Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Ἐκλογαὶ ἐκ διαφόρων ὁμιλιῶν

Ἰωάννης ὁ Χρυσόστομος

Λόγοι ΚΣΤ'-ΚΖ': Περί αρετής, κακίας και ανατροφής των παιδιών

Η προαίρεση στον πνευματικό αγώνα κατά της κακίας και η ύψιστη ευθύνη των γονέων για τη χριστιανική διαπαιδαγώγηση και ηθική διάπλαση των τέκνων τους.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 11 από 18

ΛΟΓΟΣ Κϛʹ. Περὶ ἀρετῆς καὶ κακίας. Εἰσί τινες τῶν ἐνταῦθα τῆς ἀρετῆς ἐπιμελούμενοι, οἳ τὴν ἀπὸ τῆς πόλεως ἀναχώρησιν προτιμώμενοι, τὰ ὄρη καταλαμβάνουσι· κἂν ἔρηταί τις τῆς ἀναχωρήσεως τὴν αἰτίαν, εὑρίσκει πρόφασιν συγγνώμην οὐκ ἔχουσαν· ἵνα γὰρ μὴ παραπόλωμαι, φησὶ, μηδὲ ἀμβλύτερος γένωμαι τὴν ἀρετὴν, ἀποπηδῶ. Καὶ πόσῳ βέλτιον ἀμβλύτερόν σε γενέσθαι, καὶ τοὺς ἄλλους κερδᾶναι, ἢ μένοντα ἐν ὕψει περιιδεῖν ἀπολλυμένους τοὺς ἀδελφούς; Ὅταν οὖν οἱ μὲν ἀρετῆς ἀμελῶσιν, οἱ δὲ ἐπιμελούμενοι πόῤῥω τῆς παρατάξεως γίνωνται, πῶς αἱρήσομεν τοὺς ἐχθρούς; Εἰ γὰρ καὶ σημεῖα ἦν νῦν, τίς ἂν ἐπείσθη, ἢ τίς προσέσχεν ἡμῖν τῶν ἔξωθεν, τῆς κακίας οὕτως ἐπιπολαζούσης; Καὶ γὰρ ὁ ὀρθὸς βίος ἡμῶν ἀξιοπιστότερος τοῖς πολλοῖς εἶναι δοκεῖ. Σημεῖα μὲν γὰρ παρὰ τῶν ἀναισχύντων καὶ πονηρῶν ἀνθρώπων καὶ ὑπόνοιαν δέξεται πονηράν· βίος δὲ καθαρὸς καὶ αὐτοῦ τοῦ διαβόλου τὸ στόμα μετὰ πολλῆς τῆς περιουσίας ἐμφράξαι δυνήσεται.

Εἰ τοίνυν τὸ εἶναι ἐν τῇ γῇ καὶ μὴ εἶναι, τρόπῳ καὶ προαιρέσει γίνεται, ἔξεστι δὲ μὴ εἶναι ἐν τῇ γῇ τὸν βουλόμενον, ὡς τοὺς περὶ τὸν Παῦλον, ἀποστήσωμεν ἑαυτοὺς τῆς γῆς, καὶ πρὸς τὸν οὐρανὸν ἀνέλθωμεν.

Οὐδὲν γάρ ἐστι τὸ κωλύον ἡμᾶς πάντας ὑπερβαλέσθαι, εἴ γε βουλοίμεθα. Εἰ γὰρ τέχνας οὕτω κατορθοῦμεν ὑπερβαινούσας τοὺς πολλοὺς, πολλῷ μᾶλλον ὃ μὴ τοσούτου δεῖται πόνου; Τί γὰρ, εἰπέ μοι, χαλεπώτερον τοῦ διὰ σχοίνου τεταμένης βαδίζειν καθάπερ ἐπὶ ἰσοπέδου, καὶ ἄνω περιπατοῦντα ὑποδύεσθαι καὶ ἀποδύεσθαι, καθάπερ ἐπὶ κλίνης καθήμενον; Τί δὲ, εἰπέ μοι, χαλεπώτερον τοῦ κόντον ἐπὶ τοῦ μετώπου λαβεῖν, εἶτα ἐπιθέντα ἄνω παιδίον, μυρία ποιεῖν καὶ τέρπειν τοὺς θεατάς; οὐχὶ οὕτω φρικτὸν ἡμῖν εἶναι τὸ πρᾶγμα δοκεῖ, ὡς μηδὲ θέλειν θεάσασθαι, ἀλλὰ δεδοικέναι καὶ τρέμειν καὶ πρὸς τὴν ὄψιν αὐτήν;

Ἀλλὰ πάντων τούτων εὐκολωτέρα ἡ ἀρετὴ, ἐὰν βουλώμεθα καὶ εἰς αὐτὸν τὸν οὐρανὸν ἀναβῆναι. Καὶ μή μοι λέγε, Θέλω, ἀλλ᾽ οὐ δύναμαι. Εἰ γὰρ πράγματός τινος ἐντὸς γενέσθαι βουλόμενοι, οὐχὶ τῷ θελῆσαι μόνον ἀρκούμεθα, ἀλλὰ καὶ τοῦ πράγματος ἁπτόμεθα, πολλῷ μᾶλλον εἰς τὸν οὐρανὸν ἀνελθεῖν βουλόμενοι τῆς πρακτικῆς ἀρετῆς δεησόμεθα. Εἰ δὲ βούλει μαθεῖν, ὡς οὐκ ἔστιν ἐπίπονος ἡ ἀρετὴ, οὐδὲ δυσκατόρθωτος, ἐννόησόν μοι τοὺς ἐν τοῖς ὄρεσιν ἡσυχάζοντας· οἳ καὶ οἰκίας ἀφιᾶσι καὶ γυναῖκας καὶ παῖδας καὶ προστασίαν ἅπασαν, καὶ ἐκτὸς ἑαυτοὺς τοῦ κόσμου ποιήσαντες, σάκκον περιθέμενοι, σποδὸν ὑποστρωσάμενοι, κλοιῷ τὸν τράχηλον ἐξαρτήσαντες, ἐν οἰκίσκῳ μικρῷ κατακλείσαντες ἑαυτοὺς, οὐδὲ μέχρι τούτου ἵστανται, ἀλλὰ νηστείαις καὶ λιμῷ διηνεκεῖ κατατείνουσιν ἑαυτούς. Καὶ μή μοι εἴπῃς, ὅτι ἐκεῖνοι ἠδυνήθησαν· πολλοὶ γὰρ πολλῷ ἀσθενέστεροί σου καὶ πλουσιώτεροι καὶ τρυφερώτεροι τὸν σκληρὸν ἐκεῖνον καὶ τραχὺν ἀνεδέξαντο βίον. Ἀλλὰ μέγας ἐκεῖνος ὁ ἀγὼν καὶ ὑψηλὸς ὁ σκόπελος καὶ ἐγγὺς τοῦ οὐρανοῦ ἡ κορυφὴ, καὶ οὐ δύνασαι φθάσαι πρὸς τὸ μέγα; Οὐκοῦν κἂν τῶν ἐλαττόνων ἔχου, καὶ τῶν κατωτέρων ἐφίεσο. Οὐ δύνασαι κενῶσαι τὰ χρήματα; κἂν τὰ τῶν ἄλλων μὴ ἅρπαζε· οὐ δύνασαι νηστεῦσαι; κἂν μὴ εἰς τρυφὴν σαυτὸν ἐξαγάγῃς.

Τοσαῦτα γὰρ παθόντος τοῦ Χριστοῦ δι᾽ ἡμᾶς ἐχθροὺς ὄντας, τί δυνάμεθα ἐπιδεῖξαι ἡμεῖς ὧν δι᾽ αὐτὸν πεπόνθαμεν οὐδέν. Πόθεν οὖν ἡμῖν ἡ παῤῥησία ἔσται κατ᾽ ἐκείνην τὴν ἡμέραν; Οὐκ ἴστε ὅτι καὶ ὁ στρατιώτης, ὅταν τραύματα καὶ ὠτειλὰς ἐπιδείκνυται, τότε δυνήσεται λαμπρὸς εἶναι παρὰ τῷ βασιλεῖ· ἂν δὲ μὴ ἔχῃ δεῖξαι κατόρθωμα, κἂν μηδὲν ᾖ προσκεκρουκὼς, ἐν τοῖς ἐσχάτοις ταχθήσεται; Ἀλλ᾽ οὐκ ἔστι πολέμου καιρὸς, φησί. Εἰ γὰρ ἦν, εἰπέ μοι, τίς ἂν ἠγωνίσατο; τίς ἂν ἐπεπήδησε; τίς ἂν τὴν φάλαγγα διέξεσε; τάχα οὐδείς. Ὅταν γὰρ ἴδω, ὅτι οὐδὲ χρημάτων καταφρονεῖς ἕνεκεν τοῦ Χριστοῦ, πῶς σοι πιστεύσω ὅτι πληγῶν καταφρονήσεις; Εἶπε, Φέρετε τοὺς ὑβρίζοντας γενναίως, καὶ εὐλογεῖτε· καὶ τοῦτο οὐ ποιεῖς, ἀλλὰ παρακούεις· ὃ κίνδυνον οὐκ ἔχει, οὐ ποιεῖς, καὶ πληγὰς οἴσεις, εἰπέ μοι, ἔνθα πολὺ τὸ τῆς ὀδύνης καὶ τῆς ἀλγηδόνος; Μὴ τοίνυν ἑαυτοὺς ἀπατῶμεν, λέγοντες, ὅτι Τέως μὲν ἀπολαύσωμεν τῶν ἡδονῶν τοῦ βίου, ὕστερον δὲ ὀλίγον χρόνον πονέσαντες, τοῦ παντὸς χρόνου ληψόμεθα τὸν μισθόν. Εἰ γὰρ τὸν ἐπὶ γῆς βασιλέα μετὰ τὸ πολλοὺς μὲν ὑπομεῖναι κινδύνους, πολλοὺς δὲ ἀνύσαι πολέμους, μόλις τις ὄψεται μετὰ παῤῥησίας, πῶς τὸν οὐράνιον ἰδεῖν δυνήσεταί τις τὸν ἅπαντα χρόνον ἑτέρῳ ζήσας καὶ στρατευσάμενος;

Ἔλαβες εὐγένειαν παρὰ τοῦ Θεοῦ· τί προδίδως τὴν ἀρετὴν τῆς φύσεως; Τί ποιεῖς, εἰπέ μοι; Ἕτεροι τέχνας ἔχουσι τὰ ἄλογα κατὰ τὸ ἐγχωροῦν εἰς ἀνθρώπων εὐγένειαν μετατιθέναι, ψιττακοὺς καὶ κίσσας παιδεύοντες φωνὴν ἀνθρωπίνην φθέγγεσθαι· καὶ τῇ τέχνῃ τὴν φύσιν βιάζονται· λέοντας ἡμέρους ἐργάζονται διὰ τῆς ἀγορᾶς ἕλκοντες. Τὸν λέοντα ἥμερον ποιεῖς, καὶ σαυτὸν λύκων ἀγριώτερον καθιστᾷς; Καὶ τὸ δὴ χαλεπώτερον, ὅτι τῶν μὲν ἀλόγων ἕκαστον ἓν ἐλάττωμα ἔχει, ἐπὶ δὲ ἀνθρώπου πονηροῦ οὐκ ἔνι τοῦτο· οὐδὲ γὰρ ἓν ἐλάττωμα πολλάκις κέκτηται ἄνθρωπος, ἀλλὰ καὶ τὰς τῶν πολλῶν ἀλόγων κακίας εἰς τὴν ἑαυτοῦ συνάγει ψυχήν. Μή μοι οὖν δείξῃς ὅτι ψυχὴν ἀνθρώπου ἔχεις, ἀλλ᾽ εἰ εἶ τὸ φρόνημα ἄνθρωπος.

Ἄρχων εἶ τῶν ἀλόγων, καὶ γέγονας τῶν ἐν σοὶ ἀλόγων παθῶν δοῦλος; πῶς οὖν σε καλέσω ἄνθρωπον, ὃς οὐκ ἔχεις τῆς βασιλείας τὸ σύνθημα; Ἐννόησον κατὰ τίνος εἰκόνα ἐγένου, καὶ μὴ κατενεχθῇς εἰς τὴν τῶν ἀλόγων εὐτέλειαν. Καθάπερ γὰρ ἐν τοῖς θεάτροις οἱ τὴν σχοῖνον τὴν κάτωθεν ἄνω τεταμένην ἀναβαίνειν καὶ καταβαίνειν μελετῶντες, ἂν μικρὸν παραβλέψωσι παρατραπέντες, κατενεχθήσονται κάτω καὶ ἀπολοῦνται· οὕτω καὶ οἱ τὴν πνευματικὴν ὁδεύοντες ὁδὸν, ἂν μικρὸν ῥᾳθυμήσωσι, κατακρημνίζονται. Καὶ γὰρ ἐκείνης τῆς σχοίνου ἡ ὁδὸς αὕτη καὶ στενοτέρα, καὶ ὄρθιος καὶ προσάντης μᾶλλόν ἐστι, καὶ ὑψηλοτέρα πολλῷ· πρὸς γὰρ αὐτὸν ἄνω τελευτᾷ τὸν οὐρανόν· καὶ τότε ἡμῖν σφαλερώτερα ἔσται τὰ βήματα, ὅταν ἄνω καὶ πρὸς αὐτῇ γενώμεθα τῇ κορυφῇ. Τοῖς γὰρ ἐφ᾽ ὕψους ἑστῶσι πολὺς ὁ τρόμος, καὶ μία μόνον ἀσφάλεια λείπεται, τὸ μὴ κατακύψαι κάτω μηδὲ εἰς τὴν γῆν ἰδεῖν· καὶ γὰρ πολὺς ἐντεῦθεν καὶ χαλεπὸς ὁ σκοτόδινος γίνεται. Καὶ ὥσπερ ἐπὶ τῆς κιθάρας οὐκ ἀρκεῖ μόνον ἀπὸ μιᾶς νευρᾶς τὴν μελῳδίαν ἐργάσασθαι, ἀλλὰ πάσας ἐπιέναι δεῖ μετὰ ῥυθμοῦ τοῦ προσήκοντος, οὕτω καὶ ἐπὶ τῆς κατὰ ψυχὴν ἀρετῆς οὐκ ἀρκεῖ ἡμῖν νόμος εἷς εἰς σωτηρίαν, ἀλλὰ δεῖ πάντας μετὰ ἀκριβείας φυλάττειν. Τί γὰρ ὄφελος, εἰπέ μοι, ὅταν τις εὔχηται μὲν ἐκτενῶς, μὴ ἐλεῇ δὲ δαψιλῶς; ἢ ὅταν ἐλεῇ μὲν δαψιλῶς, πλεονεκτῶν δὲ καὶ βιαζόμενος;

ἢ ὅταν μὲν μὴ πλεονεκτῶν μηδὲ βιαζόμενος, πρὸς ἐπίδειξιν δὲ ἀνθρώπων καὶ φιλοτιμίαν τῶν ὁρώντων; ἢ ὅταν ἐλεῇ μὲν μετὰ πάσης ἀκριβείας, καὶ πρὸς τὸ τῷ Θεῷ δοκοῦν, ἐπερείδεται δὲ αὐτῷ τούτῳ καὶ μέγα φρονῇ; ἢ ὅταν ταπεινὸς μὲν ᾖ καὶ νηστείαις προσέχων, φιλάργυρος δὲ καὶ ἐμπορικὸς καὶ τῇ γῇ προσηλωμένος, καὶ τὴν μητέρα τῶν κακῶν ἐπεισάγων τῇ ψυχῇ, τὴν φιλαργυρίαν;

Οὐκ ἔνι γὰρ, φησὶ, Θεῷ δουλεύειν καὶ μαμωνᾷ. Διὰ τοῦτο καὶ ὁ φιλάνθρωπος Θεὸς οὕτως ᾠκονόμησε κατὰ ταὐτὸν ἅπαντας εἶναι, καὶ τοὺς πονηροὺς καὶ τοὺς ἀγαθοὺς ἀναμεμῖχθαι, ἵνα καὶ τῶν πονηρῶν ἡ κακία ἐκκόπτηται, καὶ τῶν ἀγαθῶν ἡ ἀρετὴ λαμπροτέρα δείκνυται, καὶ τὰ μέγιστα κερδάνωσιν οἱ ῥᾴθυμοι, εἰ βούλονται, ἀπὸ τῆς τῶν σπουδαίων συνουσίας.

Ὥσπερ γὰρ οἱ καλοὶ καὶ ἀγαθοὶ διπλῆς ἄξιοι τιμῆς, ὅτι καὶ χρηστοὶ γεγόνασι καὶ οὐδὲν παρὰ τῶν πονηρῶν ἐβλάβησαν· οὕτω καὶ οἱ φαῦλοι διπλῆς ἄξιοι κολάσεως, ὅτι τε πονηροὶ γεγόνασι δυνάμενοι γενέσθαι καλοὶ, καὶ ὅτι οὐδὲν ἀπὸ τῶν ἀγαθῶν ἐκέρδανον.

Καὶ ὥσπερ τοὺς ἀγαθοὺς οὐχ οἱ ἀγαθοὶ μόνον, ἀλλὰ καὶ οἱ πονηροὶ θαυμάζουσιν, οὕτω καὶ τοὺς κακοὺς οὐχ οἱ χρηστοὶ μόνον, ἀλλὰ καὶ οἱ φαῦλοι μισοῦσιν. Ἀλλ᾽ οἱ πολλοὶ τοὺς πονηροὺς θαυμάζουσιν, ὡς ἱκανοὺς ὄντας ἀδικεῖν καὶ βλάπτειν, οὐκ εἰδότες ὅτι μάλιστα πάντων αὐτοὺς ταλανίζειν ἐχρῆν, ὅτι νομίζοντες ἑτέρους βλάπτειν καθ᾽ ἑαυτῶν τὸ ξίφος ὠθοῦσιν· ὅπερ ἀνοίας ἐστὶν ἐσχάτης, ἑαυτὸν πλήττοντα, μηδὲ αὐτὸ τοῦτο εἰδέναι, ἀλλὰ ἕτερον δοκεῖν ἀδικεῖν ἐν τῷ κατασφάττειν ἑαυτόν. Οὐ γὰρ τὸ ἀδικεῖσθαι κακὸν, ἀλλὰ τὸ ἀδικεῖν καὶ μὴ εἰδέναι φέρειν ἀδικούμενον. Πόσα γὰρ ἠδικεῖτο ὁ Δαυΐδ; πόσα δὲ ἠδίκει ὁ Σαούλ; τίς οὖν γέγονεν ἀθλιώτερος καὶ ἐλεεινότερος; τίς δὲ λαμπρότερος καὶ μακαριώτερος; οὐχ ὁ μὲν ἀπεπνίγετο ὑπὸ τῆς ἀθυμίας καὶ τοῦ πονηροῦ δαίμονος· ὁ δὲ ὑπὲρ τὸν ἥλιον ἔλαμπε τοῖς τροπαίοις καὶ τῇ πρὸς Θεὸν εὐνοίᾳ; οὐχ ὁ μὲν ἀπηγχονίζετο τῷ φθόνῳ, ὁ δὲ σιγῇ πάντα φέρων, ἅπαντας εἷλε καὶ ἑαυτῷ προσέδησεν, ἐπειδὴ ὁ μὲν ἀνελεῖν ἐπεχείρει πολλάκις, ὁ δὲ διωκόμενος τὸν πολέμιον εἰς χεῖρας ἐλάμβανε, καὶ λαμβάνων ἐφείδετο; Τίς ἀσθενέστερος, τίς δὲ ἀδυνατώτερος δείκνυται; οὐχ οὗτος ὁ μηδὲ δικαίως ἐπεξελθών; Καὶ μάλα εἰκότως. Ὁ μὲν γὰρ στρατιώτας ὡπλισμένους, ὁ δὲ τὴν δικαιοσύνην, τὴν μυρίων στρατοπέδων ἰσχυροτέραν, εἶχε σύμμαχον καὶ βοηθόν.

Ὅτε δὲ αὐτὸς αὗτος ὁ ἀδικηθεὶς καὶ ἰσχύσας ἠδίκησεν ὕστερον, ὅρα πῶς ἀσθενέστερος γίνεται.

Ἠδίκησε τὸν Οὐρίαν, καὶ μετέστη πάλιν ἡ τάξις· καὶ ἡ μὲν ἀσθένεια πρὸς τὸν ἀδικήσαντα, ἡ δὲ δύναμις πρὸς τὸν ἀδικηθέντα διέβη, καὶ νεκρὸς ὢν ἐπόρθει τὴν οἰκίαν τὴν ἐκείνου· καὶ αὐτὸς μὲν βασιλεὺς ὢν καὶ ζῶν οὐδὲν ἴσχυσεν· ἐκεῖνος δὲ στρατιώτης ὢν καὶ σφαγεὶς, πάντα τὰ ἐκείνου ἄνω καὶ κάτω πεποίηκεν.

Ὅταν οὖν ἴδῃς τινὰ ὀρθῶς ζῶντα καὶ ἀεὶ πρὸς εὐσέβειαν βλέποντα, κἂν μυρίας ἁλύσεις περικέηται, καὶ δεσμωτήριον οἰκῇ διαπαντὸς, κἂν ἀναξίοις δουλεύῃ, κἂν πένηται, κἂν ἐξορύττηται, κἂν καίηται, κἂν κατὰ μικρὸν δαπανᾶται τὸ σῶμα, κἂν ὁτιοῦν ἄλλο πάσχῃ δεινὸν, μακάριζε τὸν τοιοῦτον καὶ ζηλωτὸν εἶναι νόμιζε· ὅταν δὲ ἴδῃς ἕτερον ἐν ἀσελγείᾳ καὶ πονηρίᾳ καὶ τοῖς ἐσχάτοις ζῶντα κακοῖς, καὶ πολλῆς ἀπολαύοντα τιμῆς, ἐπὶ τὸν θρόνον αὐτὸν ἀναβαίνοντα τὸν βασιλικὸν, καὶ διάδημα περικείμενον καὶ ἁλουργίδα ἔχοντα, καὶ τῆς οἰκουμένης ἁπάσης κρατοῦντα, δάκρυσον διὰ τοῦτο τὸν τοιοῦτον καὶ ταλάνιζε. Οὐδὲν γὰρ ὄντως ἀθλιώτερον τῆς οὕτω διακειμένης ψυχῆς, κἂν ἅπασαν ὑποτεταγμένην ἔχῃ τὴν οἰκουμένην. Τί γὰρ ὄφελος ἐν χρήμασι πλουτεῖν, ὅταν κατὰ τὴν ἀρετὴν πάντων πενέστερος ᾖ; τί δὲ κέρδος τοσούτων κρατεῖν, ὅταν ἑαυτοῦ καὶ τῶν ἑαυτοῦ παθῶν περιγενέσθαι μὴ δύνηται; Εἰ γὰρ οὐκ ἀρκεῖ εἰς σωτηρίαν ἡμῖν ἡ καθ᾽ ἡμᾶς αὐτοὺς ἀρετὴ, ἀλλὰ δεῖ καὶ ἑτέρους ἔχοντας ἀπελθεῖν, ὅταν μήτε ἑαυτοὺς μήτε ἑτέρους διασώσωμεν, τί πεισόμεθα; πόθεν λοιπὸν ἐλπίδα σωτηρίας ἕξομεν; Εἰ τὸ εὐαρεστεῖν τῷ Θεῷ, τοῦτό ἐστιν ἄνθρωπον εἶναι· ὁ μηδὲ ὅπως τοῦτο κατορθώσειεν ἀκοῦσαι θέλων, τί ἂν ἕτερον ἢ θηρίον εἴη;

Ἐννόησον οὖν ὅσον ἂν εἴη κακὸν, τοῦ Χριστοῦ θέλοντος ἡμᾶς ἐξ ἀνθρώπων ἰσαγγέλους ποιεῖν, αὐτοὺς ἐξ ἀνθρώπων εἰς θηρία μεταπεσεῖν. Τὸ γὰρ τῇ γαστρὶ δουλεύειν, καὶ τῇ τῶν χρημάτων ἐπιθυμίᾳ κατέχεσθαι, καὶ ὀργίζεσθαι καὶ δάκνειν καὶ λακτίζειν, οὐκ ἀνθρώπων, ἀλλὰ θηρίων ἐστίν. Ὥσπερ οὖν εἰς ῥᾳθυμίαν ἀποκλίνοντες καὶ ὑπὸ τῶν τυχόντων βλαπτόμεθα· οὕτως, ἐὰν βουλώμεθα νήφειν, κἂν μυρίοι ὦσιν οἱ πρὸς τὴν κακίαν ἕλκοντες, οὐδὲν ἡμῶν τὴν σπουδὴν λυμήνασθαι δυνήσεται. Εἰ δὲ θέλεις μαθεῖν, ὅτι ἐν τῇ φύσει ἔπηξεν ὁ Θεὸς τοὺς νόμους, τοὺς διακρίνοντας τί καλὸν καὶ τί πονηρὸν, αὐτὴν τὴν ἡμῶν ἀναστροφὴν ἐρώτησον· πῶς ἅπαντες οἱ ποιοῦντες τὰ κακὰ, φεύγουσι τῶν κακῶν τὴν προσηγορίαν; ὁ μοιχὸς μοιχεύει· μοιχὸς δὲ ἀκούων αἰσχύνεται. Εἰπὲ τῷ ὁμολογουμένῳ μοιχῷ, Μοιχὲ, καὶ ὃ ποιῶν ἥδεται, ἀκούων αἰσχύνεται· εἰπὲ τῷ ἐπιόρκῳ, Ἐπίορκε, καὶ εἰς ὕβριν λαμβάνει τὴν προσηγορίαν τῶν ἰδίων ἔργων. Εἰ οὖν καλὸν ἡγῇ τὴν ἁμαρτίαν, τί φεύγεις τὴν προσηγορίαν;

Ἀλλ᾽ εἰπὲ τῷ σώφρονι, Σῶφρον, καὶ οὗ τῷ ἔργῳ ἥδεται, οὐδὲ τὴν προσηγορίαν αἰσχύνεται· κάλεσον τὸν δίκαιον δίκαιον, καὶ τῷ ἔργῳ στεφανοῦται, καὶ τῇ προσηγορίᾳ σεμνύνεται· κἂν γὰρ δι᾽ εὐλάβειαν παραιτήσηται τὸ ὄνομα, ἀλλ᾽ ἐν τῇ ψυχῇ δέχεται τὴν εὐφημίαν. Καὶ οὐδεμίαν δὲ πάλιν εὑρήσει τις κακίαν ἐξ οἰκείου προσώπου φαινομένην, ἐὰν μὴ δανείσηται πρόσωπον ἀρετῆς· καὶ πῶς ἄκουε. Ὁ ψευδόμενος οὐχ ὁμολογῶν τὸ ψεῦδος ψεύδεται, ἀλλ᾽ ἀλήθειαν ὑποκρινόμενος ἀπατᾷ· ὁ δόλιος οὐ δείκνυσι τὸν δόλον, ἀλλὰ σχηματίζεται τὴν φιλίαν καὶ πραγματεύεται τὴν πονηρίαν· ὁ συκοφάντης, ὅταν εἰσέλθῃ εἰς δικαστήριον, οὐ τοῦτο ὁμολογήσας ὅπερ ἐστὶν, εἰσέρχεται, ἀλλὰ μάρτυρα ἀληθείας προστησάμενος τῷ σχήματι, διὰ τοῦ ψεύδους τὸν μάρτυρα τῆς κακίας ἐνδείκνυται.

Ἀλλὰ καὶ ἡ ψυχὴ ἡ ἡμετέρα, κἂν ἐν κακίαις ἐμφύρηται, τὸ ὄνομα τὸ ἀγαθὸν ἀσπάζεται. Πολλοὶ γὰρ πολλάκις δυνάσται πλεονεξίαν πνέοντες, καὶ μηδὲν ἕτερον ἐννοοῦντες ἢ ἁρπαγὴν καὶ ἀδικίαν, δυσωποῦνται παρά τινων, ἢ ἀνιέναι τῷ πένητι τὴν ἐπικειμένην ἀνάγκην, ἢ συγχωρῆσαί τι τοῦ χρέους, ἢ μὴ ἀμύνασθαι τοὺς λυπήσαντας, ἢ λυπεῖν νομισθέντας.

Καὶ ὁ ἐλθὼν καλῶς πρεσβεῦσαι παρὰ ἀνδρὶ δυνάστῃ καὶ πονηρῷ, οὐκ εὐθέως ἀπὸ τῆς ἀληθείας ἄρχεται, καὶ λέγει αὐτῷ ὅ ἐστιν, ἀλλὰ προστίθησιν αὐτῷ ὄνομα ἀρετῆς· Ἀνὴρ εἶ, φησὶν, ἀγαθός· διαβεβόηταί σου τὸ ὄνομα· πᾶντες σου τὰς εὐπραγίας ᾄδουσι· καὶ πολλὰ τοιαῦτα συνάπτει, ἵνα καμφθῇ τῇ εὐφημίᾳ, καὶ φύγῃ τὴν πονηρίαν. Ὅρα πῶς ἡ κακία νικᾶται ταῖς εὐφημίαις τῆς ἀρετῆς· οὐδεὶς κακὸς, κακῶς ἀκούειν βούλεται· ἡ γὰρ φύσις τὸ ἴδιον ἀσπάζεται, εἰ καὶ ἡ προαίρεσις τοὐναντίον αἱρεῖται.

Μὴ τοίνυν λέγωμεν, ὅτι Ὁ δεῖνα φύσει καλὸς, καὶ ὁ δεῖνα φύσει κακός· εἰ γὰρ φύσει ἀγαθὸς, οὐδέποτε δυνήσεται γενέσθαι κακός· καὶ εἰ φύσει κακὸς, οὐκ ἄν ποτε γενήσεται ἀγαθός. Εἰ γὰρ μὴ ἐν τῇ προαιρέσει ἡμῶν ἔκειτο τὸ πονηροὺς εἶναι καὶ ἀγαθοὺς, μηδὲ αὐτεξούσιον ἡμῶν τὴν φύσιν ὁ φιλάνθρωπος κατεσκεύασεν, ἐχρῆν ἅπαντας εἶναι κακοὺς τοὺς τῆς φύσεως κοινωνοῦντας, καὶ τοῖς αὐτοῖς πάθεσιν ὑποκειμένους, ἢ πάντας εἶναι ἐναρέτους· ὅταν δὲ ἴδωμεν τοὺς ὁμογενεῖς ἡμῶν, καὶ ὑπὸ τῶν αὐτῶν παθῶν ἐνοχλουμένους, οὐ τὰ αὐτὰ ἡμῖν ὑπομένοντας, ἀλλὰ καὶ ἐῤῥωμένῳ τῷ λογισμῷ ἡνιοχοῦντας τὴν φύσιν, καὶ περιγενομένους τῶν ἀτάκτων σκιρτημάτων, καὶ πάσης τῆς τοῦ παρόντος βίου εὐημερίας καταγελῶντας, καὶ πρὸς τὴν ἀληθῆ δόξαν ἐπτοημένους, οὐκ εὔδηλον ὅτι τῇ οἰκείᾳ σπουδῇ ταῦτα κατορθοῦν δύνανται μετὰ τὴν ἄνωθεν χάριν· καὶ ἡμεῖς τῇ οἰκείᾳ ῥᾳθυμία κεχρημένοι προδιδόαμεν ἡμῶν τὴν σωτηρίαν, ἐρήμους ἑαυτοὺς καθιστῶντες τῆς ἐκεῖθεν εὐνοίας;

Μηδεὶς τοίνυν ἕτερόν τινα αἰτιάσθω, ὡς πρὸς τοὺς τῆς ἀρετῆς πόνους αὐτὸν ἐμποδίζοντα, ἀλλὰ τῇ οἰκείᾳ ἀθυμίᾳ τὸ πᾶν ἐπιγραφέτω· καὶ τί λέγω ἕτερον; μηδὲ αὐτὸν τὸν διάβολον νομιζέτω τις ἱκανὸν εἶναι κωλῦσαι τὴν ἐπὶ τὴν ἀρετὴν φέρουσαν ὁδὸν δύνασθαι· ἀλλ᾽ ἀπατᾷ μὲν καὶ ὑποσκελίζει τοὺς ῥᾳθυμοτέρους, οὐ μὴν κωλύει καὶ βιάζεται. Καὶ τοῦτο αὐτὴ τῶν πραγμάτων ἡ πεῖρα δείκνυσιν, ὅτι ἡνίκα ἂν βουλώμεθα νήφειν, τοσοῦτον τὸν τόνον ἐπιδεικνύμεθα, ὡς μηδὲ πολλῶν ὄντων τῶν προτρεπόντων ἐπὶ τὴν τῆς κακίας ὁδὸν ἀνέχεσθαι τῆς συμβουλῆς, ἀλλὰ παντὸς ἀδάμαντος στεῤῥοτέρους ἡμᾶς γίνεσθαι, καὶ ἀποφράττειν τοῖς τὰ φαῦλα συμβουλεύουσι τὰς ἀκοάς. Ὅταν δὲ ῥᾳθυμῶμεν, καὶ μηδενὸς ὄντος τοῦ συμβουλεύοντος ἢ ὑποσκελίζοντος, οἴκοθεν κινούμενοι ἐπὶ τὴν κακίαν ὁρμῶμεν. Ἔστι μὲν οὖν καὶ καθ᾽ ἑαυτὴν ἡ ἀρετὴ θαυμαστή· ὅταν δὲ ἐν μέσῳ τῶν κωλυόντων τυγχάνων τις ταύτην μετίῃ, πολλῷ μᾶλλον θαυμαστοτέραν ταύτην ἀποφαίνει. Οὐ γὰρ ὁ τόπος τὴν ἀρετὴν, ἀλλ᾽ ἡ ἀρετὴ πέφυκε τὸν τόπον σεμνύνειν.

Καὶ τῆς μὲν ἑνὸς ἀρετῆς πολλοὶ συναπολαύουσι καὶ τῶν πονηρῶν· τῇ δὲ πολλῶν κακίᾳ, κἂν εἷς ὁ κατορθῶν ἦ μεταξὺ δήμου πολλοῦ, οὐ συγκαταφέρεται. Καὶ εἷς μὲν ἄνθρωπος ὀρθῶς ζῶν, δῆμον ὁλόκληρον ἐξαρπάσαι δυνήσεται τῆς ὀργῆς τοῦ Θεοῦ· πόλις δὲ ὁλόκληρος διεφθαρμένη πρὸς τὴν οἰκείαν κόλασιν καὶ τιμωρίαν ἐπισπάσασθαι τὸν εὖ βιοῦντα καὶ καθελεῖν οὐ δυνήσεται. Καὶ τοῦτο ἀπὸ τοῦ Νῶε δῆλον· πάντων γοῦν ἀπολλυμένων διεσώζετο μόνος· καὶ ἀπὸ τοῦ Μωϋσέως φανερόν· μόνος γοῦν ἴσχυσε δῆμον τοσοῦτον παραιτήσασθαι. Ἐγὼ δὲ καὶ ἕτερον ἔχω τῆς φιλανθρωπίας τοῦ Θεοῦ δεῖγμα εἰπεῖν. Ὅταν γὰρ ζῶντας ἀνθρώπους καὶ παῤῥησίαν ἔχοντας μὴ εὕρῃ δυναμένους ἐξαιτήσασθαι τοὺς ἡμαρτηκότας, ἐπὶ τοὺς τελευτήσαντας καταφεύγει, καὶ δι᾽ ἐκείνους φησὶν ἀφιέναι τὰ ἁμαρτήματα. Ὡσπεροῦν τῷ Ἐζεκίᾳ φησίν· Ὑπερασπιῶ τῆς πόλεως ταύτης δι᾽ ἐμὲ καὶ διὰ Δαυῒδ τὸν παῖδά μου, τὸν ἤδη τετελευτηκότα. Εἶδες πόση τῶν ἁγίων ἡ ἀρετή; οὐ γὰρ τὰ ῥήματα αὐτῶν μόνα, ἀλλὰ καὶ αὐτὰ τὰ ἱμάτια τῇ κτίσει πάσῃ πάντοτέ ἐστιν αἰδέσιμα.

Ἡ τοῦ Ἠλίου μηλωτὴ τὸν Ἰορδάνην ἔσχισε· τὰ ὑποδήματα τῶν τριῶν παίδων τὸ πῦρ κατεπάτησαν· τὸ ξύλον τοῦ Ἑλισσαίου τὰ ὕδατα μετέβαλε, καὶ σίδηρον ὑπὲρ τῆς ἐμφανείας βαστάζειν ἐποίησεν· ἡ ῥάβδος Μωϋσέως τὴν Ἐρυθρὰν ἔσχισε θάλατταν, τὴν πέτραν ἔῤῥηξε· τὰ ἱμάτια Παύλου δαίμονας ἤλασαν· αἱ σκιαὶ Πέτρου θάνατον ἐφυγάδευσαν· ἡ τέφρα τῶν ἁγίων μαρτύρων πονηροὺς ἀπελαύνει δαίμονας. Διὰ τοῦτο μετ᾽ ἐξουσίας ἅπαντα πράττουσι καθάπερ ὁ Ἠλίας. Οὐ γὰρ δὴ μόνον ἑώρα τὸ διάδημα καὶ τὴν ἔξωθεν φαντασίαν τοῦ βασιλέως, ἀλλ᾽ ἑώρα καὶ τὴν ψυχὴν ῥάκια περιβεβλημένην, αὐχμῶσαν, ῥυπῶσαν, καὶ καταδίκου παντὸς ἀθλιώτερον διακειμένην· καὶ ἰδὼν αὐτὸν αἰχμάλωτον, καὶ δοῦλον ὄντα τῶν παθῶν, κατεφρόνησεν αὐτοῦ τῆς ἀρχῆς· καθάπερ γὰρ ἐπὶ τῆς σκηνῆς, ἀλλ᾽ οὐκ ἐπὶ τῆς ἀληθείας ἐδόκει βασιλέα βλέπειν. Τί γὰρ ὄφελος τῆς ἔξωθεν εὐπορίας, ὅταν τὰ ἔνδον ἐν πενίᾳ τοσαύτῃ ᾖ; τί δὲ βλάβος τῆς ἔξωθεν πενίας, ὅταν ἔνδον τοσοῦτος ἀποκέηται θησαυρός; Τοιοῦτος λέων ἦν καὶ ὁ μακάριος Παῦλος· εἰσελθὼν γὰρ εἰς τὸ δεσμωτήριον, καὶ βοήσας μόνον, τὰ θεμέλια ἔσεισε, τὰ δεσμὰ κατέφαγεν, οὐκ ὀδοῦσι χρησάμενος, ἀλλὰ ῥήμασι. Διόπερ οὐχὶ λέοντας αὐτοὺς μόνον, ἀλλὰ καὶ ἕτερόν τι πλέον λεόντων χρὴ καλεῖν.

Ὁ μὲν γὰρ λέων εἰς δίκτυον πολλάκις ἐμπεσὼν ἁλίσκεται· οἱ δὲ ἅγιοι δεθέντες, τότε ἰσχυρότεροι γίνονται· ὁ λέων φθέγγεται, καὶ τὰ θηρία φυγαδεύει πάντα· ὁ ἅγιος φθέγγεται, καὶ τοὺς δαίμονας φυγαδεύει πάντοθεν. Ἀλλὰ τίς λόγος ἀρκεῖ τοῖς Παύλου κατορθώμασιν, ἢ ποία δυνήσεται γλῶσσα ἐφικέσθαι τῶν ἐγκωμίων τῶν τούτου; Εἴτε γὰρ προφῆται ἐπεδείξαντό τι γενναῖον, εἴτε πατριάρχαι, εἴτε δίκαιοι, εἴτε ἀπόστολοι, εἴτε μάρτυρες, πάντα ταῦτα ὁμοῦ συλλαβὼν ἔχει μετὰ τοσαύτης ὑπερβολῆς, μεθ᾽ ὅσης οὐδεὶς ἐκείνων ὅπερ ἕκαστος εἶχε καλὸν ἐκέκτητο. Ὅταν οὖν ἅπαντα τὰ ἐν ἀνθρώποις καλὰ συλλαβοῦσα ἔχῃ ψυχὴ μία, καὶ πάντα μεθ᾽ ὑπερβολῆς, οὐ μόνον δὲ τὰ τῶν ἀνθρώπων, ἀλλὰ καὶ τὰ τῶν ἀγγέλων, πῶς περιεσόμεθα ἐκ τοῦ μεγέθους τῶν ἐγκωμίων; πόσης οὐκ ἂν εἴημεν καταγνώσεως ἄξιοι, ὅταν ἑνὸς ἀνθρώπου πάντα συνειλοχότος ἐν ἑαυτῷ τὰ καλὰ, ἡμεῖς οὐδὲ τὸ πολλοστὸν μέρος αὐτοῦ μιμεῖσθαι σπουδάζωμεν; Ἐκ πολλῶν μὲν γὰρ καὶ ἄλλων κατορθωμάτων ὁ πατριάρχης θαυμάζεται Ἀβραὰμ, μάλιστα δὲ ἐκ τοῦ τὸν υἱὸν καταθῦσαι τὸν ἑαυτοῦ. Ὁ δὲ Ἰσαὰκ ἐπὶ τῇ ἀνεξικακίᾳ, ὅτι τῶν οἰκείων ἐλαυνόμενος ὅρων, οὐκ ἐπεξῄει, ἀλλὰ παρεχώρει πανταχοῦ τῶν οἰκείων κτημάτων, ἕως τῶν λυπούντων τὴν ἄδικον ἐκόρεσεν ἐπιθυμίαν. Καὶ ὁ Ἰακὼβ δὲ ἐπὶ τῇ καρτερίᾳ καὶ τῇ ὑπομονῇ, καὶ ὁ Δαυῒδ ἐπὶ τῇ πραότητι, καὶ ὁ Ἠλίας, ὅτι ὑπὲρ τοῦ Δεσπότου ἐζήλωσεν.

Ἀλλὰ τί Παύλου γένοιτ᾽ ἂν ἴσον, ὃς πάντα ταῦτα ὁμοῦ συλλαβὼν ἔχει μεθ᾽ ὑπερβολῆς; Οὐδὲ γὰρ υἱὸν κατέθυσεν οὗτος, ἀλλ᾽ ἑαυτὸν μυριάκις κατέλυσε· καὶ οὐδὲ τῶν οἰκείων ὅρων ἠλαύνετο μόνον, ἀλλὰ καὶ γῆν καὶ θάλατταν, καὶ Ἑλλάδα καὶ βάρβαρον, καὶ πᾶσαν ἁπαξαπλῶς ὅσην ἥλιος ἐφορᾷ γῆν, ὥσπερ τις ὑπόπτερος περιῆλθε, συρόμενος, τυπτόμενος. λιθαζόμενος, καὶ καθ᾽ ἑκάστην ἡμέραν ἀποθνήσκων· οὐδὲ δὶς ἑπτὰ ἔτη ἐδούλευσε συγκαιόμενος τῷ καύματι τῆς ἡμέρας καὶ τῷ παγετῷ τῆς νυκτὸς, ἀλλὰ τὸν ἅπαντα βίον ἐν λιμῷ καὶ γυμνότητι καὶ ἁλύσεσι καὶ δεσμωτηρίοις καὶ ἐπιβουλαῖς καὶ κινδύνοις διατελῶν. Ἐπιείκειαν δὲ καὶ πραότητα τίς μὲν μᾶλλον, τίς δὲ ἴσον· τῆς Παύλου ψυχῆς ἀμφότερα ταῦτα κατώρθωσεν; Εἰ δὲ τὸν ζῆλον ἴδοις αὐτοῦ, τοσοῦτον ὄψει κρατοῦντα τοῦ Ἠλίου, ὅσον ἐκεῖνος τῶν ἄλλων προφητῶν περιῆν. Ἀλλ᾽ ὁ Ἰωάννης ἀκρίδας ἤσθιε καὶ μέλι ἄγριον· ἀλλ᾽ οὗτος ἐν μέσῃ τῇ οἰκουμένῃ καθάπερ ἐκεῖνος ἐν τῇ ἐρήμῳ διέτριβεν, ἀκρίδας μὲν καὶ μέλι ἄγριον οὐ σιτούμενος, πολὺ δὲ εὐτελεστέραν ταύτης παρατιθέμενος τράπεζαν, καὶ οὐδὲ τῆς ἀναγκαίας εὐπορῶν τροφῆς διὰ τὴν ὑπὲρ τοῦ κηρύγματος σπουδήν. Λείπεται πρὸς τοὺς ἀγγέλους αὐτὸν ἐξισῶσαι λοιπόν. Καὶ μηδεὶς τόλμαν καταγινωσκέτω τοῦ λόγου· εἰ γὰρ τὸν Ἰωάννην ἄγγελον ἐκάλεσεν ἡ Γραφὴ, τί θαυμαστὸν εἰ τὸν ἁπάντων ἀμείνω ταῖς δυνάμεσι παραβάλωμεν ἐκείναις;

Καὶ γὰρ τί ποτέ ἐστιν ἄνθρωπος, καὶ ὅση τῆς φύσεως τῆς ἡμετέρας ἡ εὐγένεια, καὶ ὅσης ἐστὶ δεκτικὸν ἀρετῆς τουτὶ τὸ ζῶον, ἔδειξε μάλιστα πάντων ἀνθρώπων Παῦλος· καὶ νῦν ἕστηκεν ἐξ οὗ γέγονε, λαμπρᾷ τῇ φωνῇ πρὸς ἅπαντας τοὺς ἐγκαλοῦντας ἡμῶν τῇ κατασκευῇ ἀπολογούμενος ὑπὲρ τοῦ Δεσπότου, καὶ δεικνὺς ὅτι ἀγγέλων καὶ ἀνθρώπων οὐ πολὺ τὸ μέσον, ἐὰν ἑαυτοῖς προσέχειν ἐθέλωμεν. Οὐ γὰρ ἄλλην φύσιν λαχὼν, οὐδὲ ἑτέρας κοινωνήσας ψυχῆς, οὐδὲ ἄλλον οἰκήσας κόσμον, ἀλλ᾽ ἐν τῇ αὐτῇ γῇ καὶ χώρᾳ καὶ νόμοις καὶ ἔθεσι τραφεὶς, πάντας ἀνθρώπους ὑπερηκόντισε τοὺς ἐξ οὗ γεγόνασιν ἄνθρωποι γενομένους· καὶ ὡς ἂν νεκρὸς πρὸς νεκρὸν ἀκίνητος γένοιτο, οὕτω μετὰ ἀκριβείας τῆς φύσεως τὰ σκιρτήματα κατευνάζων, οὐδὲν οὐδέποτε πρὸς οὐδὲν ἀνθρώπινον ἔπαθε. Καθάπερ γὰρ ἐπὶ τῶν χρημάτων ὁ δύο κερδάνας χρυσίνους, πλείονα λαμβάνει προθυμίαν πρὸς τὸ δέκα καὶ εἴκοσι συλλέξαι καὶ συναγαγεῖν, οὕτω καὶ ἐπὶ τῆς ἀρετῆς γίνεται· ὁ ποιήσας τι καλὸν ἔργον καὶ κατορθώσας, τῆς ἐργασίας παράκλησίν τινα λαμβάνει καὶ παραίνεσιν, ὥστε καὶ ἑτέρων πλειόνων ὁμοίως ἅψασθαι.

Καὶ μή μοι λεγέτω τις, ὅτι πολλοὶ κατώρθωσαν· οὐ γὰρ τοῦτό ἐστι τὸ ζητούμενον, ἀλλ᾽ ἵνα πάντες. Οὐχ ὁρᾷς καὶ ἐπὶ τοῦ σώματος τοῦτο γινόμενον; ἐὰν γὰρ τὸν ὄνυχα μόνον προσπταίσαντες ἀνατρέψωμεν, ὅλον τῷ μέλει συναλγεῖ τὸ σῶμα. Μὴ τοίνυν τοῦτο εἴπῃς, ὅτι ὀλίγοι τινὲς ὑπελείφθησαν οἱ μὴ κατορθώσαντες· ἀλλ᾽ ἐκεῖνο σκόπει, ὅτι οὗτοι οἱ ὀλίγοι οἱ μὴ διορθώσαντες πολλοὺς διαφθεροῦσιν ἑτέρους. Καὶ γὰρ εἷς ἦν ὁ πεπορνευκὼς παρὰ Κορινθίοις, καὶ ὅμως οὕτως ἔστενεν ὁ Παῦλος, ὡς ὅλης τῆς πόλεως ἀπολωλυίας· καὶ μάλα εἰκότως· ᾔδει γὰρ ὅτι μὴ σωφρονισθέντος ἐκείνου, ταχέως τὸ νόσημα ὁδῷ βαδίζον καὶ τοὺς ἄλλους ἐπιδραμεῖται πάντας. Εἰ γὰρ ἐν τοῖς μέλεσι τὸ σεσηπὸς καὶ ἀνιάτως ἔχον ἐκκόπτομεν, φοβούμενοι μὴ καὶ τὸ λοιπὸν τὴν αὐτὴν λύμην ὑποδέξηται σῶμα, καὶ ποιοῦμεν τοῦτο, οὐκ ἐκείνου καταφρονοῦντες, ἀλλὰ τὸ λοιπὸν διαφυλάξαι μᾶλλον βουλόμενοι· πόσῳ μᾶλλον ἐπὶ τῶν συνόντων ἡμῖν ἐπὶ κακίᾳ τοῦτο πράττειν ἀναγκαῖον; Εἰ μὲν γὰρ δυνάμεθα κἀκείνους διορθῶσαι, καὶ αὐτοὶ μὴ παραβλαβῆναι, πάντα ποιεῖν χρή· εἰ δὲ κἀκεῖνοι μένοιεν ἀδιόρθωτοι, καὶ ἡμᾶς παραβλάπτοιεν, ἐκκόπτειν αὐτοὺς καὶ ῥίπτειν ἀναγκαῖον.

Εἰ γὰρ υἱοὺς φαύλους ἔχοντες ἐκκηρύττομεν, καὶ οὐδὲ τὴν φύσιν αἰδούμεθα, πολλῷ μᾶλλον τοὺς συνήθεις καὶ γνωρίμους φεύγειν δεῖ πονηροὺς ὄντας. Ἀλλὰ σκανδαλίζονται, φησὶ, καὶ κακῶς ὑποπτεύουσι. Καὶ τί τοῦτο; σὺ σαυτὸν τίμησον, καὶ οὐδείς σε ὑβρίσαι δυνήσεται· ἂν δὲ σὺ σαυτὸν ἀτιμάζῃς, κἂν ἄπαντές σε τιμήσωσιν, οὐ τιμηθήσῃ ποτέ. Ὁ μὲν γὰρ πονηροῦ δόξαν λαβὼν ἀγαθὸς ὢν, οὐδὲν ἐντεῦθεν βλάπτεται εἰς τὸ εἶναι τοιοῦτος οἷός ἐστιν· ἀλλ᾽ ὁ ὑποπτεύσας εἰκῆ καὶ μάτην, τὴν ἐσχάτην δίδωσι δίκην· ὁ δὲ πονηρὸς ἂν ἐπὶ τοῖς ἐναντίοις ὑποπτεύηται, οὐδὲν ἐντεῦθεν κερδανεῖ, ἀλλὰ καὶ κρῖμα ἕξει μεῖζον, καὶ εἰς πλείονα ἥξει ῥᾳθυμίαν. Ὁ μὲν γὰρ ὢν τοιοῦτος καὶ ὑποπτευόμενος, κἂν ταπεινωθείη καὶ ἐπιγνοίη τὰ ἁμαρτήματα ἑαυτοῦ· ὅταν δὲ λανθάνῃ, καὶ εἰς ἀναλγησίαν ἐκπίπτει. Εἰ γὰρ πάντων κατηγορούντων μόλις διανίστανται οἱ πλημμελοῦντες εἰς τὸ κατανύττεσθαι· ὅταν μὴ μόνον κατηγορῶσιν, ἀλλὰ καὶ ἐπαινῶσί τινες αὐτοὺς, πότε ἀναβλέψαι δυνήσονται;

Ὥστε οὐ δυνατὸν τοὺς ἐν ἀρετῇ ὄντας παρὰ πάντων ἀκούειν καλῶς, οὐδὲ ἔστι τὸν ἀρετῆς ἐπιμελούμενον μὴ πολλοὺς ἔχειν ἐχθρούς· ἡ γὰρ παρὰ πάντων εὐφημία τεκμήριον ἂν εἴη μέγιστον τοῦ μὴ πολὺν τῆς ἀρετῆς ποιεῖσθαι λόγον. Πῶς γὰρ παρὰ πάντων ἐπαινεθείη ὁ τοιοῦτος, εἰ βούλοιτο τοὺς ἀδικουμένους ἐξαρπάζειν τῶν ἀδικούντων; Πάλιν, εἰ βούλοιτο διορθοῦν τοὺς ἁμαρτάνοντας, καὶ ἐπαινεῖν τοὺς κατορθοῦντας, οὐκ εἰκὸς τοὺς μὲν ἐπαινεῖν, τοὺς δὲ ψέγειν;

Ὥστε τὸν μετὰ ἀκριβείας τὴν ἀρετὴν μετιόντα, καὶ τὸν παρὰ τοῦ Θεοῦ μόνον δεχόμενον ἔπαινον, ἀδύνατον ἂν εἴη παρὰ πάντων ἀνθρώπων ἐπαινεῖσθαι καὶ καλῶς ἀκούειν. Πολλὴν γὰρ ἀεὶ τὴν μανίαν ἐπιδείκνυται ἡ κακία κατὰ τῆς ἀρετῆς· ἀλλ᾽ οὐ μόνον οὐδὲν αὐτὴν βλάπτει, ἀλλὰ καὶ τῷ πολεμεῖν ἰσχυροτέραν ταύτην ἀπεργάζεται. Τοσαύτη γὰρ τῆς ἀρετῆς ἡ ἰσχὺς, ὅτι καὶ ἐν τῷ πάσχειν τῶν τοιούτων περιγίνεται, καὶ ἐν τῷ πολεμεῖσθαι τῶν πολεμούντων ἀνωτέρα καθίσταται. Ἐννόησον γάρ μοι τὸν Ἄβελ· οὐχὶ ἀνῃρέθη ὑπὸ τοῦ Κάϊν; ἀλλ᾽ ὁ μὲν ἀναιρεθεὶς ἐξ ἐκείνου μέχρι τοῦ νῦν ἀνακηρύττεται καὶ στεφανοῦται, καὶ ὁ τοσοῦτος χρόνος τὴν μνήμην οὐκ ἐμάρανεν· ὁ δὲ ἀνελὼν καὶ περιγενόμενος καὶ τότε ζωὴν βαρυτέραν θανάτου ὑπέμεινε, καὶ ἐξ ἐκείνου μέχρι τοῦ νῦν στηλιτεύεται, καὶ τὰς παρὰ πάντων κατηγορίας δέχεται. Καὶ ταῦτα μὲν ἐν τῷ παρόντι βίῳ· τὰ δὲ ἐν τῷ μέλλοντι αἰῶνι ποῖος λόγος, ποία διάνοια παραστῆσαι δυνήσεται; Ἄκουσον δὲ καὶ τοῦ Χριστοῦ λέγοντος· Ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ζύμῃ, ἣν λαβοῦσα γυνὴ ἔκρυψεν εἰς ἀλεύρου σάτα τρία.

Ὥστε ζύμης δύναμιν ἔχουσιν οἱ δίκαιοι, ἵνα πρὸς τὴν ἑαυτῶν ποιότητα τοὺς πονηροὺς μεταστήσωσιν. Ἀλλ᾽ ὀλίγοι οἱ δίκαιοι· καὶ γὰρ καὶ ἡ ζύμη μικρά· ἀλλ᾽ ἡ μικρότης ἐκείνη ἅπαν τὸ φύραμα πρὸς ἑαυτὴν μεθίστησι διὰ τῆς ἐνούσης αὐτῇ δυνάμεως. Οὕτω καὶ ἡ δύναμις τῶν δικαίων οὐκ ἐν τῇ ποσότητι τοῦ ἀριθμοῦ, ἀλλ᾽ ἐν τῇ τοῦ Πνεύματος χάριτι τὴν ἰσχὺν ἔχει· καὶ ὅπως, ἄκουε. Δώδεκα ἦσαν οἱ ἀπόστολοι· εἶδες πῶς μικρὰ ἡ ζύμη; ὅλη ἡ οἰκουμένη ἐν ἀπιστίᾳ ἦν· εἶδες πόσον τὸ φύραμα; ἀλλ᾽ ἐκεῖνοι οἱ δώδεκα πᾶσαν τὴν οἰκουμένην εἰς ἑαυτοὺς ἐπέστρεψαν. Καὶ γὰρ καὶ ἡ ζύμη καὶ τὸ φύραμα τῆς αὐτῆς φύσεως, ἀλλ᾽ οὐ τῆς αὐτῆς ποιότητος. Εἰ δὲ βούλει καὶ ἑτέρωθεν γνῶναι ὅσον δύναται πλέον παῤῥησία δικαίου δυναστείας τυραννικῆς, τοῦ Ἰωάννου ἄκουσον λέγοντος τῷ Ἡρώδῃ· Οὐκ ἔξεστί σοι ἔχειν τὴν τοῦ ἀδελφοῦ σου γυναῖκα.

Ὁ Ἡρώδης, βασιλεὺς, δορυφόρους ἔχων, πλοῦτον περιβεβλημένος, δυναστεύων δυναστείαν βασιλικήν· ὁ Ἰωάννης, πτωχὸς, ἀνέστιος, ἄπολις, ἀκτήμων, ἄσιτος, ἀκρίδας ἐκ βοτανῶν ἐσθίων καὶ μέλι ἄγριον. Ἀλλ᾽ οὗτος ὁ πτωχὸς, ὁ ἐν ταῖς ἐρήμοις πορευόμενος, τῷ τῶν πολυάνδρων ἄρχοντι πόλεων ἐξ αὐθεντίας προστάττει, Οὐκ ἔξεστί σοι. Βλέπεις πῶς κατὰ φύσιν τῇ ἀρετῇ τὸ ἄρχειν τῆς κακίας; Ἀλλ᾽ ὑπὲρ τούτων ἐμβάλλεται εἰς δεσμωτήριον ὁ δίκαιος· γίνεται τὸ πικρὸν ἐκεῖνο συμπόσιον, καὶ εἴσεισιν ὀρχούμενον τὸ κοράσιον ἐν μέσῳ τοῦ συμποσίου, καὶ ἀρέσκει τῷ Ἡρώδῃ καὶ τοῖς συνανακειμένοις, ὥστε τὸν Ἡρώδην ὀμόσαι, Αἴτησαι ὃ θέλεις, καὶ δώσω σοι, ἕως ἡμίσους τῆς βασιλείας μου. Βλέπεις ποῦ τὴν βασιλείαν ἀπέῤῥιψεν; Ὃ ἐὰν αἰτήσῃς, δώσω σοι, καὶ ἕως ἡμίσους τῆς βασιλείας μου. Ἄθλιε καὶ ταλαίπωρε, οὕτω προδιεφθάρης τῆς διανοίας τοὺς ὀφθαλμούς; τοσούτου κρίνεις τὴν βασιλείαν ἀξίαν; ἅπαξ ὠρχήσατο τὸ κοράσιον, καὶ ἀπεδίδοσο τὸ ἥμισυ· ἐὰν δὲ δεύτερον ὀρχήσηται, τί ποιήσεις;

Εὖξαι μὴ πάλιν αὐτὴν ὀρχήσασθαι, ἢ μὴ πάλιν ὀρχησαμένην εὐδοκιμεῖν· εἰ δὲ μὴ, λείπεταί σοι τὸ προσαιτεῖν. Οἱ γὰρ πρὸς τὰ παρόντα κεχηνότες, κἂν μυριάκις πλουτῶσι, κἂν δυναστείαν ὦσι περιβεβλημένοι πολλὴν, ἐν τάξει δούλων καὶ ἀνδραπόδων τοῖς τὴν ἀρετὴν μετιοῦσίν εἰσιν. Ἔστω γάρ τις βασιλεὺς πονηρὸς, καὶ ἰδιώτης χρηστός· ἴδωμεν τίς τίνος κύριός ἐστι, καὶ ποῦ τὰ τῆς δεσποτείας διαλάμπει· καὶ τίς ὁ κρατῶν, καὶ τίς ὁ κρατούμενος. Πῶς οὖν εἰσόμεθα τοῦτο; Ἐπιτάττει τῷ ἰδιώτῃ ὁ βασιλεὺς πονηρόν τι πρᾶγμα, καὶ πλημμελείας γέμον· τί οὖν ὁ χρηστὸς ἰδιώτης καὶ ὑπήκοος; Οὐ μόνον οὐκ εἴξει οὐδὲ ὑπακούσεται, ἀλλὰ πειράσεται καὶ τὸν ἐπιτάττοντα ἀπαγαγεῖν τοῦ προκειμένου, κἂν ἀποθανεῖν δέῃ. Τίς οὖν ἐλεύθερος; ὁ ποιῶν ὃ βούλεται, καὶ μηδὲ τὸν βασιλέα δεδοικὼς, ἢ ὁ παρὰ τοῦ ὑπηκόου καταφρονούμενος;

Ὥσπερ γὰρ ὁ αἰχμάλωτος, κἂν μυρίον ἔχῃ πλοῦτον, διὰ τοῦτο αὐτὸ μάλιστα πᾶσιν εὐάλωτός ἐστιν· οὕτω καὶ ὁ ὑπὸ τῶν παθῶν ἁλισκόμενος, κἂν αὐτὸ περικέηται τὸ διάδημα, ἀράχνης πάσης ἐστὶν εὐτελέστερος. Τί τοίνυν ἐλεεινότερον γένοιτο τῶν τὴν κακίαν μετιόντων, ὅταν καὶ αὐτῆς τῆς προσηγορίας τοῦ καλεῖσθαι ἄνθρωποι ἀποστερῶνται, καὶ τιμωρίαν ὑπέχωσιν, ὅτι πολλὰς ἀπὸ τῆς φύσεως ἀφορμὰς δεξάμενοι, ταύτας προδεδώκασιν, ἑκόντες ὑποσυρέντες, καὶ πρὸς τὴν κακίαν αὐτομολήσαντες; Εἰ γὰρ ὁ τὸ δοθὲν ἀποδιδοὺς πονηρὸς, ἐπεὶ μὴ ἐδιπλασίασεν, ὁ καὶ τοῦτο διαφθείρας, τί ἀκούσεται; Εἰ ἐκεῖνος δεθεὶς ἐξηνέχθη, ὅπου ὁ βρυγμὸς τῶν ὀδόντων, ἡμεῖς τι πεισόμεθα μυρίων ἡμᾶς ἑλκόντων ἐπ᾽ ἀρετὴν, ἀναδυόμενοι καὶ ὀκνοῦντες; οὐχ ὁρᾷς τὸ εὐτελὲς τοῦ βίου καὶ τὸ ἄδηλον τῆς ζωῆς, καὶ τὸν ἐν τοῖς παροῦσι πόνον; Μὴ γὰρ τὴν μὲν ἀρετὴν μετὰ πόνου, τὴν δὲ κακίαν ἄνευ πόνων ἔστι μετελθεῖν; Εἰ οὖν καὶ ἐνταῦθα καὶ ἐκεῖ πόνος, διὰ τί μὴ ταύτην εἵλου τὴν πολὺ κέρδος ἔχουσαν;

Μὴ οὖν, ἐὰν ἱερέα ἴδῃς ἀνάξιον, τὴν ἱερωσύνην διάβαλλε· οὐ γὰρ τὸ πρᾶγμα διαβάλλειν δεῖ, ἀλλὰ τὸν κακῶς τῷ καλῷ κεχρημένον· ἐπεὶ καὶ Ἰούδας προδότης ἐγένετο, ἀλλ᾽ οὐ κατηγορία τοῦτο τῆς ἀποστολῆς, ἀλλὰ τῆς ἐκείνου γνώμης· καὶ ἰατροὶ πολλοὶ δήμιοι ἐγένοντο, καὶ δηλητήρια δεδώκασιν ἀντὶ φαρμάκων· ἀλλ᾽ οὐ τὴν τέχνην διαβάλλω, ἀλλὰ τὸν κακῶς τῇ τέχνῃ χρησάμενον· καὶ ναῦται πολλοὶ κατεπόντισαν πλοῖα, ἀλλ᾽ οὐχ ἡ ναυτιλία, ἀλλ᾽ ἡ κακὴ γνώμη ἐκείνων. Ἀνάγκη μὲν ἐλθεῖν τὰ σκάνδαλα, φησί· πλὴν οὐαὶ τῷ ἀνθρώπῳ ἐκείνῳ δι᾽ οὗ τὰ σκάνδαλα ἔρχεται. Τί οὖν; ἡ πρόῤῥησις αὐτοῦ τὰ σκάνδαλα ἄγει; Οὐχ ἡ πρόῤῥησις αὐτοῦ, ἄπαγε, οὐδὲ ἐπειδὴ προεῖπεν, διὰ τοῦτο γίνεται, ἀλλ᾽ ἐπειδὴ πάντως ἔμελλεν ἔσεσθαι, διὰ τοῦτο προεῖπεν· ὡς εἴ γε μὴ ἐβούλοντο οἱ φέροντες αὐτὰ πονηρεύεσθαι, οὐδ᾽ ἂν ἦλθον· εἰ δὲ μὴ ἔμελλον ἔρχεσθαι, οὐδ᾽ ἂν προεῤῥήθη· ἐπειδὴ δὲ ἐκακούργησαν ἐκεῖνοι, καὶ ἀνίατα ἐνόσησαν, ἦλθον, καὶ προλέγει τὸ μέλλον ἔσεσθαι. Καὶ εἰ διωρθώθησαν ἐκεῖνοι, φησὶ, καὶ μηδεὶς ἦν ὁ τὰ σκάνδαλα κομίζων, οὐκ ἔμελλεν ὁ λόγος οὗτος ψευδὴς ἀναλίσκεσθαι; Οὐδαμῶς· οὐ γὰρ ἂν ἐλέχθη· εἰ γὰρ ἔμελλον διορθοῦσθαι πάντες, οὐκ ἂν εἶπεν, ὅτι Ἀνάγκη ἐλθεῖν· ἀλλ᾽ ἐπειδὴ προῄδει ἀδιορθώτους ἐσομένους οἴκοθεν, διὰ τοῦτο εἶπεν ὅτι πάντως ἥξουσι. Καὶ τίνος ἕνεκεν αὐτοὺς οὐκ ἀνεῖλε, φησίν;

Ὅτι οὐκ ἐκεῖθεν οἱ βλαπτόμενοι ἀπόλλυνται, ἀλλ᾽ ἐκ τῆς ἑαυτῶν ῥᾳθυμίας· εἰ δὲ παρὰ σκάνδαλα ἡ ἀπώλεια, πάντας ἀπολέσθαι ἔδει. Ὥστε ἂν νήφωμεν, οὐ μικρὸν ἐντεῦθεν καρπούμεθα κέρδος, τὸ διηνεκῶς ἐγρηγορέναι. Εἰ γὰρ καὶ πολεμίων ὄντων καὶ τοσούτων πειρασμῶν ἐπικειμένων καθεύδομεν, τίνες ἂν εἴημεν ἐν ἀδείᾳ ζῶντες; Καὶ, εἰ βούλει, τὸν πρῶτον ἄνθρωπον σκόπει. Εἰ γὰρ ὀλίγον χρόνον, τάχα δὲ οὐδὲ ἡμέραν ὅλην ἐν τῷ παραδείσῳ ζήσας, καὶ τρυφῆς ἀπολαύσας, εἰς τοσοῦτον ἤλασε κακίας, ὡς καὶ ἰσοθεΐαν φαντασθῆναι, καὶ τὸν ἀπατεῶνα εὐεργέτην νομίσαι, καὶ μηδεμιᾶς κατασχεῖν ἐντολῆς· εἰ καὶ τὸν ἐφεξῆς βίον ἔζη, τί οὐκ ἂν εἰργάσατο; Ὅταν γὰρ ἅπαξ τις ἐλευθερωθεὶς τῶν κακῶν μὴ σωφρονισθῇ, πολλῷ χαλεπώτερα πείσεται τῶν προτέρων. Καὶ γὰρ ἀπὸ πολλῶν τοῦτον σωφρονισθῆναι ἔδει, ἀπό τε τοῦ παθεῖν πρότερον, ἀπό τε τοῦ ἀπαλλαγῆναι, ἀπό τε τοῦ προσδοκᾷν χείρονα πείσεσθαι, εἰ μὴ μεταβάλλοιτο· ὅταν δὲ μηδενὶ τούτων γένηται βελτίων, πῶς οὐ πολλῷ χαλεπώτερα πείσεται τῶν προτέρων κακῶν;

Καὶ γὰρ ὁ Φαραὼ ἐκ πρώτης τῆς πληγῆς εἰ ἐπαιδεύθη, οὐκ ἂν ἔλαβε πεῖραν τῶν ὑστέρων, οὐκ ἂν μετὰ ταῦτα ἅμα αὐτῷ τῷ στρατεύματι κατεποντίσθη παντί. Ἀλλ᾽ ὁ ὑπὸ τοῦ δεσμοῦ γινόμενος καλὸς, οὐκ ἔσται ποτὲ καλὸς, ἀλλὰ τῆς ἀνάγκης ἀπαλλαγεὶς ἐπανήξει πάλιν. Μὴ οὖν τοῦτο ἐρωτῶντες λέγωμεν, Ὁ μηδὲν πεποιηκὼς κακὸν μηδὲ ἀγαθὸν, ποῖον δέξεται τόπον; τὸ γὰρ μὴ ποιῆσαι ἀγαθὸν, τοῦτο ποιῆσαί ἐστι κακόν.

Εἰ γάρ τινα οἰκέτην ἔχεις, μηδὲ κλέπτοντα, μήτε ὑβρίζοντα, μήτε ἀντιλέγοντα, ἀλλὰ καὶ μέθης κρατοῦντα καὶ τῶν ἄλλων ἁπάντων, καθήμενον δὲ διαπαντὸς ἀργὸν, καὶ οὐδὲν τῶν ὀφειλόντων παρ᾽ οἰκέτου δεσπότῃ πληροῦσθαι ποιοῦντα, οὐ μαστιγώσεις, οὐ στρεβλώσεις αὐτὸν, εἰπέ μοι; καὶ μὴν οὐδὲν εἰργάσατο κακόν· αὐτὸ μὲν οὖν ἐστι κακὸν τοῦτο τὸ μὴ ποιεῖν ἀγαθόν. Ἔστω καὶ γεωργός τις ἡμῖν, καὶ μηδὲν λυμαινέσθω τῶν ἡμετέρων, μήτε ἐπιβουλευέτω, μήτε κλεπτέτω, μόνον δὲ τὰς αὐτοῦ χεῖρας δήσας οἴκοι καθεζέσθω, μήτε σπείρων, μήτε αὔλακα τέμνων, μήτε ἄμπελον θεραπεύων, μήτε ἄλλο τι τῶν περὶ τὴν γῆν πονῶν· ἆρα οὐ κολάσομεν τὸν τοιοῦτον; καίτοι γε οὐδὲν ἠδίκησεν, οὐδὲ ἔχομεν ἐγκαλεῖν τι αὐτῷ· ἀλλ᾽ αὐτὸ μὲν οὖν τοῦτο ἠδίκησε.

Καὶ ἐπὶ τοῦ σώματος δὲ τοῦ ἡμετέρου, ἔστω ἡ χεὶρ μὴ πλήττουσα τὴν κεφαλὴν, μηδὲ ἐκκόπτουσα τὴν γλῶτταν, μηδὲ ἐξορύττουσα τὸν ὀφθαλμὸν, μηδὲ ἄλλο τι τοιοῦτον ἐργαζομένη κακὸν, μόνον δὲ ἀργὴ μενέτω, καὶ τὴν παρ᾽ ἑαυτῆς λειτουργίαν μὴ πληρούτω τῷ παντὶ σώματι· ἆρα οὐκ ἄξιον ἐκκοπῆναι αὐτὴν, ἢ περιφέρειν ἀργοῦσαν καὶ παντὶ λυμαινομένην τῷ σώματι; Τί δὲ, ἂν τὸ στόμα μὴ κατεσθίῃ τὴν χεῖρα, μηδὲ δάκνῃ τὸ στῆθος, τὰ δὲ παρ᾽ ἑαυτοῦ ἐλλείπῃ πάντα, οὐ βέλτιον ἐμπεφράχθαι μᾶλλον; Εἰ τοίνυν ἐπὶ τούτων οὐ μόνον τὸ κακόν τι μὴ πρᾶξαι, ἀλλὰ καὶ ἡ τῶν ἀγαθῶν ἔλλειψις ἀδικία μεγάλη, πολλῷ μᾶλλον ἐπὶ τῶν πνευματικῶν. Εἴθε μὲν γὰρ δυνατὸν ἦν ὑπὲρ ὑμῶν ἐμὲ κατορθοῦν, καὶ τὰ ἔπαθλα ὑμᾶς λαμβάνειν τῶν κατορθωμάτων, καὶ οὐκ ἂν τοσοῦτον ἠνώχλησα. Ὥσπερ γὰρ μήτηρ ὁρῶσα παιδίον πυρέττον, παρεστῶσα ἀχθομένῳ καὶ καιομένῳ, θρηνοῦσα πολλάκις εἶπεν· Εἴθε μοι δυνατὸν ἦν, τέκνον, τὸν πυρετὸν ἀναδέξασθαι τὸν σὸν, καὶ ἐπ᾽ ἐμαυτὴν ἑλκύσαι τὴν φλόγα· οὕτω κἀγὼ λέγω, Εἴθε δυνατὸν ἦν ἐμὲ πονέσαντα ὑπὲρ ὑμῶν κατορθῶσαι πάντων. Ἀλλ᾽ οὐκ ἔστι τοῦτο, οὐκ ἔστιν.

Ὁ τοίνυν δυνάμενος καὶ ἑτέρους διορθῶσαι, μιγνύσθω τοῖς μέλλουσι δέχεσθαι τὴν θεραπείαν, καὶ ποιείτω βελτίους· ὁ δὲ ἀτονώτερος ὢν, φευγέτω τοὺς πονηροὺς, ὥστε μὴ τὴν παρ᾽ ἐκείνων δέχεσθαι λύμην· οὕτω γὰρ καὶ τὸν παρόντα βιώσεται βίον μετὰ ἀσφαλείας, καὶ τῶν μελλόντων ἐπιτεύξεται ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ᾽ οὗ τῷ Πατρὶ ἡ δόξα ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΛΟΓΟΣ ΚΖʹ. Περὶ παίδων ἀνατροφῆς. Δέομαι καὶ ἀντιβολῶ, πολλὴν τῶν οἰκείων παίδων, ἀγαπητοὶ, ποιώμεθα πρόνοιαν, καὶ πανταχοῦ τὴν σωτηρίαν ζητῶμεν αὐτῶν τῆς ψυχῆς. Μίμησαι τὸν μακάριον Ἰὼβ, ὃς καὶ ὑπὲρ τῶν κατὰ διάνοιαν αὐτοῖς πλημμελημάτων δεδοικὼς προσέφερε θυσίας ὑπὲρ αὐτῶν, καὶ πολλὴν τὴν [ὑπὲρ] αὐτῶν πρόνοιαν ἐποιεῖτο· μίμησαι τὸν Ἀβραάμ· καὶ γὰρ [καὶ] ἐκεῖνος οὐχ ὑπὲρ χρημάτων καὶ κτημάτων ἐσπούδαζεν, ἀλλ᾽ ὑπὲρ τῶν θείων νόμων, ὅπως αὐτῶν τὴν φυλακὴν τοῖς ἐγγόνοις μετὰ ἀκριβείας παρακατάθοιτο.

Καὶ ὁ Δαυῒδ ἡνίκα ἐτελεύτα, ἀντὶ μεγάλης κληρονομίας καλέσας τὸν υἱὸν τὸν ἑαυτοῦ, ταῦτα παρηγγύα, καὶ συνεχῶς ἔλεγεν, ὅτι Εἰ βουληθείης, παιδίον, κατὰ τοὺς τοῦ Θεοῦ νόμους ζῇν, οὐδέν σοι προσπεσεῖται τῶν ἀδοκήτων, ἀλλὰ πάντα σοι κατὰ ῥοῦν ἥξει τὰ πράγματα, καὶ πολλῆς ἀπολαύσεις τῆς ἀσφαλείας· ἂν δὲ ἐκείνης ἐκπέσῃς τῆς βοηθείας, οὐδὲν ὄφελός σοι τῆς βασιλείας, καὶ τῆς πολλῆς ταύτης δυνάμεως.

Εὐσεβείας μὲν γὰρ οὐκ οὔσης, καὶ τὰ ὄντα ἀπόλλυνται χρήματα μετὰ κινδύνου καὶ τῆς ἐσχάτης αἰσχύνης· ταύτης δὲ παρούσης, καὶ τὰ οὐκ ὄντα προσγίνεται. Δεῖ τοίνυν σκοπεῖν τοὺς γονεῖς, οὐχ ὅπως τοὺς παῖδας ἐν ἀργυρίῳ καὶ χρυσίῳ πλουσίους ποιήσωσιν, ἀλλ᾽ ὅπως ἐν εὐλαβείᾳ καὶ φιλοσοφίᾳ καὶ τῇ κτήσει τῆς ἀρετῆς πάντων γένοιντ᾽ ἂν εὐπορώτεροι· ὅπως μὴ πολλῶν δέοιντο, ὅπως μὴ περὶ τὰ βιωτικὰ καὶ τὰς νεωτερικὰς ἐπιθυμίας ὦσιν ἐπτοημένοι. Καὶ τὰς εἰσόδους αὐτῶν καὶ τὰς ἐξόδους μετὰ ἀκριβείας περιεργάζεσθαι χρὴ, τὰς διατριβὰς, τὰς συνουσίας, εἰδότες, ὅτι τούτων ἀμελουμένων οὐδεμίαν ἕξουσι παρὰ τῷ Θεῷ συγγνώμην. Εἰ γὰρ τῆς τῶν ἄλλων προνοίας ἀπαιτούμεθα τὰς εὐθύνας· Ἕκαστος γὰρ μὴ τὸ ἑαυτοῦ ζητείτω, φησὶν, ἀλλὰ τὸ τοῦ ἑτέρου· πόσῳ μᾶλλον τῆς τῶν παίδων; Σὺ δὲ ὅπως μὲν ἵππος γένοιτο καλὸς αὐτοῖς, καὶ οἰκία λαμπρὰ, καὶ πολυτελὴς ἀγρὸς, πάντα ποιεῖς καὶ πραγματεύῃ· ὅπως δὲ ψυχὴ καλὴ καὶ προαίρεσις εὐσεβὴς, οὐδένα ἔχεις λόγον. Καίτοι τὰ μὲν κτήματα κἂν πολλὰ ᾖ καὶ πολυτελῆ, τοῦ δυναμένου μετὰ ἀρετῆς αὐτὰ οἰκονομεῖν οὐκ ὄντος σπουδαίου, πάντα ἀπολεῖται καὶ οἰχήσεται μετ᾽ αὐτοῦ· ἂν δὲ ἡ ψυχὴ γενναία γένηται καὶ φιλόσοφος, κἂν μηδὲν ἔνδον ἀποκείμενον ᾖ, τὰ πάντων δυνήσεται μετὰ ἀδείας σχεῖν.

Ἀλλὰ τοιοῦτόν τι πολλοὶ τῶν πατέρων περὶ τὰ τέκνα πάσχουσιν· οὐ βουλόμενοι μαστίξαι οὐδὲ ἐπιτιμῆσαι ῥήμασιν, οὐδὲ λυπῆσαι τοὺς ἑαυτῶν υἱοὺς ἀτάκτως ζῶντας καὶ παρανόμως, πολλάκις εἶδον ἐπὶ τοῖς αἰσχίστοις ἁλόντας, εἰς δικαστήριον ἁρπαγέντας, ὑπὸ δημίων ἀποτμηθέντας.

Ὅταν γὰρ σὺ μὴ παιδεύσῃς, ὅταν σὺ μὴ σωφρονίσῃς, μιαροῖς ἀνθρώποις καὶ διεφθαρμένοις ἑαυτὸν ἀναμίξας, καὶ κοινωνήσας τῆς πονηρίας αὐτοῖς, ὑπὸ τοὺς κοινοὺς ἄγεται νόμους, καὶ κολάζεται πάντων ὁρώντων· καὶ μετὰ τῆς συμφορᾶς μείζων ἡ αἰσχύνη γίνεται, δακτυλοδεικτούντων ἁπάντων τὸν πατέρα μετὰ τὴν ἐκείνου τελευτὴν, καὶ ἄβατον αὐτῷ ποιούντων τὴν ἀγοράν. Ποίοις γὰρ ὀφθαλμοῖς ἀντιβλέψαι δυνήσεται τοῖς ἀπαντῶσιν αὐτῷ μετὰ τὴν τοιαύτην τοῦ παιδὸς ἀσχημοσύνην καὶ συμφοράν; Τί ταύτης τῆς ἀνοίας χεῖρον γένοιτ᾽ ἄν; οὐκ αἰσχύνῃ καὶ ἐρυθριᾷς, εἰπέ μοι, ὅταν τὸν υἱὸν τὸν σὸν ὁ δικαστὴς κολάσῃ, καὶ σωφρονέστερον ποιήσῃ, καὶ τῆς ἔξωθεν ἐκεῖνος δεηθῇ διορθώσεως, τοσοῦτον ἐξ ἀρχῆς σοι συνοικήσας χρόνον; οὐκ ἐγκαλύπτῃ καὶ καταδύῃ; τολμᾷς ὅλως, εἰπέ μοι, πατὴρ ἔτι καλεῖσθαι, οὕτω προδοὺς τὸν υἱὸν, καὶ τὴν ἀναγκαίαν αὐτῷ φορὰν οὐκ εἰσενεγκὼν, ἀλλὰ περιιδὼν ὑπὸ πάσης διαφθαρῆναι κακίας; Κἂν μὲν δραπέτην τινὰ ἴδῃς ῥαπίζοντα τὸ παιδίον, ἀγανακτεῖς καὶ ὀργίζῃ καὶ δυσχεραίνεις, καὶ θηρίου χαλεπώτερον ἐπιπηδᾷς τῇ τοῦ τυπτήσαντος ὄψει· τὸν δὲ διάβολον καθ᾽ ἑκάστην ἡμέραν ὁρῶν αὐτὸν ῥαπίζοντα, δαίμονας εἰς ἁμαρτήματα ἐνάγοντας, [καὶ] καθεύδεις, καὶ οὐκ ἀγανακτεῖς οὐδὲ δυσχεραίνεις, οὐδὲ ἐξαρπάζεις τοῦ χαλεπωτάτου θηρίου τὸν υἱόν; καὶ ποίας τεύξῃ φιλανθρωπίας;

Πῶς γὰρ οὐκ ἄτοπον, ὅταν μὲν ὑπὸ δαίμονος ἐνεργῆταί σου ὁ υἱὸς, πρὸς πάντας τοὺς ἁγίους τρέχεις, καὶ τοὺς ἐν ταῖς κορυφαῖς τῶν ὀρέων ἐνοχλεῖς, ὥστε αὐτὸν τῆς μανίας ἀπαλλάξαι ἐκείνης· ἁμαρτίας δὲ, ἣ παντὸς δαίμονός ἐστι χαλεπωτέρα, συνεχῶς ἐνοχλούσης, οὐδὲν πλέον ποιεῖς; Καίτοι τὸ μὲν παρὰ δαίμονος ἐνοχλεῖσθαι χαλεπὸν οὐδέν· οὐ γὰρ εἰς γέενναν ἐμβαλεῖν τὸ δαιμόνιον δύναται πάντως· ἀλλ᾽ ἐὰν νήφωμεν, καὶ στεφάνους ἡμῖν ὁ πειρασμὸς οὗτος οἴσει λαμπροὺς καὶ περιφανεῖς, ὅταν εὐχαρίστως φέρωμεν τὰς τοιαύτας ἐπηρείας· τὸν δὲ ἁμαρτίᾳ συζῶντα ἀμήχανον σωθῆναί ποτε, ἀλλ᾽ ἀνάγκη πάντως καὶ ἐνταῦθα ἐπονείδιστον εἶναι, καὶ ἀπελθόντα ἐκεῖ ἀθάνατα πάλιν κολάζεσθαι. Τί δὲ καὶ ἀπολογήσῃ λοιπόν;

Οὐ κατῴκησά σοι, φησὶν, ἐξ ἀρχῆς τὸν παῖδα; ἐπέστησα δὲ σὲ αὐτῷ διδάσκαλον καὶ προστάτην καὶ κηδεμόνα καὶ ἄρχοντα· οὐ τὴν ἐξουσίαν αὐτοῦ πᾶσαν φέρων εἰς τὰς σὰς ἐνέθηκα χεῖρας; οὐχ ἁπαλὸν ὄντα διαπλάττειν ἐκέλευσα καὶ ῥυθμίζειν; ποίαν οὖν ἔχοις συγγνώμην, εἰ περιίδοις αὐτὸν ἀποσκιρτήσαντα; Τί γὰρ ἂν εἴποις; ὅτι δυσήνιός ἐστι καὶ τραχύς; ἀλλ᾽ ἐξ ἀρχῆς ἔδει σε ταῦτα πάντα ὁρῶντα, ὅτε εὐήνιος ἦν καὶ κομιδῇ νέος, χαλινοῦν, μετὰ ἀκριβείας ἐθίζειν, πρὸς τὰ δέοντα ῥυθμίζειν, κολάζειν αὐτοῦ τὰ κινήματα τῆς ψυχῆς, ὅτε εὐκολωτέρα ἡ ἐργασία· τότε τὰς ἀκάνθας ἐκτεμεῖν ἔδει, ὅτε ἁπαλωτέρας οὔσης τῆς ἡλικίας εὐκολώτερον ἀνεσπῶντο· καὶ οὐκ ἂν ἀμελούμενα τὰ πάθη καὶ αὐξανόμενα δυσκατέργαστα γέγονε.

Τίνα οὖν ἀπολογίαν ἔχοιμεν ἂν εἰπεῖν, ὅταν ὁ Θεὸς μὲν, ἐπειδὰν παρ᾽ αὐτῶν ἡμεῖς ὑβριζώμεθα, μηδὲ τῆς ζωῆς αὐτῶν φείδηται· Ὁ μὲν γὰρ κακολογῶν πατέρα ἢ μητέρα, φησὶ, θανάτῳ τελευτάτω· ἡμεῖς δὲ ὑβριζομένου αὐτοῦ παρ᾽ αὐτῶν, μηδὲ ἀγανακτεῖν αὐτοῖς ὑπομένωμεν; Ἐγὼ, φησὶν, οὐδὲ ἀποκτεῖναι παραιτοῦμαι τὸν ὑβρίζοντά σε· σὺ δὲ οὐδὲ ῥήματι λυπεῖν ἀνέχῃ τὸν τοὺς ἐμοὺς καταπατοῦντα νόμους; καὶ ποῦ ταῦτα συγγνώμης ἄξια; Μὴ τοίνυν τῶν παίδων ἀμελῶμεν, εἰδότες ὅτι τῶν κατὰ Θεὸν αὐτοῖς εὖ διακειμένων, καὶ κατὰ τὸν παρόντα βίον ἔσονται εὐδόκιμοι καὶ λαμπροί. Τὸν γὰρ ἀρετῇ συζῶντα καὶ ἐπιεικείᾳ, πάντες αἰδοῦνται καὶ τιμῶσι, κἂν ἁπάντων πενέστερος ᾖ· ὡσπεροῦν τὸν πονηρὸν ἀποστρέφονται καὶ μισοῦσι, κἂν εὐπορίαν ᾖ κεκτημένος πολλήν· οἱ γὰρ τῶν παίδων ἀμελοῦντες, κἂν τὰ ἄλλα ὦσιν ἐπιεικεῖς καὶ μέτριοι, διὰ ταύτην τὴν ἁμαρτίαν τὴν ἐσχάτην ὑποστήσονται δίκην.

Εἰ δὲ βούλεσθε γνῶναι σαφῶς, ὅτι κἂν τὰ ἡμέτερα ἡμῖν ἅπαντα καλῶς ᾖ διῳκημένα, τῆς δὲ τῶν παίδων ἀμελῶμεν σωτηρίας, τὴν ἐσχάτην τίσομεν δίκην, προσέχετε μετὰ ἀκριβείας τοῖς λεγομένοις· Ἱερεύς τις ἦν παρὰ τοῖς Ἰουδαίοις, μέτριος ἄνθρωπος καὶ ἐπιεικής· Ἠλεὶ τούτῳ ὄνομα ἦν· οὗτος γίνεται δύο παίδων πατήρ· καὶ ὁρῶν αὐτοὺς ἐπὶ κακίαν βαδίζοντας, οὐ κατεῖχεν οὐδὲ ἐκώλυεν, μᾶλλον δὲ κατεῖχε μὲν καὶ ἐκώλυεν, οὐ μετὰ πάσης δὲ ἐποίει τοῦτο σπουδῆς· τιμωρίαν μὲν οὐκ ἐπετίθει, λόγοις δὲ καὶ παραινέσεσιν ἐπειρᾶτο τῆς πονηρίας ταύτης ἀπάγειν αὐτούς· καὶ τοιαῦτα πρὸς αὐτοὺς συνεχῶς ἔλεγε ῥήματα· Μὴ, τέκνα, μὴ ποιεῖτε οὕτως, ὅτι οὐκ ἀγαθὴ ἡ ἀκοὴ, ἣν ἐγὼ ἀκούω περὶ ὑμῶν.

Καίτοι ἱκανὰ μὲν καὶ ταῦτα αὐτοὺς ἀνακτήσασθαι τὰ ῥήματα· ἀλλ᾽ ὅμως, ἐπειδὴ μὴ τὸ πᾶν ὡς ἐχρῆν ἐπεδείξατο, ἑαυτῷ τε κἀκείνοις ἐξεπολέμωσε τὸν Θεόν· καὶ φεισάμενος αὑτοῦ τῶν παίδων ἀκαίρως, μετὰ τῶν παίδων καὶ τὴν ἑαυτοῦ προσαπώλεσε σωτηρίαν. Καίτοι πλὴν τῆς εἰς τοὺς παῖδας ῥᾳθυμίας οὐδὲν ἕτερον εἶχεν ἐγκαλεῖν ὁ Θεὸς τῷ πρεσβύτῃ. Εἰ δὲ τὸν ἐλάττονα ἁμαρτόντα, οὕτω πανέστιον ἀνέτρεψεν ὁ Θεὸς, τοὺς χαλεπώτερα πεπλημμεληκότας, ἀτιμωρήτους ἀφήσει;

Εἰ γὰρ τὸν ἱερέα, τὸν πρεσβύτην, τὸν ἔνδοξον, τὸν εἴκοσιν ἔτη προστάντα ἀλήπτως τοῦ τῶν Ἑβραίων ἔθνους, οὐδὲν τούτων ἴσχυσε παραιτήσασθαι, ἀλλ᾽ ἐπειδὴ τῶν παίδων οὐκ ἐπεμελήθη μετὰ ἀκριβείας, σφόδρα ἐλεεινῶς ἀπώλετο, καὶ τῆς ὀλιγωρίας ταύτης ἡ ἁμαρτία, καθάπερ κῦμα ἄγριον καὶ μέγα, πάντα ὑπερέσχεν ἐκεῖνα, καὶ τὰ κατορθώματα ἀπέκρυψεν ἅπαντα· τίς ἡμᾶς λήψεται δίκη τοὺς καὶ τῆς ἀρετῆς ἀποδέοντας πολὺ τῆς ἐκείνου, καὶ τῶν παίδων οὐ μόνον οὐ προϊσταμένους, ἀλλὰ καὶ βαρβάρου παντὸς χαλεπώτερον περὶ τούτους διακειμένους;

Ὥσπερ γάρ τις ἐπὶ τῶν οἰκείων ἁμαρτημάτων οὐκ ἔχει καταφυγεῖν εἰς ἀπολογίαν καὶ συγγνώμην· οὕτως οὐδὲ ὑπὲρ τῶν τοῖς παισὶν ἁμαρτανομένων οἱ γεννήτορες· καὶ μάλα εἰκότως. Εἰ μὲν γὰρ ἐκ φύσεως ἡ κακία τοῖς ἀνθρώποις προσῆν, εἰκότως ἄν τις εἰς ἀπολογίαν κατέφυγεν· ἐπειδὴ δὲ ἐκ προαιρέσεως καὶ φαῦλοι γινόμεθα καὶ σπουδαῖοι, τίνα ἂν ἔχοι λόγον εὐπρόσωπον εἰπεῖν ὁ τὸν μάλιστα πάντων ποθούμενον διαστραφῆναι καὶ γενέσθαι πονηρὸν ἀφιείς;

Μὴ δὴ πλοῦτον τοῖς παισὶ καταλίπῃς, ἵνα καταλίπῃς ἀρετήν. Καὶ γὰρ ἐσχάτης ἀλογίας, ζῶντας μὲν μὴ ποιεῖν αὐτοὺς κυρίους πάντων τῶν ὄντων, τελευτήσαντας δὲ πολλὴν τῇ τῆς νεότητος εὐκολίᾳ παρέχειν τὴν ἄδειαν. Καίτοι γε ζῶντες μὲν δυνησόμεθα καὶ εὐθύνας ἀπαιτεῖν, καὶ κακῶς τοῖς οὖσι κεχρημένους σωφρονίζειν καὶ χαλινοῦν· τελευτήσαντες δὲ, ἂν μετὰ τῆς ἡμετέρας ἐρημίας καὶ τῆς νεότητος καὶ τὴν ἀπὸ τοῦ πλούτου παράσχωμεν ἐξουσίαν, εἰς μυρίους ὠθήσομεν κρημνοὺς τοὺς ἀθλίους καὶ ταλαιπώρους ἐκείνους. Μὴ τοίνυν τοῦτο σκοπῶμεν, ὅπως πλουσίους αὐτοὺς καταλίπωμεν, ἀλλ᾽ ὅπως ἐναρέτους.

Ἂν μὲν γὰρ τῷ πλούτῳ θαῤῥῶσιν, οὐδενὸς ἐπιμελήσονται ἄλλου, ὡς ἔχοντες συσκιάσαι τὴν τῶν τρόπων κακίαν, ἀπὸ τῆς τῶν χρημάτων περιουσίας· ἂν δὲ ἴδωσιν ἑαυτοὺς τῆς ἐκεῖθεν παραμυθίας ὄντας ἐρήμους, πάντα ἐργάσονται ὥστε διὰ τῆς ἀρετῆς πολλὴν τῇ πενίᾳ τὴν παραμυθίαν εὑρέσθαι. Μὴ οὖν πρότερον ἰδιωτικῶν ἢ δημοσίων ἁψώμεθα πραγμάτων, ἕως ἂν τὴν ψυχὴν διορθωσώμεθα τὴν ἑαυτῶν. Ἐὰν ὑμεῖς τοὺς ἑαυτῶν υἱοὺς παιδεύσητε, κἀκεῖνοι τοὺς ἑαυτῶν παιδεύσουσι, καὶ πάλιν ἐκεῖνοι τοὺς ἑαυτῶν διδάξουσι· καὶ οὕτω μέχρι τῆς παρουσίας τοῦ Χριστοῦ τὸ πρᾶγμα προβαῖνον τοῖς τὴν ῥίζαν παρασχοῦσιν ἅπαντα οἴσει τούτου τὸν μισθόν. Ἐὰν γὰρ ἀναθρέψῃς σὺ καλῶς τὸ παιδίον, οὕτω κἀκεῖνος τὸν υἱὸν τὸν ἑαυτοῦ, καὶ οὗτος τὸν υἱόν· καὶ καθάπερ σειρά τις καὶ ἀκολουθία πολιτείας ἀρίστης μέχρι παντὸς βαδιεῖται, παρὰ σοῦ λαβοῦσα τὴν ἀρχὴν καὶ τὴν ῥίζαν, καὶ τῆς τῶν ἐγγόνων ἐπιμελείας σοι φέρουσα τοὺς καρπούς. Οἱ γὰρ τῆς τῶν παίδων κοσμιότητός τε καὶ σωφροσύνης ἀμελοῦντες πατέρες παιδοκτόνοι τυγχάνουσι, καὶ χαλεπώτερον ἢ ἐκεῖνοι, ὅσῳ καὶ πρὸς ψυχὴν ἡ ἀπώλεια καὶ ὁ θάνατος.

Ὥσπερ οὖν, ἂν ἵππον ἴδῃς κατὰ κρημνοῦ φερόμενον, χαλινὸν ἐμβάλλεις τῷ στόματι, καὶ ἀναχαιτίζεις μετὰ σφοδρότητος, καὶ μαστίζεις πολλάκις, καίτοι γε τοῦτο κόλασίς ἐστιν, ἀλλ᾽ ἡ κόλασις αὕτη σωτηρίας μήτηρ ἐστίν· οὕτω καὶ ἐπὶ τῶν παίδων ποίει τῶν σῶν, ἁμαρτανόντων αὐτῶν· δῆσον τὸν πλημμελήσαντα, ἕως ἂν ἐξιλεώσῃ τὸν Θεόν· μὴ ἀφῇς λελυμένον, ἵνα μὴ πλέον δεθῇ τῇ τοῦ Θεοῦ ὀργῇ. Ἂν γὰρ σὺ δήσῃς, ὁ Θεὸς οὐκ ἔτι δεσμεῖ· ἂν δὲ μὴ δήσῃς, τὰ ἄῤῥηκτα αὐτὸν περιμένει δεσμά. Ἀλλ᾽ ἱκανὸν ἔδωκε χρόνον τιμωρίαν, φησί. Πόσον, εἰπέ μοι; ἐνιαυτὸν καὶ ἔτη δύο καὶ τρία; Ἀλλ᾽ οὐ χρόνου πλῆθος ζητῶ, ἀλλὰ ψυχῆς διόρθωσιν· τοῦτο τοίνυν δεῖξον, εἰ κατενύγη, εἰ μετεβάλετο, καὶ τὸ πᾶν γέγονεν· ὡς ἂν μὴ τοῦτο ᾖ, οὐδὲν ὄφελος τοῦ χρόνου λοιπόν. Οὐδὲ γὰρ εἰ πολλάκις ἐπεδέθη τὸ τραῦμα ζητοῦμεν, ἀλλ᾽ εἰ ὤνησέ τι ὁ δεσμός. Εἰ μὲν οὖν ὠφέλησε καὶ ἐν χρόνῳ βραχεῖ, μηκέτι προσκείσθω· εἰ δὲ μηδὲν ὤνησε, καὶ μετὰ δέκα ἐνιαυτοὺς ἔτι προσκείσθω· καὶ ὅρος οὗτος ἔστω λύσεως τοῦ δεδεμένου, τὸ κέρδος. Οὐδὲν γὰρ οὕτω δείκνυσι τὸν τὴν ἀρχὴν ἔχοντα, ὡς ἡ φιλοστοργία ἡ περὶ τοὺς ἀρχομένους. Καὶ γὰρ πατέρα οὐ τὸ γεννῆσαι μόνον ποιεῖ, ἀλλὰ καὶ τὸ φιλεῖν μετὰ τὸ γεννῆσαι.

Εἰ δὲ ἔνθα φύσις, ἀγάπης χρεία, πολλῷ μᾶλλον ἔνθα ἡ χάρις. Καὶ σὺ δὲ, ὦ παῖ, ὡς οἰκέτης δούλευσον τοῖς γεννήσασί σε. Τί γὰρ ἀνταποδώσεις αὐτοῖς, οἷα αὐτοὶ σοί; ἀντιγεννῆσαι γὰρ αὐτοῖς οὐκ ἔνι. Ἀλλὰ καὶ ὅταν ὁ πατὴρ τὸν ἀδελφὸν ἐπιτιμήσῃ τὸν σὸν, συνοργίσθητι καὶ σὺ, εἴτε ὡς ἀδελφοῦ κηδόμενος, εἴτε ὡς πατρὶ συναγανακτῶν. Ἂν γὰρ ἴδῃ ὁ ἡμαρτηκὼς, ὅτι ἐπετιμήθη μὲν παρὰ τοῦ πατρὸς, ἐκολακεύθη δὲ παρὰ σοῦ, ῥᾳθυμότερος γίνεται. Καὶ οὐδὲ μέχρι τούτου τὰ τῆς ζημίας, ἀλλὰ καὶ κόλασιν ἄγεις ἐπὶ σαυτόν. Ὁ γὰρ κωλύων τὸ τραῦμα θεραπευθῆναι, τοῦ πεποιηκότος αὐτὸ οὐκ ἐλάττονα ἔχει κόλασιν, ἀλλὰ καὶ μείζονα· οὐ γάρ ἐστιν ἴσον πλῆξαι, καὶ τὸ πληγὲν κωλῦσαι θεραπευθῆναι· τοῦτο μὲν γὰρ θάνατον τίκτει πάντως, ἐκεῖνο δὲ οὐ πάντως.

Μὴ δὴ τῶν γεγεννηκότων καταφρονῶμεν· κἂν γὰρ αὐτῶν καταφρονήσωμεν, τοὺς ἄρχοντας δεδοικότες ἐπιεικέστεροι πάντως ἐσόμεθα· κἂν ἐκείνων διαπτύσωμεν ἁμαρτάνοντες, τὴν τοῦ συνειδότος οὐδέποτε δυνησόμεθα διαφυγεῖν ἐπιτίμησιν· κἂν ταύτην ἀτιμάσωμεν καὶ διακρουσώμεθα, τὴν παρὰ τῶν πολλῶν ὑπόληψιν δεδοικότες ἀμείνους ἐσόμεθα· κἂν πρὸς ταύτην ἀναισχυντήσωμεν, ὁ τῶν νόμων ἐπικείμενος φόβος καὶ ἄκοντας ἡμᾶς σωφρονίσαι δυνήσεται.

Ὥσπερ γὰρ κολαζομένων τῶν πονηρῶν, ἕτεροι βελτίους γίνονται, οὕτω καί τινων κατορθούντων πολλοὶ πρὸς τὸν ἴσον ἐνάγονται ζῆλον. Καὶ γὰρ τὸ παιδίον, ἕως μὲν ἂν ὑπὸ παιδαγωγοῦ τινος ἄγηται φοβεροῦ, κἂν σωφρονῇ, κἂν μετ᾽ ἐπιεικείας ζῇ, θαυμαστὸν οὐδὲν, ἀλλὰ τῷ τοῦ παιδαγωγοῦ φόβῳ τὴν σωφροσύνην τοῦ νέου λογίζονται πάντες· ὅταν δὲ ἀποθέμενος τὴν ἐκεῖθεν ἀνάγκην, ἐπὶ τῆς αὐτῆς μένῃ σεμνότητος, τότε καὶ τὴν ἐπὶ τῆς προτέρας ἡλικίας σωφροσύνην αὐτῷ πάντες λογίζονται. Διὰ τοῦτο διδασκάλους μᾶλλον τῶν πατέρων ἐπιζητεῖν δεῖ καὶ ποθεῖν· διὰ τούτων μὲν γὰρ τὸ ζῇν, δι᾽ ἐκείνων δὲ τὸ καλῶς ζῇν γίνεται. Μηδὲ, ὅτι πατέρα ἅγιον ἔχεις, ἐγκαλλωπίζου· αὐτὸ μὲν οὖν τοῦτο καταδικάσεταί σε πλέον, ὅταν οἴκοθεν ἔχων τὸ παράδειγμα τῆς εὐγενείας, ἀνάξιον σαυτὸν τῆς προγονικῆς παράσχῃς ἀρετῆς. Μέγα ἀγαθὸν ἐν τοῖς κατορθώμασι τοῖς οἰκείοις τὰς ἐλπίδας τῆς σωτηρίας ἔχειν· οὐδὲ γὰρ φίλος οὐδεὶς οὐδέπω παραστήσεται ἐκεῖ. Εἰ γὰρ ἐνταῦθά φησι τῷ Ἱερεμίᾳ, Μὴ ἀξίου περὶ τοῦ λαοῦ τούτου, ἐνταῦθα, ὅπου κύριοί ἐσμεν τοῦ μεταβαλέσθαι· πολλῷ μᾶλλον ἐκεῖ.

Τὰ γοῦν τῶν προγόνων ἐγκώμια, ὅταν μὲν αὐτοῖς κοινωνῶμεν, καὶ ἡμῶν ἐστιν· ὅταν δὲ μὴ, οὐδὲν ἰσχύει, ἀλλὰ καὶ μᾶλλον κατακρίνει· καὶ ὅπως, ἄκουε. Ἀβεσσαλὼμ υἱὸς ἐγένετο τῷ Δαυῒδ, νέος, ἀκόλαστος, διεφθαρμένος. Οὗτος ἐπανέστη ποτὲ τῷ πατρὶ, καὶ τῆς βασιλείας αὐτὸν καὶ τῆς οἰκίας καὶ τῆς πατρίδος ἐκβαλὼν, ἀντ᾽ ἐκείνου κατέσχεν ἅπαντα· ὃς οὔτε τὴν φύσιν, οὔτε τὴν ἀνατροφὴν, οὔτε τὴν ἡλικίαν, οὔτε τὰ προλαβόντα ᾐδεῖτο, ἀλλ᾽ οὕτως ἦν καθάπαξ ὠμὸς καὶ ἀπηνὴς, καὶ θηρίον μᾶλλον ἢ ἄνθρωπος, ὡς ἅπαντα ταῦτα διαῤῥήξας τὰ κωλύματα, αὐτοῖς μετὰ ἀναισχυντίας ἐπιπηδῆσαι τοῖς τῆς φύσεως νόμοις, καὶ ταραχῆς ἐμπλῆσαι ἅπαντα καὶ θορύβου.

Εἰ γὰρ ὡς πατέρα αἰδεσθῆναι μὴ ἐβούλετο, ὡς γεγηρακότα ἐχρῆν· εἰ δὲ τῆς πολιᾶς κατημέλει, ὡς εὐεργέτην αἰσχύνεσθαι ἔδει· εἰ δὲ μηδὲ οὕτως, ὡς οὐδὲν ἠδικηκότα. Ἀλλ᾽ ὁ τῆς φιλαρχίας ἔρως πᾶσαν ταύτην ἐξέβαλε τὴν αἰδὼ, καὶ θηρίον τὸν ἄνθρωπον ἐποίησε. Καὶ ὁ μὲν μακάριος οὗτος ὁ γεννησάμενος καὶ ἀναθρεψάμενος, ἀλήτης καὶ φυγὰς κατὰ τὴν ἔρημον ἐπλανᾶτο, καθάπερ τις μετανάστης τῇ ὑπερορίᾳ, καὶ τοῖς ἐντεῦθεν κολαζόμενος κακοῖς· ἐκεῖνος δὲ ἐνετρύφα τοῖς τοῦ πατρὸς ἀγαθοῖς. Τῶν τοίνυν πραγμάτων ἐν τούτοις ὄντων, καὶ τῶν στρατοπέδων μετ᾽ ἐκείνου τεταγμένων, καὶ τῶν πόλεων ὑπὸ τὸν τύραννον οὐσῶν, Χουσί τις ἄνθρωπος ἐπιεικὴς, φίλος ὢν τῷ Δαυῒδ, ἔμενε τὴν πρὸς αὐτὸν φιλίαν διατηρῶν ἐν τῇ τῶν καιρῶν τούτων μεταβολῇ, καὶ ἰδὼν αὐτὸν ἀθρόον κατὰ τὴν ἔρημον πλανώμενον, διέῤῥηξε τὸν χιτωνίσκον, κατεπάσσατο τέφραν, ἐστέναξεν, ἀνέκραξε πικρὸν καὶ ἐλεεινόν· καὶ ἐπειδὴ μηδὲν ἠδύνατο, τὴν ἀπὸ τῶν δακρύων εἰσφέρει παραμυθίαν, Οὐ γὰρ ἦν τῶν καιρῶν φίλος οὐδὲ τῆς δυναστείας, ἀλλὰ τῆς ἀρετῆς· διὰ τοῦτο τῆς ἀρχῆς μεταπεσούσης, αὐτὸς τὴν φιλίαν οὐ μετέβαλεν. Ἰδὼν τοίνυν αὐτὸν ὁ Δαυῒδ ταῦτα ποιοῦντα, φησὶ πρὸς αὐτόν· Φίλου μὲν καὶ ταῦτα καὶ γνησίως πρὸς ἡμᾶς διακειμένου, ὀνίνησι δὲ οὐδὲν ἡμᾶς· ἀλλὰ τί δεῖ βουλεύσασθαι καὶ σκοπῆσαι, ὅπως ἂν λυθείη τὰ δεινὰ, καὶ διέξοδόν τινα εὕρω τῶν συμφορῶν;

Ταῦτα εἰπὼν εἰσηγεῖται γνώμην ἐκείνῳ τοιαύτην· Ἀπελθὼν, φησὶ, πρὸς τὸν υἱὸν τὸν ἐμὸν, καὶ φίλου προσωπεῖον ὑποδὺς, διασκέδασόν μοι τὰς ἐκείνου βουλὰς, καὶ τοῦ Ἀχιτόφελ τὴν βουλὴν ἄκυρον ποίησον. Ὁ γὰρ Ἀχιτόφελ οὗτος καὶ τοῦ τυράννου τότε ἐκράτησεν, οἰκειωθεὶς αὐτῷ, καὶ δεινὸς μὲν ἦν τὰ πολεμικὰ, δεινὸς δὲ καὶ στρατηγῆσαι πολέμῳ καὶ μάχῃ· διὸ καὶ τοῦ τυράννου μᾶλλον αὐτὸν ἐδεδοίκει ὁ Δαυΐδ· οὕτως ἦν δεινὸς ὁ ἀνὴρ ἐν ταῖς γνώμαις. Ταῦτα ἀκούσας ὁ Χουσὶ ἐπείσθη, καὶ οὐδὲν μικρόψυχον ἐλογίσατο, οὐδὲ ἄνανδρον, οὐδὲ εἶπεν, Τί δὲ, ἐὰν ἁλῶ; τί δὲ, ἐὰν γυμνωθῇ καὶ ἐλεγχθῇ μου τὸ προσωπεῖον; τί δὲ, ἐὰν φωραθῇ τὸ δρᾶμα τῆς ὑποκρίσεως; δεινὸς ὁ Ἀχιτόφελ, ἴσως καὶ τοῦτο ἐλέγξει καὶ ποιήσει κατάφωρον, καὶ ἀπολοῦμαι εἰκῆ καὶ μάτην. Οὐδὲν τῶν τοιούτων ἐννοήσας, εἰς τὸ στρατόπεδον ἐνεπήδησε, τὸ πᾶν ἐπὶ τὸν Θεὸν ῥίψας, καὶ εἰς μέσους ἑαυτὸν ἀφῆκε τοὺς κινδύνους. Ὡς δὲ ἐπέστη τῇ πόλει, ἰδὼν προσελαύνοντα τὸν τύραννον, προσῆλθεν· ὁ δὲ ἰδὼν αὐτὸν ἀθρόον καὶ τῇ φιλαρχίᾳ μεθύων, οὐκ ἐξήτασεν ἀκριβῶς τὰ κατ᾽ αὐτὸν, ἀλλ᾽ ἐπισκώπτων αὐτὸν καὶ ὀνειδίζων, Ἄπιθι, φησὶ, μετὰ τοῦ ἑταίρου σου· οὐδὲ τὸ ὄνομα ὑπομείνας εἰπεῖν τοῦ πατρὸς ὑπὸ μίσους καὶ ἀπεχθείας πολλῆς. Ὁ δὲ Χουσὶ οὐδὲν διαταραχθεὶς οὐδὲ θορυβηθεὶς, τί φησιν;

Ὅτε ἦν ὁ Θεὸς μετ᾽ αὐτοῦ, τὰ ἐκείνου ἐφρόνουν, ἐπειδὴ δὲ μετὰ σοῦ νῦν ἕστηκεν, ἀκόλουθον θεραπεύειν τὰ σά. Ἐπῆρε τοῦτο τὸν τύραννον καὶ ἐφύσησε, καὶ οὐδὲν ἐξετάσας ἀκριβῶς (κοῦφος γὰρ ἀνὴρ πιστεύει παντὶ λόγῳ, τοῖς ἐναντίοις ἐκτραχηλισθεὶς), εὐθέως αὐτὸν εἰς τοὺς γνησίους εἰσάγει, καὶ εἰς τοὺς πρώτους ἐγγράφει τῶν φίλων. Τὸ δὲ πᾶν ὁ Θεὸς ᾠκονόμει παρὼν καὶ στρατηγῶν τοῖς γινομένοις. Καὶ λοιπὸν βουλῆς προκειμένης περὶ πολέμου, καὶ ἑτέρων ἕτερα εἰσηγουμένων περὶ τοῦ πότερον εὐθέως ἐπιθέσθαι χρὴ, ἢ μικρὸν ἀναβαλομένους, παρελθὼν ὁ Ἀχιτόφελ ὁ δεινὸς ἐκεῖνος συμβουλεῦσαι καὶ γνώμην εἰσενεγκεῖν, ταύτην εἰσηγεῖτο τὴν συμβουλήν· Τεταλαιπωρημένῳ, φησὶ, νῦν καὶ τεθορυβημένῳ ἐπιθώμεθα τῷ πατρὶ τῷ σῷ, καὶ μὴ συγχωρήσαντες αὐτὸν μηδὲ μικρὸν, οὕτως ἀνέλωμεν· ἂν γὰρ ἀπαρασκευάστῳ ὄντι νῦν ἐπιθώμεθα, οὐδεὶς ἔσται πόνος ἡμῖν. Ταῦτα ἀκούσας ὁ τύραννος καλεῖ καὶ τὸν Χουσὶ, τὸν αὐτομολήσαντα τῇ ὑποκρίσει πρὸς αὐτὸν, καί φησι· Μεταδῶμεν καὶ τούτῳ τοῦ λόγου· ὅπερ οὐκ ἦν κατὰ ἀκολουθίαν ἀνθρωπίνην, τὸ ἀθρόον ἐλθόντα τοῦτον οὕτω τιμῆσαι καὶ νομίσαι ἀξιόπιστον εἶναι· ὡς καὶ συμβουλῆς ἀξιοῦν πραγμάτων ἕνεκεν τοιούτων· ἀλλ᾽ ὅπερ ἔφθην εἰπὼν, ὅταν ὁ Θεὸς στρατηγῇ, καὶ τὰ δύσκολα εὔκολα γίνεται. Καὶ εἰσάγεται ὁ Χουσὶ, καὶ μεταδίδωσι παῤῥησίας αὐτῷ ὁ τύραννος, καὶ ἀξιοῖ λέγειν τὰ παριστάμενα. Τί οὖν ὁ Χουσί;

Οὐδέποτε, φησὶν, οὕτω διήμαρτεν Ἀχιτόφελ. Εἶδες σύνεσιν ἀνδρός; οὐκ εὐθέως αὐτῷ τὴν γνώμην ἐκβάλλει, ἀλλὰ μετ᾽ ἐγκωμίου. Θαυμάσας γὰρ αὐτὸν πρῶτον ὡς ἐν τοῖς ἔμπροσθεν χρόνοις καιρίως συμβουλεύοντα, οὕτω τὴν παροῦσαν κακίζει γνώμην· μονονουχὶ λέγων, Θαυμάζω, πῶς νῦν διήμαρτεν· οὐ γάρ μοι δοκεῖ συμφέρειν οὗτος ὁ λογισμός. Ἂν μὲν γὰρ νῦν ἐπιθώμεθα, καθάπερ ἄρκτος τις παροιστρῶσα, θυμοῦ γέμων ὁ πατὴρ ὁ σὸς, καὶ ἀπεγνωκὼς τῆς ἑαυτοῦ ζωῆς, ἐν ἀκμαζούσῃ τῇ ὀργῇ πολεμῶν, οὐδένα τῆς ἑαυτοῦ σωτηρίας ποιήσεται λόγον, καὶ μετὰ πολλῆς ἐμπεσεῖται τῆς σφοδρότητος ἡμῖν· εἰ δὲ μικρὸν ἐνδοίημεν, μετὰ πλείονος ἐπιθησόμεθα τῆς παρασκευῆς, καὶ μετὰ μείζονος τῆς ἀσφαλείας, καὶ ἀπονητὶ, καὶ μετὰ εὐκολίας ἁπάσης, ὥσπερ [ἐν] σαγήνῃ λαβόντες αὐτὸν, οὕτως ἐπανήξομεν. Ἐπαινεῖ τὴν γνώμην ὁ Ἀβεσσαλὼμ ταύτην, καὶ λυσιτελεστέραν εἶναι ἔφησεν αὐτῷ.

Ταῦτα δὲ ἔλεγεν ὁ Χουσὶ, βουλόμενος δοῦναι καιρὸν τῷ Δαυῒδ, ὥστε στῆναι μικρὸν καὶ ἀναπνεῦσαι καὶ στρατεύματα συναγαγεῖν. Οὕτω τοίνυν ἐκβαλὼν τοῦ Ἀχιτόφελ τὴν γνώμην διά τινων κεκρυμμένων πέμψας ἀνδρῶν, ἀπήγγειλεν ἅπαντα τῷ Δαυῒδ, καὶ ὅτι τὴν αὐτοῦ γνώμην ἐκύρωσεν ὁ τύραννος, τὴν φέρουσαν τῷ Δαυῒδ τὴν νίκην. Οὕτω γοῦν καὶ ἐγένετο.

Ἐπειδὴ γὰρ μικρὸν ἔδοσαν οἱ περὶ τὸν τύραννον, παρασκευασάμενος ὁ Δαυῒδ ἐπέθετο, καὶ τὸ τρόπαιον ἔστησεν. Ὅπερ ὁ Ἀχιτόφελ ἀπὸ πολλῆς συνέσεως καὶ δεινότητος συνορῶν, καὶ ἐντεῦθεν ἤδη τὸ τέλος καταμαθὼν, ὅτι ὄλεθρος ἦν τῷ Ἀβεσσαλὼμ αὕτη ἡ γνώμη, οὐκ ἐνεγκὼν τὴν ἐντεῦθεν ἐπήρειαν, ἀπελθὼν, βρόχον ἀνῆψε καὶ ἀπήγξατο, καὶ οὕτω τὸν βίον κατέλυσε. Περὶ τοῦ Ἀχιτόφελ οὖν καὶ τοῦ Ἀβεσσαλὼμ εἴρηται τὸ, Ἐπιστρέψει ὁ πόνος αὐτοῦ εἰς κεφαλὴν αὐτοῦ· ἀμφοτέρων γὰρ εἰς κεφαλὴν ἡ τιμωρία κατέβη. Ὁ μὲν γὰρ ἀγχόνῃ χρησάμενος, οὕτω τὸν βίον κατέλυσεν· ὁ Ἀβεσσαλὼμ δὲ οὐκ ἀπήγξατο, ἀλλ᾽ ἄκων ἐκρέματο, καὶ οὐκ εὐθέως ἀνῄρητο, ἀλλ᾽ ὥσπερ ἐν δικαστηρίῳ πρότερον ἀνηρτήθη καὶ τῷ ξύλῳ προσηλώθη, καὶ τοῦ Θεοῦ τὴν ψῆφον ἄνωθεν φέροντος, ἐπὶ πολὺν ἐκρέματο χρόνον, ὑπὸ τοῦ συνειδότος λοιπὸν μαστιζόμενος.

Καὶ ἵνα μάθῃς, ὅτι οὐκ ἀνθρωπίνης ἦν σπουδῆς τὸ γινόμενον, ἀλλ᾽ ὅλον θεῖον ἦν τὸ δικαστήριον, τρίχες αὐτὸν καὶ ξύλον ἔδησαν, καὶ ζῶον ἄλογον παρέδωκε· καὶ ἀντὶ μὲν σχοίνων ἡ κόμη, ἀντὶ δὲ ξύλου τὸ δένδρον γέγονεν, ἀντὶ δὲ στρατιώτου ἡ ἡμίονος.

Καὶ σκόπει τοῦ Θεοῦ τὴν μακροθυμίαν· καὶ γὰρ ἀφῆκεν αὐτὸν χρόνον πολὺν, εἰς μετάνοιαν ἐφελκόμενος, καὶ πεῖραν λαβεῖν ἐποίησε τῆς τοῦ πατρὸς γλυκύτητος. Εἰ γὰρ μὴ θηρίον ἦν, καὶ λιθίνην εἶχε ψυχὴν, ἱκανὰ ἦν ἐκεῖνα πάντα αὐτὸν ἀπαγαγεῖν τῆς ἀκαίρου μανίας· ἡ τράπεζα, καθ᾽ ἣν ἐκοινώνει τῷ πατρὶ τῶν ἁλῶν, ὁ οἶκος, τὰ συνέδρια, ἔνθα οἱ λόγοι πρὸς αὐτὸν ἐγίνοντο· τὰ ἄλλα πάντα, ἔνθα αὐτῷ κατηλλάγη φόνον τοιοῦτον πεποιηκότι. Μετὰ τούτων καὶ ἕτερα ἦν ἱκανὰ αὐτὸν μαλάξαι. Καὶ γὰρ ἤκουσεν, ὅτι φυγὰς καὶ ἀλήτης περιήρχετο, ὅτι τὰ ἔσχατα ἔπασχε δεινά. Πῶς δὲ οὐκ ἐνενόησεν, ὅτι καὶ νικήσας, πάντων ἀθλιώτερον ἂν ἔζη βίον, ἐναγὴς ὢν καὶ ἀκάθαρτος ἀπὸ τοῦ τροπαίου; καὶ ταῦτα λοιπὸν, γέροντος ὄντος τοῦ πατρὸς, καὶ ἐπὶ θύραις τῆς προσδοκίας οὔσης, οὐκ ἀνέμενε χρόνον ἔτι μικρόν. Ποῦ νῦν εἰσιν οἱ πενίαν ὀδυρόμενοι; πόσης ταῦτα πενίας χαλεπώτερα, πόσης νόσου, πόσης ὀδύνης; Οὐκ εἶπεν οὐδὲν τοιοῦτον πρὸς ἑαυτὸν ὁ δίκαιος οὗτος, οὐδὲ ἀπεδυσπέτησε οὐδὲ ἐθρήνησε λέγων· Καλάς γε ἀπολαμβάνω τὰς ἀμοιβάς· ὁ ἐν τῷ νόμῳ αὐτοῦ μελετῶν ἡμέρας καὶ νυκτὸς, ὁ ἐν ἀξιώματι τοιούτῳ πάντων γενόμενος ταπεινότερος, ὁ τῶν ἐχθρῶν φεισάμενος, εἰς χεῖρας ἀκολάστου παιδὸς ἐκδίδομαι.

Οὐδὲν τοιοῦτον οὐκ εἶπεν, οὐκ ἐνενόησεν· ἀλλ᾽ ἔφερεν ἅπαντα μετὰ φιλοσοφίας, μίαν μόνον ἔχων παραμυθίαν ἐν τοῖς γινομένοις, τὸ πεπεῖσθαι, ὅτι τοῦ Θεοῦ ταῦτα εἰδότος γίνεται. Καὶ καθάπερ οἱ τρεῖς παῖδες ἐν τῇ καμίνῳ ὄντες ἔλεγον· Καὶ ἐὰν μὴ, γνωστὸν ἔστω σοι, βασιλεῦ, ὅτι τοῖς θεοῖς σου οὐ λατρεύομεν, καὶ τῇ εἰκόνι τῇ χρυσῇ ᾗ ἔστησας οὐ προσκυνοῦμεν.

Εἰ δέ τις εἶπε πρὸς αὐτοὺς, Καὶ ποίᾳ ἐλπίδι ἀποθνήσκετε; τί προσδοκῶντες, τί δὲ ἐλπίζοντες μετὰ τὸν θάνατον, μετὰ τὸ πῦρ; οὐδέπω γὰρ τῆς ἀναστάσεως ἦν προσδοκία· ἤκουσεν ἂν παρ᾽ αὐτῶν· ὅτι Αὕτη μεγίστη ἐστὶν ἡμῖν ἀντίδοσις, τὸ διὰ τὸν Θεὸν ἀποθανεῖν. Οὕτω καὶ οὗτος μεγίστην ταύτην ἡγεῖτο αὐτῷ εἶναι παραμυθίαν, τὸ τὸν Θεὸν εἰδότα ταῦτα μὴ κωλύειν. Εἰ γὰρ ἐραστὴς μυριάκις ἂν ἕλοιτο ὑπὲρ ἐρωμένης κατασφαγῆναι, καίτοι οὐδὲν μετὰ θάνατον προσδοκῶν παρ᾽ ἐκείνης· πολλῷ μᾶλλον ἡμᾶς δεῖ μὴ βασιλείας προσδοκίᾳ, μὴ ἄλλῃ τινὶ τῶν μελλόντων ἀγαθῶν ἐλπίδι, ἀλλὰ δι᾽ αὐτὸν τὸν Θεὸν ταῦτα πάσχειν· ὅτι αὐτῷ πρέπει δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.