Ἔργον
Ἰωάννης ὁ Χρυσόστομος – Κατὰ ἀνομοίων
Η χρήση των Γραφών ως πνευματικών όπλων κατά των αιρέσεων
Προτροπή για την αντιμετώπιση των διαφόρων αιρέσεων μέσω των μαρτυριών της Παλαιάς Διαθήκης και απόρριψη των ανθρώπινων συλλογισμών.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Η χρήση των Γραφών ως πνευματικών όπλων κατά των αιρέσεων
Προτροπή για την αντιμετώπιση των διαφόρων αιρέσεων μέσω των μαρτυριών της Παλαιάς Διαθήκης και απόρριψη των ανθρώπινων συλλογισμών.
Ἐπεὶ οὖν οὕτως εὐγνώμονες ὑμεῖς καὶ μυρίων ἀγαθῶν ἄξιοι, φέρε τὴν ὑπόσχεσιν μετὰ πάσης χάριτος καταβάλωμεν, ἣν πρῴην ὑμῖν ὑπεσχόμεθα, ἡνίκα περὶ τῶν τοῦ Δαβὶδ καὶ τοῦ Γολιὰθ ὅπλων ἐφιλοσοφοῦμεν παρ᾽ ὑμῖν, δεικνύντες τῷ λόγῳ, ὡς ὁ μὲν παντευχίᾳ τινὶ πολλῇ καὶ μεγάλῃ πανταχόθεν ἐπέφρακτο, ὁ δὲ γυμνὸς τῶν ὅπλων ἐκείνων τῇ πίστει τετείχιστο· καὶ ὁ μὲν ἀπὸ τοῦ θώρακος καὶ τῆς ἀσπίδος ἔξωθεν, ὁ δὲ ἔσωθεν ἀπὸ τοῦ πνεύματος καὶ τῆς χάριτος ἔστιλβε.
Διὰ τοῦτο γοῦν ὁ παῖς τὸν νεανίσκον κατηγωνίσατο, ὁ γυμνὸς τοῦ ὡπλισμένου ἐκράτησεν, ὁ ποιμὴν τὸν στρατιώτην κατέβαλε· λίθου φύσις ποιμενικοῦ χαλκοῦ φύσιν πολεμικοῦ συνέτριψε καὶ διέφθειρεν. Οὐκοῦν καὶ ἡμεῖς τὸν λίθον ἐκεῖνον μεταχειρισώμεθα, τὸν ἀκρογωνιαῖον λέγω, τὸν νοητόν. Εἰ γὰρ τῷ Παύλῳ φιλοσοφεῖν ἔξεστι περὶ τῆς κατὰ τὴν ἔρημον πέτρας, πάντως οὐδὲ ἡμῖν νεμεσήσει τις τὸν λίθον τοῦτον κατὰ τὸν αὐτὸν ἐκλαμβάνουσι τρόπον. Καθάπερ γὰρ ἐπὶ τῶν Ἰουδαίων οὐχ ἡ φύσις τῆς ὁρωμένης πέτρας, ἀλλ᾽ ἡ δύναμις τῆς νοουμένης τοὺς ποταμοὺς ἠφίει τῶν ὑδάτων ἐκείνους· οὕτω δὴ καὶ ἐπὶ τοῦ Δαυῒδ οὐχ ὁ αἰσθητὸς, ἀλλ᾽ ὁ νοητὸς λίθος τὴν βαρβαρικὴν ἐκείνην κατήνεγκε κεφαλήν· οὕτως ὑμῖν καὶ τότε ὑπεσχόμεθα μηδὲν ἀπὸ λογισμῶν ἐρεῖν. Τὰ γὰρ ὅπλα ἡμῶν οὐ σαρκικὰ, ἀλλὰ πνευματικὰ, λογισμοὺς καθαιροῦντα καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ. Καθαιρεῖν τοίνυν αὐτοὺς, οὐκ ἐπαίρειν κελευόμεθα· καταλύειν, οὐχ ὁπλίζεσθαι τούτοις προσετάγημεν· Λογισμοὶ γὰρ θνητῶν δειλοὶ, φησί. Τί ἐστι δειλοί; Ὁ δειλὸς κἂν ἐπ᾽ ἀσφαλοῦς βαίνῃ χωρίου, οὐδέπω θαῤῥεῖ, ἀλλὰ δέδοικε καὶ τρέμει· οὕτω καὶ τὸ λογισμοῖς ἀποδεχθὲν, κἂν ἀληθὲς ᾖ, οὐδέπω πληροφορίαν τῇ ψυχῇ παρέχει καὶ πίστιν ἱκανήν. Ἐπεὶ οὖν τοσαύτη τῶν λογισμῶν ἡ ἀσθένεια, φέρε ἀπὸ τῶν Γραφῶν τῆς πρὸς τοὺς ἐναντίους ἁψώμεθα μάχης.
Πόθεν οὖν ἡμῖν ἀρκτέον τοῦ λόγου; Ὅθεν ἂν βούλησθε, εἴτε ἀπὸ Καινῆς, εἴτε ἀπὸ Παλαιᾶς· οὐ γὰρ δὴ μόνον ἐν τοῖς εὐαγγελικοῖς καὶ τοῖς ἀποστολικοῖς ῥήμασιν, ἀλλὰ καὶ ἐν τοῖς προφητικοῖς καὶ πάσῃ τῇ Παλαιᾷ μετὰ πολλῆς τῆς περιουσίας διαλάμπουσαν ἔστιν ἰδεῖν τὴν τοῦ Μονογενοῦς δόξαν· διὸ καὶ ἐντεῦθέν μοι δοκεῖ πρὸς ἐκείνους ἀκροβολίσασθαι. Οὐ γὰρ δὴ μόνους τούτους ἐντεῦθεν ποιούμενοι τοὺς λόγους, ἀλλὰ καὶ ἑτέρους πλείονας αἱρετικοὺς δυνησόμεθα καταβαλεῖν, Μαρκίωνα, Μανιχαῖον, Οὐαλεντῖνον, τῶν Ἰουδαίων ἅπαντα τὰ συστήματα. Καθάπερ γὰρ ἐπὶ τοῦ Δαυῒδ ὁ μὲν Γολιὰθ κατέπεσε, τὸ δὲ στρατόπεδον ἅπαν ἐδραπέτευσε, καὶ ὁ μὲν θάνατος ἑνὸς γέγονε σώματος, καὶ μιᾶς ἡ πληγὴ κεφαλῆς, ἡ δὲ φυγὴ καὶ ἡ δειλία κοινὴ τοῦ στρατοπέδου παντός· οὕτω δὴ καὶ ἐφ᾽ ἡμῶν νῦν μιᾶς αἱρέσεως πληγείσης καὶ καταπεσούσης, κοινὴ τῶν ἀπηριθμημένων ἁπάντων ἔσται φυγή.
Μανιχαῖοι μὲν γὰρ καὶ οἱ τὰ αὐτὰ νοσοῦντες ἐκείνοις τὸν μὲν κηρυττόμενον δοκοῦσι δέχεσθαι Χριστὸν, τοὺς δὲ κηρύττοντας αὐτὸν ἀτιμάζουσι προφήτας καὶ πατριάρχας· Ἰουδαῖοι δὲ πάλιν ἀπεναντίας τοὺς μὲν κηρύττοντας αὐτὸν δοκοῦσι δέχεσθαι καὶ θεραπεύειν, προφήτας λέγω καὶ τὸν νομοθέτην αὐτῶν, τὸν δὲ κηρυττόμενον ὑπ᾽ αὐτῶν ἀτιμάζουσιν. Ὅταν οὖν τῇ τοῦ Θεοῦ χάριτι δείξωμεν πολλὴν ἐν τῇ Παλαιᾷ προαναφωνουμένην τοῦ Μονογενοῦς τὴν δόξαν, πάντα ταῦτα δυνησόμεθα τὰ θεομάχα καταισχῦναι στόματα, καὶ τὰς βλασφήμους ἐπιστομίσαι γλώττας. Ὅταν γὰρ φαίνηται κηρύττουσα τὸν Χριστὸν ἡ Παλαιὰ Διαθήκη, τίς ἔσται Μανιχαίοις καὶ τοῖς κατ᾽ ἐκείνους ἀπολογία ἀτιμάζουσι τὴν προαναφωνοῦσαν τὸν κοινὸν πάντων Δεσπότην; τίς δὲ συγγνώμη καὶ παραίτησις τοῖς Ἰουδαίοις τὸν ὑπὸ τῶν προφητῶν καταγγελλόμενον μὴ δεχομένοις;
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.