Οʹ. Ἀφθονίῳ, Θεοδότῳ, Χαιρέᾳ, πρεσβυτέροις καὶ μονάζουσιν. Ἐβουλόμην καὶ αὐτὸς παραγενομένους ὑμᾶς ἐνταῦθα ἰδεῖν· ἀλλ᾽ ἐπειδὴ πολλὰ τὰ κωλύοντα, τοῦτο μὲν οὐ τολμῶ νῦν ἀπαιτεῖν, ἀξιῶ δὲ, καὶ πόῤῥωθεν ὄντας, τὴν ἀπὸ τῶν πεπαῤῥησιασμένων εὐχῶν ὑμῶν παρέχειν συμμαχίαν ἡμῖν (αὕτη γὰρ οὔτε χρόνῳ μαραίνεται ἡ βοήθεια, οὔτε ὁδοῦ μήκει διείργεται, ἀλλ᾽ ὅπουπερ ἂν διάγῃ τις παῤῥησίαν πρὸς τὸν Θεὸν ἔχων, καθάπερ οὖν καὶ ὑμεῖς, δύναται καὶ τοὺς πόῤῥωθεν ὄντας ἐντεῦθεν τὰ μέγιστα ὠφελεῖν), μετὰ δὲ τῶν εὐχῶν καὶ γράμματα ἡμῖν παρέχειν τὰ συνεχῶς περὶ τῆς ὑγείας ὑμῶν εὐαγγελιζόμενα. Εἰ γὰρ καὶ πολλὰ τὰ πανταχόθεν ἡμῖν περιεστοιχισμένα κύματα, καὶ ἐρημία τόπου, καὶ πολιορκία, καὶ Ἰσαύρων ἔφοδος, καὶ καθημερινὸς θάνατος (θανάτῳ γὰρ συζῶμεν διηνεκεῖ, καθάπερ ἐν δεσμωτηρίῳ, ἐν τῷ φρουρίῳ τούτῳ συγκεκλεισμένοι, καὶ σώματος ἀσθενείᾳ παλαίοντες χαλεπῇ), ἀλλ᾽ ὅμως εἰ καὶ πολλαὶ αἱ περιστάσεις, οὐ μικρὰν εἰς παραμυθίαν τῶν κακῶν τούτων τὴν ὑμετέραν ἔχομεν ἀγάπην. Εἰ γὰρ καὶ ὀλίγα ὑμῖν συνεγενόμεθα, ἀλλὰ πολλὴν πεῖραν ὑμῶν τῆς διαθέσεως εἰλήφαμεν, τῆς γνησίας καὶ θερμῆς καὶ μέλιτος γλυκυτέρας, τῆς ἀπεριτρέπτου, τῆς σταθηρᾶς καὶ πεπηγυίας, ἣν καὶ παρόντες καὶ ἀπόντες ἐπιδείκνυσθε.