Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Κατὰ Ἰουδαίων καὶ Ἑλλήνων καὶ πρὸς Ἕλληνας καὶ κατὰ Ἰουλιανοῦ καὶ περὶ τοῦ ἁγίου Βαβύλα

Ἰωάννης ὁ Χρυσόστομος

Η ανομία του βασιλέως και η βεβήλωση του ναού

Ιστορική διήγηση της παραβίασης των συνθηκών ειρήνης από έναν σκληρό ηγεμόνα, ο οποίος μετά τη σφαγή του παιδός που κρατούσε ως όμηρο, εισέρχεται με θράσος στον ιερό ναό.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 2 από 10

Ὅτι μὲν οὖν καὶ τὰ ἀρχαῖα ἃ ἀκοῇ ἴσμεν τῶν παρόντων καὶ ὁρωμένων οὐχ ἧττόν ἐστι πιστὰ πᾶς ὁστισοῦν μὴ παραπαίων καὶ ἐξεστηκὼς ὁμολογήσειεν ἄν· ἵνα δὲ καὶ ἐκ περιουσίας τὴν νίκην ἀρώμεθα βούλομαι καὶ ἐπὶ τῆς ἡμετέρας γενεᾶς γενόμενόν τι παράδοξον εἰπεῖν. Ἀλλὰ μὴ θορυβηθῆτε εἰ θαῦμα ὑποσχόμενος ἐρεῖν ἐφ᾽ ἡμῶν γεγονὸς εἶτα ἐκ παλαιᾶς ἱστορίας ἄρχομαι τοῦ διηγήματος ὑφαίνειν τὴν ἀρχήν. Οὔτε γὰρ μέχρις ἐκείνων στήσομαι μόνον οὔτε ἀλλότρια τῆς νέας ὑποθέσεως ἐρῶ τὰ παλαιά· ἀλλήλων γὰρ ἑκάτερα ἔχεται καὶ διαζευχθῆναι τὴν ἀκολουθίαν αὐτῶν οὐκ ἔνι. Εἴσεσθε δὲ καλῶς αὐτῶν τῶν πραγμάτων ἀκούσαντες.

Ἐγένετό τις βασιλεὺς ἐπὶ τῶν προγόνων τῶν ἡμετέρων, καὶ τὰ μὲν ἄλλα ὁποῖός τις ἦν οὗτος ὁ βασιλεὺς οὐκ ἔχω λέγειν, τὸ δὲ ἄγος ὅπερ ἐτόλμησεν ἀκούσαντες εἴσεσθε καὶ περὶ τῆς λοιπῆς τῶν τρόπων ὠμότητος. Τί οὖν τὸ ἄγος ἦν;

Ἔδοξεν ἔθνει τινὶ τῶν ἐκείνῳ πολεμούντων τῷ βασιλεῖ καταλῦσαι τὸν πόλεμον καὶ μήτε ἑτέρους κόπτειν μήτε αὐτοὺς ὑπὸ ἑτέρων κόπτεσθαι τοῦ λοιποῦ, ἀλλὰ πραγμάτων μὲν ἀπηλλάχθαι καὶ κινδύνων καὶ φόβων στέργειν δὲ τοῖς ὑπάρχουσι καὶ μηδὲν πλέον τῶν ὄντων ἐπιζητεῖν· κρεῖττον γὰρ εἶναι μετὰ ἀφοβίας ἀπολαύειν μετρίων ἢ τοῦ πλείονος ἐφιεμένους δεδοικέναι καὶ τρέμειν ἀεὶ καὶ κατὰ αὐτούς τε ἑτέροις διδόντας καὶ παρ᾽ ἑτέρων λαμβάνοντας ζῆν.

Δόξαν δὴ καταθέσθαι τὸν πόλεμον καὶ τὸν ἀπράγμονα βίον ζῆν ἔδοξεν ἰσχυρῷ τινι θεσμῷ καὶ ὅροις ἀσφαλέσι τοῦτο καταδῆσαι τὸ καλόν, καὶ ποιησάμενοι συνθήκας καὶ λαβόντες ὅρκους καὶ δόντες ἐκ περιουσίας ἐπεχείρουν πείθειν τὸν βασιλέα τὸν αὐτῶν τὸν υἱὸν τὸν αὐτοῦ—παιδίον δὲ ἦν κομιδῇ—τῆς εἰρήνης ἐνέχυρον καταθέντα ἀσφαλὲς, τοῖς τε πρότερον πολεμίοις οὖσι παρέχειν θαρρεῖν τῆς τε οἰκείας γνώμης μαρτύριον ἐξενεγκεῖν ὡς ἀδόλως τὴν εἰρήνην πεποιημένου πρὸς αὐτούς. Καὶ ταῦτα λέγοντες ἔπεισαν καὶ ἐξέδωκε τὸν υἱὸν ὁ βασιλεὺς ὡς μὲν αὐτὸς ᾤετο τοῖς φίλοις καὶ συμμάχοις, ὡς δὲ τὸ τέλος ἔδειξε τῷ πάντων ἀπηνεστάτῳ θηρίῳ. Λαβὼν γὰρ νόμῳ φιλίας καὶ συνθηκῶν τὸ παιδίον ἐκεῖνο τὸ βασιλικὸν πάντα ὁμοῦ κατεπάτησε καὶ ἀνέτρεψε τοὺς ὅρκους, τὰς συνθήκας, τὴν πρὸς ἀνθρώπους αἰδῶ, τὴν πρὸς τὸ θεῖον εὐλάβειαν, τὸν ἀπὸ τῆς ἡλικίας ἔλεον.

Καὶ οὔτε ἡ νεότης τὸ θηρίον ἐπέκαμψεν οὔτε ἡ παρεπομένη τοῖς τοιούτοις μιάσμασι δίκη τὸν ἄγριον ἐκεῖνον ἐφόβησεν οὔτε τὰ τοῦ παρακαταθεμένου πατρὸς αὐτὸν εἰσῆλθε ῥήματα ἅπερ ἐκεῖνος τὸν υἱὸν ἐγχειρίζων ἴσως ἐπέσκηπτεν ἐν ἐπιμελείᾳ τε αὐτὸν ἔχειν ἀξιῶν πολλῇ καὶ πατέρα αὐτὸν ἐπιφημίζων τῷ παιδὶ καὶ ὡς αὐτὸν γεγεννηκότα οὕτω τρέφειν καὶ παιδεύειν παρακαλῶν καὶ τῆς τῶν οἰκείων προγόνων εὐγενείας ἄξιον ἀποφαίνειν, καὶ μετὰ τούτων τῶν ῥημάτων τὴν δεξιὰν τοῦ παιδὸς τῇ δεξιᾷ τοῦ φονέως ἐντιθεὶς καὶ μετὰ δακρύων διαλυόμενος. Τούτων οὐδὲν εἰς νοῦν ὁ μιαρὸς ἐκεῖνος ἐβάλετο, ἀλλὰ πάντα ῥίψας ἀθρόως ἀπὸ τῆς ψυχῆς τὸν φόνον ἐκεῖνον τὸν πάντων ἐναγέστατον τῶν φόνων ἐργάζεται. Τοῦτο γὰρ καὶ παιδοκτονίας χεῖρον τὸ μιάσμα, καὶ μάρτυρες ὑμεῖς οἱ οὐκ ἂν οὕτως ἀλγήσαντες (εἴπερ τοῖς ἐμοῖς πάθεσι καὶ τὰ ὑμέτερα στοχάζεσθαι χρή) εἰ τὸν υἱὸν ὅτι κατέσφαξεν ἠκούσατε τὸν ἑαυτοῦ. Τότε μὲν γὰρ μετὰ τῶν κοινῶν νόμων καὶ οἱ φύσεως ἐδόκουν ἀνατετράφθαι θεσμοί, ἐνταῦθα δὲ πολλὰ ὁμοῦ συνδεδράμηκεν καὶ τῆς φυσικῆς ἀνάγκης ἰσχυρότερα τῷ πλήθει γίνεται.

Ὅταν γὰρ ἐννοήσω τὸ μειράκιον τὸ μηδὲν ἠδικηκός, τὸ παρὰ τοῦ πατρὸς ἐκδοθέν, τὸ τῶν προγονικῶν βασιλείων ἀποσπασθὲν καὶ ἐν οἰκίᾳ τρυφῆς καὶ δόξης καὶ τιμῆς ἀλλαξάμενον τὴν ἐν ἀλλοτρίᾳ διαγωγὴν ἵνα ἐξῇ τῷ μιαρῷ θαρρεῖν ἐκείνῳ περὶ τῶν συνθηκῶν, εἶτα ὑπὸ αὐτοῦ κατεργασθὲν καὶ τῶν οἴκοι λαμπρῶν δι᾽ αὐτὸν ἀποστερηθὲν καὶ ὑπ᾽ αὐτοῦ πάλιν ἀποσφαχθέν, ἐναντίον τι πάσχω πάθος τηκόμενός τε ὁμοῦ τὴν ψυχὴν καὶ ἐξοιδῶν τὸ μὲν τοῦ θυμοῦ τὸ δὲ τῆς ἀθυμίας ἐργαζομένης. Ὅταν μὲν γὰρ ἐννοήσω τὸν μιαρὸν ἐκεῖνον ὁπλιζόμενον καὶ τὸ ξίφος ἀνατείνοντα καὶ τὴν δειρὴν κατέχοντα τοῦ παιδὸς καὶ τὴν δεξιὰν ᾗ τὴν παρακαταθήκην ἐδέξατο ταύτῃ κατ᾽ αὐτῆς ὠθοῦντα τὸ ξίφος διαρρήγνυμαι καὶ ἀποπνίγομαι τῷ θυμῷ. Ὅταν δὲ πάλιν ἴδω τὸν νέον δεδοικότα καὶ τρέμοντα καὶ οἰμώττοντα τὰς ἐσχάτας οἰμωγὰς καὶ τὸν πατέρα ἀνακαλοῦντα καὶ τούτων αἴτιον αὐτὸν γεγενῆσθαι λέγοντα καὶ τὴν σφαγὴν οὐ τῷ βαπτίζοντι τὸ ξίφος εἰς τὸν λαιμὸν ἀλλὰ τῷ γεγεννηκότι λογιζόμενον καὶ μὴ δυνάμενον ἐκφυγεῖν μηδὲ ἐπαμῦναι ἑαυτῷ ἀλλ᾽ ἀνήνυτα λοιπὸν τῷ φυσαμένῳ μεμφόμενον καὶ δεχόμενον τὴν πληγὴν καὶ σπαίροντα καὶ λακτίζοντα τοὔδαφος καὶ τὴν γῆν τοῖς τῶν αἱμάτων μολύνοντα κρουνοῖς διακόπτομαι τὰ σπλάγχνα καὶ σκοτοῦμαι τὸν λογισμὸν καί μου τις ἀχλὺς ἀθυμίας καταχεῖται τοῖς ὀφθαλμοῖς.

Ἀλλ᾽ οὐχ ὁ θὴρ ἐκεῖνος ἔπαθέ τι τοιοῦτον οὐδὲν, ἀλλ᾽ ὥσπερ τινὰ ἀρνίον καταθύειν μέλλων ἢ μόσχον οὕτω διετέθη πρὸς τὴν μιαρὰν ἐκείνην σφαγήν. Καὶ ὁ μὲν παῖς ἔκειτο νεκρὸς δεξάμενος τὴν πληγὴν ὁ δὲ σφαγεὺς ἐπηγωνίζετο τῷ μιάσματι τοῖς δευτέροις τὰ πρότερα ἀποκρύψαι φιλονεικῶν. Τάχα μέ τις οἴεταί τι περὶ τῆς ταφῆς ἐρεῖν, καὶ ὅτι μετὰ τὴν σφαγὴν οὐδὲ βραχείας τῷ φονευθέντι μετέδωκε γῆς. Ἐγὼ δέ τι τούτου τολμηρότερον ἕτερον ἐρῶ. Τὰς γὰρ ἀνόμους χεῖρας ἐκείνας τοιούτῳ μολύνας αἵματι καὶ τὴν καινὴν ἐργασάμενος τραγῳδίαν ὡς οὐδὲν ὅλως τετολμηκὼς ὁ ἀναιδὴς καὶ πετρῶν αὐτῶν σκληρότερος πρὸς τὴν ἐκκλησίαν ἠπείγετο τοῦ Θεοῦ.

Καὶ ἴσως τινὲς θαυμάζουσι πῶς οὐκ ἐπλήγη θεηλάτῳ πληγῇ τοιαῦτα τολμῶν ἢ πῶς οὐκ ἀπαφῆκεν αὐτῷ σκηπτὸν ἄνωθεν ὁ Θεὸς καὶ πρὸ τῆς εἰσόδον τὴν ἀναίσχυντον ὄψον κατέφλεξε τῷ κεραυνῷ. Ἐγὼ δὲ εἴ τινες ἔλαβον τοῦτον τὸν λογισμὸν ἐπαινῶ μὲν αὐτοὺς καὶ θαυμάζω τῆς πυρώσεως λείπειν δὲ αὐτῶν οὐ μικρὸν τῷ θαύματι τούτῳ καὶ τοῖς ἐπαίνοις φημί, Δικαίαν μὲν γὰρ τὴν ἀγανάκτησιν ἔσχον ὑπέρ τε τοῦ οὐκ ἐν δίκῃ κατακοπέντος παιδὸς ὑπέρ τε τῶν τοῦ Θεοῦ νόμων οὕτως ὑβρισθέντων ἰταμῶς, ἀλλὰ τῷ θυμῷ ζέοντες οὐ συνεῖδον ὅσον ἰδεῖν ἐχρῆν. Τοῦ γὰρ δικαίου τούτου νόμος ἕτερος ἀνώτερος πολλῷ κεῖται ἐν τοῖς οὐρανοῖς.