Ἔργον
Ἰωάννης ὁ Χρυσόστομος – Εὐχή
Επιτίμηση διά του απολυτρωτικού έργου του Χριστού
Η επιτίμηση των πονηρών πνευμάτων με βάση τη σάρκωση, τα θαύματα, το πάθος, την ανάσταση και την έσχατη κρίση του Χριστού.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Επιτίμηση διά του απολυτρωτικού έργου του Χριστού
Η επιτίμηση των πονηρών πνευμάτων με βάση τη σάρκωση, τα θαύματα, το πάθος, την ανάσταση και την έσχατη κρίση του Χριστού.
Ἐπιτιμᾷ σοι Κύριος, διάβολε, ὁ τιμώμενος ὑπὸ τῶν κύκλωθεν παρεστωσῶν δυνάμεων, καὶ φρικωδεστάτων ἑξαπτερύγων καὶ πολυομμάτων Χερουβὶμ καὶ Σεραφὶμ, τῶν τὰ πρόσωπα ἑαυτῶν ταῖς δυσὶ πτέρυξι σκεπόντων διὰ τὴν ἀθεώρητον αὐτοῦ καὶ ἀνεξιχνίαστον Θεότητα, καὶ ταῖς δυσὶ πτέρυξι τοὺς ἑαυτῶν πόδας καλυπτόντων, εἰς τὸ μὴ κατακαυθῆναι ἐκ τῆς ἀῤῥήτου δόξης καὶ ἀκατανοήτου μεγαλειότητος αὐτοῦ καὶ ταῖς δυσὶ πτέρυξι πετομένων καὶ τὸν οὐρανὸν πληρούντων ἐκ τῆς βοῆς αὐτῶν, τὸ, Ἅγιος, Ἅγιος, Ἅγιος Κύριος Σαβαὼθ, πλήρης ὁ οὐρανὸς καὶ ἡ γῆ τῆς δόξης αὐτοῦ. Ἐπιτιμᾷ σοι Κύριος, διάβολε, ὁ ἐκ τοῦ κόλπου τοῦ πατρικοῦ καταβὰς ἐξ οὐρανοῦ Θεὸς Λόγος, καὶ διὰ τῆς ἐκ Παρθένου ἁγίας προσκυνητῆς, ἀφράστου καὶ ἀχράντου σαρκώσεως ἀνεκλαλήτως φανεὶς ἐν τῷ κόσμῳ τοῦ σῶσαι αὐτὸν, καὶ τῇ αὐθεντικῇ αὑτοῦ δυνάμει ῥίψας σε οὐρανόθεν, καὶ ἀπόλυτον παντὶ δείξας. Ἐπιτιμᾷ σοι Κύριος, διάβολε, ὁ εἰπὼν τῇ θαλάσσῃ· Σιώπα, πεφίμωσο· καὶ τῷ κελεύσματι εὐθέως ἐκόπασεν. Ἐπιτιμᾷ σοι Κύριος, διάβολε, ὁ τῷ ἀχράντῳ πτυέλῳ πηλὸν ποιήσας, καὶ τὸ ἐλλεῖπον μέλος τῷ ἐκ γενετῆς τυφλῷ διαπλάσας, καὶ τὸ φῶς χαρισάμενος. Ἐπιτιμᾷ σοι Κύριος, διάβολε, ὁ τὴν θυγατέρα τοῦ ἀρχισυναγώγου λόγῳ ζωοποιήσας, καὶ τῆς χήρας τὸν υἱὸν ἐκ στόματος τοῦ θανάτου ἀφαρπάσας καὶ τῇ ἰδίᾳ μητρὶ ὁλόκληρον, καὶ ὑγιῆ αὐτὸν χαρισάμενος.
Ἐπιτιμᾷ σοι Κύριος, διάβολε, ὁ τὸν Λάζαρον ἐκ νεκρῶν τετραήμερον ἄσηπτον ὡς μὴ θανόντα, καὶ ἄσπιλον, εἰς ἔκπληξιν τῶν πολλῶν παραστήσας. Ἐπιτιμᾷ σοι Κύριος, διάβολε, ὁ διὰ τοῦ ῥαπίσματος τὴν κατάραν καταργήσας, καὶ διὰ τῆς λόγχης τῆς ἀχράντου πλευρᾶς αὐτοῦ τὴν τὸν παράδεισον φυλάττουσαν φλογίνην ῥομφαίαν ἀναστείλας.
Ἐπιτιμᾷ σοι Κύριος, διάβολε, ὁ διὰ τοῦ ἐμπτύσματος τοῦ τιμίου αὐτοῦ χαρακτῆρος πᾶν δάκρυον ἐκ παντὸς προσώπου ἐκμάξας. Ἐπιτιμᾷ σοι Κύριος, διάβολε, ὁ πήξας τὸν σταυρὸν εἰς στήριγμα ἓν καὶ σωτηρίαν κόσμου, εἰς πτῶσιν δὲ σὴν καὶ πάντων τῶν ὑπὸ σὲ ἀγγέλων. Ἐπιτιμᾷ σοι Κύριος, διάβολε, ὁ δοὺς φωνὴν ἐν τῷ σταυρῷ αὐτοῦ, καὶ τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη, καὶ αἱ πέτραι διεῤῥάγησαν, καὶ τὰ μνημεῖα ἠνεῴχθησαν, καὶ οἱ ἀπ᾽ αἰῶνος θανόντες ἀνέστησαν. Ἐπιτιμᾷ σοι Κύριος, διάβολε, ὁ θανάτῳ θάνατον θανατώσας, καὶ ζωὴν τῇ ἐγέρσει αὐτοῦ τοῖς ἀνθρώποις χαρισάμενος.
Ἐπιτιμήσαι σοι Κύριος, διάβολε, ὁ καταβὰς εἰς τὸν ᾅδην, καὶ τὰ μνημεῖα αὐτοῦ ἐκτινάξας, καὶ πάντας τοὺς ἐν αὐτῷ κατεχομένους δεσμίους ἐλευθερώσας, καὶ πρὸς ἑαυτὸν ἀνακαλεσάμενος· ὃν οἱ πυλωροὶ ἰδόντες, ἔφριξαν, καὶ ἀγωνίᾳ τοῦ ᾅδου κρυβέντες ἐξέλιπον. Ἐπιτιμήσαι σοι Κύριος, διάβολε, ὁ ἐκ νεκρῶν ἀναστὰς Χριστὸς ὁ Θεὸς ἡμῶν καὶ πᾶσι τὴν ἀνάστασιν αὐτοῦ χαρισάμενος. Ἐπιτιμήσαι σοι Κύριος, διάβολε, ὁ εἰς οὐρανοὺς ἐν δόξῃ ἀναληφθεὶς πρὸς τὸν Πατέρα αὐτοῦ, καὶ ἐκ δεξιῶν τῆς μεγαλωσύνης ἐπὶ θρόνου δόξης καθήμενος. Ἐπιτιμήσαι σοι Κύριος, διάβολε, ὁ πάλιν ἐρχόμενος μετὰ δόξης ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ, μετὰ τῶν ἁγίων ἀγγέλων αὐτοῦ, κρῖναι ζῶντας καὶ νεκρούς. Ἐπιτιμήσαι σοι Κύριος, διάβολε, ὁ τὸ πῦρ τὸ ἄσβεστον, καὶ σκώληκα τὸν ἀκοίμητον, καὶ σκότος τὸ ἐξώτερον ἑτοιμάσας σοι εἰς αἰώνιον κόλασιν. Ἐπιτιμήσαι σοι Κύριος, διάβολε, ὃν πάντα φρίσσει καὶ τρέμει ἀπὸ προσώπου δυνάμεως αὐτοῦ, ὅτι ἄστεκτος ἡ ὀργὴ τῆς ἐπὶ σὲ ἀπειλῆς αὐτοῦ.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.