Ὑποθώμεθα τοίνυν δύο τινὰς εἶναι ποιοῦντας τὸ πάσχα, καὶ ὁ μὲν παραβαινέτω τὸν τόπον, τὸν δὲ καιρὸν τηρείτω· ὁ δὲ τηρείτω μὲν τὸν τόπον, παραβαινέτω δὲ τὸν καιρόν· καὶ ποιείτω ὁ μὲν τὸν καιρὸν τηρῶν, παραβαίνων δὲ τὸν τόπον ἐν τῷ πρώτῳ μηνὶ, καὶ τῶν Ἱεροσολύμων ἔξω που μακράν· ὁ δὲ τὸν τόπον τηρῶν, παραβαίνων δὲ τὸν καιρὸν, ποιείτω μὲν ἐν Ἱεροσολύμοις τὸ πάσχα, μὴ τῷ πρώτῳ δὲ μηνὶ, ἀλλὰ τῷ δευτέρῳ· εἶτα ἴδωμεν τίς τῶν δύο τούτων ἐστὶν ὁ ἐγκαλούμενος, τίς δὲ ὁ εὐδοκιμῶν, ὁ παραβὰς τὸν καιρὸν, καὶ ἐν τῷ τόπῳ ποιήσας, ἢ ὁ τὸν τόπον καταλιπὼν, καὶ τὸν καιρὸν φυλάξας. Ἂν γὰρ ὁ τὸν καιρὸν μὲν παραβὰς ἵνα εἴσω ποιήσῃ τῆς πόλεως, ἀποδοχῆς ἄξιος ὢν φανῇ, ὁ δὲ τὸν καιρὸν μὲν φυλάξας, καταλιπὼν δὲ τὸν τόπον, ἐγκλημάτων καὶ κατηγορίας ὥσπερ ἀσεβήσας, εὔδηλον, ὅτι καὶ οὗτοι παρανομοῦσιν, ἐν τῷ τόπῳ μὴ ποιοῦντες, κἂν μυριάκις λέγωσι τὸν καιρὸν τηρεῖν. Πόθεν οὖν τοῦτο ἔσται δῆλον; Ἀπ᾽ αὐτοῦ τοῦ Μωϋσέως. Ἐπειδὴ γὰρ ἐποίησαν ἔξω τὸ πάσχα, προσῆλθον, φησὶ, τινὲς τῷ Μωϋσῇ, λέγοντες· Ἡμεῖς ἀκάθαρτοί ἐσμεν ἐπὶ ψυχῇ ἀνθρώπου· μὴ ὑστερήσωμεν προσενεγκεῖν τὸ δῶρον Κυρίου κατὰ καιρὸν αὐτοῦ ἐν μέσῳ υἱῶν Ἰσραήλ; Καὶ εἶπε πρὸς αὐτοὺς Μωϋσῆς· Στῆτε αὐτοῦ, καὶ ἀκούσομαι τί ἐντελεῖται Κύριος περὶ ὑμῶν.