Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Κατὰ αἱρετικῶν καὶ εἰς τὴν ἁγίαν θεοτόκον

Ἰωάννης ὁ Χρυσόστομος

Προοίμιο και προσφώνηση προς το ακροατήριο

Έναρξη της ομιλίας με έκφραση ταπεινοφροσύνης και αίτημα για την προσευχητική συμπαράσταση του εκκλησιάσματος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 1 από 5

Κατὰ αἱρετικῶν, καὶ εἰς τὴν ἁγίαν Θεοτόκον. αʹ. Πάλιν τῇ παῤῥησίᾳ τοῦ ἁγίου Πνεύματος διασπῶν τὰς σειρὰς τῆς ἀμαθίας τὸν διδασκαλικὸν καταλαμβάνω θρόνον, οὐκ αἰδούμενός μου τὴν πτωχείαν· φιλόπτωχοι γὰρ ὄντες οἰκτείρετέ με διὰ τὴν τῆς ἀγάπης φιλοτιμίαν.

Πένης γὰρ ὢν πλουσίοις ἐπεκτείνομαι, οὐκ ἀλαζονείας ὑποθέμενος νόσον, ἀλλὰ τῆς φιλοθέου ὑμῶν ψυχῆς ἀποπληρῶν τὸν ἔρωτα. Τέρπεσθε γάρ μου τοῖς λόγοις, ἐπειδὴ κἀγὼ εὐφραίνομαι ὑμῶν τοῖς τρόποις. Οὐκ οἶδά μου τὴν πτωχείαν, καὶ μογιλάλον φωνὴν, τὸ καλὸν τοῦτο καὶ ἐπέραστον θεωρῶν θέατρον. Οἶδα γὰρ, ὡς οὐ κριταί μου τῶν λόγων, ἢ θεαταὶ τῶν ἀγώνων συνέρχεσθε, ἀλλ᾽ ἵνα τῷ παιδὶ ὡς πατέρες συνεπισχύσητε. Ἐγὼ γὰρ τῇ γλώττῃ λαλῶ, ὑμεῖς δὲ τῇ καρδίᾳ φθέγγεσθε πρὸς τὸν Θεὸν τοῦτο, δοθῆναι ἡμῖν λόγον ἐν ἀνοίξει τοῦ στόματος· φιλόπαιδες γὰρ ὄντες καὶ φιλότεκνοι τοὺς ἡμετέρους πόνους οἰκείους λογίζεσθε στεφάνους. Διὸ οὐκ ὀκνῶ πρὸς τὸ λέγειν· λύει γάρ μου τὸν ὄκνον ὁ περὶ ὑμᾶς πόθος, μεταβάλλει μου τὴν ἀμάθειαν εἰς ἐνάρετον διδασκαλίαν ἡ εὐαγὴς προσευχή. Ἀλλὰ ταῦτα μὲν ἐν προοιμίῳ εἰρήσθω.