Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Ἐπιστολὴ πρὸς Καισάριον

Ἰωάννης ὁ Χρυσόστομος

Αναίρεση της αιρέσεως του Απολλιναρίου και ομολογία της ασυγχύτου ενώσεως

Έλεγχος της διδασκαλίας περί συναλοιφής των φύσεων και προτροπή προς διαφύλαξη της πίστης στις δύο τέλειες και αχώριστες φύσεις του Χριστού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 1 από 3

〈Ἰωάννου τοῦ Χρυσοστόμου ἐκ τῆς πρὸς Καισάριον ἐπιστολῆς μετὰ τὴν δευτέραν αὐτοῦ ἐξορίαν〉 Καὶ φήσειας πάντως ἐκ πλάνης πρὸς τὸ κρεῖττον ἐληλυθέναι καὶ χάριν ὁμολογεῖν τοῖς τὴν θαυμαστὴν ἐκείνην προσκομίσασι βίβλον, ἣν ἀρίστην τὰ κάλλιστά σου ἀποκαλοῦσι γράμματα, ὡς τηλαυγῶς διαγορεύουσαν συνδρομὴν οὐσιώδη καὶ μεῖξιν θεσπεσίαν γεγενῆσθαι θεότητός τε καὶ σαρκὸς μίαν τε ἐντεῦθεν ἀποτελεσθῆναι φύσιν. Τοῦτο, θαυμάσιε, τοῦ παράφρονος Ἀπολλιναρίου τὸ ἀτόπημα, αὕτη τῶν εἰσαγόντων κρᾶσιν καὶ συναλοιφὴν ἡ δυσσεβεστάτη αἵρεσις.

Ἐκ τῆς αὐτῆς ἐπιστολῆς Χριστὸν δὲ ὅταν εἴπῃς, συνῆψας ἑκάτερα. Ὅθεν καὶ παθητὸς λέγοιτο ἂν ὁ αὐτὸς καὶ ἀπαθής· παθητὸς μὲν σαρκί, ἀπαθὴς δὲ θεότητι. Ταῦτα δὲ καὶ ἐπὶ υἱοῦ καὶ Ἰησοῦ καὶ Κυρίου κατηγορεῖται· κοινὰ γὰρ ταῦτα καὶ δεικτικὰ τῶν δύο οὐσιῶν τὰ ὀνόματα.

Ἐκ τῆς αὐτῆς ἐπιστολῆς Οὕτω κἀνταῦθα τῆς θείας ἐνιδρυμένης τῷ σώματι φύσεως ἕνα υἱόν, ἓν πρόσωπον τὰ συναμφότερα ἀπετέλεσε, γνωριζόμενον μέντοι ἀσυγχύτῳ ἀδιαιρέτῳ λόγῳ, οὐκ ἐν μιᾷ μόνῃ φύσει, ἀλλ᾽ ἐν δυσὶ τελείαις· Ἐπὶ γὰρ μιᾶς πῶς τὸ ἀσύγχυτον; πῶς τὸ ἀδιαίρετον; πῶς ἡ ἕνωσις λεχθείη ποτέ; Ἑαυτῇ γὰρ τὴν μίαν ἑνοῦσθαι ἢ συγχεῖσθαι ἢ διαιρεῖσθαι ἀδύνατον. Ποῖος οὖν ᾅδης ἐξηρεύξατο μίαν ἐπὶ τοῦ Χριστοῦ λέγειν φύσιν;

Καὶ πρὸς τῷ τέλει τῆς αὐτῆς ἐπιστολῆς Τούτων τὰς κενοφωνίας ἐκκλίνοντες, ἀγαπητέ, εἰς τὸ προκείμενον ἐπανέλθωμεν. Εὐσεβὲς καὶ λίαν εὐσεβὲς τὸν θανάτῳ περιβληθέντα Χριστὸν ὁμολογεῖν ἐν θεότητι τέλειον καὶ ἐν ἀνθρωπότητι τέλειον, ἕνα υἱὸν μονογενῆ, οὐ διαιρούμενον εἰς υἱῶν δυάδα, φέροντα δὲ ὅμως ἐν ἑαυτῷ τῶν ἀχωρίστων δύο φύσεων ἀσυγχύτους τὰς ἰδιότητας, οὐκ ἄλλον καὶ ἄλλον, μὴ γένοιτο, ἀλλ᾽ ἕνα καὶ τὸν αὐτὸν Κύριον Ἰησοῦν Χριστόν, Θεὸν Λόγον, σάρκα ἠμφιεσμένον καὶ αὐτὴν οὐκ ἄψυχον καὶ ἄνουν, ὡς ὁ δυσσεβὴς Ἀπολλινάριος εἶπεν. Τούτοις τοίνυν προσχῶμεν. Φύγωμεν τοὺς διαιροῦντας· εἰ γὰρ καὶ διττὴ ἡ φύσις, ἀλλ᾽ οὖν ἀδιαίρετος καὶ ἀπαράσπαστος ἡ ἕνωσις ἐν ἑνὶ τῆς υἱότητος ὁμολογουμένη προσώπῳ καὶ μιᾷ ὑποστάσει.

Φύγωμεν τοὺς μίαν φύσιν μετὰ τὴν ἕνωσιν τερατευομένους· τῇ γὰρ τῆς μιᾶς ἐπινοίᾳ τῷ ἀπαθεῖ Θεῷ πάθος προσάπτειν ἐπείγονται τὴν οἰκονομίαν ἀρνούμενοι.

〈Τοῦ Χρυσοστόμου ἐκ τῆς πρὸς Καισάριον μονάζοντα ἐπιστολῆς〉 Ποῖος ᾅδης ἠρεύξατο μίαν ἐπὶ Χριστοῦ φύσιν λέγειν μετὰ τὴν ἕνωσιν; Ἢ γὰρ τὴν θείαν κρατοῦντες τὴν ἀνθρωπίνην ἀρνοῦνται, φημὶ τὴν ἡμετέραν σωτηρίαν· ἢ τὴν ἀνθρωπίνην κατέχοντες τῆς θείας φύσεως ποιοῦνται τὴν ἄρνησιν. Ἐπιλεγέτωσαν ποία ἀπώλεσε τὸ ἴδιον. Εἰ γὰρ ἔτι ἔρρωται ἡ ἕνωσις, πάντως καὶ τὰ τῆς ἑνώσεως ἰδιώματα σῴζεσθαι ἀνάγκη. Ἐπεὶ οὐχ ἕνωσις τοῦτο, ἀλλὰ σύγχυσις καὶ ἀφανισμὸς τῶν φύσεων. Οὐκ ἐν μιᾷ γοῦν μόνῃ τῇ φύσει ὁ Χ(ριστός), ἀλλ᾽ ἐν δυσὶ τελείαις. Ἐπὶ γὰρ μιᾶς ποῦ τὸ ἀσύγχυτον; Ποῦ τὸ ἀδιαίρετον; Ποῦ ἡ ἕνωσις; Ἑαυτῇ γὰρ ἑνοῦσθαι ἢ διαιρεῖσθαι ἀδύνατον.