Καὶ μετ᾽ ἐκεῖνον ἀνέστη Ἰούδας ὁ Γαλιλαῖος, ὃς ἀπέστησεν ὄχλον ἱκανόν· κἀκεῖνος ἀπέθανε, καὶ οἱ μαθηταὶ αὐτοῦ ἀπώλοντο. Καὶ τὰ νῦν λέγω ὑμῖν, προσέχετε ἑαυτοῖς, ὅτι, ἐὰν ᾖ ἐξ ἀνθρώπων τὸ ἔργον τοῦτο, καταλυθήσεται· εἰ δὲ ἐκ Θεοῦ ἐστιν, οὐ δυνήσεσθε καταλῦσαι αὐτὸ, μή ποτε καὶ θεομάχοι εὑρεθῆτε. Πόθεν οὖν δῆλον ἔσται, ὅτι, ἐὰν ᾖ ἐξ ἀνθρώπων, καταλυθήσεται; Πεῖραν ἐλάβετε, φησὶν, ἀπὸ Ἰούδα καὶ Θευδᾶ. Ὥστε καὶ οὗτος ὁ κηρυττόμενος ὑπὸ τούτων, εἰ τοιοῦτός ἐστιν οἷοι ἐκεῖνοι, καὶ μὴ θείᾳ δυνάμει πάντα ἐργάζεται, μικρὸν ἀναμείνατε, καὶ αὐτὴ τῶν πραγμάτων ὑμᾶς πιστώσεται ἡ ἔκβασις, καὶ διὰ τοῦ τέλους εἴσεσθε σαφῶς, εἴτε ἄνθρωπός ἐστι πλάνος, ὡς φατὲ, καὶ παράνομος, εἴτε Θεὸς ὁ πάντα συγκρατῶν, καὶ ἀποῤῥήτῳ δυνάμει τὰ καθ᾽ ἡμᾶς οἰκονομῶν πράγματα· ὅπερ οὖν καὶ ἐγένετο. Ἀνέμειναν, καὶ δι᾽ αὐτῶν τῶν πραγμάτων ἐδηλοῦτο ἡ θεία καὶ ἄμαχος δύναμις, καὶ τὸ σόφισμα τοῦτο καὶ πρὸς ἀπάτην τῶν πολλῶν γενόμενον, εἰς τὴν τοῦ διαβόλου περιετρέπετο κεφαλήν. Ἐπειδὴ γὰρ εἶδεν αὐτὸν παραγενόμενον, βουλόμενος συσκιάσαι αὐτοῦ τὴν παρουσίαν καὶ τὴν ἀληθῆ οἰκονομίαν, εἰσήνεγκεν ἀπατεῶνάς τινας, οὓς προείπομεν, ἵνα καὶ οὗτος εἷς ἐκείνων νομίζηται εἶναι.