Καὶ ἐπειδὴ προσήγαγεν αὐτοὺς (δεῖ γὰρ συντεμεῖν), ἔλουσεν αὐτοὺς ὕδατι, ἐνέδυσε τὸν χιτῶνα, ἔζωσε τὴν ζώνην, ἐνέδυσε τὸν ἐπενδύτην, ἐπέθηκε τὴν ἐπωμίδα, ἔζωσεν αὐτὸν, καὶ συνέσφιγξεν, ἐπέθηκε τὸ λογεῖον, καὶ ἐπὶ τὸ λογεῖον τὴν δήλωσιν καὶ τὴν ἀλήθειαν, καὶ τὴν μίτραν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ, καὶ ἐπὶ τῆς μίτρας τὸ πέταλον τὸ χρυσοῦν· εἶτα λαβὼν ἀπὸ τοῦ ἐλαίου, ἐπέῤῥανεν ἀπ᾽ αὐτοῦ ἐπὶ τὸ θυσιαστήριον, καὶ ἡγίασεν αὐτὸ, καὶ τὰ σκεύη, καὶ τὸν λουτῆρα, καὶ τὴν βάσιν, καὶ ἡγίασεν αὐτὰ, καὶ ἐπέχεεν ἀπ᾽ αὐτοῦ ἐπὶ τὴν κεφαλὴν Ἀαρών· καὶ τοῖς υἱοῖς αὐτοῦ ὁμοίως ἐποίησε, καὶ προσήγαγε τὸν μόσχον. Καὶ ἐπειδὴ ἔθυσεν, ἐπιθέντος Ἀαρὼν τὰς χεῖρας, καὶ τῶν υἱῶν αὐτοῦ, ἀπὸ τοῦ αἵματος λαβὼν, ἔθηκεν ἐπὶ τὰ κέρατα τοῦ θυσιαστηρίου, καὶ ἐκαθάρισε τὸ θυσιαστήριον, καὶ τὸ αἷμα ἐξέχεεν ἐπὶ τὴν βάσιν τοῦ θυσιαστηρίου, καὶ ἡγίασεν αὐτὸ τοῦ ἐξιλάσασθαι ἐπ᾽ αὐτοῦ. Εἶτα ἐπειδή τινα ἐξ αὐτοῦ κατέκαυσε, τὰ μὲν ἔνδον, τὰ δὲ ἔξω, ἤγαγε πάλιν κριὸν, καὶ αὐτὸν ὡλοκαύτωσε· καὶ προσήγαγε πάλιν κριὸν ἕτερον τὸν τῆς τελειώσεως, καὶ πάλιν ἐπιθέντος Ἀαρὼν καὶ τῶν υἱῶν αὐτοῦ τὰς χεῖρας, ἔσφαξε· καὶ ἀπὸ τοῦ αἵματος αὐτοῦ λαβὼν, ἐπέθηκεν ἐπὶ τὸν λοβὸν τοῦ ὠτίου Ἀαρὼν τοῦ δεξιοῦ, καὶ ἐπὶ τὸ ἄκρον τῆς χειρὸς αὐτοῦ τῆς δεξιᾶς, καὶ ἐπὶ τὸ ἄκρον τοῦ ποδὸς τοῦ δεξιοῦ, καὶ τοῖς υἱοῖς αὐτοῦ οὕτως ἐποίησεν.