Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Ἐπιστολὴ πρὸς μοναχούς

Ἰωάννης ὁ Χρυσόστομος

Η διαμόρφωση του έσω ανθρώπου και η κυριαρχία του λογικού επί των παθών

Η σημασία της καθοδήγησης των λογισμών από τη νεανική ηλικία και η θεολογική ερμηνεία του κατ' εικόνα ως αναφοράς στον έσω άνθρωπο και στην εξουσία του λογιστικού μέρους της ψυχής επί των άλογων παθών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 3 από 4

〈Τοῦ αὐτοῦ〉 Καὶ ἡ προσοχὴ δὲ τῆς διανοίας καὶ ὁ τοῦ μετεωρίζεσθαι ἐθισμὸς εὐκόλως ἂν διὰ τῆς ὀρθῆς ἀγωγῆς τοῖς τοιούτοις παιδίοις ἐγγίγνοιτο, εἰ παρὰ τῶν ἐπιστατούντων συνεχῶς ἀνακρίνοιτο, ποῦ ἔχουσι τὴν ἔννοιαν καὶ τί στρέφουσιν ἐν τοῖς λογισμοῖς. Τὸ γὰρ ἁπλοῦν τῆς ἡλικίας καὶ ἄδολον καὶ πρὸς τὸ ψεῦδος ἀνεπιτήδειον ἐξαγορεύει μὲν εὐκόλως τὰ ἀπόρρητα τῆς ψυχῆς, ὑπὲρ δὲ τοῦ μὴ συνεχῶς ἐγκαταλαμβάνεσθαι τοῖς ἀπηγορευμένοις ὁ τοιοῦτος φεύγοι ἂν τὰς τῶν ἀτόπων ἐννοίας, τὴν ἐκ τῶν ἐλέγχων αἰσχύνην φοβούμενος.

〈Τοῦ αὐτοῦ〉 Καὶ εἶπεν ὁ Θεός· ποιήσωμεν ἄνθρωπον κατ᾽ εἰκόνα ἡμετέραν, τὸν ἔσω ἄνθρωπον λέγει. Ἀλλ᾽ ἐρεῖς σύ· οὐ λέγει ἡμῖν περὶ λογισμῶν, τὸν ἄνθρωπον εἶπε κατ᾽ εἰκόνα Θεοῦ, ὁ δὲ λογισμὸς πῶς ἄνθρωπος; Ἄκουε τοῦ ἀποστόλου λέγοντος· εἰ καὶ ὁ ἔξω ἡμῶν ἄνθρωπος διαφθείρεται, ἀλλ᾽ ὁ ἔσω ἀνακαινοῦται ἡμέρᾳ τῇ ἡμέρᾳ.

Δύο λοιπὸν γνωρίζω ἀνθρώπους, ἕνα τὸν φαινόμενον καὶ ἕνα τὸν ὑποκεκρυμμένον ἐν τῷ φαινομένῳ. Ἔσω τοίνυν ἔχομεν ἄνθρωπον καὶ διπλοῖ τινές ἐσμεν καὶ τότε ἀληθῶς λέγομεν ὅτι ἔνδον ἐσμὲν ἄνθρωποι, τὸ δὲ ἔξω οὔ. Ἀλλὰ τὸ τέλειον ἐν τῷ λογιστικῷ τῆς ψυχῆς ἔχοντες ὥστε τὸ μὲν σῶμα ὄργανόν ἐστι τῆς τοῦ ἀνθρώπου ψυχῆς, ἄνθρωπος δὲ κυρίως τὸ κατ᾽ αὐτὴν τὴν ψυχήν. Καὶ τὸ ἀρχέτωσαν τοίνυν ἄρχει σώματι ἢ λογισμῷ; Ἐν ψυχῇ τὸ ἀρχικὸν ἢ ἐν σαρκί; Ἀλλ᾽ ἐν τίνι τὸ ἀρχικὸν ἢ ἐν τῇ τοῦ λογισμοῦ περιουσίᾳ;

Ὅσῳ γὰρ λείπεται τῇ δυνάμει τοῦ σώματος ὁ ἄνθρωπος, τοσούτῳ περίεστι τῇ τοῦ λογισμοῦ κατασκευῇ. Οὐχὶ ποιήσωμεν ἄνθρωπον κατ᾽ εἰκόνα ἡμετέραν εἶπε καὶ θυμούσθωσαν· οὐ γὰρ τὰ πάθη πρὸς τὴν τοῦ Θεοῦ εἰκόνα παρελήφθη, ἀλλ᾽ ὁ λογισμὸς τῶν παθῶν δεσπότης ἐδόθη σοι ἄρχειν τῶν ἀλόγων, ὥστε τοῦ ἀλόγου πάθους κρατεῖν. Εἰ οὖν τῶν θηρίων ἄρχεις, διατί καὶ τῶν ἔνδον θηρίων οὐκ ἄρχεις; Εἰ τῶν ἔξω ἄρχεις, μὴ τὰ ἔνδον ἀβασίλευτα καταλείψῃς;