Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Κατὰ ἀνομοίων

Ἰωάννης ὁ Χρυσόστομος

Η αναγκαιότητα της πνευματικής τροφής και η ωφέλεια των ιερών συνάξεων

Παρότρυνση προς τους πιστούς για τακτική συμμετοχή στη λατρεία, αποφυγή του ψυχικού λιμού και προσέλκυση νέων μελών στο πρότυπο της αποστολικής Εκκλησίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 4 από 5

Πολιτείας δὲ ἀκρίβειαν καὶ βίου καθαρότητα οὐδὲν οὕτω δύναται κατορθοῦν, ὡς ἡ συνεχὴς ἐνταῦθα διατριβὴ καὶ ἡ μετὰ προθυμίας ἀκρόασις. Ὅπερ γάρ ἐστιν ἐπὶ τοῦ σώματος ἡ τροφὴ, τοῦτο ἐπὶ τῆς ψυχῆς ἡ τῶν θείων λογίων διδασκαλία. Οὐ γὰρ ἐπ᾽ ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος, φησὶν, ἀλλ᾽ ἐπὶ παντὶ ῥήματι ἐκπορευομένῳ διὰ στόματος Θεοῦ.

Διὰ τοῦτο καὶ λιμὸν οἶδεν ἐργάζεσθαι τὸ μὴ μετέχειν τοιαύτης τραπέζης. Ἄκουσον γοῦν τοῦ Θεοῦ τοῦτο ἀπειλοῦντος, καὶ ἐν τάξει κολάσεως καὶ τιμωρίας ἐπανατεινομένου· Δώσω γὰρ αὐτοῖς, φησὶν, οὐ λιμὸν ἄρτου, οὐδὲ δίψαν ὕδατος, ἀλλὰ λιμὸν τοῦ ἀκοῦσαι λόγον Κυρίου. Πῶς οὖν οὐκ ἄτοπον ὑπὲρ μὲν τοῦ τὸν σωματικὸν λιμὸν ἀποκρούσασθαι πάντα ποιεῖν καὶ πραγματεύεσθαι, τὸν δὲ τῆς ψυχῆς ἑκόντας ἐπισπᾶσθαι, καίτοι πολλῷ χαλεπώτερον ὄντα, ὅσῳ καὶ περὶ μειζόνων ἡ ζημία; Μὴ, δέομαι καὶ ἀντιβολῶ, μὴ κακῶς οὕτω περὶ ἑαυτῶν βουλευσώμεθα, ἀλλὰ πάσης ἀσχολίας καὶ φροντίδος ἡ ἐνταῦθα προτιμάσθω διατριβή. Τί γὰρ τοσοῦτον κερδαίνεις, εἰπέ μοι, τῆς συνάξεως ἀπολιμπανόμενος, ὅσον ζημιοῖς καὶ σαυτὸν καὶ τὴν οἰκίαν πᾶσαν; Κἂν γὰρ θησαυρὸν εὕρῃς ὁλόκληρον χρυσίου γέμοντα, καὶ διὰ τοῦτον ἀπολειφθῇς, μείζονα ἐζημιώθης, καὶ τοσούτῳ μείζονα, ὅσῳ τῶν αἰσθητῶν τὰ πνευματικὰ ἀμείνω.

Ἐκεῖνα μὲν γὰρ κἂν πολλὰ ᾖ, κἂν πάντοθεν ἐπιῤῥέῃ, ἀλλ᾽ οὐ συναποδημεῖ πρὸς τὴν ἐκεῖ ζωὴν, οὐδὲ συμμεθίσταται ἡμῖν πρὸς τὸν οὐρανὸν, οὐδὲ ἐπὶ τοῦ βήματος παρίσταται τοῦ φοβεροῦ, ἀλλὰ πολλάκις καὶ πρὸ τῆς τελευτῆς ἡμᾶς καταλιπόντα οἴχεται· εἰ δὲ καὶ παραμείνειεν μέχρι τέλους, ἀλλ᾽ ὑπὸ τῆς τελευτῆς διακόπτεται πάντως. Ὁ δὲ πνευματικὸς θησαυρὸς ἀναφαίρετόν ἐστι κτῆμα, καὶ πανταχοῦ βαδίζουσιν ἡμῖν καὶ ἀποδημοῦσιν ἕπεται, καὶ πολλὴν ἐπὶ τοῦ βήματος ἐκείνου δίδωσιν ἡμῖν τὴν παῤῥησίαν.

δʹ. Εἰ δὲ ἀπὸ τῶν ἄλλων συνάξεων τοσοῦτον τὸ κέρδος, ἀπὸ τῶν ἐνταῦθα συνάξεων διπλοῦν τοῦτο γίνεται. Οὐ γὰρ δὴ τοῦτο καρπούμεθα μόνον, ὅτι τὴν ψυχὴν τοῖς θείοις λόγοις ἄρδομεν, ἀλλ᾽ ὅτι πολλὴν μὲν τῶν ἐχθρῶν κατασκεδάννυμεν τὴν αἰσχύνην, πολλὴν δὲ τοῖς ἀδελφοῖς τοῖς ἡμετέροις παρέχομεν τὴν παράκλησιν, Τοῦτο γὰρ τῆς παρατάξεως τὸ κέρδος ἐστὶ, τὸ σπεύδειν ἐπὶ τὸ πονοῦν τοῦ πολέμου μέρος, τὸ κινδύνου γέμον. Διόπερ ἅπαντας ἐνταῦθα συντρέχειν δεῖ, καὶ τοὺς πολεμίους ἐπιόντας ἀποκρούεσθαι. Οὐ δύνασαι κατατεῖναι λόγον μακρὸν, οὐδὲ ἔχεις διδασκαλίαν; παραγίνου μόνον, καὶ τὸ πᾶν ἀπετέλεσας. Τοῦ γὰρ σώματος ἡ παρουσία προσθήκη τῆς ποίμνης γίνεται, καὶ πολλὴν τοῖς ἀδελφοῖς σου δίδωσι τὴν προθυμίαν, καὶ τοῖς ἐχθροῖς σου περιβάλλει τὴν αἰσχύνην. Ἂν μὲν γὰρ ἐπιβάς τις τῶν ἱερῶν τούτων προθύρων ὀλίγους ἴδῃ τοὺς συνειλεγμένους, καὶ αὐτὴν τὴν οὖσαν κατασβέννυσι προθυμίαν, καὶ ναρκᾷ καὶ ἀναδύεται καὶ ὀκνηρότερος γίνεται καὶ ἀναχωρεῖ· εἶθ᾽ οὕτω κατὰ μικρὸν ἅπαν ἡμῖν τὸ πλῆθος χαυνότερόν ἐστι καὶ ῥᾳθυμότερον. Ἂν δὲ ἴδῃ συντρέχοντας, σπουδάζοντας, πανταχόθεν συῤῥέοντας, ἡ τῶν ἄλλων σπουδὴ καὶ τῷ σφόδρα νωθρῷ καὶ παρειμένῳ προθυμίας ὑπόθεσις γίνεται.

Εἰ γὰρ λίθος πρὸς λίθον τριβόμενος πολλάκις σπινθῆρας ἐκπηδῆσαι παρεσκεύασε, καίτοι τί λίθου ψυχρότερον, τί δὲ πυρὸς θερμότερον; ἀλλ᾽ ὅμως τὴν φύσιν ἐνίκησεν ἡ συνέχεια· εἰ δὲ ἐπὶ λίθου τοῦτο συμβαίνει, πολλῷ μᾶλλον ἐπὶ ψυχῶν ἀλλήλαις συντριβομένων καὶ τῷ πυρὶ τοῦ πνεύματος διαθερμαινομένων.

Οὐκ ἠκούσατε ὅτι ἐπὶ τῶν προγόνων τῶν ἡμετέρων εἴκοσι καὶ ἑκατὸν ἦσαν οἱ πιστοὶ πάντες, μᾶλλον δὲ πρὸ τῶν εἴκοσι καὶ ἑκατὸν δώδεκα μόνοι, καὶ οὐδὲ οὗτοι διέμειναν ἅπαντες, ἀλλ᾽ εἷς ἐξ αὐτῶν ἀπώλετο Ἰούδας, καὶ ἦσαν ἕνδεκα πάντες; Ἀλλ᾽ ὅμως ἀπὸ τῶν ἕνδεκα ἐκείνων εἴκοσι καὶ ἑκατὸν ἐγένοντο, καὶ ἀπὸ τῶν εἴκοσι καὶ ἑκατὸν τρισχίλιοι, εἶτα πεντακισχίλιοι, εἶτα τὴν οἰκουμένην ἅπασαν ἐνέπλησαν τῆς τοῦ Θεοῦ γνώσεως. Τὸ δὲ αἴτιον οὐδέποτε τὴν ἐπισυναγωγὴν ἑαυτῶν κατελίμπανον, ἀλλ᾽ ἀεὶ μετ᾽ ἀλλήλων ἦσαν ἐν τῷ ἱερῷ διημερεύοντες, καὶ εὐχαῖς καὶ ἀναγνώσεσι προσέχοντες· διὰ τοῦτο πολλὴν ἐξῆψαν τὴν πυρὰν, διὰ τοῦτο οὐδέποτε διεῤῥύησαν, ἀλλὰ τὴν οἰκουμένην ἅπασαν ἐπεσπάσαντο.

Τούτους δὲ καὶ ἡμεῖς μιμησώμεθα. Πῶς γὰρ οὐκ ἄτοπον, μηδὲ τοσαύτην ἐπιδείκνυσθαι περὶ τὴν Ἐκκλησίαν ταύτην πρόνοιαν, ὅσην αἱ γυναῖκες περὶ τὰς γείτονας τὰς ἑαυτῶν; Καὶ γὰρ ἐκεῖναι ἐπειδὰν ἴδωσί τινα παρθένον πενιχρὰν καὶ ἔρημον προστασίας ἁπάσης οὖσαν, τὰ παρ᾽ ἑαυτῶν πᾶσαι εἰσφέρουσιν ἐν τάξει τῶν προσηκόντων γινόμεναι, καὶ πολὺν ἴδοι τις ἂν ἐκεῖ θόρυβόν τε καὶ ὄχλον τῆς παρθένου νυμφευομένης· καὶ αἱ μὲν χρήματα πολλάκις εἰσήνεγκαν, αἱ δὲ τὴν παρουσίαν τοῦ σώματος· οὐ μικρὸν δὲ καὶ τοῦτο· γίνεται γὰρ παρακάλυμμα τῆς εὐτελείας τούτων ἡ σπουδὴ, καὶ τὴν πενίαν ἀποκρύπτουσιν οὕτω διὰ τῆς αὐτῶν προθυμίας. Τοῦτο δὴ καὶ ἐπὶ ταύτης ποιήσατε τῆς Ἐκκλησίας. Πάντες πανταχόθεν συντρέχωμεν καὶ συγκαλύψωμεν αὐτῆς τὴν πενίαν, μᾶλλον δὲ λύσωμεν αὐτῆς τὴν πενίαν συνεχῶς ἐνταῦθα παραγινόμενοι. Κεφαλὴ τῆς γυναικός ἐστιν ὁ ἀνήρ· βοηθός ἐστιν ἡ γυνὴ τοῦ ἀνδρός. Μὴ τοίνυν μήτε ἡ κεφαλὴ χωρὶς τοῦ σώματος ἀνεχέσθω τῶν οὐδῶν ἐπιβαίνειν τῶν ἁγίων τούτων, μήτε τὸ σῶμα χωρὶς τῆς κεφαλῆς φαινέσθω, ἀλλ᾽ ὁλόκληρος ἐνταῦθα εἰσίτω ὁ ἄνθρωπος, ἔχοντες καὶ τὰ παιδία μεθ᾽ ἑαυτῶν.

Εἰ γὰρ δένδρον τερπνὸν ἰδεῖν ἀπὸ τῆς ῥίζης αὐτῆς νεόφυτον ἔχον ἀνεστηκὸς, πολλῷ μᾶλλον ἄνθρωπον τερπνὸν ἰδεῖν, καὶ ἐλαίας ἁπάσης τερπνότερον, ἀπὸ τῆς ῥίζης αὐτῆς τὸ παιδίον ὥσπερ νεόφυτον ἔχοντα πλησίον ἑστώς· οὐ τερπνὸν δὲ μόνον, ἀλλὰ καὶ ἐπικερδές.

Καὶ γὰρ, ὅπερ ἔφθην εἰπὼν, πλείων ἐνταῦθα μισθὸς τοῖς συλλεγομένοις· ἐπεὶ καὶ γεωργὸν τότε μάλιστα θαυμάζομεν, οὐχ ὅταν τὴν πολλάκις γεωργηθεῖσαν γῆν θεραπεύῃ, ἀλλ᾽ ὅταν τὰ ἄσπαρτα καὶ ἀνήροτα χωρία λαβὼν, πολλῆς ἀξιώσῃ προνοίας.

Οὕτω δὴ καὶ Παῦλος ἐποίει, φιλοτιμούμενος εὐαγγελίζεσθαι, οὐχ ὅπου ὠνομάσθη Χριστὸς, ἀλλ᾽ ὅπου οὐκ ὠνομάζετο. Τοῦτον καὶ ἡμεῖς μιμησώμεθα, καὶ εἰς πρόσοδον τῆς Ἐκκλησίας, καὶ εἰς ὠφέλειαν τὴν ἡμετέραν· καθ᾽ ἑκάστην οὖν τρέχωμεν ἐνταῦθα σύναξιν.