Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Κατὰ Ἰουδαίων λόγος βʹ

Ἰωάννης ὁ Χρυσόστομος

Έλεγχος των Χριστιανών για συμμετοχή σε ιουδαϊκές τελετές

Αυστηρή επίπληξη προς τους πιστούς που παρακολουθούν ιουδαϊκές εορτές, καθώς και προς τους συζύγους που επιτρέπουν στις γυναίκες τους να μεταβαίνουν στη συναγωγή.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 4 από 4

Ἀλλὰ τῶν μὲν πρὸς ἐκείνους λόγων τὴν διάλεξιν ἀφέντες, ὥρα λοιπὸν πρὸς τὴν τῶν σαλπίγγων ἀκρόασιν ἀπελθόντας τρέψαι τὴν ἐπιτίμησιν. Ἔδει μὲν γὰρ μηδὲ λόγου τούτους ἀξιῶσαι λοιπόν, ὅτι μετὰ τοσαύτην παραίνεσιν καὶ συμβουλὴν ἐπὶ τῆς αὐτῆς ἔτι διέμειναν ἀνοίας. Ἐπειδὴ δὲ προσδοκῶ τῇ δευτέρᾳ αὐτοὺς διορθώσασθαι παραινέσει καὶ πεῖσαι καὶ ὑπὲρ τῶν προτέρων καταγνῶναι τῆς ἑαυτῶν ἀνοίας, μετὰ προθυμίας καὶ τῶν πρὸς αὐτοὺς ἅπτομαι λόγων. Καὶ γὰρ ἔγνων διὰ τὴν τοῦ Θεοῦ χάριν πολλοὺς τῶν εἰωθότων τοῦτο ποιεῖν μετὰ τὴν παραίνεσιν ἀποστάντας τῆς πονηρᾶς συνηθείας. Εἰ δὲ μὴ πάντες ἐπείσθησαν, ἀλλὰ πεισθήσονται πάντως. Σῶμα γὰρ ἀρχὴν λαβὸν ὑγιαίνειν, ὁδῷ προβαῖνον ἅπασαν ἀποθήσεται τὴν ἀρρωστίαν καὶ πρὸς καθαρὰν ἐπανήξει λοιπὸν ὑγείαν. Εἰς σαλπίγγων ἔδραμες ἀκρόασιν, εἰπέ μοι;

Ὡς γὰρ πρὸς παρόντας τοὺς ἀπόντας διαλεχθῆναι βούλομαι. Τοιοῦτον γὰρ ἡ ὀδυνωμένη ψυχή, κἂν μὴ ἀκούωσιν οἱ ἐγκαλούμενοι, ὡς πρὸς παρόντας καὶ ἀκούοντας οὕτω διαλέγεται. Ἐπὶ σαλπίγγων οὖν ἔδραμες ἀκρόασιν, εἰπέ μοι; Μετὰ τῶν ἀνδροφόνων, μετὰ τῶν γοήτων, μετὰ τῶν παραπαιόντων καὶ μαινομένων Ἰουδαίων; Οὐκ ἤκουσας τοῦ Χριστοῦ λέγοντος· Ὁ ἐμβλέψας γυναικὶ πρὸς τὸ ἐπιθυμῆσαι αὐτήν, ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὐτοῦ; Ὥσπερ γὰρ ἀκόλαστος ὄψις μοιχείαν ποιεῖ, οὕτω ἄκαιρος ἀκρόασις ἀσέβειαν ἐργάζεται. Ἀλλὰ σάλπιγγος ἐπιθυμεῖς ἀκοῦσαι. Οὐκοῦν ἄκουσον τῆς Παύλου σάλπιγγος τῆς πνευματικῆς ἐκ τῶν οὐρανῶν βοώσης καὶ λεγούσης· ἀναλάβετε τὴν πανοπλίαν τοῦ Θεοῦ· περιζώσασθε τὴν ὀσφὺν ὑμῶν ἐν ἀληθείᾳ, ἐνδύσασθε τὸν θώρακα τῆς δικαιοσύνης, ὑποδήσασθε τὰς πόδας ἐν ἑτοιμασίᾳ τοῦ εὐαγγελίου τῆς εἰρήνης, ἀναλάβετε τὸν θυρεὸν τῆς πίστεως, τὴν περικεφαλαίαν τοῦ σωτηρίου, τὴν μάχαιραν τοῦ πνεύματος.

Εἶδες σάλπιγγα πνευματικὴν πῶς σε καθοπλίζει, καὶ πρὸς τὸν πόλεμον ἐξάγει τὸν κατὰ τῶν δαιμόνων; Ἄκουσον τῆς Ἰωάννου βροντῆς λεγούσης· Ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ λόγος.

Ἀνάμεινον τὴν σάλπιγγα τὴν ἐκ τῶν οὐρανῶν. Σαλπίσει γὰρ καὶ οἱ νεκροὶ ἀναστήσονται. Οἱ ταύτης ἀκούοντες τῆς σάλπιγγος, ἐκείνης οὐκ ἀκούσονται· μᾶλλον δέ· ἀκούσονται μέν, ἐπὶ κακῷ δὲ τῷ ἑαυτῶν. Ἡ γὰρ κοινωνία τῆς ἑορτῆς τῆς ἰουδαϊκῆς κοινωνία κολάσεως αὐτοῖς ἔσται.

Τότε ὄψονται εἰς ὃν ἐξεκέντησαν Ἰουδαῖοι. Τί οὖν ἂν καὶ σὺ φανῇς μετ’ αὐτῶν; Οὐκ εὔδηλον τὸ λειπόμενον; Εἰπεῖν γὰρ αὐτὸ δέδοικα, τῷ δὲ ὑμῶν ἀφίημι συνειδότι. Σαλπίζεις μετ’ αὐτῶν νῦν, οὐκοῦν θρηνήσεις μετ’ αὐτῶν τότε.

Ἀλλὰ μὴ γένοιτό τινα τῶν τέκνων τῆς ἐκκλησίας εἰς τὸν τῶν μιαιφόνων ἐκείνων εὑρεθῆναι σύλλογον, μὴ νῦν, μὴ ποτέ. Καὶ διὰ τοῦτο ταῦτα εἶπον νῦν, ἵνα μηκέτι ταῦτα γένηται. Οὐκ ἀνδράσι δὲ μόνον, ἀλλὰ καὶ γυναιξὶ διὰ τῶν ἰδίων ἀνδρῶν διαλέγομαι ταῦτα· καὶ γὰρ ἔγνων ὅτι τὸ πλέον τοῦ συρομένου πλήθους ἐκεῖ γυναικῶν ἦν. Ὁ μὲν οὖν μακάριος Παῦλος· Οἱ ἄνδρες ἀγαπᾶτε τὰς γυναῖκας ἑαυτῶν φησι, καὶ πάλιν· Ἡ γυνὴ ἵνα φοβῆται τὸν ἄνδρα. Ἐγὼ δὲ οὔτε φόβον ὁρῶ γυναικῶν οὔτε ἀγάπην ἀνδρῶν.

Εἰ γὰρ ἐφοβεῖτο τὸν ἄνδρα ἡ γυνή, οὐκ ἂν ἐτόλμησεν ἀπελθεῖν· εἰ ἠγάπα ὁ ἀνὴρ τὴν γυναῖκα, οὐκ ἂν συνεχώρησε καὶ περιεῖδεν ἀπελθοῦσαν ποτέ. Τί γὰρ ταύτης τῆς ὕβρεως χεῖρον· ἐλευθέρα γυνὴ καὶ πιστὴ τῆς οἰκίας πρόεισιν, εἰπέ μοι, καὶ εἰς συναγωγὴν ἄπεισιν; Οἶδεν γὰρ ὅλως ἄλλο τι χωρίον πλὴν τῆς ἐκκλησίας καὶ τῆς ἐνταῦθα διατριβῆς; Εἰ δὲ πρὸς μοιχὸν διεπορεύετο, οὐκ ἂν διανέστης, οὐκ ἂν ἐνεπρήσθης, οὐκ ἂν πάντοθεν περιέστησας φύλακας; Νῦν δὲ οὐ πρὸς ἄνδρα μοιχευομένην, ἀλλὰ πρὸς δαίμονας ἀπιοῦσαν ὁρῶν, συγχωρεῖς τὴν ἀσέβειαν; Κἂν μὲν εἰς σὲ παρανομήσῃ, κολάζεις· ἂν δὲ εἰς τὸν δεσπότην ὑβρίσῃ, παρορᾷς; Ἂν εἰς τὸν γάμον παροινήσῃ, σφοδρὸς καὶ ἀπαραίτητος εἶ δικαστής· ἂν τὰς πρὸς τὸν Θεὸν καταπατήσῃ συνθήκας, ῥάθυμος καὶ ἐκλελυμένος; Καὶ ποῦ ταῦτα συγγνώμης ἄξια; Καίτοι ὁ Θεὸς οὐχ οὕτως, ἀλλ’ ἐναντίως ποιεῖ· ὅταν αὐτὸς ὑβρίζηται, παρορᾷ, ὅταν σὺ τοῦτο πάθῃς, ἐκδικεῖ. Βούλει μαθεῖν ὅτι τῶν αὐτοῦ τὰ σὰ προτιμᾷ; Ἐὰν προσφέρῃς τὸ δῶρόν σου, φησί, ἐπὶ τὸ θυσιαστήριον, κἀκεῖ μνησθῇς ὅτι ἔχει τι κατά σου ὁ ἀδελφός σου, ἄφες τὸ δῶρόν σου ἔμπροσθεν τοῦ θυσιαστηρίου, καὶ ὕπαγε· πρῶτον διαλλάγηθι τῷ ἀδελφῷ σου, καὶ τότε ἐλθὼν πρόσφερε τὸ δῶρόν σου.