Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Ἐπιστολὴ πρὸς ἐπισκόπους, πρεσβυτέρους καὶ διακόνους

Ἰωάννης ὁ Χρυσόστομος

Η ουράνια ανταμοιβή και το παράδειγμα των μαρτύρων

Παραλληλισμός των παθημάτων των κληρικών με το μαρτύριο του Ιωάννη του Προδρόμου και ανάδειξη της πνευματικής αξίας των αγώνων τους.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 2 από 3

Καὶ τὰ μὲν ἐνταῦθα τοιαῦτα, τὰ δὲ ἐν οὐρανοῖς τίς παραστῆσαι δυνήσεται λόγος; Ἐγγέγραπται ὑμῶν τὰ ὀνόματα ἐν βίβλῳ ζωῆς, μετὰ τῶν ἁγίων κατηριθμήθητε μαρτύρων. Οἶδα ταῦτα ἐγὼ σαφῶς, οὐκ εἰς τὸν οὐρανὸν ἀναβὰς, ἀλλ᾽ ἀπὸ θείων αὐτὰ μαθὼν χρησμῶν. Εἰ γὰρ ὁ γάμῳ παρανομουμένῳ παραστὰς, καὶ μὴ διορθῶσαι δυνηθεὶς τὴν παρανομίαν, ἀλλ᾽ ἐλέγξαι αὐτὴν μόνον, ὁ τῆς στείρας καρπὸς, ὁ τῆς ἐρήμου πολίτης, ἐπειδὴ διὰ τοῦτο τὸ δεσμωτήριον ᾤκησε καὶ ἀπετμήθη, καὶ μάρτυς, καὶ μαρτύρων ὁ πρῶτός ἐστιν· ὑμεῖς οἱ νόμοις πατέρων καὶ θεσμοῖς παραβαθεῖσι, καὶ ἱερωσύνῃ ἐπηρεαζομένῃ καὶ παρανομουμένῃ παραστάντες, καὶ τοσαῦτα παθόντες ὑπὲρ ἀληθείας, καὶ τοῦ λῦσαι συκοφαντίας ἀναισχύντους οὕτως, ἐννοήσατε ἡλίκην λήψεσθε τὴν ἀμοιβήν. Οὐκ ἔξεστί σοι ἔχειν τὴν γυναῖκα Φιλίππου τοῦ ἀδελφοῦ σου, εἶπε τοῦτο ὁ γενναῖος ἐκεῖνος καὶ ὑψηλὸς ἀνὴρ, καὶ ἤρκεσεν αὐτῷ πρὸς παῤῥησίαν ἄφατον. Εἴπατε καὶ ὑμεῖς, Πρόκειται ἡμῶν τὰ σώματα κολάσεσι, τιμωρίαις, βασάνοις· ἀνάλισκε, δαπάνα ταῦτα τιμωρίαις οἵαις βούλει· συκοφαντεῖν οὐχ αἱρούμεθα, ἀλλὰ ἀποθνήσκειν μυριάκις.

Ἀλλ᾽ οὐκ ἀπετμήθητε, ἀλλὰ πολλῷ χαλεπώτερα πεπόνθατε. Οὐ γάρ ἐστιν ἴσον ἐν βραχείᾳ καιροῦ ῥοπῇ κεφαλὴν ἀποθέσθαι, καὶ τοσαύταις ἐπὶ τοσούτῳ χρόνῳ παλαίειν ὀδύναις, φόβοις, ἀπειλαῖς, δεσμωτηρίοις, ἀπαγωγαῖς, δικαστηρίοις, δημίων χερσὶ, συκοφαντῶν ἀναισχύντοις γλώτταις, ὀνείδεσι, λοιδορίαις, σκώμμασι. Καὶ γὰρ καὶ τοῦτο μέγιστον ἄθλου εἶδος, καὶ τίθησιν αὐτὸ ἐν τάξει μεγάλων ἀγώνων ὁ μακάριος Παῦλος, οὕτω λέγων· Ἀναμιμνήσκεσθε τὰς πρότερον ἡμέρας, ἐν αἷς φωτισθέντες πολλὴν ἄθλησιν ὑπεμείνατε παθημάτων. Εἶτα λέγων τὴν ἄθλησιν, τοῦτο τέθεικεν, οὕτως εἰπών· Τοῦτο μὲν ὀνειδισμοῖς καὶ θλίψεσι θεατριζόμενοι, τοῦτο δὲ κοινωνοὶ τῶν οὕτως πασχόντων γενηθέντες.