Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Ἑρμηνεία εἰς τὴν προσευχὴν τοῦ Κυρίου

Ἰωάννης ὁ Χρυσόστομος

Ερμηνεία του αιτήματος απαλλαγής από τον πονηρό και καταληκτήρια δοξολογία

Προτροπή στην έμπρακτη εφαρμογή της συγχώρησης, ερμηνεία της προστασίας από τους πειρασμούς και τελική δοξολογία προς τον Θεό.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 3 από 3

Ταῦτα λέγων, ἄνθρωπε, ἐὰν οὐ ποιῇς οὕτως, ἐννόησον ὅτι φοβερὸν τὸ ἐμπεσεῖν ἡμᾶς εἰς χεῖρας Θεοῦ ζῶντος· καὶ διορθωσάμενος ἐπίστρεψον πρὸς τὸν ποιητὴν καὶ Κύριον. Ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ἐὰν ζητήσῃ ἡμᾶς ὁ Σατανᾶς σινιάσαι, ὡς τὸν σῖτον, ὥσπερ καὶ τοὺς ἀποστόλους ἐζήτησε, καὶ ὡς δέον ἀπέτυχεν, ἀλλ᾽ ὡς τὸ πάλαι Ἰὼβ, μὴ δῷς αὐτῷ ἐξουσίαν καθ᾽ ἡμῶν· ἀλλ᾽ εἰ καὶ πονηρὸς ἄνθρωπος θελήσῃ πειρᾶσαι ἡμᾶς ἢ ἀδικῆσαι, μὴ δῷς ἡμᾶς εἰς τὸ θέλημα αὐτοῦ, ἀλλὰ σκέπασον ἡμᾶς ἐν τῇ σκέπῃ τῶν πτερύγων σου. Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις. Κύριε, ἐπεὶ σή ἐστιν ἡ βασιλεία, μὴ ἐάσῃς ἡμᾶς φοβηθῆναι ἑτέραν βασιλείαν, εἴτε δεσποτείαν ἄλλην, εἰ καὶ ἄξιοί ἐσμεν κολάσεως διὰ τὰς ἁμαρτίας ἡμῶν. Σὺ ἡμᾶς, οἵῳ θέλεις τρόπῳ, τιμώρησον, καὶ μὴ παραδῷς ἡμᾶς εἰς χεῖρας ἀνθρώπων· ἀλλ᾽ ἐμπεσώμεθα εἰς χεῖράς σου ὅτι ὡς ἡ μεγαλωσύνη σου, οὕτω καὶ τὸ ἔλεός σου, Πάτερ παντοκράτορ, εἰς τοὺς αἰῶνας. Ἀμήν.