Ἀλλὰ συντείνατέ μοι ἑαυτοὺς, παρακαλῶ. Λέγει τῷ Μωϋσῇ ὁ Θεός· Λάβε ἀρνίον ἄμωμον ἐνιαύσιον πρωτότοκον, καὶ θῦσον, καὶ τὸ αἷμα αὐτοῦ χρίσει ἕκαστος εἰς τὴν θύραν, ἵν᾽, ὅταν ἔλθῃ ὁ ἄγγελος ἔχων ἐσπασμένην τὴν ῥομφαίαν, καὶ ἴδῃ ὅτι τὸ αἷμα κέχρισται εἰς τὸν οἶκον ἐκεῖνον, ἀναχωρῇ· ἐὰν δὲ ἴδῃ ὅτι οὐκ ἔνι, εἰσέρχηται, καὶ πάντας ἐξολοθρεύσῃ. Ἐποίησεν οὖν ὁ Μωϋσῆς οὕτω, καὶ ἔδωκε τῷ λαῷ· καὶ λαβόντες ἐκεῖνοι, ἕκαστος ἔχρισε τὰς θύρας αὐτῶν. Καὶ ἤρχετο ὁ ἄγγελος ἔχων ἐσπασμένην τὴν ῥομφαίαν αὐτοῦ, καὶ ἔβλεπε τὸ αἷμα ἐν ταῖς θύραις, καὶ ἀνεχώρει· ὅπου δὲ οὐκ ἔβλεπεν, εἰσήρχετο, καὶ πάντας ἀνεῖλε. Ταῦτα δὲ πάντα οὐχ ἁπλῶς ἐγίνετο· ἀλλ᾽ ἐπειδὴ ἐμέλλομεν δι᾽ αἵματος καὶ ξύλου σώζεσθαι, διὰ τοῦτο εἶπεν ὁ Θεὸς, ὅτι Χρίσει ἕκαστος τὸ αἷμα εἰς τὰς θύρας. Διὰ τί οὐκ εἶπε, Χρῖσον τὸ αἷμα εἰς τὸν τοῖχον; Ὅτι οὐκ ἤμελλον σώζεσθαι, εἰ μὴ διὰ ξύλου. Ἐξέβαλεν οὖν αὐτοὺς ὁ Μωϋσῆς ἐκ τῆς Αἰγύπτου, καὶ ἤνεγκεν αὐτοὺς εἰς τὴν ἔρημον, καὶ λέγουσι τῷ Μωϋσῇ, Διὰ τὸ μὴ εἶναι μνήματα ἐν Αἰγύπτῳ, ἤνεγκεν ἡμᾶς εἰς τὴν ἔρημον θανατῶσαι; Οὐ καλῶς ἡμῖν ἦν ἐν Αἰγύπτῳ, ὅτε ἐτρώγαμεν τοὺς σίκυας καὶ πέπονας καὶ τὰ κρόμμυα καὶ τὰ σκόροδα; Εἶδες ἀγνωμοσύνην;