Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Κατὰ αἱρετικῶν

Ἰωάννης ὁ Χρυσόστομος

Εισαγωγή: Η σχέση ήθους και ορθοδόξου δόγματος

Τονίζεται η αναγκαιότητα της δογματικής ορθότητας για την αξία των αρετών και εισάγεται η πολεμική κατά των αιρετικών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 1 από 4

Κατὰ αἱρετικῶν. Χορευτὰς τῆς εὐσεβείας ὑμᾶς καὶ στρατιώτας εἰδότες, νῦν μὲν τὴν τῶν ἠθικῶν ὡς χορευταῖς γλυκυφωνίαν προτίθεμαι, νῦν δὲ τὴν δογματικὴν ταῖς ἀκοαῖς αὐστηρότητα, καθάπερ σάλπιγγος φωνὴν, ὑπηχοῦμεν ὁπλίταις. Ἐξ ἀμφοτέρων γὰρ ἡ τῆς εὐσεβείας συντέθειται μόρφωσις, τῶν μὲν ἠθικῶν τὴν τοῦ σώματος τάξιν ἀναπληρούντων, τῆς δὲ τῶν δογμάτων παραζεύξεως ἐν τῇ τῆς ψυχῆς τεταγμένης ἀξίᾳ. Καθάπερ γὰρ σώματος ἀποζευχθέντος ψυχῆς, ἡ τῶν μελῶν ἄχρηστος ᾖ κἂν ἐπαινῆται συνθήκη· οὕτω καὶ τῆς τῶν ἠθικῶν ἀρετῆς τὸ κάλλος νεκρὸν, τῇ τῶν δογμάτων δυνάμει μὴ ψυχούμενον. Τί γὰρ ὄφελος ἠθῶν σωφρονεῖν παιδευθέντων, ὅταν τὸν τῆς σωφροσύνης κριτὴν ὁ σωφρονῶν ἀγνοῇ; τί τῆς ἐλεημοσύνης τὸ κέρδος, ὅταν ὁ τῆς ἐλεημοσύνης ἀθετούμενος ἀγανακτῇ δικαστής; τίς ὄνησις στρατιώταις ὑπάρξει, πολλὴν μὲν ἐνδεικνυμένοις ἀγαθῶν ἐργασίαν, ἐχθρῶν δὲ τῷ βασιλεῖ; Μὴ κεχρημένοις ἄπαν ἔθηκας ἀρετῆς ἀνωφελὲς πλεονέκτημα, τῆς τῶν δογμάτων μὴ προσεῤῥιζωμένης ὀρθότητος. Δεῖ γὰρ ἐκ ῥίζης τοὺς καρποὺς προϊέναι, καὶ τὰ νεῦρα τῶν ἀρετῶν ἐκ κεφαλῆς ἀφορμᾶσθαι. Ταύτης ἡμεῖς ἐκκρεμάμενοι, καὶ τὰ τῶν πράξεων αὐτῇ συνυφαίνοντες μέλη, τὸ τῆς εὐσεβείας ὁλόκληρον ἀπαρτίζομεν σῶμα, τὴν τοῦ σώματος κεφαλὴν Χριστὸν περισφίγγοντες.

Αὐτὸς γὰρ, φησὶν, ἐστὶν ἡ κεφαλὴ τοῦ σώματος τῆς Ἐκκλησίας· ὃν ἔχειν αἱρετικοὶ κεφαλὴν ἀπηξίωσαν. Εὐχῆς μὲν οὖν ἄξιον μὴ τοιαῦτα Χριστιανοὺς καλουμένους κατὰ Χριστοῦ μεμηνέναι. Νῦν δὲ καὶ χάριν αὐτοῖς τῆς μανίας ἰστέον, ὅτι ποιοῦσιν ἡμᾶς ἐγρηγορέναι λυσσῶντες, ὅτι πρὸς μάχην ποθεινὴν ἐρεθίζουσι.