Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Ἐπιστολὴ πρὸς τὸν ἡγούμενον

Ἰωάννης ὁ Χρυσόστομος

Ο αόρατος πόλεμος, η φυλακή του νου και η προσευχή

Διδασκαλία για τη μίμηση της ταπείνωσης του Χριστού, την αποταγή των κοσμικών μεριμνών, την αντιμετώπιση των διαβολικών πλανών και τη σημασία της αδιάλειπτης νοεράς προσευχής.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 3 από 5

Παρακαλῶ οὖν ὑμᾶς, τέκνα, διὰ τοῦ Κυρίου τὴν ταπεινοφροσύνην ἀγαπήσατε, ἣν μάλιστα εἶπεν ὁ Χριστός, ὁ ταπεινώσας ἑαυτὸν δι᾽ ἡμᾶς μέχρι θανάτου, θανάτου δὲ Σταυροῦ, ἵνα λοιπὸν καὶ ἡμεῖς μιμηταὶ αὐτοῦ γενώμεθα καὶ οὕτω νικήσωμεν τὴν ὑπερηφάνειαν τοῦ διαβόλου διὰ τῆς ταπεινοφροσύνης· καὶ ὁ Κύριος διὰ τὴν ταπείνωσιν εἶπεν ὅτι ὁ θέλων ἐν ὑμῖν εἶναι μέγας ἔστω πάντων ἔσχατος καὶ πάντων δοῦλος καὶ πάντων διάκονος· ὁ γὰρ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται, ὁ δὲ ταπεινὸς οὐδαμόθεν δύναται καταπεσεῖν ὑποκάτω πάντων κείμενος, ὁ δὲ ὑψῶν ἑαυτὸν κάτω φέρεται εἰς τὴν ἄβυσσον τοῦ πυρός.

Παρακαλῶ οὖν ὑμᾶς, τέκνα, ἐλεήσατε ἑαυτούς. Παρακαλῶ ὑμᾶς κλαύσατε, ὡς ἔχετε καιρόν, ἵνα μὴ ἐκεῖ κλαύσωμεν, ὅπου ὁ βρυγμὸς τῶν ὀδόντων, ὅπου ὁ σκώληξ ὁ ἀκοίμητος οὐδέποτε τελευτᾷ, ὅπου τὸ πῦρ τὸ ἄσβεστον ποταμηδὸν διοδεύει, ὅπου ἄσπλαγχνοι καὶ ἀνελεήμονές εἰσιν ἄγγελοι. Οὐκ ἔχουσιν ἐξουσίαν ἐλεῆσαί τινα ἢ ἐντραπῆναι γέροντα ἢ φείσασθαί τινος ἢ τιμῆσαι βασιλέα, ἀλλ᾽ ἕκαστον ἀφειδῶς τιμωρήσασθαι κατὰ τὰς πράξεις αὐτοῦ.

Παρακαλῶ οὖν ὑμᾶς, βιάσασθε τὸν νῶτον ἕως θανάτου. Πολλῆς βίας ἔχει χρείαν τοῦτο τὸ ἔργον, ὅτι στενὴ καὶ τεθλιμμένη ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν θύραν τῆς ζωῆς καὶ οἱ βιαζόμενοι εἰσέρχονται ἐν αὐτῇ· βιαστῶν γάρ ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν, λέγει Κύριος.

Φεύγετε δὲ τὸ τῆς κενοδοξίας πνεῦμα καὶ τὸν τῆς ἀνθρωπαρεσκείας δαίμονα, ὃ μάλιστα καὶ χωρίζει ἀπὸ τοῦ Θεοῦ· διεσκόρπισε γὰρ ὁ Θεὸς ὀστᾶ ἀνθρωπαρέσκων, κατῃσχύνθησαν ὅτι ὁ Θεὸς ἐξουδένωσεν αὐτούς. Ἢ ὧδε ἔχομεν δοξασθῆναι καὶ ἀπέχομεν ἐκεῖ τὸ χρέος εἰς τὴν γέενναν τοῦ πυρὸς εἰς ἀτελευτήτους αἰῶνας ἢ ὧδε ἔχομεν ἀτιμασθῆναι καὶ ἐκεῖ ἔχομεν ἀπολαβεῖν τὸν μισθὸν εἰς αἰῶνα αἰῶνος.

Παρακαλῶ οὖν ὑμᾶς μή τις ἐξ ὑμῶν φλύαρος ἢ ἀργολόγος ἢ κατάλαλος ἢ ἐφευρετὴς ἢ γογγυστής—ταῦτα γὰρ τὰ πάθη οὐκ ἐῶσι τὴν ψυχὴν τὴν δοκὸν τὴν ἐν τῷ ἰδίῳ ὀφθαλμῷ ἰδεῖν, ἀλλὰ τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ—ἑαυτοῖς ἀρέσκοντες, οὐχὶ τῷ Θεῷ, ὧν τὸ τέλος ἀπώλεια μετὰ τοῦ Φαρισαίου καὶ αὐτοῦ τοῦ φρονήματος. Ἀγαπήσατε δὲ τὴν κατὰ Θεὸν θλῖψιν ὑπὲρ τὴν χαρὰν τοῦ αἰῶνος τούτου καὶ τὸν κλαυθμὸν ὑπὲρ τὸν γέλωτα· μακάριοι γὰρ οἱ πενθοῦντες, εἶπεν ὁ Κύριος, ὅτι αὐτοὶ παρακληθήσονται.

Καὶ οὐαὶ ὑμῖν τοῖς γελῶσιν, ὅτι κλαύσετε. Φεύγετε τοὺς θέλοντας ὑμᾶς ἀπασχολεῖν σοφιζομένους τινὰς οὐδὲν χρήσιμον ἀπὸ πολλῶν ἀναγνωσμάτων ἐπὶ διαστροφῇ τῶν ἀκουόντων. Καὶ μὴ θηλάζετε ἰὸν ἀσπίδος διὰ τῆς ἀκοῆς καὶ μὴ θελήσητε πολλὰ ἀναγινώσκειν ἀλλ᾽ ὀλίγα καὶ καλῶς, ἵνα δῷ χάριν τοῖς ἀκούουσι. Μάθετε δὲ μᾶλλον πολλὰ προσεύχεσθαι καὶ πολλὰ κλαίειν· τοῦτο γὰρ στηρίζει τὸν νοῦν καὶ τρέφει τὴν ψυχήν, τὸ δὲ πολλὰ ἀναγινώσκειν μετεωρίζει τὸν νοῦν. Μισήσατε δὲ τὰς πολλὰς συντυχίας καὶ τοὺς κατὰ σάρκα συγγενεῖς καὶ μὴ ἐπιστραφῆτε πρὸς φίλτρον γονέων ἢ τέκνων ἢ ἄλλων τινῶν, ἀλλ᾽ ὡς πνευματικοὺς αὐτοὺς ὁρᾶτε ὡς καὶ τοὺς λοιπούς. Καὶ μὴ θελήσητέ ποτε μυστήριον τῆς μονῆς σαρκικῷ συγγενεῖ ἐκφάναι, ἵνα μὴ κατακριθῆτε ἐν ἡμέρᾳ κρίσεως· ἀπεθάνετε γὰρ τῷ κόσμῳ καὶ οὐδὲν πρᾶγμα ἔχετε μετὰ τοῦ κόσμου. Λέγει γὰρ ὁ Κύριος διὰ τοῦ Εὐαγγελίου, ὁπότε ἦλθεν ἡ μήτηρ αὐτοῦ καὶ οἱ ἀδελφοὶ αὐτοῦ ἰδεῖν αὐτόν· καὶ ἐκτείνας τὴν χεῖρα αὐτοῦ ἐπὶ τοὺς μαθητὰς αὐτοῦ λέγων· οὗτοί εἰσιν ἡ μήτηρ μου καὶ οἱ ἀδελφοί μου οἱ ποιοῦντες τὸ θέλημα τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς. Καὶ πάλιν· ἔξελθε ἐκ τῆς γῆς σου καὶ ἐκ τῆς συγγενείας σου καὶ δεῦρο εἰς γῆν, ἣν ἄν σοι δείξω καὶ τὰ λοιπά, ὅσα λέγει Κύριος.

Ταῦτα δὲ ἐγράφη εἰς νουθεσίαν ἡμετέραν, ὁ δὲ βουλόμενος τῷ Θεῷ εὐαρεστῆσαι καὶ τὸ θέλημα τοῦ Κυρίου ποιῆσαι δυσὶ κυρίοις οὐ δουλεύει οὐδὲ ἀγαπᾷ ἄλλον τινὰ ὑπὲρ τὸν Κύριον. Παρακαλῶ οὖν ὑμᾶς, μηδὲν προτιμήσητε τοῦ Κυρίου μηδὲ τῆς ψυχῆς ὑμῶν. Τί γὰρ ὠφελήσει ἄνθρωπος, ἐὰν ἀπολέσῃ τὴν ψυχὴν αὐτοῦ, λέγει Κύριος, ἢ τί δώσει ἀντάλλαγμα ὑπὲρ τῆς ψυχῆς αὐτοῦ; Οὐδὲν γὰρ εἰσηνέγκαμεν εἰς τὸν κόσμον, δῆλον ὅτι οὐδὲ ἐξενεγκεῖν τι δυνάμεθα, ἀλλὰ γυμνοὶ ἔχομεν ἀναστῆναι μόνας τὰς πράξεις καὶ τὰ ἔργα ἐνδεδυμένοι, εἴτε καλὰ εἴτε φαῦλα, ὥσπερ ἱμάτιον. Καὶ οὐ μόνον ἔργων, ἀλλὰ καὶ ῥημάτων καὶ ἐνθυμημάτων καὶ οὕτως ἐπὶ τῷ φοβερῷ ἐκείνῳ παραστησόμεθα βήματι. Καὶ ἕκαστος λοιπὸν τῶν ἰδίων κόπων ἔχει ἀπολαῦσαι κατὰ τὴν τοῦ Κυρίου δικαίαν ἀπόφασιν εἴτε εἰς ἀνάπαυσιν εἴτε εἰς κόλασιν εἰς αἰῶνα αἰῶνος καὶ μακάριοι οἱ κλαίοντες ἐν δάκρυσιν ὀδυνηροῖς ἀπὸ καρδίας ὅτι χαρήσονται τότε, μακάριοι οἱ ἀγαπῶντες τὸν Κύριον καὶ τὸν πλησίον ὅτι αὐτοὶ ἐλεηθήσονται· ὁ γὰρ ἀγαπῶν τὸν ἀδελφὸν ἑαυτὸν ἀγαπᾷ καὶ ὁ μισῶν τὸν ἀδελφὸν ἑαυτὸν μισεῖ· ἐν τῷ ἀδελφῷ γὰρ κεῖται τὰ αἰώνια ἀγαθὰ κληρονομῆσαι.

Μιμηταὶ οὖν γενώμεθα τῶν ἁγίων. Καθὼς αὐτοὶ παρῆλθον ἐν πείνῃ καὶ δίψῃ, ἐν ψύχει καὶ γυμνότητι καὶ διὰ πυρὸς καὶ ξίφους, οἳ καὶ διὰ πάσης θλίψεως προθύμως παρῆλθον καὶ ἡμεῖς οὖν ἕως θανάτου μιμησώμεθα. Ἐὰν δὲ θελήσητε ἀναιδῶς ζῆσαι, τοῦτο θέλημα τοῦ Θεοῦ οὐκ ἔστιν.

Ἀδιαλείπτως προσεύχεσθε χωρὶς ὀργῆς καὶ διαλογισμῶν· πᾶς γὰρ λογισμὸς χωρίζων τὸν νοῦν ἀπὸ τοῦ Θεοῦ, εἰ καὶ δοκεῖ ἀγαθὸς εἶναι, ὅλως διάβολός ἐστιν, ἵνα μὴ εἴπω τοῦ διαβόλου ἐστίν. Ἵνα μόνον ἀποπλανήσῃ τὸν νοῦν ἀπὸ τοῦ Θεοῦ καί φησι καὶ ἐντολὰς καὶ εὐποιίας ὑπαγορεύει ἔσωθεν ἐν τῇ καρδίᾳ καὶ ἄλλας τινὰς εὐλόγους καὶ ἀλόγους φαντασίας, αἷς οὐδὲ προσέχειν ὅλως προσήκει.

Ὅλος γὰρ ὁ ἀγὼν τοῦ διαβόλου ἐστὶν ἀποχωρίσαι καὶ ἀποβουκολῆσαι τὸν νοῦν ἀπὸ τοῦ Θεοῦ καὶ εἰς τὰς κοσμικὰς περισύρειν ἡδονάς. Καὶ ὅλος ὁ ἀγών ἐστι τῆς ψυχῆς τοῦ μὴ χωρίζειν τὸν νοῦν ἀπὸ τοῦ Θεοῦ μηδὲ συνδυάζειν καὶ συμφωνεῖν τοῖς ἀκαθάρτοις λογισμοῖς μηδὲ προσέχειν οἷς εἰκονογραφεῖ ἐν τῇ καρδίᾳ ὁ πανταμίμητος καὶ παλαιὸς ζωγράφος διάβολος, ποτὲ μὲν τύπους, ποτὲ δὲ τρόπους, ποτὲ δὲ πρόσωπα καὶ σχήματα. Μετὰ δὲ ταῦτα πάντα ὁ διάβολος ἀπομορφοῦται καὶ ὁ ἄθλιος ἄνθρωπος ἑνὶ τόπῳ ἑστὼς νομίζει ἀλλαχοῦ ποῦ ποτε εἶναι ἀπατώμενος καὶ δοκεῖ βλέπειν τινὰς καὶ προσώποις λαλεῖν καὶ διατάσσεσθαι πράγματα ἅπερ πάντα πλάνης ἐστὶ διαβολικῆς.

Χρὴ οὖν ἀσφαλίζεσθαι καὶ ἡνιοχεῖν τὸν νοῦν καὶ χαλιναγωγεῖν αὐτὸν καὶ πάντα λογισμὸν καὶ πᾶσαν ἐνέργειαν κολάζειν διὰ τοῦ ὀνόματος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦ αἴροντος τὴν ἁμαρτίαν τοῦ κόσμου. Ὅπου τὸ σῶμα ἵσταται ἐκεῖ καὶ ὁ νοῦς ἔστω, ἵνα μέσον τοῦ Θεοῦ καὶ ἀναμέσον τῆς καρδίας μηδὲν ἕτερον εὑρίσκηται ἢ ὥσπερ μεσότοιχον ἢ ὡς φραγμὸς ἐπισκοτῶν τὴν καρδίαν, εἰ μὴ μόνον λάλει τῷ Κυρίῳ. Ἐὰν δὲ καί ποτε συναρπάσῃ τὸν νοῦν, οὐ χρὴ τοῖς λογισμοῖς ἐγχρονίζειν, ἵνα μὴ ἡ συγκατάθεσις τῶν λογισμῶν εἰς πρᾶξιν αὐτῷ λογισθῇ ἐνώπιον Κυρίου ἐν ἡμέρᾳ κρίσεως, ὅτε κρινεῖ ὁ Θεὸς τὰ κρυπτὰ τῶν ἀνθρώπων καὶ ὅτε ἐνθύμιον ἀνθρώπου ἐξομολογήσεταί σοι. Ἀδύνατον γὰρ ἐπιτυχεῖν τῆς βασιλείας, ἐὰν μὴ πρῶτον ἀρνήσηται τὸ ἑαυτοῦ θέλημα καὶ τὰ ἐπιτασσόμενα αὐτῷ ὑπὸ τοῦ ἡγουμένου ἀγογγύστως ποιῇ μετὰ φόβου Θεοῦ, καθὼς ὁ Κύριος λέγει· οὐκ ἦλθον ποιῆσαι τὸ θέλημα τὸ ἐμόν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με πατρός· ὃ οὖν οὐ θέλει τις, ἐὰν πάσχῃ καὶ ὑπομένῃ, σταύρωσις αὐτῷ λογίζεται καὶ γίνεται τέκνον τῆς ἀναστάσεως καὶ τῆς αἰωνίου ζωῆς. Μακάριος ἄνθρωπος, ὃς ὑπομένει πειρασμόν, ὅτι δόκιμος γενόμενος λήψεται τὸν ἀμαράντινον στέφανον καὶ γενήσεται ναὸς τοῦ μεγάλου βασιλέως Χριστοῦ· καὶ ἐνοικήσω καὶ ἐμπεριπατήσω, λέγει Κύριος, καὶ μονὴν παρ᾽ αὐτῷ ποιησόμεθα.

Τοιαύτας οὖν ἔχοντες ἐπαγγελίας σχολάσατε διὰ παντὸς καὶ παραμείνατε Κυρίῳ τῷ Θεῷ ἡμῶν, ἕως οὗ οἰκτειρήσῃ ὑμᾶς, καὶ μηδὲν ἕτερον ζητήσητε, εἰ μὴ μόνον ἔλεος παρὰ Κυρίου τῆς δόξης καὶ ἀρκεῖ ὑμῖν. Ζητοῦντες δὲ ἔλεος ἐν ταπεινῇ καὶ ἐλεεινῇ καρδίᾳ ζητεῖτε. Λοιπὸν βοᾶτε ἀπὸ πρωῒ ἕως ἑσπέρας, εἰ δυνατόν, καὶ ὅλην τὴν νύκτα λέγοντες ἀπαύστως· Κύριε Ἰησοῦ Χριστέ, υἱὲ τοῦ Θεοῦ ἐλέησον· Κύριε Ἰησοῦ Χριστέ, υἱὲ τοῦ Θεοῦ ἐλέησον· Κύριε Ἰησοῦ Χριστέ, υἱὲ τοῦ Θεοῦ ἐλέησον ἡμᾶς.

Ἀμήν. Παρακαλῶ οὖν ὑμᾶς, βιάσασθε, πάλιν λέγω βιάσασθε τῷ νῷ ὑμῶν ἕως θανάτου. Πολλῆς γὰρ βίας χρείαν ἔχει τὸ ἔργον τοῦτο, ὅτι στενή ἐστι καὶ τεθλιμμένη ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν θύραν τῆς ζωῆς καὶ οἱ βιαζόμενοι εἰσέρχονται ἐν αὐτῇ· βιαστῶν γάρ ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν.

Παρακαλῶ οὖν ὑμᾶς μὴ χωρίζεσθε ἀπὸ τοῦ Θεοῦ, μηδὲ τῆς καρδίας ὑμῶν, ἀλλὰ παραμένετε καὶ φυλάττετε αὐτὴν μετὰ τῆς μνήμης τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ· αὐτὸ καὶ αὐτὸ πάντοτε, ἕως οὗ ἐμφυτευθῇ τὸ ὄνομα τοῦ Κυρίου ἔσω ἐν τῇ καρδίᾳ, καὶ μηδὲν ἕτερον, ἄχρις οὗ μεγαλυνθῇ Χριστὸς ἐν ὑμῖν.

Παρακαλῶ οὖν ὑμᾶς τὸν κανόνα ταύτης τῆς προσευχῆς μηδέποτε καταπαύσητε. Ἤκουσα γάρ ποτε τῶν ἁγίων πατέρων λεγόντων ὅτι ποῖος ἐκεῖνος μονάζων, ἐὰν κανόνα καταπαύσῃ, ἀλλὰ ὀφείλει εἴτε ἐσθίει εἴτε πίνει εἴτε ὁδεύει εἴτε διακονεῖ ἀδιαλείπτως κράζειν· Κύριε Ἰησοῦ Χριστέ, υἱὲ τοῦ Θεοῦ, ἐλέησον ἡμᾶς, ἵνα αὐτὴ ἡ μνήμη τοῦ ὀνόματος τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ ἐρεθίσῃ πρὸς πόλεμον τοῦ ἐχθροῦ. Πάντα γὰρ διὰ τῆς μνήμης τοῦ Κυρίου ἔχει εὑρεῖν ἡ βιαζομένη ψυχὴ εἴτε πονηρὰ εἴτε ἀγαθά· πρῶτον δὲ τὰ κακὰ ἔχει ἰδεῖν ἔσω ἐν τῇ καρδίᾳ καὶ τότε τὰ καλά. Ἡ γὰρ μνήμη ἔχει κινῆσαι τὸν δράκοντα καὶ ἡ μνήμη ἔχει αὐτὸν ταπεινῶσαι.

Ἡ μνήμη ἔχει ἐλέγξαι τὴν ἐν ὑμῖν οἰκοῦσαν ἁμαρτίαν καὶ ἡ μνήμη ἔχει αὐτὴν δαπανῆσαι. Ἡ μνήμη ἔχει κινῆσαι πᾶσαν τὴν δύναμιν τοῦ διαβόλου ἐν τῇ καρδίᾳ καὶ ἡ μνήμη ἔχει αὐτὴν νικῆσαι καὶ ἐκριζῶσαι κατὰ μέρος, ἵνα τὸ ὄνομα τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ κατερχόμενον εἰς τὸν βυθὸν τῆς καρδίας τὸν μὲν δράκοντα τὸν κρατοῦντα τὰς νομὰς ταπεινώσῃ, τὴν δὲ ψυχὴν σώσῃ καὶ ζωοποιήσῃ, ἀδιαλείπτως παραμένον τὸ ὄνομα τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ κράζον, ἵνα καταπίῃ ἡ καρδία τὸν Κύριον καὶ ὁ Κύριος τὴν καρδίαν καὶ γενήσεται τὰ δύο ἕν. Ἀλλὰ τὸ ἔργον τοῦτο οὐκ ἔστι μιᾶς ἡμέρας ἢ δύο, ἀλλὰ χρόνου πολλοῦ καὶ καιροῦ πολλοῦ· πολλοῦ γὰρ ἀγῶνος χρεία καὶ χρόνου, ἕως οὗ ἐκβληθῇ ὁ ἐχθρὸς καὶ ἐνοικήσῃ ὁ Χριστός· οὐκ ἔστι γὰρ ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰ πνευματικὰ τῆς πονηρίας, λέγει ὁ ἀπόστολος. Οἱ οὖν ἀποτασσόμενοι καὶ σπουδάζοντες εὐαρεστῆσαι τῷ Κυρίῳ ὀφείλουσιν ἑαυτοὺς εἰς πάντα ταπεινῶσαι καὶ θλιβῆναι, ἵνα μόνον ἐπιτύχωσι τῶν μελλόντων ἀγαθῶν καὶ τῆς ἀτελευτήτου ἀναπαύσεως.