Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Ἐπιτιμία

Ἰωάννης ὁ Χρυσόστομος

Αναθέματα και ποινές λειτουργικής ευταξίας

Απαρίθμηση αναθεμάτων και επιτιμίων που αφορούν τη συμπεριφορά εντός του ναού, τη συμμετοχή στη Θεία Κοινωνία, τη χρήση μαγείας και διάφορα παραπτώματα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 2 από 4

Εἴ τις οὐ καταδέχεται παρ᾽ ἑτέρου νίψασθαι τοὺς πόδας, ἀνάθεμα ἔστω. Εἴ τις ἐπίσκοπος ἢ πρεσβύτερος ἢ μοναχὸς οὐ δέχεται τὸν πρὸς αὐτὸν ἐλθόντα ἁμαρτωλὸν εἰς ἐξομολόγησιν, ἐχθρὸς τοῦ Θεοῦ ὑπάρχει, καὶ τὸν Χριστὸν λυπεῖ τὸν εἰπόντα· «Οὐκ ἦλθον καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν,» καί· «Ὅτι χαρὰ γίνεται ἐν οὐρανῷ καὶ ἐπὶ γῆς ἐπὶ ἁμαρτωλῷ μετανοοῦντι.» Εἴ τις μεταλάβῃ τοῦ σώματος καὶ αἵματος τοῦ Χριστοῦ καὶ Θεοῦ ἡμῶν, καὶ τότε λουσθῇ, ἐπικατάρατος ἔστω.

Εἴ τις ἐν ὀνείροις πορνεύσας καὶ τῷ πρωῒ κοινωνήσας, ἀνάθεμα ἔστῳ. Εἴ τις λέγει τῷ ἀδελφῷ αὐτοῦ μωρῷ, ἐπικατάρατος ἔστω, καθὼς εἶπεν ὁ Κύριος. Εἴ τις συντυχεῖ ἐν τῷ ναῷ τοῦ Θεοῦ, ἀνάθεμα ἔστω. Εἴ τις φάρμακα καὶ ἀστρονομίας διὰ κλοπῆς πραγμάτων προσφέρει, ἢ ἄλλο τί ποτε ἐρωτᾷ, ἀνάθεμα ἔστω.

Εἴ τις φαγεῖ αἷμα κτήνους, ἐπικατάρατος ἔστω. Εἴ τις πρεσβύτερος ἢ κληρικὸς ἢ διάκονος τόκους ἀπαιτῶν παρὰ δανειστῶν, ἀνάθεμα. Εἴ τις πρεσβύτερος ἢ κληρικὸς ἢ διάκονος ἐμβῇ εἰς τὸ καπηλεῖον, οὐ κατὰ ἀνάγκην καὶ οὐ κατὰ ξενιτείαν, ἀνάθεμα ἔστω.

Εἴ τις ἀκροᾶται μυστήρια ἀδελφῶν, ἀνάθεμα ἔστω. Εἴ τις χριστιανὸς ποιήσει γάμους τῇ ἁγίᾳ καὶ μεγάλῃ τεσσαρακοστῇ, ἀνάθεμα ἔστω. Εἴ τις γυνὴ εὑρέθη εἰς δύο ἀδελφοὺς, ἔστω ἀκοινώνητος ἔτη ζʹ, μετανοίας καθ᾽ ἑκάστην ρʹ, ξηροφαγῶν.