Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Κατὰ Ἰουδαίων καὶ Ἑλλήνων καὶ πρὸς Ἕλληνας καὶ κατὰ Ἰουλιανοῦ καὶ περὶ τοῦ ἁγίου Βαβύλα

Ἰωάννης ὁ Χρυσόστομος

Θεολογική ανακεφαλαίωση της μακροθυμίας του Θεού

Σύνοψη των ιστορικών γεγονότων υπό το πρίσμα της θείας πρόνοιας, η οποία ανέχθηκε τον τύραννο παιδαγωγικά. Εγκωμιαστική αναφορά στα κατορθώματα του αγίου Βαβύλα κατά τον επίγειο βίο και μετά την κοίμησή του.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 10 από 10

Τοιαῦτα τοῦ γενναίου βασιλέως ἀπολελαύκαμεν. Ταῦτα δὲ οὐχ ἁπλῶς εἴρηται ἀλλ᾽ ὥστε λῦσαι τὴν ἀπορίαν τῶν ζητούντων, τί δήποτε μὴ τὸν βασιλέα ἐκόλασεν ἐξ ἀρχῆς ὁ Θεός; Ἐβουλήθη μὲν γὰρ αὐτὸν λυττῶντα πολλάκις ἀναστεῖλαι τῆς εἰς τὸ πρόσω φορᾶς καὶ τοῖς ἑτέρων διορθῶσαι κακοῖς, ἐπειδὴ δὲ ἀντέτεινε παρέδωκεν αὐτὸν τοῖς ἐσχάτοις κακοῖς τὴν μὲν ἀληθῆ τῶν αὐτοῦ τολμημάτων ἀντίδοσιν κατὰ τὴν μεγάλην ταμιευόμενος ἡμέραν καὶ διὰ τῆς παρούσης δὲ κολάσεως τοὺς ὑπτιωτέρους διανιστὰς καὶ σωφρονεστέρους ποιῶν. Τοιαύτη γὰρ ἡ τοῦ Θεοῦ μακροθυμία τοῖς οὐκ εἰς δέον χρωμένοις αὐτῇ πικροτέραν πρὸς τὸ τέλος ἐπάφει τὴν δίκην, καὶ καθάπερ τοῖς μετανοοῦσιν ὠφέλιμος οὕτω καὶ τοῖς ἀνενδότοις καὶ σκληροῖς μειζόνων γίνεται κολάσεων πρόφασις.

Εἰ δὲ λέγοι τις, τί οὖν οὐ προῄδει τὸν τύραννον ἀδιόρθωτον ἐσόμενον ὁ Θεός, ἐροῦμεν ὅτι προῄδει μὲν ἀλλ᾽ οὐδέποτε παύεται διὰ τὴν πρόγνωσιν τῆς ἡμετέρας κακίας τὰ αὑτοῦ ποιῶν. Ἀλλὰ κἂν ἡμεῖς μὴ δεχώμεθα τὴν νουθεσίαν αὐτὸς τὴν φιλανθρωπίαν ἐπιδείκνυται τὴν αὑτοῦ. Εἰ δὲ εἰς μείζονα ἑαυτοὺς ὠθοῦμεν κακὰ οὐκέτι τοῦτο παρὰ τὸν οὐ διὰ τοῦτο μακροθυμήσαντα ἵνα ἀπολώμεθα ἀλλ᾽ ἵνα σωθῶμεν, ἀλλὰ παρ᾽ ἡμᾶς τοὺς ἐξυβρίσαντας εἰς τὴν ἄφατον ἀνεξικακίαν αὐτοῦ. Καὶ οὕτω δὲ τῆς φιλανθρωπίας τὸ ἄπειρον δείκνυται· ὅταν γὰρ μὴ θελήσωμεν αὐτοὶ τῆς πολλῆς αὐτοῦ μακροθυμίας ἀπόνασθαι τότε εἰς τὸ ἑτέρων αὐτὴν τρέπει κέρδος πανταχοῦ τό τε φιλάνθρωπον ὁμοῦ καὶ τὸ εὐμήχανον ἐπιδεικνύς.

Ὅπερ καὶ τότε γέγονε καὶ ὁ μὲν τύραννος οὕτω τὸν βίον κατέλυσε, τῆς δὲ μανίας αὐτοῦ καὶ τῆς δυνάμεως τοῦ μακαρίου Βαβύλα ἕστηκεν ὑπομνήματα ὅ τε νεὼς καὶ τὸ μαρτύριον ὁ μὲν ἔρημος ὢν τὸ δὲ αὐτὴν ἔχον ἐνέργειαν ἥνπερ καὶ πρότερον.

Ἡ δὲ λάρναξ οὐκέτι πάλιν ἀνάγεται τοῦ Θεοῦ καὶ τοῦτο οἰκονομήσαντος ἵνα τρανοτέρα τοῖς ἐπιγινομένοις γένηται τῶν τοῦ ἁγίου κατορθωμάτων ἡ γνῶσις. Ἕκαστος γὰρ τῶν ἐξ ἀλλοτρίας ἡκόντων ἐφιστάμενος τῷ τόπῳ καὶ τὸν μάρτυρα ζητῶν εἶτα οὐχ ὁρῶν ἐκεῖ εὐθέως ἐπὶ τὸ ζητήσαι τὴν αἰτίαν ἔρχεται καὶ οὕτω πᾶσαν τὴν ἱστορίαν ἀκούσας ἄπεισι πλέον κερδάνας ἢ πρότερον. Οὕτω καὶ παραγενόμενος τῇ Δάφνῃ καὶ πάλιν αὐτὴν ἐγκαταλιπὼν τὰ μέγιστα ὀνίνησι.

Τοιαύτη ἡ τῶν μαρτύρων ἰσχὺς καὶ ζώντων καὶ τελευτώντων καὶ τόποις ἐφισταμένων καὶ πάλιν αὐτοὺς καταλιμπανόντων. Καὶ γὰρ ἐξ ἀρχῆς μέχρι τέλους συνῆπται τὰ κατορθώματα συνεχῆ. Ὅρα γάρ· ἤμυνε τοῖς τοῦ Θεοῦ νόμοις ὑβριζομένοις, ἔλαβεν ὑπὲρ τοῦ τετελευτηκότος δίκην ἣν ἔδει, ἔδειξεν ὅσον ἱερωσύνης καὶ βασιλείας τὸ μέσον, κατέλυσε πάντα τὸν τοῦ κόσμου τῦφον, κατεπάτησε τοῦ βίου τὴν φαντασίαν, ἐπαίδευσε τοὺς βασιλεῖς μὴ πέρα τοῦ δοθέντος αὐτοῖς παρὰ τοῦ Θεοῦ μέτρου τὴν ἐξουσίαν προάγειν, ἔδειξε τοῖς ἱερωμένοις πῶς ταύτης προίστασθαι τῆς ἀρχῆς δεῖ.

Καὶ ταῦτα μὲν καὶ τούτων πλείονα ἡνίκα ἦν ἐν σαρκί, ἐπειδὴ δὲ μετέστη καὶ ἀπεδήμησε κατέλυσε τοῦ δαίμονος τὴν ἰσχύν, διήλεγξε τὴν τῶν Ἑλλήνων ἀπάτην, ἀπεκάλυψε τῆς μαντείας τὸν λῆρον, συνέτριψε τὸ προσωπεῖον αὐτῆς καὶ πᾶσαν αὐτῆς τὴν ὑπόκρισιν γυμνώσας ἐπέδειξε τὸν ἐν αὐτῇ δοκοῦντα κρατεῖν ἐπιστομίσας καὶ καταβαλὼν μετὰ πολλῆς τῆς σφοδρότητος. Καὶ νῦν ἑστᾶσιν οἱ τοῖχοι τοῦ νεὼ πᾶσι κηρύττοντες τοῦ δαίμονος τὴν αἰσχύνην, τὸν γέλωτα, τὴν ἀσθένειαν, τοῦ μάρτυρος τοὺς στεφάνους, τὴν νίκην, τὴν δύναμιν. Τοσαύτη ἡ τῶν ἁγίων ἰσχύς, οὕτως ἄμαχος καὶ φοβερὰ καὶ βασιλεῦσι καὶ δαίμοσι καὶ αὐτῷ τῷ τῶν δαιμόνων ἀρχηγῷ.