σπουδὴν ποιεῖται, ὥστε μὴ ἁμαρτάνειν ἡμᾶς, καὶ τοσαῦτα πραγματεύεται, ὥστε κατορθοῦν ἡμᾶς τὰς ἐντολὰς, εὔδηλον ὅτι καὶ ἁμαρτάνοντας κολάζει, καὶ κατορθοῦντας στεφανοῖ. Ἀλλὰ σκόπει μοι τῶν πολλῶν τὴν ἀνωμαλίαν. Ἐνταῦθα μὲν γὰρ ἐγκαλοῦσι τῷ Θεῷ, ὅτι μακροθυμεῖ πολλάκις καὶ περιορᾷ πολλοὺς μιαροὺς, ἀσελγεῖς, πλεονέκτας, μὴ διδόντας δίκην· ἐκεῖ πάλιν ἐὰν ἀπειλήσῃ κολάζειν αὐτοὺς, σφοδροὶ καὶ βαρεῖς εἰσιν αἰτιώμενοι. Καίτοι γε εἰ τοῦτο λυπεῖ, ἐκεῖνο ἀποδέχεσθαι καὶ θαυμάζειν ἐχρῆν· ἀλλ᾽, ὢ τῆς ἀνοίας, ὢ τῆς φιλαμαρτήμονος καὶ φιληδόνου ψυχῆς, ὅτι τῆς ἀπὸ τῶν ῥημάτων καταφρονοῦντες ἀπειλῆς, τὴν ἀπὸ τῶν πραγμάτων ὑποστήσονται κόλασιν. Οὐδεὶς γὰρ τῶν ἐνταῦθα μὴ διαλυσαμένων τὰ ἁμαρτήματα, ἀπελθὼν ἐκεῖ δυνήσεται τὰς ἐπὶ τούτοις εὐθύνας διαφυγεῖν· ἀλλ᾽ ὥσπερ οἱ ἀπὸ τῶν δεσμωτηρίων τούτων μετὰ τῶν ἁλύσεων προσάγονται εἰς τὸ δικαστήριον, οὕτω καὶ οἱ ἐντεῦθεν ἀπερχόμενοι τὰς ποικίλας περικείμενοι σειρὰς τῶν ἁμαρτημάτων, ἐπὶ τὸ βῆμα ἄγονται τὸ φρικτόν.

Εἴ ποτε οὖν ἐν βαλανείῳ γένοιο, σφοδρότερον κατεσκευασμένῳ τοῦ δέοντος, τότε μοι τὸ τῆς γεέννης ἐννόησον πῦρ· καὶ εἴ ποτε πάλιν ὑπὸ πυρετοῦ καταφλεχθείης χαλεποῦ, πρὸς ἐκείνην τὸν νοῦν τὴν φλόγα μετάστησον, καὶ τότε δυνήσῃ διαναστῆναι καλῶς. Εἰ γὰρ βαλανεῖον καὶ πυρετὸς οὕτως ἡμᾶς θορυβεῖ καὶ θλίβει, ὅταν εἰς τὸν ποταμὸν τοῦ πυρὸς ἐμπέσωμεν ἐκεῖνον, τὸν ἑλκόμενον πρὸ τοῦ βήματος τοῦ φοβεροῦ, πῶς διακεισόμεθα ἄρα; Καὶ ὁ μὲν μετὰ πολλῶν ἔργων καὶ ἀγαθῶν καὶ πονηρῶν ἀπερχόμενος ἐκεῖ, ἕξει τινὰ παραμυθίαν ἐπὶ τῇ κολάσει καὶ τοῖς βασανιστηρίοις ἐκείνοις· ὁ δὲ τούτων μὲν ἔρημος, ἐκεῖνα δὲ μόνα ἐπάγων, οὐδὲ ἔστιν εἰπεῖν ὅσα πείσεται πρὸς τὴν ἀθάνατον παραπεμπόμενος κόλασιν.

Καὶ γὰρ ἀντίστασις ἔσται ἐκεῖ τῶν πονηρῶν πράξεων καὶ τῶν οὐ τοιούτων· κἂν μὲν αὗται καθελκύσωσι τὸν ζυγὸν, ἔσωσαν οὐ μικρῶς τὸν ἐργάτην τὸν ἑαυτῶν· καὶ τοσοῦτον ἴσχυσεν ἡ τῆς τῶν πονηρῶν πράξεων ἐργασίας βλάβη, ὅσον κατασπάσαι τῆς πρώτης χώρας αὐτόν· ἂν δὲ ἐκεῖναι περιγένωνται, εἰς τὸ τῆς γεέννης ἀπάγουσι πῦρ, διὰ τὸ μὴ τοσοῦτον εἶναι τὸ πλῆθος τῶν κατορθωμάτων, ὥστε δυνηθῆναι στῆναι πρὸς τὸν βίαιον ἐκεῖνον ὠθισμόν. Οὐδὲν γὰρ ὅλως τῶν ἀγαθῶν, κἂν μικρὸν εἴη, παροφθήσεται ἐκεῖ παρὰ τοῦ κριτοῦ. Εἰ γὰρ ἁμαρτημάτων καὶ ῥημάτων καὶ ἐνθυμημάτων τιννύειν μέλλομεν τιμωρίας, πολλῷ μᾶλλον τὰ κατορθώματα, κἂν μεγάλα ᾖ κἂν μικρὰ, λογισθήσονται. Οὐ τοίνυν ἀρκεῖ κακίας ἀπαλλαγῆναι, ἀλλὰ δεῖ καὶ πολλῆς τῆς τῶν ἀγαθῶν ἐργασίας. Ἵνα μὲν γὰρ γεέννης ἀπαλλαγῶμεν, ἀπέχεσθαι δεῖ πονηρίας· ἵνα δὲ βασιλείας ἐπιτύχωμεν, ἀντέχεσθαι τῆς ἀρετῆς. Καὶ γὰρ ἐπὶ τῶν ἔξωθεν ἔθος, οὐ τὸν μηδὲν κακὸν ἐργασάμενον στεφανοῦν· τοῦτο γὰρ αὐτῷ πρὸς τὸ μὴ δοῦναι δίκην ἀπόχρη μόνον· ἀλλὰ τὸν μεγάλας εὐεργεσίας ἐπιδειξάμενον. Ἀλλὰ γὰρ μεταξύ με λογιζόμενον, ὅτι πρὸς τὸ μὴ περιπεσεῖν γεέννῃ ἡ τῶν κακῶν ἡμῖν ἀναχώρησις ἀρκεῖ, ὑπεισῆλθέ τις ἀπειλὴ φοβερὰ, οὐ τοῖς κακόν τι τολμήσασι τὴν τιμωρίαν ἐπάγουσα, ἀλλὰ τοὺς ἐκλελοιπότας τι τῶν ἀγαθῶν κολάζουσα. Τίς οὖν ἐστιν αὕτη;

Πορεύεσθε ἀπ᾽ ἐμοῦ, οἱ κατηραμένοι, εἰς τὸ πῦρ τὸ αἰώνιον· ἐπείνασα γὰρ, καὶ οὐκ ἐδώκατέ μοι φαγεῖν. Τοὺς γὰρ μὴ μεταδόντας τοῖς δεομένοις, ἐξ ὧν εἶχον αὐτοὶ, πιστεύομεν μὴ μέχρι τῆς τῶν ἀγαθῶν στερήσεως κολάζεσθαι, ἀλλὰ καὶ τῷ τῆς γεέννης παραπέμπεσθαι πυρί. Παιδευόμεθα τοίνυν, ὅτι οἱ μὲν τὰ ἀγαθὰ πράξαντες, τῶν ἐν τοῖς οὐρανοῖς ἀπολαύσονται καλῶν· οἱ δὲ ἐγκληθῆναι μὲν οὐδὲν ἔχοντες κακὸν, ἐκλελοιπότες δέ τι τῶν ἀγαθῶν, μετὰ τῶν τὰ κακὰ ἐργασαμένων εἰς τὸ τῆς γεέννης ἀπαχθήσονται πῦρ. Εἰ γὰρ τῶν ἐπὶ γῆς ἀρχόντων ὁ παραβαίνων τοὺς νόμους ἀπαραίτητον ὑφίσταται κόλασιν, πολλῷ μᾶλλον ἀφορήτοις ἐκδοθήσεται βασάνοις ὁ τοῦ ἐπουρανίου Δεσπότου ἀθετῶν τὰ προστάγματα.

Οἶδα ὅτι φορτικὸν ὑμῖν τὸ περὶ γεέννης διαλέγεσθαι καταφαίνεται, καὶ πολλὴν ἐμποιεῖ τὴν ὀδύνην· ἀλλ᾽ ὅσον δάκνει τὸ συνειδὸς, τοσοῦτον καὶ ὠφελεῖ τὴν διάνοιαν τῶν δακνομένων. Εἰ μὲν γὰρ ἐκεῖ ταῦτα ἐλέγετο ἡμῖν καθάπερ τῷ ἐπὶ τοῦ Λαζάρου πλουσίῳ, ὄντως θρηνεῖν ἔδει καὶ ὀδύρεσθαι καὶ πενθεῖν, ὅτι μετανοίας καιρὸς οὐκέτι ἡμῖν ὑπολέλειπτο· ἐπειδὴ δὲ ἐνταῦθα ὄντες ταῦτα ἀκούομεν, ὅπου καὶ ἀνανῆψαι δυνατὸν, καὶ τὰ ἡμαρτημένα ἀπονίψασθαι, καὶ πολλὴν κτήσασθαι τὴν παῤῥησίαν, καὶ ἐκ τῶν ἑτέροις συμβάντων κακῶν φοβηθέντας μεταβαλέσθαι, εὐχαριστῶμεν τῷ φιλανθρώπῳ Θεῷ, τῷ διὰ τῆς ἑτέρων κολάσεως τὴν ἡμετέραν ἐγείραντι νωθείαν, καὶ ἀφυπνίζοντι καθεύδοντας ἡμᾶς. Καὶ τίνος ἕνεκεν οἱ μὲν ἐνταῦθα κολάζονται, οἱ δὲ ἐκεῖ, καὶ οὐκ ἐνταῦθα πάντες; Ὅτι, εἰ τοῦτο ἦν, πάντες ἂν ἀπωλόμεθα· πάντες γὰρ ἐσμὲν ἐν ἐπιτιμίοις. Πάλιν, εἰ μηδεὶς ἐνταῦθα ἐκολάζετο, ῥᾳθυμότεροι ἂν οἱ πλείους ἐγένοντο, καὶ πολλοὶ ἂν εἶπον, μὴ εἶναι πρόνοιαν.

Εἰ γὰρ νῦν ὁρῶντες τῶν πονηρῶν πολλοὺς κολαζομένους, πολλὰ τοιαῦτα βλασφημοῦσιν· εἰ μηδὲν τοιοῦτον ἦν, τί οὐκ ἂν εἶπον; ποῦ δὲ οὐκ ἂν ἦλθον μανίας; Διὰ τοῦτο ὁ Θεὸς τοὺς μὲν ἐνταῦθα κολάζει, τοὺς δὲ οὐ κολάζει. Κολάζει μὲν γάρ τινας, τὴν κακίαν αὐτῶν ἐκκόπτων, καὶ κουφοτέραν ἐκεῖ ποιῶν τὴν τιμωρίαν, ἢ καὶ τέλεον ἀπαλλάττων αὐτοὺς, καὶ τοὺς ἐν πονηρίᾳ ζῶντας σωφρονεστέρους ποιῶν τῇ τούτων τιμωρίᾳ· τοὺς δὲ οὐ κολάζει πάλιν, ἵνα, ἂν μὲν προσέχωσιν ἑαυτοῖς μετανοήσαντες, καὶ τὴν τοῦ Θεοῦ μακροθυμίαν αἰδεσθέντες καὶ τῆς ἐνταῦθα κολάσεως ἀπαλλαγῶσι, καὶ τῆς ἐκεῖ τιμωρίας, ἂν δὲ ἐπιμείνωσι μηδὲν ἀπὸ τῆς ἀνεξικακίας ὠφελούμενοι τοῦ Θεοῦ, μείζονα ὑποστῶσι τιμωρίαν, διὰ τὴν ἄγαν αὐτῶν καταφρόνησιν. Ὅταν γὰρ ἁμαρτάνοντες τιμώμεθα παρὰ τοῦ Θεοῦ, ἀνθ᾽ ὧν τιμωρεῖσθαι ὠφείλομεν, αὐτὸ τοῦτο ἡμᾶς μάλιστα εἰς τὸ πῦρ μειζόνως ἐμβαλεῖν δυνήσεται. Εἰ γὰρ μακροθυμίας τις ἀπολαύων μόνον, ἂν εἰς δέον αὐτῇ μὴ χρήσηται, χαλεπωτέραν ἔχει τὴν τιμωρίαν· ὅταν μετὰ τῆς μακροθυμίας καὶ τιμὰς μεγίστας ἔχῃ, εἶτα ἐπιμένῃ τῇ πονηρίᾳ, τίς αὐτὸν ἐξαιρήσεται τῆς κολάσεως; Ὥσπερ δὲ τὸ μὴ δοῦναι δίκην ἐνταῦθα τῶν ἁμαρτημάτων, χαλεπωτέραν ἐκεῖ ποιεῖ τὴν τιμωρίαν· οὕτω τὸ πολλῆς ἀνέσεως ἀπολαύειν ἁμαρτάνοντας καὶ εὐπορίας, ἐφόδιον τοῖς ἁμαρτάνουσι καὶ ὑπόθεσις κολάσεως μείζονος γίνεται. [

Εἰ ὁ μωρὸν λέγων τὸν ἀδελφὸν αὐτοῦ, τῆς ἐσχάτης κολάσεώς ἐστιν ἄξιος· ὁ κακοῦργον, καὶ βάσκανον, καὶ μυρία ἄλλα τοιαῦτα κατηγορῶν, πόσον ἑαυτῷ τὸ τῆς γεέννης συνάξει πῦρ; τὸ γὰρ, Μωρὲ, τῶν εἰρημένων πολλῷ κουφότερον εἰς ὕβρεως λόγον ἐστί. Διόπερ ἐκεῖνα παρεὶς, τοῦτο ἔθηκεν ὁ Χριστὸς, ἵνα μάθῃς, ὅτι εἰ τὸ φορητότερον λεχθὲν τὴν γέενναν ἐπισπᾶται κατὰ τοῦ λέγοντος, πολλῷ μᾶλλον τὰ βαρύτατα καὶ ἀφορητότερα τοῦτο ἐργάσεται. Εἰ δέ τινες ὑπερβολὴν τοῦ λόγου καταγινώσκοντες, ὑπὲρ τοῦ φοβῆσαι μόνον ταύτην εἰρῆσθαι τὴν ἀπειλὴν νομίζουσιν, ὥρα αὐτοὺς καὶ τοὺς μοιχοὺς καὶ εἰδωλολάτρας τῆς εἰρημένης ἀπαλλάττειν κολάσεως. Εἰ γὰρ φόβου ἕνεκεν τοῖς λοιδόροις ἠπείλησε, δῆλον ὅτι κἀκείνοις· ὁμοῦ γὰρ ἅπαντας συναγαγὼν, οὕτως ἐπήγαγε τῆς βασιλείας τὴν ἔκπτωσιν.

Τί οὖν, φησὶν, ὁ λοίδορος μετὰ τοῦ μοιχοῦ καὶ μαλακοῦ κείσεται; Εἰ μὲν τὴν αὐτὴν αὐτοῖς δώσει δίκην, ἑτέρου τοῦτο ζητῆσαι καιροῦ· ὅτι δὲ τῆς βασιλείας ὁμοίως ἐκπεσεῖται ἐκεῖνος, τῷ Παύλῳ πείθομαι λέγοντι, μᾶλλον δὲ τῷ ἐνεργοῦντι ἐν αὐτῷ Χριστῷ, ὅτι οὔτε οὗτοι, οὔτε ἐκεῖνοι βασιλείαν Θεοῦ κληρονομήσουσιν. Εἴ τινος ἡμῶν πρᾶγμα κρυπτὸν εἰς μέσον ἠνέχθη τήμερον ἐπὶ τῆς ἐκκλησίας μόνης, οὐκ ἂν ἀπώλετο καὶ τὴν γῆν εὔξατο αὐτῷ διαστῆναι μᾶλλον ἂν, ἢ τοσούτους μάρτυρας κακίας ἔχειν; Τί οὖν τότε πεισόμεθα, ὅταν ἐπὶ τῆς οἰκουμένης εἰς μέσον ἅπαντα φέρηται ἐν οὕτω θεάτρῳ λαμπρῷ καὶ περιφανεῖ, καὶ τῶν γνωρίμων καὶ τῶν ἀγνώστων ἡμῖν ἅπαντα κατοπτευόντων; τίνος ἐσόμεθα, ὅταν δεθέντες εἰς τὸ ἐξώτερον ἀπαγώμεθα σκότος; μᾶλλον δὲ τί ποιήσομεν (ὃ πάντων ἐστὶ φοβερώτερον) ὅταν τῷ Θεῷ προσκρούσωμεν; Εἰ γάρ τις αἴσθησιν ἔχει καὶ νοῦν, ἤδη καὶ τὴν γέενναν ὑπέμεινεν, ὅταν ἐξ ὄψεως γένηται τοῦ Θεοῦ. Καὶ γὰρ ἐχρῆν, οὐχ ὅταν κολαζώμεθα, ἀλγεῖν, ἀλλ᾽ ὅταν ἁμαρτάνωμεν· τὸ γὰρ προσκροῦσαι τῷ Θεῷ τοῦ κολασθῆναι χαλεπώτερον.

Νῦν δ᾽ οὕτως ἀθλίως διακείμεθα, ὡς, εἰ μὴ γεέννης φόβος ἦν, μηδὲ ἂν ἑλέσθαι ταχέως ποιῆσαί τι καλόν. Διόπερ εἰ καὶ μηδενὸς ἕνεκεν ἑτέρου, τούτου γε ἕνεκεν γεέννης ἂν εἴημεν ἄξιοι, τὴν γέενναν μᾶλλον τοῦ Θεοῦ φοβούμενοι.] Οἱ γὰρ πολλὰ πταίοντες καὶ μὴ κολαζόμενοι, φοβεῖσθαι καὶ δεδοικέναι ὀφείλουσιν· αὔξεται γὰρ αὐτοῖς τὰ τῆς τιμωρίας, διὰ τῆς ἀτιμωρησίας καὶ τῆς μακροθυμίας τοῦ Θεοῦ.

Ὅταν οὖν ἴδῃς ἀδίκως πλουτοῦντα καὶ εὐημεροῦντά τινα, μὴ μακαρίσῃς, ἀλλὰ δάκρυσον τὸν τοιοῦτον· καὶ γὰρ προσθήκη κολάσεως ὁ πλοῦτος οὗτος αὐτῷ. Ὥσπερ γὰρ οἱ πολλὰ ἁμαρτόντες, καὶ μὴ βουλόμενοι μετανοεῖν, θησαυρίζουσιν ἑαυτοῖς θησαυρὸν ὀργῆς· οὕτως οἱ μετὰ τοῦ μηδὲ κολάζεσθαι καὶ εὐπραγίας ἀπολαύοντες, μείζονα ὑποστήσονται τὴν τιμωρίαν. Οὐ γὰρ πάντων τῶν ἁμαρτημάτων αἱ αὐταὶ κολάσεις, ἀλλὰ πολλαὶ καὶ διάφοροι, καὶ ἀπὸ χρόνων, καὶ ἀπὸ προσώπων καὶ ἀπὸ ἀξιωμάτων, καὶ ἀπὸ συνέσεως.

Καὶ γὰρ ἐὰν ὦσι πονηροὶ δύο, οὐ τῶν αὐτῶν ἐνταῦθα ἀπολαύσαντες, ἀλλ᾽ ὁ μὲν ἐν πλούτῳ, ὁ δὲ ἐν πενίᾳ, οὐχ ὁμοίως ἐκεῖ τιμωρηθήσονται, ἀλλ᾽ ὁ εὐπορώτερος χαλεπώτερα. Διὰ γὰρ τοῦτο οὐδὲ πάντας ἐνταῦθα ἀπαιτεῖ δίκην ὁ Θεὸς, ἵνα μὴ ἀπογνῷς τὴν ἀνάστασιν, καὶ ἀπελπίσῃς τὴν κρίσιν, ὡς πάντων ἐνταῦθα διδόντων λόγων· οὔτε πάντας ἀφίησιν ἀτιμωρητὶ ἀπελθεῖν, ἵνα μὴ πάλιν ἀπρονόητα εἶναι τὰ πάντων νομίσῃς. Ἆρά γε οὐχὶ τὰ ὅμοια τοῖς πρὶν δι᾽ ἁμαρτήματα τιμωρηθεῖσι πράττουσι καὶ νῦν πολλοί;

Καὶ πάνυ· ὅταν γὰρ μὴ σαρκικὸν, ἀλλὰ πνευματικὸν ἀνέλῃς ἀδελφὸν, ὡς ὁ Κάϊν, οὐ ταὐτὰ εἰργάσω; Τί γὰρ, εἰ καὶ μὴ ξίφει, ἀλλ᾽ ἑτέρῳ τρόπῳ; οὐδεὶς οὖν ἐφθόνησε νῦν τῷ αὐτοῦ ἀδελφῷ; οὐδεὶς περιέβαλε κινδύνοις; Ἀλλ᾽ ἐνταῦθα οὐκ ἔδοσαν δίκην. Ἀλλὰ δώσουσιν. Εἰ γὰρ ὁ μήτε νόμων ἀκούσας γραπτῶν μήτε προφητῶν, μήτε σημεῖα θεασάμενος μεγάλα, τοσαύτην δίδωσι τιμωρίαν, ὁ ὑστέρως ταὐτὰ δεδρακὼς, καὶ μηδὲ τοσούτοις παραδείγμασι σωφρονιζόμενος, ἀτιμώρητος ἔσται; καὶ ποῦ τοῦ Θεοῦ τὸ δίκαιον; Ἀλλὰ καὶ τοῦ Ἠλεὶ οἱ υἱοὶ ἐπειδὴ πρὸ τοῦ θυμιάματος ἤσθιον, δίκην ἔδοσαν χαλεπωτάτην μετὰ τοῦ πατρός. Οὐδεὶς οὖν γέγονε πατὴρ ῥᾴθυμος περὶ παῖδας, οὔτε μοχθηροὶ παῖδες; ἀλλ᾽ οὐδεὶς ἔδωκε δίκην· πότε οὖν δώσουσιν ἐὰν μὴ γέεννα ᾖ;

Τί δὲ ὁ Ἀνανίας καὶ ἡ Σάπφειρα, ἐπειδὴ ἔκλεψαν ἐξ ὧν ἀνέθηκαν, καὶ παραχρῆμα ἐτιμωρήθησαν; οὐδεὶς ἐξ ἐκείνου τοῦτο ἐποίησε; πῶς οὖν οὐκ ἔδωκαν τὴν αὐτὴν δίκην; Ἆρά σε πείθομεν γέενναν εἶναι, ἢ πλειόνων δεηθησόμεθα παραδειγμάτων;

Ἐβουλόμην καὶ αὐτὸς ἐγὼ μὴ εἶναι κόλασιν, καὶ μάλιστα πάντων ἐγώ. Τί δήποτε; Ὅτι ὑμῶν μὲν ἕκαστος ὑπὲρ τῆς ἑαυτοῦ δέδοικε ψυχῆς, ἐγὼ δὲ καὶ τῆς προστασίας ταύτης εὐθύνας ὑπέχω. Ὥστε μάλιστα πάντων ἐμὲ ταύτην διαφυγεῖν ἀδύνατον. Οὐ τοίνυν εὐεργετῶν μόνον, ἀλλὰ καὶ κολάζων ἀγαθός ἐστι καὶ φιλάνθρωπος ὁ Θεός. Καὶ γὰρ καὶ αἱ κολάσεις αὐτοῦ καὶ αἱ τιμωρίαι μέγιστον εὐεργεσίας μέρος εἰσίν· ἐπεὶ καὶ ἰατρὸς οὐχ ὅταν εἰς παραδείσους καὶ λειμῶνας ἐξάγῃ τὸν κάμνοντα μόνον, οὐδ᾽ ὅταν εἰς βαλανεῖα καὶ κολυμβήθρας ὑδάτων, ἀλλὰ καὶ ὅταν ἄσιτον κελεύῃ διαμένειν, ὅταν τέμνῃ, ὅταν πικρὰ προσάγῃ φάρμακα, καὶ τότε ἰατρός ἐστιν ὁμοίως, καὶ τὴν αὐτοῦ φιλανθρωπίαν ἐπιδείκνυσι πλέον. Ὅταν οὖν ἴδῃς τινὰ ἀρετῆς ἐπιμελούμενον, καὶ μυρίους ὑπομένοντα πειρασμοὺς, μακάρισον, ζήλωσον, ὡς καὶ τῶν ἁμαρτημάτων αὐτῷ ἐνταῦθα διαλυομένων πάντων, καὶ πολλῶν τῆς ὑπομονῆς ἑτοιμαζομένων ἐκεῖ τῶν μισθῶν. Τῶν γὰρ ἀνθρώπων οἱ μὲν ἐνταῦθα τιμωροῦνται μόνον· οἱ δὲ ἐνταῦθα μὲν οὐδὲν πάσχουσι τοιοῦτον, πᾶσαν δὲ ἐκεῖ τὴν τιμωρίαν ἀπολαμβάνουσιν· οἱ δὲ καὶ ἐνταῦθα καὶ ἐκεῖ κολάζονται. Τίνας οὖν ἐκ τῶν τριῶν μακαρίζετε τούτων; Πρώτους μὲν εὖ οἶδ᾽ ὅτι τοὺς ἐνταῦθα κολαζομένους καὶ ἀποτιθεμένους τὰ ἁμαρτήματα· δευτέρους δὲ μετ᾽ ἐκείνους, τίνας;

Ὑμεῖς μὲν ἴσως τοὺς οὐδὲν ἐνταῦθα πάσχοντας, ἀλλ᾽ ἐκεῖ πᾶσαν ὑπομένοντας τὴν τιμωρίαν· ἐγὼ δὲ οὐ τούτους, ἀλλὰ τοὺς καὶ ἐνταῦθα καὶ ἐκεῖ κολαζομένους. Ὁ μὲν γὰρ ἐνταῦθα τιμωρίαν δοὺς, κουφοτέρας αἰσθήσεται ἐκεῖ τῆς κολάσεως· ὁ δὲ πᾶσαν ἀναγκαζόμενος ἐκεῖ τὴν κόλασιν ὑπομεῖναι, ἀπαραίτητον ἕξει τὴν δίκην. Τίνος γὰρ ἕνεκεν ὁ Θεὸς ἃ μέλλει δεινὰ ποιεῖν προλέγει; ἵνα μὴ ποιήσῃ ἃ προλέγει. Διὰ τοῦτο καὶ γέενναν ἠπείλησεν, ἵνα μὴ ἀπάγῃ εἰς γέενναν. Φοβείτω γὰρ, φησὶν, ὑμᾶς τὰ ῥήματα, καὶ μὴ λυπείτω τὰ πράγματα.

Καλαί σου, Δέσποτα, καὶ αἱ ἐπαγγελίαι· καλή σου καὶ ἡ προσδοκωμένη βασιλεία, καὶ γέεννα πάλιν ἀπειλουμένη· προτρέπεται γὰρ καλῶς ἡ βασιλεία, φοβεῖ δὲ χρησίμως ἡ γέεννα. Ἀπειλεῖ γὰρ γέενναν ὁ Θεὸς, οὐχ ἵνα εἰς γέενναν ἐμβάλῃ, ἀλλ᾽ ἵνα γεέννης ἀπαλλάξῃ· εἰ γὰρ ἐβούλετο κολάσαι, οὐκ ἂν προηπείλησεν, ἵνα ἀσφαλισάμενοι διαφύγωμεν τὰ ἀπειλούμενα. Ἀπειλεῖ τὴν τιμωρίαν ἵνα φύγωμεν τὴν πεῖραν τῆς τιμωρίας· φοβεῖ, τῷ λόγῳ, ἵνα μὴ κολάσῃ τῷ ἔργῳ. Ὁ μὲν γὰρ μὴ προσδοκῶν ἀναστήσεσθαι, μηδὲ εὐθύνας δώσειν τῶν ἐνταῦθα πεπραγμένων αὐτῷ, ἀλλὰ μέχρι τοῦ παρόντος βίου τὰ ἡμέτερα στήσεσθαι νομίζων, καὶ περαιτέρω μηδὲν εἶναι πλέον, οὔτε ἀρετῆς ἐπιμελήσεται, οὔτε κακίας ἀφέξεται, ἀλλ᾽ ἐπιδοὺς ἑαυτὸν ταῖς ἀτόποις ἐπιθυμίαις, πᾶν εἶδος ἐπελεύσεται πονηρίας· ὁ δὲ περὶ τῆς μελλούσης ἑαυτὸν πεπεικὼς κρίσεως, καὶ τὸ φοβερὸν δικαστήριον ἐκεῖνο πρὸ τῶν ὀφθαλμῶν ἔχων, καὶ τὰς ἀπαραιτήτους εὐθύνας, καὶ τὴν ἀπαραλόγιστον ψῆφον, παντὶ τρόπῳ πειράσεται σωφροσύνης μὲν καὶ ἐπιεικείας ἀντέχεσθαι καὶ τῆς ἄλλης ἀρετῆς, ἀκολασίαν δὲ καὶ θρασύτητα καὶ τὴν ἄλλην ἅπασαν πονηρίαν ἐκφυγεῖν. Οὐ γὰρ τοσοῦτον ἐργάσασθαι δυνήσεται λόγος, ὅσον ἐργάζεται φόβος· ὁ γὰρ τῆς γεέννης φόβος τὸν τῆς βασιλείας ἡμῖν κομιεῖται στέφανον.

Οἶδα ὅτι πολλοὶ τὴν γέενναν μόνον πεφρίκασιν· ἐγὼ δὲ τὴν ἔκπτωσιν τῆς δόξης τῶν οὐρανῶν πολὺ τῆς γεέννης κόλασιν πικροτέραν εἶναί φημι. Εἰ δὲ μὴ δυνατὸν παραστῆσαι τῷ λόγῳ, θαυμαστὸν οὐδέν· οὐδὲ γὰρ ἴσμεν ἐκείνων τῶν ἀγαθῶν τὴν μακαριότητα. ἵνα καὶ τὴν ἀθλιότητα τὴν ἀπὸ τῆς στερήσεως αὐτῶν σαφῶς ἴδωμεν· ἐπεὶ Παῦλος ὁ ταῦτα σαφῶς εἰδὼς, οἶδεν ὅτι τὸ ἐκπεσεῖν τῆς δόξης τοῦ Χριστοῦ, πάντων ἐστὶ χαλεπώτερον. Καὶ τοῦτο εἰσόμεθα τότε, ὅταν εἰς αὐτὴν τὴν πεῖραν ἐμπέσωμεν.

Ἀλλὰ μήποτε τοῦτο πάθοιμεν, ὦ μονογενὲς τοῦ Θεοῦ Παῖ, μηδὲ λάβοιμέν ποτέ τινα πεῖραν τῆς ἀνηκέστου ταύτης κολάσεως· ἀφόρητος μὲν γὰρ καὶ ἡ γέεννα καὶ ἡ κόλασις ἐκείνη· πλὴν κἂν μυρίας τιθῇς γεέννας, οὐδὲν τοιοῦτον ἐρεῖς, οἷον τὸ τῆς μακαρίας ἐκπεσεῖν δόξης ἐκείνης, τὸ μισηθῆναι παρὰ τοῦ Χριστοῦ, τὸ ἀκοῦσαι ὅτι Οὐκ οἶδα ὑμᾶς, τὸ ἐγκληθῆναι, ὅτι πεινῶντα αὐτὸν ἰδόντες οὐκ ἐθρέψαμεν. Καὶ γὰρ βέλτιον μυρίους ὑπομεῖναι κεραυνοὺς, ἢ τὸ πρόσωπον ἐκεῖνο τὸ ἥμερον ἰδεῖν ἀποστρεφόμενον ἡμᾶς, καὶ τὸν γλυκὺν ὀφθαλμὸν οὐκ ἀνεχόμενον εἰς ἡμᾶς βλέπειν. Εἰ γὰρ αὐτὸς ἐχθρὸν ὄντα με καὶ μισοῦντα αὐτὸν καὶ ἀποστρεφόμενον οὕτως ἐδίωξεν, ὡς μηδὲ ἑαυτοῦ φείσασθαι, ἀλλὰ ἐκδοῦναι ἑαυτὸν εἰς θάνατον· ὅταν μετὰ πάντα ἐκεῖνα μήτε ἄρτου ἀξιώσω αὐτὸν λιμώττοντα, ποίοις λοιπὸν αὐτὸν ὀφθαλμοῖς ὄψομαι; Εἰπὲ δή μοι, εἴ τίς σε γεγηρακότα καὶ ἐν πενίᾳ ζῶντα ἐπηγγέλλετο ποιήσειν ἐξαίφνης νέον, καὶ εἰς αὐτὴν ἄξειν τῆς ἡλικίας τὴν ἀκμὴν, καὶ σφόδρα ἰσχυρὸν καὶ ὡραῖον ὑπὲρ πάντας κατασκευάσειν, καὶ βασιλείαν δώσειν τῆς γῆς ἁπάσης ἐπὶ ἔτεσι χιλίοις, τί οὐκ ἂν ὑπὲρ ταύτης εἵλου τῆς ὑποθέσεως καὶ ποιῆσαι καὶ παθεῖν; τοῦ δὲ Χριστοῦ οὐχὶ ταῦτα, ἀλλὰ τὰ πολλῷ μείζονα τούτων ἐπαγγελομένου, ἃ ἡτοίμασε τοῖς ἀγαπῶσιν αὐτὸν, πόσα οὐκ ἄξιον προέσθαι χρήματα; μᾶλλον δὲ πόσας οὐκ ἄξιον προέσθαι ψυχάς;

Ἀλλ᾽ ἐπειδὴ σωματικοῖς ὀφθαλμοῖς ταῦτα ἰδεῖν οὐκ ἔστιν, ἀνάβηθι τῷ λογισμῷ, καὶ ὑπὲρ τὸν οὐρανὸν τοῦτον στὰς, ἀνάβλεψον εἰς ἐκεῖνον τὸν ἀνωτέρω τούτου οὐρανὸν, εἰς τὸ ὕψος τὸ ἄπειρον, εἰς τὸ φῶς τὸ ἀπρόσιτον, εἰς τοὺς δήμους τῶν ἀγγέλων, καὶ πάλιν ἐπιλαβοῦ τῆς παρ᾽ ἡμῖν εἰκόνος, καταβὰς ἄνωθεν, καὶ ὑπόγραψόν μοι τὰ περὶ τὸν βασιλέα τὸν ἐπὶ γῆς, οἷον ἄνδρας χρυσοφοροῦντας, καὶ ζεῦγος λευκῶν ἡμιόνων χρυσῷ καλλωπιζομένων, καὶ ὄχημα χρυσοκόλλητον καὶ πέταλα τούτῳ περισειόμενα, καὶ δράκοντας ἐν ἱματίοις σχηματιζομένους σηρικοῖς, καὶ ἀσπίδας χρυσοῦς ἐχούσας ὀφθαλμοὺς, καὶ ἵππους χρυσοφοροῦντας, καὶ χαλινοὺς χρυσοῦς· καὶ ταῦτα συναγαγὼν ἀκριβῶς, ἀπὸ τούτων μετάθες πάλιν ἐπὶ τὰ ἄνω τὸν λογισμὸν, καὶ τὴν ἡμέραν ἐννόησον τὴν φοβερὰν καθ᾽ ἣν ὁ Χριστὸς παραγίνεται.

Οὐ γὰρ ζεῦγος ἡμιόνων ὄψει τότε, οὐδὲ ὀχήματα χρυσᾶ, οὐδὲ δράκοντας καὶ ἀσπίδας, ἀλλὰ τὸν οὐρανὸν ἀνοιγόμενον μὲν ἅπαντα, κατερχόμενον δὲ τὸν μονογενῆ τοῦ Θεοῦ Υἱὸν, οὐκ εἴκοσιν οὐδὲ ἑκατὸν δορυφορούντων αὐτὸν, ἀλλὰ χιλιάδων καὶ μυριάδων ἀγγέλων τε καὶ ἀρχαγγέλων· καὶ πάντα ἔσται φόβου καὶ τρόμου μεστὰ, τῶν πώποτε γενομένων ἀνθρώπων, ἐξ οὗ γέγονεν ὁ Ἀδὰμ μέχρι τῆς ἡμέρας ἐκείνης, ἀπὸ γῆς ἀνισταμένων καὶ ἁρπαζομένων· καὶ αὐτοῦ μετὰ τοσαύτης φαινομένου δόξης, ὥστε τὸν ἥλιον καὶ τὴν σελήνην ἅπαν κρύψαι τὸ φῶς τῆς αὐγῆς ἐκείνην ὑπερλαμπόμενον, καὶ ἀποδιδόντος ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. Ἀλλ᾽ οἱ πολλοὶ τῶν ἀλογώτερον διακειμένων παραμυθίαν τινὰ φέρειν νομίζουσι τὸ μετὰ πάντων ἐν τῇ γεέννῃ κολάζεσθαι· καὶ γὰρ σφόδρα ψυχρὸς οὗτος ὁ λόγος, τὸ λέγειν, Ὡς πάντες κἀγώ.

Ἐννόησόν μοι τοὺς ὑπὸ ποδαλγίας κατεχομένους, οἳ, ὅταν ὑπὸ δριμείας ὀδύνης κατατείνωνται, κἂν μυρίους δείξῃς χαλεπώτερα πάσχοντας, οὐδὲ εἰς νοῦν λαμβάνουσι. Τὸ γὰρ ἐπιτεταμένον τῆς ἀλγηδόνος οὐ συγχωρεῖ τῷ λογισμῷ σχολήν τινα σχεῖν εἰς τὸ λογίσασθαι ἑτέρους καὶ παραμυθίαν εὑρεῖν. Μὴ τοίνυν ταῖς ψυχραῖς ταύταις ἐλπίσι τρεφώμεθα. Τὸ γὰρ δέξασθαι παραμυθίαν ἐκ τῶν τοῦ πέλας κακῶν, ἐν τοῖς συμμέτροις γίνεται τῶν παθῶν· ὅταν δὲ ὑπερέχῃ ἡ βάσανος καὶ ζάλης ᾖ μεστὰ πάντα τὰ ἔνδον, καὶ μηδὲ ἑαυτὴν εἰδέναι ἡ ψυχὴ λοιπὸν ἔχῃ, πόθεν παραμυθίαν καρπώσεται; Εἴ τίς σε εἰς θέατρον ἤγαγεν, ἔνθα πάντες ἐκάθηντο χρυσᾶς περιβεβλημένοι στολὰς, καὶ ἐν μέσῳ τῷ πλήθει ἕτερόν τινα ἀπέδειξεν ἀπὸ λίθων καὶ μαργαριτῶν μόνων καὶ τὰ ἱμάτια καὶ τὸν στέφανον τὸν ἐπὶ τῆς κεφαλῆς ἔχοντα, εἶτά σε ἐπηγγείλατο εἰς ἐκεῖνον κατατάξειν τὸν δῆμον, ἆρα οὐκ ἂν ἅπαντα ἔπραξας ὥστε τῆς ἐπαγγελίας ταύτης τυχεῖν; Νῦν δὲ οὐκ ἀπὸ τοιούτων, ἀλλ᾽ ἀπὸ τῶν οὐδὲ ἑρμηνευθῆναι δυνατῶν τοῦ ἐν οὐρανοῖς ἡμῖν συγκειμένου θεάτρου (περὶ γὰρ τοῦ βασιλέως οὐδὲ εἰπεῖν ἔνι), ἵνα μὴ μικρὸν πονήσωμεν χρόνον, τοσούτων ἑαυτοὺς ἀποστερήσομεν ἀγαθῶν;

Εἰ γὰρ μυρίους θανάτους καθ᾽ ἑκάστην ἡμέραν ὑπομένειν ἐχρῆν· εἰ καὶ τὴν γέενναν αὐτὴν ὑπὲρ τοῦ τὸν Χριστὸν ἰδεῖν ἐρχόμενον ἐν τῇ δόξῃ αὐτοῦ, καὶ εἰς τὸν τῶν ἁγίων καταλεγῆναι χορὸν, οὐκ ἐχρῆν ἅπαντα ὑπομένειν ἐκεῖνα; Ἀλλ᾽ οἱ πολλοὶ τῶν ἀλογώτερον διακειμένων τὸ τῆς γεέννης ἀπαλλαγῆναι μόνον ἀγαπητὸν τίθενται· ἐγὼ δὲ τῆς γεέννης πολλῷ χαλεπωτέραν κόλασιν εἶναί φημι τὸ μὴ γενέσθαι ἐν τῇ τοῦ Χριστοῦ δόξῃ, καὶ τὸν ἐκπεσόντα ἐκεῖθεν οὐχ οὕτως οἶμαι δεῖν πενθεῖν τὰ ἐν τῇ γεέννῃ κακὰ, ὡς τὴν ἀπόπτωσιν [τὴν ἐκ] τοῦ Δεσπότου· τοῦτο γὰρ μόνον πάντων χαλεπώτερον εἰς κολάσεως λόγον ἐστίν. Εἰ τὸν Χριστὸν ἐφιλοῦμεν, ὡς φιλεῖν ἐχρῆν, ἔγνωμεν ἄν τι γεέννης χαλεπώτερον τὸ προσκροῦσαι τῷ φιλουμένῳ· ἐπειδὴ δὲ οὐ φιλοῦμεν, οὐκ ἴσμεν τῆς κολάσεως ταύτης τὸ μέγεθος· καὶ τοῦτό ἐστιν ὃ μάλιστα ὀδύρομαι καὶ θρηνῶ. Εἰ γὰρ ἄνθρωπος ἦν ὁ οὕτω φιλῶν, βασιλεὺς δὲ ὁ οὕτω φιλούμενος, οὐκ ἂν ᾐδέσθη τὸ τοῦ ἔρωτος μέγεθος; σφόδρα μὲν οὖν· ὅταν δὲ τοὐναντίον ᾖ, καὶ ἄφατον μὲν ἐκείνου τὸ κάλλος καὶ ἡ δόξα καὶ ὁ πλοῦτος τοῦ φιλοῦντος ἡμᾶς, ἡμῶν δὲ πολλὴ ἡ εὐτέλεια, πῶς οὐχὶ μυρίας ἐσμὲν ἄξιοι κολάσεως οἱ οὕτως εὐτελεῖς καὶ ἀπεῤῥιμμένοι, παρὰ τοιούτου μεγάλου καὶ θαυμαστοῦ φιλούμενοι μεθ᾽ ὑπερβολῆς ἁπάσης, καὶ καταφρονοῦντες αὐτοῦ τῆς ἀγάπης, τοῦ μηδὲν ἡμῶν προτιμῶντος;

Ἕνα γὰρ εἶχεν Υἱὸν μονογενῆ καὶ γνήσιον, καὶ οὐδὲ τούτου ἐφείσατο δι᾽ ἡμᾶς· ἡμεῖς δὲ αὐτοῦ τὰ τοῦ Σατανᾶ ἐπιτάγματα προτιμῶμεν. Ἆρ᾽ οὖν οὐκ εἰκότως γέεννα καὶ κόλασις, εἰ καὶ διπλῆ καὶ τριπλῆ ἦν καὶ μυριάκις τοσαύτη;

Μὴ δή μου καταγνῶτε τῆς θρηνῳδίας· οὐ γὰρ τὸ θρηνεῖν, ἀγαπητοὶ, χαλεπὸν, ἀλλὰ τὸ θρήνων ἄξια ποιεῖν, οὐδὲ τὸ ὀδύρεσθαι ἀποτρόπαιον, ἀλλὰ τὸ ὀδυρμῶν παραίτια πράττειν. Μὴ κολασθῇς, καὶ οὐ πενθῶ· μὴ ἐμβληθῇς εἰς γέενναν, καὶ οὐκ ὀδύρομαι.

Βέλτιον γὰρ ἐν τούτοις ἡμᾶς δάκνεσθαι νῦν, ἢ κατ᾽ ἐκεῖνον τὸν καιρὸν τιμωρουμένους. Σὺ δὲ, ἂν μὲν τὸ σῶμά σου ἀσθενῇ, πάντας παρακαλεῖς συναλγεῖν σοι, καὶ ἀσυμπαθεῖς ἡγῇ τοὺς μὴ συναλγοῦντάς σοι· τῆς δὲ ψυχῆς ἀπολλυμένης, λέγεις μοι μὴ πενθεῖν; Ἀλλ᾽ οὐ δύναμαι· πατὴρ γάρ εἰμι, καὶ πατὴρ φιλόστοργος.

Εἴθε ἦν ἰδεῖν ὑμᾶς τῆς διανοίας μου τὴν πυρὰν, καὶ ἔγνωτε ἂν, ὅτι πάσης γυναικὸς χηρείαν ἄωρον ὑποστάσης πλέον καίομαι. Οὐχ οὕτω γυνὴ πενθεῖ τὸν ἄνδρα τὸν ἑαυτῆς, οὐδὲ πατὴρ υἱὸν, ὡς ἐγὼ τὸ πλῆθος τοῦτο τὸ παρ᾽ ἡμῖν, ὅτε οὐδεμίαν ὁρῶ προκοπὴν ἐν ὑμῖν. Ἀλλὰ πάντες εἰς διαβολὰς καὶ κατηγορίας, καὶ ἅπας ἡμῖν ὁ καιρὸς εἰς τὸ κατηγορεῖν ἀναλίσκεται.

Εἴδετέ ποτε τοὺς ἀπαγομένους ἐπὶ θάνατον; ποίαν νομίζετε αὐτοῖς εἶναι τὴν ψυχὴν, τὴν μέχρι τῆς πύλης ὁδὸν βαδίζουσι; πόσων θανάτων οὐ χείρονα; τί οὐκ ἂν ἕλοιντο καὶ πρᾶξαι καὶ παθεῖν, ὥστε ἀπαλλαγῆναι τῆς ἀχλύος ἐκείνης καὶ τοῦ νέφους;

Ἐγὼ πολλῶν ἤκουσα λεγόντων, φιλανθρωπίᾳ βασιλικῇ μετὰ τὴν ἀπαγωγὴν εἰς τοὐπίσω κληθέντων, ὅτι οὐδὲ ἀνθρώπους ἑωρῶμεν τοὺς ἀνθρώπους, τεθορυβημένης τῆς ψυχῆς καὶ ἐκπληττομένης καὶ ἐξεστηκυίας. Εἰ τοίνυν σωματικὸς ὑμᾶς θάνατος οὕτω φοβεῖ, ὅταν ὁ αἰώνιος παραγένηται, τί ποιήσομεν; ὅταν τὴν γῆν ἀποῤῥηγνυμένην ἴδωμεν, ὅταν τὸν οὐρανὸν συνελκόμενον, ὅταν αὐτὸν παραγενόμενον τὸν τῶν ἁπάντων βασιλέα, τίς ἄρα ἡμῖν ἔσται τότε ἡ ψυχή;

Εἰ ἑτέρων ἀναιρουμένων τὸν θάνατον τοῦτον τὸν ὕπνου οὐδὲν διαφέροντα, οἱ μηδὲν κοινωνοῦντες οὕτω διατίθενται, ὡς καταπεπτωκυῖαν καὶ παρειμένην τὴν ψυχὴν ἔχειν ἀπὸ τοῦ φόβου καὶ τῆς ἀθυμίας· ὅταν ἡμεῖς αὐτοὶ τοῖς μείζοσι περιπίπτωμεν ἀθάνατα κολαζόμενοι, τίς ἄρα ἔσται κατάστασις; Οὐκ ἔστι, πιστεύσατε, παραστῆσαι τῷ λόγῳ τὸ πάθος, οὐκ ἔστι.

Ναὶ, φησὶν, ἀλλὰ φιλάνθρωπος ὁ Θεὸς, καὶ οὐδὲν τούτων ἔσται. Οὐκοῦν εἰκῆ γέγραπται; Οὒ, φησὶν, ἀλλὰ πρὸς ἀπειλὴν μόνον, ἵνα σωφρονῶμεν. Ἂν οὖν οὐ σωφρονῶμεν, ἀλλὰ μείνωμεν κακοὶ, οὐκ ἐπάξει τὴν κόλασιν; Οὐκοῦν οὐδὲ τοῖς ἀγαθοῖς ἀποδώσει τὰς ἀμοιβάς. Ναὶ, φησί· τοῦτο γὰρ πρέπον ἐστὶ, καὶ ὑπὲρ τὴν ἀξίαν εὐεργετεῖν. Ὥστε ἐκεῖνα μὲν ἀληθῆ καὶ πάντως ἔσται, τὰ δὲ τῶν κολάσεων οὐ πάντως, ἀλλ᾽ ἀπειλῆς ἕνεκεν καὶ φόβου; Τί οὖν; ἤκουσας περὶ κατακλυσμοῦ; μὴ καὶ ἐκεῖνα ἕνεκεν ἀπειλῆς εἴρηται; οὐχὶ ἐξέβη καὶ γέγονε; Τοιαῦτα καὶ ἐκεῖνοι πολλὰ ἔλεγον, καὶ ἐν ἑκατὸν ἔτεσι τῆς κιβωτοῦ τεκταινομένης, καὶ τοῦ δικαίου βοῶντος, οὐδεὶς ὁ πιστεύων ἦν· ἀλλ᾽ ἐπειδὴ οὐκ ἐπίστευσαν τῇ διὰ τῶν ῥημάτων ἀπειλῇ, ὑπέστησαν τὴν διὰ τῶν πραγμάτων τιμωρίαν· ἧς τὴν πεῖραν ἐκφυγεῖν σπουδάσωμεν, ὅση δύναμις, ἵνα καὶ τὸν ἐνταῦθα βίον εὐμαρῶς διανύσωμεν, καὶ τῶν μελλόντων ἀγαθῶν ἐπιτύχωμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ᾽ οὗ τῷ Πατρὶ δόξα ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ἀμήν.