Σαοὺλ, ἀδελφὲ, ὁ Κύριος ἀπέστειλέ με Ἰησοῦς, ὁ ὀφθείς σοι ἐν τῇ ὁδῷ, ὅπως ἀναβλέψῃς, καὶ πλησθήσῃ Πνεύματος ἁγίου. Τὴν τίνος ἑαυτῷ Παῦλος ἐπηύχετο δύναμιν; Ἥδιστα, φησὶ, καυχήσομαι ἐν ταῖς ἀσθενείαις μου, ἵνα ἐπισκηνώσῃ ἐπ᾽ ἐμὲ ἡ δύναμις τοῦ Χριστοῦ. Τίνα κατὰ τῆς Σαμαρειτῶν τιμωρίας Ἰάκωβος καὶ Ἰωάννης ἱκέτευε; Κύριε, φησὶ, θέλεις εἴπωμεν καταβῆναι πῦρ ἐκ τοῦ οὐρανοῦ, καὶ ἀναλώσει αὐτούς; Ὁ δὲ τῶν ἀγγέλων χορὸς τί τοῖς ἀνθρώποις περὶ αὐτοῦ παρεδίδου; Αὐτὸς, φησὶ, σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν. Καὶ ταῦτα δὲ τῆς ἀξίας ἐλάττω. Οὐ γάρ ἐστιν ὕμνος, οὐχ ὑπαίρων τὸν Υἱὸν, οὐκ ἰσούμενος, ἀλλ᾽ ὅσον ἂν εὐφημίαις ἀναβαίης, ὅσην ἂν λόγων μηχανήσῃ δόξαν, μετὰ τοῦ Δαυῒδ βοήσεις ἡττώμενος, Τί ἀνταποδώσω τῷ Κυρίῳ περὶ πάντων, ὧν ἀνταπέδωκέ μοι; Εἰ δέ γε τὸ, ἄκτιστος, Ἄρειε, φωνὴ τῆς τιμῆς τὸν Υἱὸν ὑπεραίρουσα, ἔσται σοι τὰ τοῦ Δαυῒδ πρὸς αὐτὸν ὑπηλλαγμένως βοᾷν, Κύριε, ἂν ἄκτιστον εἴπω σε, τί ἀνταποδώσεις μοι μείζονί σου τετιμηκότι σε τιμῇ; Ἀλλ᾽ ἐρεῖ πρὸς αὐτοὺς Ἰωάννης ἀντιφθεγγόμενος· Μωροὶ καὶ τυφλοὶ, οὐκ ἐσμὲν ἱκανοὶ λῦσαι τὸν ἱμάντα τοῦ ὑποδήματος αὐτοῦ.