Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Ἐπιστολὴ πρὸς τὸν ἡγούμενον

Ἰωάννης ὁ Χρυσόστομος

Κοινοβιακός βίος, υποταγή και ποιμαντική των σφαλμάτων

Προτροπές για την υπακοή στον ηγούμενο, την αμοιβαία αγάπη των αδελφών, την ανεξικακία στις θλίψεις και την πράη διόρθωση των μετανοούντων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 2 από 5

Παρακαλῶ οὖν ὑμᾶς, τέκνα μου καὶ ἀδελφοί, ὑποτάγητε τῷ Κυρίῳ καὶ ἀλλήλοις ἐν φόβῳ Χριστοῦ. Καὶ ἕκαστος ὑμῶν προτιμησάτω τὸν ἀδελφόν· ὁ γὰρ δοξάζων τὸν ἀδελφὸν Ἰησοῦν δοξάζει, ὁ δὲ ἀτιμάζων τὸν ἀδελφὸν τὸν Κύριον ἀθετεῖ τὸν εἰπόντα· ἐφ᾽ ὅσον οὐκ ἐποιήσατε ἑνὶ τούτων τῶν ἐλαχίστων οὐδὲ ἐμοὶ ἐποιήσατε.

Παρακαλῶ οὖν ὑμᾶς, τέκνα, ὑποτάγητε τῷ ἡγουμένῳ, ὡς αὐτῷ τῷ Χριστῷ, καὶ ἀλλήλοις, ἵνα μή τις ἐξ ὑμῶν ὡς Ἰούδας εὑρεθῇ, ἀλλ᾽ ὡς οἱ ἀπόστολοι ὑποτασσόμενοι τῷ Κυρίῳ· οἱ γὰρ ἀνθεστηκότες κρῖμα ἑαυτοῖς λήψονται. Οὐ κατακρίνων δὲ ταῦτα λέγω, ἀλλὰ νουθετῶν παρακαλῶ.

Παρακαλῶ οὖν ὑμᾶς, τέκνα, μή τις ἐξ ὑμῶν ἀντίλογος ἢ ὑβριστὴς ἢ φλύαρος ἢ ἀργολόγος ἢ κατάλαλος ἢ γογγυστής. Ταῦτα γὰρ πάντα καὶ τὰ τούτοις ὅμοια τοῦ διαβόλου εἰσὶ καρποὶ καὶ ἐκ τοῦ περισσεύματος τῆς καρδίας λαλεῖ τὸ στόμα. Οὔτε γὰρ τὴν ἀδελφὴν Μωσέως καὶ Ἀαρὼν ἡ παρθενία εὐηργέτησεν, ἀλλ᾽ ἐλεπρώθη, ἐπειδὴ ἐξήμαρτεν εἰς τὸν μείζονα ἀδελφὸν αὑτῆς, ὡς ἡ Γραφὴ Μωϋσέως διδάσκει.

Παρακαλῶ οὖν ὑμᾶς, τέκνα, ὑπακοὴν κτήσασθε χωρὶς ἀντιλογίας. Ἡ γὰρ ὑπακοὴ μήτηρ ἐστὶ τῆς αἰωνίου ζωῆς, ἡ δὲ παρακοὴ μήτηρ ἐστὶ τῆς ἀπωλείας. Παρακαλῶ οὖν ὑμᾶς, τέκνα, ἀγαπήσατε ἀλλήλους διὰ τὸν Κύριον τὸν εἰπόντα ὅτι· ἐὰν ἀγαπᾶτέ με τὰς ἐντολάς μου τηρήσατε καὶ ἐν τούτῳ, φησί, γνώσονται πάντες οἱ ἄνθρωποι ὅτι ἐμοὶ μαθηταί ἐστε, ἐὰν ἀγαπᾶτε ἀλλήλους. Ὅπου γὰρ ἀγάπη ἐκεῖ Χριστὸς κατοικεῖ· Χριστὸς γὰρ ἀγάπη ἐστίν. Ὅπου δὲ μῖσος καὶ τὰ τοιαῦτα, ὅσα προείπομεν, ἐκεῖ Χριστὸς οὐκ ἔστιν, ἀλλὰ πονηρὸς δράκων ἐκεῖ αὐλίζεται. Καλὸν μὲν οὖν ἐστιν ἀσφαλίσασθαι, ἵνα μὴ φιλονεικία ἢ μάχη ἀνακύψῃ μεταξὺ ὑμῶν. Ἐὰν δὲ καὶ ἡττηθῇ τις ἐξ ὑμῶν, εὐθέως προσπέσῃ μετὰ δακρύων τῷ ἀδελφῷ, ᾧ ἐλύπησε, καὶ διαλλαγῇ αὐτῷ ἐξ ὅλης καρδίας, ὡς ὁ Κύριος ὁρᾷ· ἄνθρωπος γὰρ εἰς πρόσωπον, Θεὸς δὲ εἰς καρδίαν. Ἐὰν γὰρ μὴ ἀφῆτε τοῖς ἀνθρώποις τὰ παραπτώματα αὐτῶν, εἶπεν ὁ Κύριος, οὐδὲ ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος ἀφήσει τὰ παραπτώματα ὑμῶν· καὶ ἄφετε καὶ ἀφεθήσεται ὑμῖν· καὶ ὁ ἥλιος μὴ ἐπιδυέτω ἐπὶ τῷ παροργισμῷ ὑμῶν· οὐ γὰρ οἴδαμεν τί τέξεται ἡ ἐπιοῦσα καὶ οὐκ οἴδαμεν ποίᾳ ὥρᾳ ὁ κλέπτης ἔρχεται. Ἀδύνατον γὰρ μνησίκακον ψυχὴν εἰς θύραν ζωῆς εἰσελθεῖν. Ἐὰν πᾶσαν δικαιοσύνην ποιήσῃ, βδέλυγμά ἐστιν ἐνώπιον Κυρίου καὶ ματαία πᾶσα ἡ ἐργασία τοῦ τοιούτου ἀνθρώπου.

Καὶ λοιπὸν ἕκαστος εἴτε δικαίως εἴτε ἀδίκως ἐπιτιμηθῇ ἢ ὀνειδισθῇ ἢ ὑβρισθῇ, ἑαυτὸν ἐχέτω αἴτιον καὶ μὴ τὸν ἀδελφόν. Καὶ ὁ μὴ ὑπομένων νῦν τότε θλίβεται, ὅτι οὐχ ὑπέμεινεν, ἀλλὰ ἐξαπώλεσε τὸν μισθὸν αὑτοῦ. Ποία γὰρ χάρις, λέγει Κύριος, ἐὰν ἀγαπᾶτε τοὺς ἀγαπῶντας ὑμᾶς; Ἀλλὰ ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν καὶ εὔχεσθε ὑπὲρ τῶν ἐπηρεαζόντων ὑμᾶς, εὐλογεῖτε τοὺς διώκοντας ὑμᾶς, εὐλογεῖτε καὶ μὴ καταρᾶσθε. Καὶ ἀπὸ τοῦ αἴροντος τὰ σὰ μὴ ἀπαίτει.

Καὶ ἐὰν τίς σε ῥαπίσῃ εἰς τὴν δεξιὰν σιαγόνα, πάρεχε αὐτῷ καὶ τὴν ἄλλην. Καὶ μακάριοί ἐστε, ὅταν ὀνειδίσωσιν ὑμᾶς καὶ διώξωσι καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ᾽ ὑμῶν ψευδόμενοι ἕνεκεν ἐμοῦ. Χαίρετε καὶ ἀγαλλιᾶσθε ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς.

Οὐκ εἶπεν ὅτι χολᾶτε, ἀλλὰ χαίρετε. Οὐκοῦν τῇ ἐντολῇ τοῦ Κυρίου προσέχειν δεῖ καὶ αὐτῇ ὑποτάσσεσθαι μετὰ βίας καὶ μακροθυμίας πολλῆς. Ἐὰν γὰρ μὴ ᾖ βία καὶ μακροθυμία, ποῖος μισθός; Οἱ γὰρ ἀδικοῦντες ὑμᾶς καὶ συκοφαντοῦντες οὗτοι μισθὸν οὐράνιον προξενοῦσιν ὑμῖν καὶ τὰς ψυχὰς ὑμῶν εὐεργετοῦσι. Συνεργεῖ γὰρ τῇ ἀκοῇ τῶν καλῶν προαίρεσις οὐκ ἀγαθή· ὅσον γὰρ σπουδάζει ὁ διάβολος διὰ τῶν ἀμελεστέρων ἀδελφῶν ἢ ἑτέραις μεθοδίαις θανατῶσαι τὴν ψυχήν, τοσοῦτον παρασκευάζει τὸν σπουδαῖον προστρέχειν καὶ προσκολλᾶσθαι τῷ Θεῷ. Καὶ λοιπὸν κατὰ μέρος ὑπὸ Κυρίου βοηθουμένη καὶ δυναμουμένη ἀνωτέρα γίνεται τῶν παθῶν καὶ οὕτω κομίζεται τὸν μισθὸν παρὰ τοῦ Κυρίου καὶ εὑρίσκεται ὁ διάβολος, ὡς οὐ θέλει, εὐεργέτης γινόμενος αὐτῆς ἕως θανάτου ἀνταγωνιζομένης τῆς καρδίας. Λοιπὸν ὁ ἔχων ὦτα ἀκούειν, ἀκουέτω.

Παρακαλῶ οὖν, τέκνον μου καὶ ἀδελφέ, ἐπειδὴ πάλιν μοι πρὸς σὲ ὁ λόγος, ἐὰν ἁμάρτῃ ὁ ἀδελφός σου εἰς σὲ ἢ εἰς τὸν πλησίον σου ἢ εἰς ἕτερόν τι εὑρεθῇ σφάλμα καὶ θέλεις αὐτὸν διορθώσασθαι, πρῶτον ἀσφαλίζου τὸν ἔσω σου ἄνθρωπον, τουτέστι τὴν καρδίαν σου καὶ φύλαξον αὐτὴν ἀτάραχον μετὰ τῆς μνήμης τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ, ἵνα μὴ ἄλλον θέλων διορθώσασθαι τὴν ψυχήν σου διαφθείρῃς ἐν τῇ ὀργῇ—κακία γὰρ κακίαν οὐκ ἐκβάλλει, ἀλλὰ νίκα ἐν τῷ ἀγαθῷ τὸ κακόν—καὶ πρὸς τὸ σφάλμα τὴν διόρθωσιν ἐπάγαγε, μὴ διὰ ὕβρεων ἢ πληγῶν, ἀλλὰ διὰ νηστείας, εἰ δέοι, καθὼς δοκιμάσῃς μετὰ τοῦ Κυρίου, τοῦτο εἰδώς, ὅτι χωρὶς αὐτοῦ οὐδὲν δύνασαι. Παρακάλει οὖν αὐτὸν ἐν παντὶ καιρῷ, ἵνα αὐτός σοι γένηται ὀφθαλμὸς καὶ χαρίσηταί σοι σύνεσιν καλοῦ τε καὶ κακοῦ.

Ἐὰν δὲ προσπέσῃ μετανοῶν καὶ οὕτω δέξαι αὐτόν· καλὴ γὰρ ἡ συγκατάβασις. Καὶ οὕτω, νομίζω, ἐπὶ συμπάθειαν οὐκ οἶδεν ἀγανακτεῖν ὁ Κύριος, ἀλλ᾽ ἐπὶ τῇ ἀποτομίᾳ ὀργίζεται. Ὃ καὶ ἐπὶ τῷ χρεωφειλέτῃ τῶν μυρίων ταλάντων εὑρίσκομεν, τῶν τοσούτων κακῶν τὴν ἄφεσιν, καὶ αὐτὸς παρακαλούμενος ὑπὸ τοῦ συνδούλου αὑτοῦ οὐκ ἀφῆκε τὴν ὀφειλὴν τῶν ἑκατὸν δηναρίων καὶ διὰ τοῦτο κατεδικάσθη εἰς τὸ ἐξώτερον σκότος. Ἐὰν δὲ τοῖς αὐτοῖς ἐμμένῃ τις, περὶ τούτου γνώμην δοῦναι οὔτε τολμῶ οὔτε δύναμαι. Λοιπόν, εἴ τι δοκιμάσεις ἐν Κυρίῳ, τοῦτο πράττε· καλὸν γὰρ τὸ κερδῆσαι ψυχήν· ὁ γὰρ ἐπιστρέψας ἁμαρτωλὸν ἐκ πλάνης ὁδοῦ αὐτοῦ σώσει ψυχὴν ἐκ θανάτου καὶ καλύψει πλῆθος ἁμαρτιῶν αὑτοῦ.