Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Κατὰ Ἰουδαίων καὶ Ἑλλήνων καὶ αἱρετικῶν καὶ εἰς τὸ «Ἐκλήθη ὁ Ἰησοῦς εἰς τὸν γάμον»

Ἰωάννης ὁ Χρυσόστομος

Αντίκρουση των αιρετικών παρερμηνειών και υπεράσπιση της θεότητας του Υιού

Έλεγχος των αιρετικών αντιλήψεων περί της κτιστότητας του Υιού, ορθή ερμηνεία αποστολικών και ευαγγελικών χωρίων, και υπεράσπιση του ομοουσίου έναντι της ελληνικής πολυθεΐας και της ιουδαϊκής αντίληψης περί θείας μοναρχίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 3 από 4

Ἐνταῦθά μοι τὸν αἱρετικὸν τὸν ἀγνώμονα, τὸν παράσιτον Ἰουδαῖον τὸν λέγοντα, ὅτι ἐγέννησε Θεὸς, καὶ ῥεῦσιν ὑπέμεινεν. Ἐφθαρμένε, ἄθλιε καὶ ταλαίπωρε, ταῦτα ἐπὶ Θεοῦ ὑπολαμβάνεις; Ἀλλ᾽ ἡμεῖς οὐχ οὕτω, μὴ γένοιτο, ἀλλ᾽ ὅτι ἐγέννησε Πατὴρ Υἱὸν, μόνος μόνον, Θεὸς Θεὸν, τέλειος τέλειον· ταῦτα γὰρ φρονήματα Χριστιανῶν. Ἐπειδὴ οὖν δοκεῖς τὰ ἄνω περιεργάζεσθαι, τὰ σαυτοῦ, εἰ δοκεῖς εἰδέναι, εἰπέ μοι· Πῶς, βληθέντων τῶν χρυσαφίων εἰς τὴν πυρὰν, ἀνέβη τὸ βουκέφαλον; Χαλκοτύπος οὐκ εἰργάσατο, χωνευτὴς οὐκ ἦν· πῶς, ἀνέβη τὸ βουκέφαλον, τολμᾷς εἰπεῖν; Εἰ τὰ κάτω οὐκ οἶδας, πῶς τὰ ἄνω περιεργάζῃ; ὁ τὰ ἴδια μὴ ἐπιστάμενος, πῶς τὰ ἀλλότρια περιεργάζῃ; Καὶ παράγουσιν ἡμῖν εὐαγγελικὴν φωνὴν αὐτοῦ τοῦ Υἱοῦ λέγοντος τοῖς μαθηταῖς· Ἐγώ εἰμι ἡ ἄμπελος, ὑμεῖς ἐστε τὰ κλήματα, ὁ Πατήρ μου γεωργός ἐστιν. Ὁρᾷς, φησὶν, ὅτι εἰργάσατο τὸν Υἱόν; ἐὰν γὰρ μὴ ἐργάσηται γεωργὸς ἄμπελον, οὐ δύναται χρήσιμος εἶναι. Καὶ νομίζουσιν, ὅτι μέγα τι καὶ ἐνάρετον λέγουσιν. Ἀλλὰ συντείνατέ μοι ἑαυτοὺς, παρακαλῶ. Εἶπον πρὸς τοὺς ἀγνώμονας Ἰουδαίους· ἄφες εἴπω καὶ πρὸς τοὺς ἀναισχύντους αἱρετικούς· Δύνασαί μοι εἰπεῖν, ἀγνῶμον καὶ ἀναίσχυντε αἱρετικὲ, ὅτι ὁ γεωργὸς οὐ τρέφεται ἀπὸ τῆς ἀμπέλου;

Ἀπὸ τοῦ ὅπλου σου χειροῦμαί σε. Ὥσπερ οὖν ἐστι γεωργὸς ἐργαζόμενος ἄμπελον, οὕτω καὶ ὁ Πατὴρ εἰργάσατο τὸν ἴδιον Υἱόν. Ἴδωμεν οὖν, τίς ἐκ τίνος τρέφεται, ἡ ἄμπελος ἐκ τοῦ γεωργοῦ, ἢ ὁ γεωργὸς ἐκ τῆς ἀμπέλου. Κατὰ σὲ ὁ Πατὴρ ἀπὸ τοῦ Υἱοῦ ἔχει τὸ εἶναι· οὐκ ἔνι γὰρ γεωργὸς μὴ τρεφόμενος ἐκ τῶν ἔργων αὐτοῦ. Τί οὖν; ὁ Υἱὸς τρέφει τὸν Πατέρα;

Οὐχὶ, μὴ γένοιτο· ταῦτα γὰρ ἐσχάτης ἀνοίας. Ἄμεινον λέγειν, ὥσπερ γεωργὸς χαίρει ἐπ᾽ ἀμπέλῳ, οὕτω καὶ ὁ Πατὴρ χαίρει ἐπὶ τὸν Υἱόν· οὐ γὰρ εἶπεν, ὅτι Ὁ Πατήρ μου ὁ ἐργασάμενός με· ἀλλ᾽, Ὁ Πατήρ μου ὁ γεωργός· ἔχαιρε γὰρ ἐπὶ τῷ Υἱῷ. Οὐκ ἤκουσας αὐτοῦ λέγοντος, ὅτι Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς, ἐν ᾧ ηὐδόκησα, ὅτε ἕστηκεν εἰς τὰ Ἰορδάνια ῥεῖθρα; μὴ εἶπεν, ὅτι Οὗτός ἐστιν ὁ Υἱός μου, ὃν ἔκτισα, ἢ ὃν ἐποίησα; ἀλλ᾽ εἶπεν· Ἐν ᾧ ηὐδόκησα.

Μὴ καὶ τὴν φωνὴν παραγράφεις; Καὶ πάλιν λέγει· Καταβέβηκα ἐκ τοῦ οὐρανοῦ, οὐχ ἵνα τὸ ἐμὸν θέλημα ποιήσω, ἀλλὰ τοῦ πέμψαντός με Πατρός. Τίσιν ἔλεγε; Πάντως τοῖς Ἰουδαίοις· ἐπειδὴ ἔλεγον αὐτῷ· Οὗτός ἐστιν ὁ τοῦ τέκτονος υἱὸς, καὶ ὡς ἀντιθέῳ αὐτῷ προσεῖχον, διὰ τοῦτο εἶπεν, ὅτι Καταβέβηκα ἐκ τοῦ οὐρανοῦ. Καὶ ἐπειδὴ ἀντίθεον αὐτὸν ἔλεγον, διὰ τοῦτο ἔλεγεν αὐτοῖς, ὅτι Οὐκ ἦλθον τὸ ἐμὸν θέλημα ποιῆσαι, ἀλλὰ τοῦ πέμψαντός με Πατρός. Ἐπειδὴ ἐδόκουν τὸν Πατέρα τιμᾷν, αὐτὸν δὲ ἠρνοῦντο, διὰ τοῦτο συγκατέβαινε τῇ ἀσθενείᾳ αὐτῶν· ἐπεὶ πῶς ἀπεστάλη ὁ πανταχοῦ ὢν, ὁ πάντα πληρῶν; Ὁρᾷς οὖν ὅτι διὰ τοὺς Ἰουδαίους εἶπεν, ὅτι Καταβέβηκα ἐκ τοῦ οὐρανοῦ. Μήτι δι᾽ ἑαυτὸν εἶπε;

Μὴ ἔχεις ἀπολογίαν; Ἀλλὰ καὶ ἐπάγουσιν ἡμῖν ἄλλην μαρτυρίαν τοῦ Ἀποστόλου λέγοντος· Εἷς Θεὸς ὁ Πατὴρ, ἐξ οὗ τὰ πάντα, καὶ εἷς Κύριος Ἰησοῦς Χριστὸς, δι᾽ οὗ τὰ πάντα. Λέγεις, ὅτι ἄλλος Θεὸς κατὰ τὸν Πατέρα οὐκ ἔστι· κἀγώ σοι λέγω, ὅτι ἄλλος Κύριος κατὰ τὸν Υἱὸν τοιοῦτος οὐκ ἔστι. Τί οὖν φιλονεικοῦμεν;

Οὐχὶ, μὴ γένοιτο! Ἴδωμεν οὖν τίσι διελέγετο ὁ Παῦλος, καὶ διὰ τίνας τοῦτο εἴρηται. Ἀλλὰ προσέχετέ μου μετὰ ἀκριβείας τῷ λόγῳ. Ἐπειδὴ Ἕλληνες πολυθεΐαν ἐσέβοντο, οἱ Ἰουδαῖοι δὲ μοναρχίαν, ἵνα δὴ καὶ τὴν πολυθεΐαν ἀνέλῃ καὶ τὴν μοναρχίαν, διὰ τοῦτο ἔλεγεν· Εἴτε γάρ εἰσι θεοὶ πολλοὶ, καὶ κύριοι πολλοὶ, εἴτε ἐν οὐρανῷ, εἴτε ἐπὶ γῆς, ἀλλ᾽ ἡμῖν εἷς Θεὸς ὁ Πατήρ. Καὶ εἰπὼν τὸ, εἷς, ἀνεῖλε τὴν πολυθεΐαν· ὅπου γὰρ εἷς, οὐκ εἰσὶ πολλοί· καὶ εἰπὼν Πατέρα, ἀνεῖλε τὴν μοναρχίαν· ὅπου γὰρ πατὴρ, δῆλον ὅτι καὶ υἱός. Διὰ τοῦτο γοῦν εἶπεν· Εἷς Θεὸς ὁ Πατὴρ, ἐξ οὗ τὰ πάντα, καὶ εἷς Κύριος Ἰησοῦς Χριστὸς, δι᾽ οὗ τὰ πάντα. Ὁρᾷς ὅτι πρὸς Ἕλληνας καὶ Ἰουδαίους ἀπεδιδύσκετο ὁ Παῦλος· διὰ τοῦτο εἶπεν· Εἷς Κύριος Ἰησοῦς Χριστὸς δι᾽ οὗ τὰ πάντα· ἐπειδὴ τὰ πάντα διὰ τοῦ Υἱοῦ γεγόνασιν, τὰ ὁρατὰ καὶ τὰ ἀόρατα. Καὶ ἄκουε Ἰωάννου λέγοντος· Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. Πάντα δι᾽ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδέν. Ὁρᾷς ὅτι οὗτός ἐστιν ὁ τῶν ἁπάντων δημιουργός. Μὴ τολμᾷς μοι δεῖξαι ὅτι ὁ Υἱὸς σὺν τοῖς πᾶσιν ἀριθμεῖται; Ἀλλ᾽ ἀγνώμονες, ἕως πότε περιέρχεσθε τὰς Γραφὰς ἀνθολογοῦντες, ἵνα που τὸν Υἱὸν εἴπητε κτίσμα καὶ ποίημα; Θέλετε μαθεῖν;

Ἐὰν ἀκούσωσι περὶ τοῦ Υἱοῦ ὑψηλὸν ῥῆμα ἢ θεοπρεπὲς, μαίνονται· νομίζουσιν ὅτι κοπρίαν τις βάλλει εἰς τὸ στόμα αὐτῶν. Βούλομαι ὑμῖν ὑπόδειγμα εἰπεῖν. Ὥσπερ ἄν τις ἀῤῥωστίᾳ καὶ πυρετοῖς πολλοῖς φλέγηται, ὀλίγον δὲ αὐτοῦ ἐν ἀνέσει ἐλθόντος προστάττωσιν οἱ ἰατροὶ μέλιτος περιχρίεσθαι τὸ στόμα αὐτοῦ· ποιοῦσι δὲ οὕτω καθὼς προστάττουσιν οἱ ἰατροί· ἐπιμελουμένου δὲ τοῦ ἀῤῥωστοῦντος ὑπὸ τῶν ὑπηρετῶν, νομίζει ὁ ἀῤῥωστῶν, ὅτι πικρόν ἐστι τὸ μέλι· καὶ λοιπὸν λέγουσιν οἱ παρεστῶτες, μέλι ἐστὶ, κύριε, καλόν ἐστι, προτρεπόμενοι τὸν ἀῤῥωστοῦντα· πικρὸν δὲ φαίνεται τὸ μέλι εἰς τὸ στόμα τοῦ ἀσθενοῦντος, οὐχ ὅτι πικρόν ἐστι τὸ μέλι· τί γὰρ γλυκύτερον μέλιτος; οὐκοῦν οὐ παρὰ τὴν φύσιν τοῦ μέλιτος, ἀλλὰ παρὰ τὴν ἀσθένειαν τοῦ μὴ ὑποδεχομένου· οὕτω καὶ ἐπὶ τούτων γίνεται· ἐὰν ἀκούσωσιν ὁμοούσιον, νομίζουσι πικρίαν ποτίζεσθαι, καὶ οὐ παρὰ τὸν λόγον τοῦ λέγοντος, ἀλλὰ παρὰ τὴν ἀσθενῆ ἀκοὴν τοῦ μὴ ὑποδεχομένου. Ὁ Πατὴρ Υἱὸν καλεῖ· οἱ ἀπόστολοι ὁμοίως, καὶ οὗτοι κτίσμα καὶ ποίημα.

Πῶς κτίσμα; τὸ γεννᾷν καὶ τὸ κτίζειν τὸ αὐτό ἐστιν; Εἰ πᾶς ὁ γεννῶν κτίζει, καὶ πᾶς ὁ κτίζων γεννᾷ, εὑρίσκομεν πάντα τὰ κτίσματα ἔγγονα τυγχάνοντα τοῦ Θεοῦ· ἐπειδὴ γὰρ πάντα διὰ τοῦ Υἱοῦ γεγόνασιν, οὐκοῦν κτίσας αὐτὰ καὶ ἐγέννησεν. Ὁρᾷς ὅτι ἔγγονα τυγχάνουσι τοῦ Θεοῦ, καθὼς σὺ λέγεις; Ἕως πότε ἀγνώμονές ἐστε; Εἴπατέ μοι, κατὰ τίνα τρόπον τιμᾶται ὁ Υἱός; Ἐπειδὴ Υἱὸς λέγεται; Καὶ σύ. Ἀλλὰ τί; ἐπειδὴ Θεός; Καὶ σύ. Ἀλλ᾽ ἔχεις μοι εἰπεῖν· Ἐκεῖνος πράγματι, σὺ δὲ ὀνόματι. Εἰ πράγματι; οὐκοῦν Υἱός. Ὁρᾷς, ὅτι τὸ στόμα σου ἐλέγχει σε; [μήτι κτίσμα, μήτι ποίημα.] Ἐκεῖνος γὰρ φύσει Υἱός ἐστι, σὺ δὲ προσηγορίᾳ· ἐκεῖνος ἐξ ἀϊδίου Πατρὸς ἐγεννήθη, σὺ δὲ ἐξ ὑποκειμένης ὕλης ἐποιήθης. Ταῦτα δέ μοι εἴρηται πρὸς Ἰουδαίους καὶ Ἕλληνας καὶ αἱρετικούς.