Ταῦτα οὐχ ἁπλῶς ἐπεστάλκαμέν σου τῇ τιμιότητι, ἀλλ᾽ ἐπειδὴ στοχαζόμεθα καὶ τῇ ἀποδημίᾳ τῇ ἡμετέρᾳ, τῷ τε θορύβῳ τῶν αὐτόθι πραγμάτων σφόδρα σε ταράττεσθαι καὶ ἀλύειν, τούτου χάριν γεγράφαμέν σου τῇ εὐλαβείᾳ, ἵνα ἐννοήσασα ὅτι ὁδὸς τὰ πράγματα, στενὴ μὲν ἡ τῆς ἀρετῆς, πλατεῖα δὲ ἡ τῆς κακίας, μήτε τοὺς μετὰ ἁμαρτημάτων εὐημεροῦντας ζηλώσῃς, ἀλλὰ δακρύσῃς μειζόνως (ἐφόδιον γὰρ αὐτοῖς τῆς τιμωρίας ἡ εὐημερία γίνεται), μήτε τοὺς τὴν στενὴν ὁδεύοντας ταλανίσῃς, ἀλλὰ καὶ μακαρίσῃς μειζόνως, ἂν μετ᾽ ἀρετῆς ὁδεύσωσι. Καὶ γὰρ καὶ τούτοις ἐφόδιον, καὶ προσθήκη τιμῶν καὶ στεφάνων, μετὰ τῆς ἀρετῆς καὶ ἡ στενοχωρία γίνεται τῶν παρόντων· ἐπεὶ καὶ ὁ πλούσιος ἐκεῖνος οὐ διὰ τοῦτο μόνον ἀπετηγανίζετο, ὅτι ὠμὸς καὶ ἀπάνθρωπος ἦν, ἀλλὰ ὅτι καὶ ἐν πλούτῳ πολλῷ μείζονι, καὶ δαψιλῆ παρατιθέμενος τράπεζαν· ὁ δὲ Λάζαρος διὰ τοῦτο ἐστεφανοῦτο, ὅτι μετὰ πολλῆς τῆς καρτερίας τὸν χαλεπὸν τῶν ἑλκῶν ἤνεγκε πόλεμον, τὴν πενίαν, τὴν ἐρημίαν τῶν προστησομένων, τὸ ἀπεῤῥῖφθαι, τὸ καταφρονεῖσθαι, τὸ προκεῖσθαι τράπεζα ταῖς τῶν κυνῶν γλώσσαις. Ταῦτα γὰρ πάντα εἰ καὶ πρὸ τῶν ἡμετέρων ἐπίστασαι γραμμάτων, ἀλλ᾽ ἀναγκαῖον εἶναι νομίσαντες καὶ παρ᾽ ἡμῶν σε ἀναμιμνήσκεσθαι, ἐπεστάλκαμεν, ὥστε μὴ τῇ τυραννίδι τῆς ἀθυμίας θολοῦσθαι.