Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Κατὰ Ἰουδαίων καὶ Ἑλλήνων καὶ αἱρετικῶν καὶ εἰς τὸ «Ἐκλήθη ὁ Ἰησοῦς εἰς τὸν γάμον»

Ἰωάννης ὁ Χρυσόστομος

Προοίμιο και η συμβατότητα της ευσέβειας με τον κοσμικό βίο

Εισαγωγή με αφορμή τον γάμο στην Κανά και προβολή βιβλικών παραδειγμάτων, προκειμένου να καταδειχθεί ότι οι ποικίλες βιοτικές συνθήκες δεν εμποδίζουν την πνευματική ζωή.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 1 από 4

ΠΡΟΣ ΙΟΥΔΑΙΟΥΣ καὶ Ἕλληνας καὶ αἱρετικούς· καὶ εἰς τὸ, Ἐκλήθη Ἰησοῦς εἰς γάμον. Οἱ νεοττοὶ τῶν χελιδόνων καθέζονται ἐν τῇ καλιᾷ προσδεχόμενοι τὴν τῶν γονέων παρουσίαν, φερόντων αὐτοῖς τὴν τροφήν· ἐπὰν δὲ ἴδωσιν αὐτοὺς ἐρχομένους, κούφῳ τῷ πτερῷ τῆς διανοίας πτεροῦνται.

Ὁμοίως δὲ κἀγὼ μέλλων ἐγγίζειν τῇ καλιᾷ ταύτῃ τῇ πνευματικῇ, προαναφωνῶν δοξάζω τὸν Θεὸν, ὅτι τοιαῦτά μοι τέκνα δέδωκε φιλόστοργα. Ἀλλὰ μὴν ἐπὶ τῶν χελιδόνων ἀπὸ στόματος εἰς στόμα δίδοται ἡ τροφὴ, ἐπὶ δὲ ἡμῶν οὐκ ἔστιν οὕτως, ἀλλ᾽ ἀπὸ στόματος εἰς ἀκοήν. Ἐκεῖνα γὰρ εἰς φθορὰν προχωροῦσι, ταῦτα δὲ εἰς ἀφθαρσίαν· ἐκεῖνα σώματα τρέφει, ταῦτα δὲ ψυχὴν πιαίνει. Ταῦτα δέ μοι πάντα οὐχ ἁπλῶς οὔτε εἰκῆ εἴρηται· ἀλλ᾽ ἐπειδὴ τοῦ Εὐαγγελίου τοῦ σήμερον ἀναγνωσθέντος ἡ περιοχὴ εἰς ταύτην ἡμᾶς τὴν διδασκαλίαν χειραγωγεῖ, ἀναγκαῖον ὑμᾶς παιδεῦσαι. Ἐκλήθη, φησὶν, ὁ Ἰησοῦς εἰς γάμον.

Ἀλλὰ συντείνατε ἑαυτοὺς, παρακαλῶ, προσέχετε τοῖς λεγομένοις· Ἐπειδή τινες προφασίζονται γάμον, ἄλλοι τέκνα, ἄλλοι στρατείαν, ἄλλοι ἐμπορίαν, ἄλλοι τέχνην, ἄλλοι δουλείαν, ἄλλοι πλοῦτον, ἄλλοι πενίαν, καὶ ἄλλα τινὰ ὅσα ἔστι· βούλομαι οὖν ὑμῖν δεῖξαι, ὅτι οὔτε πλοῦτος ἐμποδίζει, οὔτε πενία, οὔτε στρατεία, οὔτε ἐμπορία, οὔτε γάμος, οὔτε τέκνα, οὔτε δουλεία, οὔτε τέχνη, οὔτε τι τῶν τοιούτων οὐδέν.

Ἐκλήθη ὁ Ἰησοῦς εἰς γάμον· ἀπῆλθεν, ἢ οὐκ ἀπῆλθεν; Δῆλον ὅτι ἀπῆλθεν. Εἰ οὖν ἀπῆλθε, πῶς ὁ γάμος κακός; μὴ ἔχεις ἀπολογίαν; Ἐγὼ δὲ οὐ μόνον λέγω, ὅτι ἀπῆλθεν, ἀλλὰ καὶ δῶρα προσήνεγκε· τὸ γὰρ ὕδωρ εἰς οἶνον μετέβαλε. Μὴ τοίνυν προφασίζου τὸν γάμον. Ὁ Δεσπότης σου παρεγένετο εἰς γάμον, καὶ ἐδόξασε τὸν γάμον, καὶ σὺ ἐνυβρίζεις τὸν γάμον, καὶ λέγεις ὅτι ἐμπόδισμά ἐστιν ὁ γάμος; Οὐδὲν ἐμπόδισμα πρὸς εὐσέβειαν. Βούλει μαθεῖν, ὅτι οὐδὲν παραβλάπτει ἔχειν γυναῖκα καὶ τέκνα; Μωϋσῆς οὐχὶ γυναῖκα καὶ τέκνα εἶχεν; Ἠλίας οὐχὶ παρθένος ἦν; οὐχὶ Μωϋσῆς μάννα κατήγαγεν ἐκ τοῦ οὐρανοῦ; οὐχὶ Ἠλίας πῦρ κατήγαγεν ἐκ τοῦ οὐρανοῦ; οὐχὶ Μωϋσῆς ὀρτυγομήτραν ἐξεπέτασεν; οὐχὶ Ἠλίας τῷ λόγῳ τὸν οὐρανὸν ἔκλεισεν; οὐχὶ Μωϋσῇ ὁ Θεὸς ὡμίλει; οὐχὶ καὶ Ἠλίᾳ Θεὸς ὡμίλει; οὐχὶ Μωϋσῆς θάλασσαν ἔσχισε, καὶ διήγαγε τὸν λαόν; οὐχὶ Ἠλίας ἐν ἅρματι πυρίνῳ ἀνελήφθη; μή τι παρέβλαψε τοῦτον ἡ παρθενία; μή τι παρενεπόδισε τοῦτον ἡ γυνὴ καὶ τὰ τέκνα;

Εἶδες Ἠλίαν τὸν τοῦ ἀέρος ἡνίοχον, εἶδες Μωϋσῆν τὸν τῆς θαλάσσης ὁδοιπόρον· βλέπε καὶ Πέτρον τὸν στῦλον τῆς Ἐκκλησίας, ὅτι καὶ αὐτὸς γυναῖκα εἶχεν. Οὐ γέγραπται, ὅτι Πέτρος γυναῖκα εἶχε· πόθεν οὖν δῆλον ὅτι γυναῖκα εἶχεν; Ἐγὼ λέγω· Εἰσῆλθε, φησὶν, ὁ Ἰησοῦς πρὸς τὴν πενθερὰν Πέτρου· καὶ ἦν ἐκείνη ἀῤῥωστοῦσα, καὶ ἥψατο αὐτῆς, καὶ ἔφυγεν ὁ πυρετὸς αὐτῆς, καὶ διηκόνει. Ὁρᾷς ὅτι καὶ Πέτρος γυναῖκα εἶχεν; ὅπου γὰρ πενθερὰ, εὔδηλον ὅτι καὶ γυνή. Ὁρᾷς ὅτι καὶ Πέτρος γυναῖκα εἶχε; Μή τι διαβάλλῃς τὸν γάμον. Ταῦτα δὲ λέγω, ἵνα μή τις προφασίσηται μήτε γυναῖκα, μήτε τέκνα, μήτε στρατείαν, μήτε ἐμπορίαν, μήτε τέχνην, μήτε δουλείαν, μήτε πλοῦτον, μήτε πενίαν· ταῦτα προφάσεις, ταῦτα σκήψεις, αὗται ἐπιβουλαὶ τοῦ διαβόλου. Στρατείαν προφασίζῃ, καὶ λέγεις, ὅτι Στρατιώτης εἰμὶ, καὶ οὐ δύναμαι εὐλαβὴς εἶναι. Ὁ ἑκατόνταρχος οὐχὶ στρατιώτης ἦν; καὶ λέγει τῷ Ἰησοῦ, ὅτι Οὐκ εἰμὶ ἱκανὸς, ἵνα μου ὑπὸ τὴν στέγην εἰσέλθῃς· ἀλλ᾽ εἰπὲ λόγον, καὶ ἰαθήσεται ὁ παῖς μου. Καὶ θαυμάσας ὁ Ἰησοῦς, λέγει· Ἀμὴν, ἀμὴν, λέγω ὑμῖν ὅτι οὔτε ἐν τῷ Ἰσραὴλ τοσαύτην πίστιν εὗρον. Μήτι ἐνεπόδισεν αὐτῷ ἡ στρατεία; Ἀλλὰ τί εἶ; χειροτέχνης εἶ; Καὶ Παῦλος, καὶ σκυλευτὴς τῶν Ἐκκλησιῶν ἦν, καὶ μετὰ ταῦτα γέγονε κήρυξ καὶ ἀπόστολος.

Ἀλλὰ τί εἶ; πλούσιος; Καὶ Ἀβραὰμ, καὶ αὐτὸς γυναῖκα εἶχε καὶ τέκνα· Καὶ ἐπίστευσε, φησὶν, Ἀβραὰμ τῷ Θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην, καὶ φίλος Θεοῦ ἐκλήθη. Μή τι ἐνεπόδισεν αὐτῷ ὁ πλοῦτος καὶ ἡ γυνὴ, ἢ τὰ τέκνα; Μὴ ἔχεις ἀπολογίαν; Ἰδοὺ ἅπερ προφασίζῃ τρία οὗτος ἔχει, καὶ γυναῖκα καὶ τέκνα καὶ πλοῦτον. Ἀλλὰ τί εἶ; δοῦλος; Καὶ Ὀνήσιμος· καὶ γράφων Παῦλος Φιλήμονι ἔλεγεν· Ὀνήσιμον τόν ποτε ἄχρηστον, νῦν δὲ κἀμοὶ καὶ σοὶ εὔχρηστον.

Ἀλλὰ τί εἶ; βασιλεύς; Καὶ Δαυΐδ· καὶ εἰσῆλθε πρὸς αὐτὸν Νάθαν ὁ προφήτης, καὶ ἤλεγξεν αὐτὸν περὶ τῆς ἁμαρτίας ἧσπερ ἐποίησε. Μήτι ἐτυράνννησεν ὁ βασιλεύς; μήτι ἀπεφήνατο κατὰ τοῦ προφήτου; οὐχὶ καὶ ἐν τῇ βασιλείᾳ τὴν δουλείαν ὡμολόγει, καί φησιν, Ἥμαρτον τῷ Κυρίῳ; Καὶ ὁ προφήτης ἰδὼν τὴν μετάνοιαν αὐτοῦ, λέγει αὐτῷ· Ὁ Κύριος ἀφεῖλε τὸ ἁμάρτημά σου. Ὀξεῖα ἡ μετάνοια ὀξυτέρα ἡ συγχώρησις. Μήτι προσέσχεν ἑαυτῷ ὁ βασιλεὺς, καὶ εἶπεν, ὅτι Βασιλεύς εἰμι, πορφύραν περιβέβλημαι, καὶ διάδημα περίκειμαι, καὶ ἔχω τόξα καὶ βέλη καὶ ἀσπίδας καὶ κρανέα καὶ στρατιώτας ὑπερασπιστάς· καὶ τοῦτον τὸν πένητα φοβοῦμαι, καὶ οὐ φονεύω αὐτὸν, ἀλλὰ ἀνέχομαι αὐτοῦ; Ἀλλ᾽ οὐδὲν τούτων εἶπεν· ἀλλ᾽ εἰ καὶ βασιλεὺς ἦν, ᾔδει ὅτι ἥμαρτε, καὶ διὰ τοῦτο μετενόησεν, ἐπειδὴ ᾔδει ὅτι χαλεπὸν ἁμάρτημα ἐποίησε. Μήτι ἐνεπόδισεν αὐτῷ ἡ βασιλεία;

Ἀλλὰ τί εἶ; παῖς; Καὶ ὁ Δανιὴλ, καὶ λέοντας ἐφίμωσε, καὶ δράκοντα διέῤῥηξε, τὸν Βὴλ κατέστρεψε, καὶ τοὺς πρεσβυτέρους κατέκρινε, τὴν δὲ Σωσάνναν ἔσωσε, καὶ τὸ ἀτελὲς τῆς νεότητος οὐδὲν ἐνεπόδισε τὴν τοσαύτην ἀρετήν. Ἀλλὰ τί εἶ; φιλάδελφος;

Καὶ Ἰωσήφ· κἀκεῖνος πόσην φιλοσοφίαν ἐπεδείξατο καὶ σωφροσύνην ἐπὶ τῆς Αἰγυπτίας; Τὸν χιτῶνα αὐτοῦ ἔσχισε, τὴν δὲ πίστιν αὐτοῦ οὐ διέῤῥηξε· τὴν ἀναισχυντίαν αὐτῆς ἐνίκησε, τὴν δὲ ἐπιθυμίαν αὐτῆς οὐκ ἐπλήρωσεν. Ἀλλὰ τί εἶ; [χήρα; Καὶ ἡ Σιδωνία, ἥτις Ἠλίαν τὸν προφήτην ὑπεδέξατο, καὶ ἔθρεψεν ἄρτῳ καὶ ὕδατι· καὶ τὸν αἴτιον τοῦ λιμοῦ λιμὸς οὐ κατέτηξεν. Ἀλλὰ τί εἶ;] πόρνη; Καὶ ἡ Ῥαὰβ, ἥτις ἔκρυψε τοὺς κατασκόπους, καὶ μετὰ τὸ παραλαβεῖν τοὺς υἱοὺς Ἰσραὴλ τὴν γῆν τῆς ἐπαγγελίας, ἐσώθη καὶ αὐτὴ καὶ ὁ οἶκος αὐτῆς καὶ τὸ γένος αὐτῆς. Ἀλλὰ τί εἶ; πένης; Καὶ ὁ Λάζαρος, καὶ ἐν τῇ πενίᾳ πόσην φιλοσοφίαν ἐπεδείξατο καὶ ὑπομονὴν, καὶ οὐκ ἐδυσπέτησεν ἐν τοσαύτῃ ἀνάγκῃ ὤν! Ἀλλὰ τί εἶ; φιλογύναιος; Καὶ Σαμψών· εἰ γὰρ καὶ προεδόθη ὑπὸ γυναικὸς, ἀλλὰ τὴν ἐκδικίαν παρέσχεν αὐτῷ ὁ Θεὸς, καὶ ἐξεδικήθη ὑπὸ τῶν ἀλλοφύλων. Ἀλλὰ τί εἶ; φιλότεκνος; Καὶ Ἰακώβ. Ὁρᾷς πόσοι ἐσώθησαν;