Μηδὲν οὖν σε ταραττέτω τῶν ἐπαγομένων δεινῶν· ἀλλ᾽ ὅσῳπερ ἂν αὔξηται τὰ κύματα, καὶ μεῖζον γένηται τὸ κλυδώνιον, τοσούτῳ μείζονα ἀνάμενε τὴν ἐμπορίαν, καὶ πολλῷ πλείονα τὰ ἔπαθλα τῶν ἱδρώτων, καὶ μείζονα, καὶ λαμπρότερα. Οὐ γὰρ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλύπτεσθαι εἰς ἡμᾶς. Ὁδὸς γὰρ τὰ παρόντα, καὶ τὰ χρηστὰ, καὶ τὰ λυπηρὰ τοῦ βίου τούτου, καὶ ἑκάτερα ὁμοίως παροδεύεται, καὶ οὐδὲν αὐτῶν πάγιον, οὐδὲ βεβηκὸς, ἀλλὰ μιμεῖται τὴν φύσιν, ὁμοῦ τε φαινόμενα, καὶ παρατρέχοντα. Καθάπερ οὖν ὁδῖται καὶ ὁδοιπόροι ἄν τε διὰ λειμώνων ὁδεύωσιν, ἄν τε διὰ φαράγγων, οὐδεμίαν οὐδὲ ἐντεῦθεν καρποῦνται τὴν ἡδονὴν, οὐδὲ ἐκεῖθεν ὑπομένουσι λύπην· ὁδῖται γάρ εἰσιν, οὐχὶ πολῖται, ἑκάτερα παρατρέχοντες, καὶ πρὸς τὴν πατρίδα τὴν ἑαυτῶν ἐπειγόμενοι· οὕτω παρακαλῶ καὶ ὑμᾶς μήτε πρὸς τὰ φαιδρὰ τοῦ παρόντος κεχηνέναι βίου, μήτε ὑπὸ τῶν λυπηρῶν καταβαπτίζεσθαι, ἀλλ᾽ ἓν μόνον σκοπεῖν, ὅπως εἰς τὴν κοινὴν ἁπάντων ἡμῶν πατρίδα μετὰ πολλῆς παραγένησθε τῆς παῤῥησίας. Ἐπειδήπερ τοῦτό ἐστι τὸ μένον καὶ πεπηγὸς καὶ ἀθάνατον ἀγαθὸν, τὰ δὲ ἄλλα πάντα, ἄνθος χόρτου καὶ καπνὸς, καὶ εἴ τι τούτων εὐτελέστερον.