Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Ἐπιστολὴ πρὸς μοναχούς

Ἰωάννης ὁ Χρυσόστομος

Ο νους ως φύλακας της καρδίας και η πνευματική άνοδος

Η αναγκαιότητα καταστολής των πονηρών λογισμών, η απαλλαγή από τον περισπασμό των αισθήσεων ως προϋπόθεση για την επίγνωση του Θεού και η τελική δοξολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 4 από 4

Ἄρχων τοίνυν ἐκτίσθης, μὴ μέντοι λογισμοὺς ἔχε μετεώρους μηδὲ κοῦφος ἔσο καὶ ἄστατος τῇ διανοίᾳ. Ἄτοπον ἂν εἴη, τὰ μὲν πετόμενα ἔξω ἂν καταβάλλῃς, σεαυτὸν δὲ κούφως οὕτω καὶ μετεώρως ὑπεραιρόμενον καταβάλλεσθαι. Μὴ οὖν τυφωθεὶς ὑπεραρθῇς ὑπὲρ ὃ εἶ καὶ μείζω φρονήσῃς τῆς φύσεως τῆς ἀνθρωπίνης μηδὲ ἐπαινούμενος φυσιωθῇς μηδὲ δόξαν ἐπιζήτει μηδὲ μέγα τι σεαυτὸν εἶναι νομίσῃς, ἐπεὶ ἔσει ὥσπερ πτηνὸν ἀστήρικτον, ὧδε κἀκεῖσε περιφερόμενον. Ἄρχε τῶν ἐν σοὶ λογισμῶν, ἵνα γένῃ πάντων κύριος· ἡ γὰρ δεδομένη ἡμῖν ἀρχὴ τῶν ζῴων ῥυθμίζειν ἡμᾶς ὀφείλει πρὸς τὸ ἑαυτῶν ἡμᾶς ἄρχειν. Ὥσπερ οὐδὲν ὄφελος οἰκίας, οὐ πόλεως, οὐ θυρῶν, ἐὰν μὴ ὦσιν οἱ φυλάσσοντες καὶ εἰδότες πότε μὲν κλείειν, πότε δὲ ἀνοίγειν, οὕτως οὐδὲ μοναχῷ τῶν ἄλλων κατορθωμάτων ὄφελος, ἂν μὴ ὁ λογισμὸς ᾖ θυρωρὸς τῶν αὐτοῦ βουλευμάτων. Τὴν κλεῖσιν καὶ τὴν ἄνοιξιν τῆς καρδίας μετὰ ἀκριβείας καὶ πολλῆς ἐπιστήμης ἐπιτετραμμένος καὶ εἰδὼς τίνα μὲν ἐκφέρειν δεῖ, τίνα δὲ εἰσάγειν, κἄν τις λογισμὸς ἐκβιάσηται, ἀποπνίγειν αὐτὸν ἔνδον χρὴ καὶ μὴ ἐᾶν εἰς λόγους ἐκφέρεσθαι, ἀλλὰ ταύτην ἀναξηραίνειν τὴν ῥίζαν καὶ ἀσφαλῆ τὴν θύραν ἔχειν καὶ ἀκριβῆ τὴν φυλακήν.

Καὶ τὰ πονηρὰ βουλεύματα μὴ ἐᾶν τίκτεσθαι καὶ τικτόμενα ἀποπνίγειν. Διὸ καὶ ὁ Θεὸς ἔνδον αὐτοὺς τοὺς πονηροὺς λογισμοὺς ἀναιρεῖ λέγων· ὁ ἐμβλέψας γυναικὶ πρὸς τὸ ἐπιθυμῆσαι καὶ τὰ ἑξῆς. Ὁρᾷς πῶς οὐκ ἀφίησιν αὐτοὺς βλαστῆσαι, οὐδὲ βαλεῖν ἀρχήν, οὐκ ἐπιθυμίαν, οὐκ ὀργήν; Λέγει γάρ· ὁ ὀργιζόμενος τῷ ἀδελφῷ αὑτοῦ ἔνοχος ἔσται εἰς τὴν γέενναν τοῦ πυρός. Ἔστωσαν αἱ θύραι κεκλεισμέναι, φησί, καὶ οἱ πονηροὶ λογισμοὶ ταχέως χειρωθήσονται. Ἐκ θυμοῦ γὰρ καὶ ἐπιθυμίας πᾶν ἁμάρτημα γίνεται τῇ ψυχῇ. Διὰ τοῦτο καὶ ὁ Δαβὶδ εὔχεται πρὸς τὸν Θεὸν λέγων· μὴ ἐκκλίνῃς τὴν καρδίαν μου. Οὐχ ὅτι ὁ Θεὸς ἐκκλίνει αὐτήν—μὴ γένοιτο! —ἀλλ᾽, ὃ λέγει, τοιοῦτόν ἐστι· μὴ ἀφῇς ἐκκλιθῆναι ἢ περιτραπῆναι εἰς πονηρὰς ἐννοίας· ἐκεῖθεν γὰρ ἡ πηγὴ τῆς κακίας καὶ τῆς πονηρίας.

〈Τοῦ αὐτοῦ〉 Ὥσπερ γὰρ ὀφθαλμῷ περιαγομένῳ συνεχῶς καὶ νῦν μὲν περὶ τὰ πλάγια περιφερομένῳ, νῦν δὲ πρὸς τὰ ἄνω καὶ κάτω πυκνὰ στρεφομένῳ ἰδεῖν ἐναργῶς τὸ ὑποκείμενον οὐχ οἷόν τε, ἀλλὰ χρὴ προσερεῖσθαι τὴν γνώμην τῷ ὁρατῷ. Ἀμέλει ἐναργῆ ποιεῖσθαι τὴν θέαν, οὕτω καὶ νοῦν ἀνθρώπου ὑπὸ μυρίων φροντίδων περιεχόμενον ἀμήχανον ἐναργῶς ἐνατενίσαι τῇ ἀληθείᾳ καὶ ἕτοιμον εἶναι ὑποδέξασθαι τῇ καρδίᾳ τὰς ἐκ τῆς θείας διδασκαλίας ἐγγινομένας διατυπώσεις ἐκ πονηρᾶς συνηθείας προκατασχόντων αὐτῇ διδαγμάτων.

Ἄλλως γὰρ ἐγγραφῆναι ἐν τῇ ψυχῇ τὰ θεῖα οὐκ ἔστι μὴ τὰς ἐξ ἔθους προλήψεις αὐτῆς ἐξελόντα. Νοῦς γὰρ μὴ σκεδαννύμενος ἐπὶ τὰ ἔξω μηδὲ ὑπὸ τῶν αἰσθητηρίων ἐπὶ τὸν κόσμον διαχεόμενος, ἐπάνεισι μὲν πρὸς ἑαυτόν, δι᾽ ἑαυτοῦ δὲ πρὸς τὴν περὶ Θεοῦ ἔννοιαν ἀναβαίνει κἀκείνῳ τῷ κάλλει περιλαμπόμενός τε καὶ ἐλλαμπόμενος καὶ αὐτῆς τῆς φύσεως λήθην λαμβάνει μήτε πρὸς τροφῆς φροντίδα μήτε πρὸς περιβολαίων μέριμναν τὴν ψυχὴν καθελκόμενος, ἀλλὰ σχολὴν ἀπὸ τῶν γηΐνων φροντίδων ἄγων τὴν πᾶσαν ἑαυτοῦ σπουδὴν ἐπὶ τὴν κτῆσιν τῶν αἰωνίων ἀγαθῶν ἐπιτίθησιν, ὧν γένοιτο ἡμᾶς ἐπιτυχεῖν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ.