Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Κατὰ Ἰουδαίων λόγος βʹ

Ἰωάννης ὁ Χρυσόστομος

Ο γεωγραφικός περιορισμός της λατρείας και η απαγόρευση των θυσιών

Παράθεση βιβλικών μαρτυριών για τον αποκλειστικό περιορισμό των θυσιών και των εορτών στην Ιερουσαλήμ, καθώς και για την καταστροφή του ναού εξαιτίας της ειδωλολατρίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 2 από 4

Ἔσται δὲ ἡμῖν ἀρχὴ τῆς ἀποδείξεως ἀρίστη ἡ περὶ τὸν τόπον παρατήρησις. Πάσης γὰρ αὐτοὺς ὁ Θεὸς ἀπάγων τῆς οἰκουμένης, εἰς ἕνα κατέκλεισε τόπον· τὰ Ἱεροσόλυμα. Καὶ οὐκ ἦν αὐτοῖς θέμις οὔτε νηστεύειν ἀλλαχοῦ οὔτε θύειν οὔτε ἑορτὰς ἐπιτελεῖν, οὐ σκηνοπηγίας, οὐ τὸν νόμον ἀναγινώσκειν τότε, ὅτε ὁ νόμος ἐκράτει. Εἰ δὲ τότε ἔξω τῆς Ἱερουσαλὴμ τῶν πραγμάτων ἐπιτελουμένων τούτων παρανομία τὸ γινόμενον ἦν, πολλῷ μᾶλλον νῦν. Καὶ εἰ βούλεσθε τοὺς περὶ τούτων κειμένους αὐτοῖς ἀναγνώσομαι νόμους, καὶ πρῶτον τὸν περὶ τῆς ἑορτῆς κείμενον τοῦ πάσχα λέγω· Οὐ δυνήσεσθε γάρ, φησί, ποιῆσαι τὸ πάσχα ἐν οὐδεμιᾷ τῶν πόλεων ὧν ἂν Κύριος ὁ Θεός σου δίδωσί σοι, ἀλλ’ εἰς τὸν τόπον, ὃν ἂν ἐκλέξηται Κύριος ὁ Θεός σου, ἐπικληθῆναι τὸ ὄνομα αὐτοῦ ἐκεῖ, τὰ Ἱεροσόλυμα λέγων· ἐκείνῃ γὰρ τῇ πόλει τὸ ὄνομα αὐτοῦ ἐπεκέκλητο, καθὼς καὶ ὁ Δανιὴλ ἐδήλωσεν εὐχόμενος καὶ λέγων· Ἰδὲ τὸν ἀφανισμὸν ἡμῶν καὶ τῆς πόλεώς σου, ἐφ’ ἧς ἐπικέκληται τὸ ὄνομά σου ἐπ’ αὐτῇ. Οὐκ ἐπειδὴ ὁ Θεὸς πόλιν ἔχει—πῶς γάρ; —, ἀλλ’ ἵνα τῷ φόβῳ τῆς προσηγορίας αἰδεσιμώτερον ποιήσῃ τὸν τόπον, οὕτω τὴν πόλιν ἐκάλει. Εἷς μὲν οὖν οὗτος ὁ νόμος κωλύων αὐτοὺς οὐ μόνον ἐν Συρίᾳ καὶ Κιλικίᾳ καὶ τοῖς ἄλλοις ἔθνεσιν, ἀλλ’ οὐδὲ ἐν αὐτῇ τῇ Παλαιστίνῃ τοῦ πάσχα τὰς θυσίας ἐπιτελεῖν.

Οὐ δυνήσῃ γὰρ ποιῆσαι τὸ πάσχα, φησί, ἐν οὐδεμιᾷ τῶν πόλεών σου, ὧν Κύριος ὁ Θεός σου δίδωσί σοι· τὰς δὲ πόλεις ἐν Ἰουδαίᾳ ἔδωκεν. Ὁρᾶς οὐχὶ ἐκ τῆς οἰκουμένης, ἀλλ’ ἐκ τῆς ἐπαρχίας αὐτῆς συνωθουμένους εἰς ἕνα τόπον αὐτούς; Πάλιν περὶ τῆς ἑορτῆς ταύτης τῆς ἐνεστώσης νομοθετῶν· Ἑπτὰ ἡμέρας ποιήσετε, φησί, ἑορτὴν τῆς σκηνοπηγίας ἐν τῷ συναγαγεῖν σε ἀπὸ τῆς ἅλωνος καὶ ἀπὸ τῆς ληνοῦ σοῦ.

Ἐπειδὴ γὰρ ἀχάριστοι καὶ ἀγνώμονες ἦσαν περὶ τὸν εὐεργέτην, ταῖς ἀνάγκαις τῶν ἑορτῶν ἐγκατέδησε τὰ ὑπομνήματα τῆς εὐεργεσίας τοῦ Θεοῦ. Ἅμα δὲ καὶ ἐμάνθανον τὴν αἰτίαν τῆς ἑορτῆς· ὅταν γὰρ συντελεσθῶσιν οἱ καρποί, τῷ δόντι σοι τὰς αἰτησίους τροφὰς εὐχαριστηρίους ἡμέρας, φησί, ἐπιτέλει. ἑπτὰ ἡμέρας ποιήσετε τὴν ἑορτήν, σὺ καὶ ὁ υἱός σου καὶ ἡ θυγάτηρ σου, ὁ παῖς σου καὶ ἡ παιδίσκη σου, ὁ προσήλυτος ὁ προσκείμενος ἐν σοί, ὁ ὀρφανὸς καὶ ἡ χήρα· ἑπτὰ ἡμέρας ἑορτάσετε Κυρίῳ τῷ Θεῷ ἐν τόπῳ οὗ ἐὰν ἐκλέξηται Κύριος ὁ Θεός σου. Ὅτι δὲ οὐδὲ νόμον αὐτοῖς ἐξῆν ἀναγνῶναι ἔξω τῶν Ἱεροσολύμων, ἄκουε· Μετὰ ἑπτὰ ἔτη ἐν καιρῷ ἐνιαυτοῦ τῆς ἀφέσεως ἑορτὴ σκηνοπηγίας ἐν τῷ συμπορεύεσθαι πάντα Ἰσραὴλ ὀφθῆναι ἐνώπιον Κυρίου τοῦ Θεοῦ σου εἰς τὸν τόπον ὃν ἂν ἐκλέξηται. ἐκεῖ ἀναγνώσῃ τὸν νόμον, ἐκεῖ νηστεύσεις τὴν ἑορτὴν τῶν σκηνοπηγιῶν. Ὁρᾶς καὶ ἐπὶ τῆς νηστείας τοῦτο φυλάττοντα;

Εἶτα ἵνα μὴ καθ’ ἕκαστον ἐπεξίῃ, συντόμως ἐπήγαγεν, ὅτι οὐδαμοῦ θέμις αὐτοῖς τὰς εἰωθυίας λατρείας ἐπιτελεῖν ἀλλαχοῦ, εἰπὼν οὕτως· Πρόσεχε σεαυτὸν μὴ ἰδὼν πάντα τόπον ἐκεῖ ἀνενέγκῃς τὰ ὁλοκαυτώματά σου, ἀλλ’ ἢ εἰς τὸν τόπον ὃν ἐκλέξηται Κύριος ὁ Θεός σου ἐπικληθῆναι τὸ ὄνομα αὐτοῦ· ἐκεῖ ἀνοίσεις τὰς θυσίας σου, ἐκεῖ ποιήσεις πάντα ὅσα ἐντέλλομαί σοι σήμερον.

Τῷ γὰρ εἰπεῖν πάντα, καὶ ἑορτὰς καὶ θυσίας καὶ περιρραντήρια καὶ καθαρμοὺς καὶ εἴ τι ἕτερον ἦν τῶν νομίμων περιέλαβε τούτῳ τῷ ῥήματι. Εἶτα ἐπειδὴ ἀγνώμονες ἦσαν καὶ ἀναίσθητοι· καὶ οὐκ ἤρκει μόνον ἡ παραίνεσις αὐτοὺς πεῖσαι, καὶ τιμωρίαν ἐπιτίθησιν ἀπαραίτητον τοῖς παρακούουσιν.

Εἶπε γὰρ Κύριος, φησί, πρὸς Μωσῇ λέγων· εἶπον πρὸς Ἀαρὼν καὶ πρὸς τοὺς υἱοὺς Ἰσραὴλ λέγων· ἄνθρωπος ἐξ ὑμῶν ἢ ἐκ τῶν προσηλύτων τῶν προσκειμένων ἐν ὑμῖν, ὃς ἐὰν σφάξῃ μόσχον ἢ πρόβατον ἢ αἶγα ἔξω τῆς παρεμβολῆς ἢ ἐν αὐτῇ τῇ παρεμβολῇ, καὶ μὴ ἐνέγκῃ παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου τὴν θυσίαν αὐτοῦ, αἷμα αὐτῷ λογισθήσεται· αἷμα ἐξέχεεν ὁ ἄνθρωπος ἐκεῖνος. Τί δέ ἐστιν αἷμα αὐτῷ λογισθήσεται;

Φόνου κριθήσεται, καθάπερ ἀνδροφόνος γεγενημένος· οὐ γὰρ τῇ φύσει τοῦ θυομένου προσέχων, ἀλλὰ τῇ γνώμῃ τοῦ θύοντος. Διὰ τοῦτο φόνος ἐλογίζετο, ἐπειδὴ παρὰ τὸ τῷ Θεῷ δοκοῦν ἐσφάγη. Εἶδες πόση ἦν ἡ τοῦ τόπου φυλακή; Ὁ μὴ θύων παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου, φησί, ὡς ἄνθρωπον ἀπεκταγκὼς οὕτως κολασθήσεται, κἂν πρόβατον ᾖ θύων. Καὶ πάλιν ἐπισφίγγων τὴν τιμωρίαν ἐξολοθρευθήσεται, φησί, ἡ ψυχὴ ἐκείνη ἐκ τοῦ λαοῦ αὐτῆς. Διὰ τί; Ὅτι οὐκ ἐξήνεγκε τὰς θυσίας αὐτοῦ παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου, εἶτα λέγει. Καὶ διὰ τί κελεύει θύειν ἐκεῖ; Ὅπως ἂν μὴ θύσωσι τοῖς εἰδώλοις αὐτῶν καὶ τοῖς ματαίοις οἷς αὐτοὶ ἐκπορνεύουσιν. Ὁρᾶτε ὅτι αὐτὴ ἡ αἰτία κατηγορία ἐστὶ τῆς ἀσεβείας αὐτῶν καὶ τῆς πορνείας; Πορνείαν γὰρ αὐτῶν ἀεὶ τὴν ἀσέβειαν αὐτῶν καλεῖ. Διὰ τοῦτο αὐτοὺς πάντοθεν εἰς ἕνα τόπον συνήλασεν, ἵνα μηδεμίαν ἀφορμὴν ἀσεβείας ἔχωσι.

Καὶ καθάπερ ἀνὴρ εὐσχήμων καὶ ἐλεύθερος δούλην ἔχων ἀκόλαστον, ἅπαντας τοὺς παριόντας πρὸς τὴν ἑαυτῆς ἀσέλγειαν ἐπισπωμένην, οὐκ εἰς ἄμφοδον ἀφίησιν ἐξελθεῖν, οὐκ ἐν στενωπῷ φανῆναι, οὐκ εἰς ἀγορὰν ἐμβαλεῖν, ἀλλ’ ἄνω καθείρξας ἐπὶ τῆς οἰκίας καὶ σιδήρῳ πεδήσας κελεύει μένειν ἔνδον διαπαντός, ἵνα καὶ ἡ τοῦ τόπου στενοχωρία καὶ ἡ τῶν δεσμῶν ἀνάγκη σωφροσύνης ὑπόθεσις αὐτῇ γένηται, οὕτω δὴ καὶ ὁ Θεός· τὴν συναγωγὴν δούλην οὖσαν αὐτοῦ ἀκόλαστον καὶ πρὸς πάντας δαίμονας καὶ πρὸς πάντα κεχηνυῖαν εἴδωλα καὶ ἐν παντὶ χωρίῳ καὶ ἐν παντὶ τόπῳ τὰς τῶν εἰδώλων θύειν θυσίας ἐπειγομένην, ὥσπερ ἐν οἴκῳ δεσποτικῷ τοῖς Ἱεροσολύμοις καὶ τῷ ναῷ καθείρξας, ἐκεῖ μόνον θύειν ἐκέλευσε καὶ κατὰ καιροὺς ὡρισμένους ἑορτὰς ἐπιτελεῖν, ἵνα καὶ ἡ τοῦ τόπου στενοχωρία καὶ ἡ τῶν καιρῶν παρατήρησις καὶ ἄκουσαν αὐτὴν ἐν τῷ τῆς εὐσεβείας κατέχῃ νόμῳ· ἐνταῦθα κάθησο καὶ σωφρόνει, φησί· ὁ τόπος σε παιδευέτω, ἐπειδὴ ὁ τρόπος οὐκ ἐπαίδευσε.

Καὶ ὅτι αὕτη ἐστὶν ἡ αἰτία δι’ ἣν ἐκεῖ μόνον θύειν ἐκέλευσε, ἠκούσατε τοῦ νόμου τοῦ νῦν παρ’ ἡμῖν ἀναγνωσθέντος ὑμῖν οὕτω λέγοντος· Ὅτι οἴσουσι τὰς θυσίας αὐτῶν ἐπὶ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου—εἶτα τὴν αἰτίαν ἐπάγοντος—ὅπως ἂν μὴ θύσωσι τοῖς εἰδώλοις αὐτῶν καὶ τοῖς ματαίοις ἐν οἷς αὐτοὶ ἐκπορνεύουσιν. Οὐδὲ γὰρ ἦν χωρίον τῆς Παλαιστίνης καθαρὸν τῆς ἀσεβείας ἐκείνων, ἀλλὰ πᾶς βουνός, πᾶσα φάραγξ καὶ δένδρον ἅπαν ταύτην αὐτοῖς συνῄδει τὴν ἀσεβείαν. Διὰ τοῦτο ὁ μὲν Ὠσηὲ ἐβόα καὶ ἔλεγεν· Ἐπὶ τοὺς βουνοὺς ἔθυον, ἐπὶ τὰς κορυφὰς τῶν ὀρέων ἐθυσίαζον, ὑποκάτω δρυὸς καὶ λεύκης καὶ δένδρου συσκιάζοντος, ὅτι καλὸν σκέπη.

Ὁ δὲ Ἰερεμίας· ἆρον κύκλῳ τοὺς ὀφθαλμούς σου καὶ ἴδε· ποῦ οὐκ ἐξεπόρνευσαν; Διὰ τοῦτο πεπλανημένην αὐτὴν ὁρῶν, εἰς ἓν συνέκλεισε χωρίον τὸν ναόν. Ἀλλ’ οὐδὲ τοῦτο αὐτὴν ἔστησε τῆς ἀκολασίας ἐκείνης, ἀλλ’ ὥσπερ δεῖξαι φιλονεικοῦσα τῷ δεσπότῃ, ὅτι ὅσα ἂν ποιῇ τῆς μανίας αὐτῆς οὐκ ἀποστήσεται, εἰς αὐτὸν τὸν δεσποτικὸν οἶκον τοὺς μοιχοὺς ἀνήγαγε, ποτὲ μὲν τετραπρόσωπον εἴδωλον ἐκεῖ στήσασα, ποτὲ δὲ πάντα τὰ βδελύγματα τῶν ἑρπετῶν καὶ τῶν κτηνῶν ἐπὶ τοῦ τοίχου γράψασα. Καὶ τοῦτο ὁ Ἰεζεκιὴλ ἡμῖν ἐδήλωσεν, ἀπὸ γὰρ τῆς Βαβυλῶνος εἰς τὸν ναὸν ἐνεχθεὶς καὶ ἰδῶν θυμιῶντας αὐτοὺς τῷ ἡλίῳ καὶ θρηνοῦντας τὸν Ἄδωνιν· καὶ τοῖς ἄλλοις ἅπασι προσκυνοῦντας εἰδώλοις ἐν αὐτῷ τῷ ναῷ μέγα ἀνῴμωξεν.

Οὐ ταύτην δὲ μόνον τὴν ὑπερβολὴν τῆς ἀσεβείας αὐτῶν ἐνεδείξατο ὁ προφήτης, ἀλλὰ καὶ ἑτέρῳ τρόπῳ οὕτως εἰπών· Διεστραμμένον ἐγένετο ἐν σοὶ παρὰ πάσας τὰς γυναῖκας. Πῶς πάσαις πόρναις δίδοται μισθώματα, φησί, σὺ δὲ προσέδωκας μισθώματα; Ἐπόρνευε γὰρ καὶ ἀργύριον κατέβαλλε τῆς πορνείας, ὅπερ ψυχῆς βακχευομένης τῷ τῆς ἀκολασίας οἴστρῳ μέγιστόν ἐστι τεκμήριον. Ἐπεὶ οὖν οὐδὲ ὁ οἶκος αὐτὴν ἐσωφρόνισεν, ἀλλ’ ἐκεῖ τὰ εἴδωλα κατέπηξεν, κατέσκαψε καὶ αὐτὸν τὸν ναὸν λοιπὸν ὁ Θεός.