Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Ἑρμηνεία εἰς τὴν προσευχὴν τοῦ Κυρίου

Ἰωάννης ὁ Χρυσόστομος

Ερμηνεία των πρώτων αιτημάτων της Κυριακής Προσευχής

Ανάλυση της επίκλησης του Θεού ως Πατέρα, του αγιασμού του ονόματός Του και της έλευσης της βασιλείας Του.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 1 από 3

Ἑρμηνεία εἰς τὸ, «Πάτερ ἡμῶν» Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς. Πατέρα λέγεις, ἄνθρωπε, τὸν Θεόν; Καλῶς λέγεις. Ἔστι γὰρ Πατὴρ πάντων. Ἀλλὰ σπεῦδε ἐργάζεσθαι ἔργα ἀρέσκοντα τῷ Πατρί σου. Εἰ δὲ κακὰ ποιεῖς ἔργα, πρόδηλον ὅτι τὸν διάβολον ἐπικαλῇ πατέρα· αὐτὸς γάρ ἐστιν ὁ ἔφορος τῶν κακῶν. Διὸ σπεῦδε ἐκφυγεῖν τοῦτον, ἀρέσαι δὲ τῷ ἀγαθῷ Πατρὶ καὶ ποιητῇ σου. Ἁγιασθήτω τὸ ὄνομά σου. Καὶ τί γάρ; οὐκ ἔστιν ἅγιος ὁ Θεός; Ναὶ, ἅγιος· ἀλλὰ τοῦτο λέγεις, Ἐν ἐμοὶ ἁγιασθήτω τὸ ὄνομά σου, ὅπως ἴδωσιν οἱ ἄνθρωποι τὰ καλὰ ἔργα μου, καὶ δοξάσωσι τὸν Πατέρα καὶ ποιητήν μου. Ἐλθέτω ἡ βασιλεία σου. Τί γάρ; οὐκ ἔστι βασιλεὺς ὁ Θεὸς, ὅτι μέλλει ἔρχεσθαι ἡ βασιλεία αὐτοῦ; Ναὶ, βασιλεύς ἐστι πάντων, ἀλλ᾽ ὥσπερ πόλις κυκλωθεῖσα ὑπὸ ἐχθρῶν ζητεῖ ἐλθεῖν τὴν δύναμιν τοῦ βασιλέως, καὶ ἐξελέσθαι αὐτήν· οὕτω δὴ καὶ ἡμεῖς κυκλωθέντες ὑπὸ τῶν ἐναντίων δυνάμεων καὶ ὑπὸ τῶν ἁμαρτιῶν ἡμῶν καὶ πονηρῶν λογισμῶν, ζητοῦμεν ἐλθεῖν τὴν βασιλείαν τοῦ Θεοῦ, ἐξελέσθαι ἡμᾶς.